Συναγωγή παροιμιών/Αρχή του γʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ γʹ στοιχείου


Τὸ γʹ μετὰ τοῦ αʹ

Επεξεργασία


Γάλα ὀρνίθων.
Γαλῆ Ταρτησία.
Γαλῆι χιτών.
Γαλῆ στέαρ.
Γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρη, κενεὴ δὲ βαρεῖα.
Γαστὴρ παχεῖα λεπτὸν οὐ τίκτει νόον.
Γασύπους κρεῶν ἐπιθυμεῖ.
Γάμος Αἰγύπτου
Γαμψώνυχας μὴ τρέφειν.
Γαλῆι χιτώνιον.
Γαλῆν ἔχεις.

Τὸ γʹ μετὰ τοῦ εʹ

Επεξεργασία


Γελοιότερος Μελιτίδου.
Γέλως συγκρούσιος.
Γέλως Μεγαρικός.
Γεννητὸς γεγονὼς τήρει τὴν τάξιν.
Γέρων ἀλώπηξ οὐχ ἁλίσχεται.
Γεράνδρυον μεταφυτεύειν.
Γενναῖος εἶ ἐκ βαλαντίου.
Γέροντος πόσθη δρυϊνὸς πάτταλος.
Γέρανοι, λίθους καταπεπτωκότος.
Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖν.
Γέρων βοῦς ἀπένθητος δόμοισιν.
Γέρων ὀλίγα φοβεῖται.
Γέρων πίθηκος ἁλίσκεται μέν, μετὰ χρόνον δ᾽ ἁλίσκεται.
Γέρων πίθηκος οὐχ ἁλίσκεται πάγηι.
Γέλως Ἰωνικός.
Γεύεται πίσσης ὁ μῦς.
Γέροντα δ᾽ ὀρθοῦν φλαυρὸν, ὃς νέος πέσοι.

Τὸ γʹ μετὰ τοῦ ηʹ

Επεξεργασία


Γηράσκω ἀεὶ πολλὰ διδασκόμενος.
Γῆ καὶ θάλασσα οὐρανομήκης.
Γῆρας λεόντος κρεῖσσον ἀκμαίων νεβρῶν.
Γῆρας διδάσκει πάντα, καὶ χρόνου τριβή.
Γῆρας καὶ πενία, δύο τραύματα δυσθεράπευτα.
Γῆρας ὁλόκληρός ἐστι πήρωσις· πάντ᾽ ἔχει, καὶ πᾶσιν ἐνδεῖ.
Γῆς βάρος.
Γῆι κρύψας ἔχεις.
Γῆς ἔντερα.
Γηρᾶι βοῦς, τὰ δ᾽ ἔργα πολλὰ τῶι βοΐ.

Τὸ γʹ μετὰ τοῦ ιʹ

Επεξεργασία


Γιγάντων ἀπόνοια.

Τὸ γʹ μετὰ τοῦ λʹ

Επεξεργασία


Γλαύκου τέχνη.
Γλαῦκα Ἀθήναζε. - Γλαῦκα Ἀθηναίοις.
Γλαῦκος ἄλλος ἱππόβρωτος.
Γλαῦκος πιὼν μέλι, ἀνέστη.
Γλαῦκος φαγὼν πόαν οἰκεῖ ἐν θαλάττηι.
Γλυκὺς ἀγκών.
Γλυκὺς ἀπείρων πόλεμος.
Γλυκεῖα ὀπώρα φύλακος ἐκλελοιπότος.
Γλῶσσα ποῦ πορεύηι· πόλιν ἀνορθώσασα, καὶ πάλιν καταστρέφουσα;
Γλῶσσα βλάσφημος διανοίας κακῆς ἔλεγχος.
Γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
Γλαῦξ ἵπταται.
Γλαῦκα εἰς Ἀθήνας.
Γλώσσηι ματαίαι ζημία προστρίβεται.

Τὸ γʹ μετὰ τοῦ νʹ

Επεξεργασία


Γνῶθι σαυτόν.
Γνῶμαι πλέον κρατοῦσιν, ἢ σθένος χερῶν.
Γνώμη δὲ κρείσσων ἐστίν, ἢ ῥώμη χερῶν.

Τὸ γʹ μετὰ τοῦ οʹ

Επεξεργασία


Γόργειον βλέπει.
Γοργόνα Περσεὺς ἐχειρώσατο.
Γόνυ κνήμης ἔγγιον.

Τὸ γʹ μετὰ τοῦ ρʹ

Επεξεργασία


Γραῦς βακχεύει.
Γραῦς ὥς τις ἵππος τόν χαραδραῖον τάφον ἕξεις.
Γρᾶες κωθωνιζόμεναι.
Γραῶν ὕθλοι.
Γρῦ τὸ Δίωνος.
Γραῦς ἀνακορτήσασα πολὺν κονιορτὸν ἐγείρει.
Γραῦς ἀναθυᾶι.

Τὸ γʹ μετὰ τοῦ υʹ

Επεξεργασία


Γυμνότερος Ἰαλέμου.
Γυμνότερος λεβηρίδος.
Γυμνοποδίαις χαίρει.
Γυμνῆι τῆι κεφαλῆι.
Γύγαθρον φυσᾶις.
Γύης οὐκ ἔνεστι ἐν τοῦτωι.
Γύγου δακτύλιος.
Γυμνὸς ὡς ἐκ μήτρας.
Γυμνότερος παττάλου.
Γυπὸς σκιά.
Γυναικὸς φρένας.
Γυνὴ στρατηγεῖ. - Γυνὴ στρατεύεται.
Γυναικὶ μὴ πίστευε, μηδ᾽ ὅταν θάνηι.
Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥάιδιον.
Γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν.
Γυναικῶν ὄλεθροι.
Γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
Γυνὴ πολλὰ ἀνδρὸς ὀξυτέρη πρὸς κακοφραδμοσύνην.
Γυναικὶ δ᾽ ὄλβος, ἂν πόσιν στέργοντ᾽ ἔχει.
Γυναικὸς ὄμμα τοῖς ἀκμάζουσιν βέλος.

Τὸ γʹ μετὰ τοῦ ωʹ

Επεξεργασία


Γωνίας ἄξιος ἀνήρ.