Παλατινή Ανθολογία/X/16 Θεαίτητου
< Παλατινή Ανθολογία | X
←Βιβλίο 10o, 15 | Χ 16 Ἤδη καλλιπέτηλον ἐπ' εὐκάρποισι λοχείαις Συγγραφέας: Παλατινή Ανθολογία, X (βιβλίο 10ο Προτρεπτικά επιγράμματα) |
Βιβλίο 10o, 17→ |
Ἤδη καλλιπέτηλον ἐπ' εὐκάρποισι λοχείαις, Θεαίτητου, Παλατινή Ανθολογία, βιβλίο 10ο, επίγραμμα 16 (AP Χ 16) |
Χ 16 Θεαίτητου
Επεξεργασία- Ἤδη καλλιπέτηλον ἐπ' εὐκάρποισι λοχείαις λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων?
- ἤδη ἐπ' ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην?
- καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις.
- ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης νηοφόροις νώτοις εὔδια πεπταμένης,
- οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα χορύμβοις, οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη.
- ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπωι τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν,
- ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει.