Συναγωγή παροιμιών/Αρχή του δʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ δʹ στοιχείου


Τὸ δʹ μετὰ τοῦ αʹ

Επεξεργασία


Δαιδάλου ποίημα.
Δασεῖαν νύκτα.
Δασύποδα λαγὼν παραδραμεῖται χελώνη.
Δάτος ἀγαθῶν.
Δαιδάλου πτερά.
Δασύπους κρεῶν ἐπιθυμεῖ.
Δακτύλου ἡμέρα.
Δαφνίνην φορῶ βακτηρίαν.
Δαπανώμενος ἐφ᾽ ἃ μὴ δεῖ, ὀλίγος ἔσηι ἐφ᾽ ἃ δεῖ.

Τὸ δʹ μετὰ τοῦ εʹ

Επεξεργασία


Δευτέρων ἀμεινόνων.
Δέδοται καὶ κακοῖσιν ἄγρα.
Δειλόν θ᾽ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
Δέχεται καὶ βῶλον ἀλήτης.
Δελφῖνα πρὸς τοὐραῖον δεῖς.
Δεκάπους σκιὰ ἐστίν.
Δειλότερος εἶ τοῦ Παρακύπτοντος.
Δειλότερος εἶ αὐτῆς τῆς δειλίας.
Δεῖ νοσεῖν τὸ μέρος.
Δέκα ἡ κύων τέκοι, καὶ πάντα λευκά.
Δέκα τοῦ ὀβολοῦ.
Δελφὶς ἐν λουτηρίωι.
Δεινὸν τὸ συνιδεῖν τὸ μέλλον.
Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ᾽ ἀπόλυται.
Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι.
Δελφῖνα νήχεσθαι διδάσκεις.
Δεσμοὶ Τυρρηνοί.
Δεύτερος πλοῦς.
Δελφῖνα λεκάνη οὐ χωρεῖ.

Τὸ δʹ μετὰ τοῦ ηʹ

Επεξεργασία


Δηλίου κολυμβητοῦ.
Δηρὸν βουλεύειν, ἵν᾽ ἔχηι καὶ πολλὸν ἄμεινον.

Τὸ δʹ μετὰ τοῦ ιʹ

Επεξεργασία


Διὰ μαχαιρῶν καὶ πῦρ ῥίπτειν δεῖ.
Διαβολῆς ὀξύτερον ξίφος, εἰ τὸ ξίφος προφθάσει τὸν διαβάλλοντα.
Διαγόρας ὁ Μιλήσιος.
Διακωδωνιασθέντες.
Διϊτρέφης ἀναπέπτωκεν.
Δικαιότερος σταχάνης.
Δίκης ὀφθαλμός.
Δίκη δίκην ἔτικτε, καὶ βλάβη βλάβην.
Διὸς κώδιον.
Δίκην ὑφέξει, κἂν ὄνος δάκηι κύνα.
Δικτύωι ἄνεμον θηρᾶις.
Δίκης δικαιότερος.
Διζημένοισι τἀγαθὰ μόλις παραγίνεται, τὰ δὲ κακὰ καὶ μὴ διζημένοισι.
Διομήδειος ἀνάγκη.
Διονύσια.
Διὸς Χόρινθος.
Δίχολοι γνῶμαι.
Διὸς ἐγκέφαλος.
Διὸς ψῆφος. - Ἔνθα Διὸς μεγάλου θῶκοι πεσσοί τε καλοῦνται.
Διὰ δακτυλίου γ᾽ ἂν ἑλκύσαις.
Δίσκους ὠθεῖ ὑπὲρ τὰ ἐσκαμμένα.
Δὶς ἑπτὰ πληγαῖς πολύπους πιλούμενος.
Δι᾽ ὀξείας δραμεῖν.
Διωλύγιον κακόν.
Δὶς καὶ τρὶς τὸ καλὸν, τὸ δὲ κακὸν οὐδ᾽ ἅπαξ.
Δὶς παῖδες οἱ γέροντες.
Διὰ τοῦ τοίχου λαλεῖ.
Δὶς πρὸς τὸ αὐτὸν αἰσχρὸν προσκρούειν λίθον.
Διὰ παλαιᾶς ἡμέρας.
Διὰ μέσου καὶ λιμὸς ἔρρει καὶ κάκιστ᾽ ἀπόλλυται.

Τὸ δʹ μετὰ τοῦ οʹ

Επεξεργασία


Δοίδυξ αὔξει.
Δορύκειον.
Δοίδυκος σκιά.
Δοῦλος ὢν κόμην ἔχεις.
Δούλων πόλις.

Τὸ δʹ μετὰ τοῦ ρʹ

Επεξεργασία


Δρυὸς πεσούσης, πᾶς ἀνὴρ ξυλεύεται.
Δραχμῆς μὲν ηὔλει, τεττάρων δὲ παύεται.

Τὸ δʹ μετὰ τοῦ υʹ

Επεξεργασία


Δύω τοίχους ἀλείφεις.
Δύο θεοὺς ἥκω κομίζων ὑμῖν, πειθὼ καὶ βίαν.
Δύσκωφος δυσκώφωι ἐκρίνετο· ὁ δὲ κριτὴς ἦν πολλῶι τούτων κωφότερος.
Δυεῖν ἐπιθυμήσας, οὐδετέρου ἔτυχες.

Τὸ δʹ μετὰ τοῦ ωʹ

Επεξεργασία


Δωδεκαμήχανος Κυρήνη.
Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας.
Δωδωναῖον χαλκεῖον.