Παλατινή Ανθολογία/X/45 Παλλαδά

X 45 Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο, Προτρεπτικά επιγράμματα)
Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν, Παλλαδά, Παλατινή Ανθολογία, βιβλίο 10ο, επίγραμμα 45 (AP X 45)


X 45 Παλλαδά Επεξεργασία

Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.
ἀλλ’ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.
ἐκ πηλοῦ γέγονας. τί φρονεῖς μέγα; τοῦτο μὲν οὔτως εἶπ’ ἄν τις κοσμῶν πλάσματι σεμνοτέρῳ.
εἰ δ’ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.