Παλατινή Ανθολογία/XI/48 Ανακρέοντος

AP XI 48 Τὸν ἄργυρον τορεύσας
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Τὸν ἄργυρον τορεύσας, Ανακρέοντος, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 48 (AP XI 48)


XI 48 Ανακρέοντος

Επεξεργασία
Τὸν ἄργυρον τορεύσας
Ἥφαιστέ μοι ποίησον
πανοπλίαν μὲν οὐχί·
ποτήριον δὲ κοῖλον
ὅσον δύνηι βάθυνον.
ποίει δέ μοι κατ᾽ αὐτοῦ
μήτ᾽ ἄστρα μήτ᾽ Ἀμάξας,
μὴ στυγνὸν Ὠρίωνα,
ἀλλ᾽ ἀμπέλους χλοώσας
καὶ βότρυας γελῶντας
σὺν τῶι καλῶι Λυαίωι.