Παλατινή Ανθολογία/VII/696 Αρχίου Μυτιληναίου

AP VII 696 Αἰωρῇ ϑήρειον ἱμασσόμενος δέμας αὔραις
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Αἰωρῇ ϑήρειον ἱμασσόμενος δέμας αὔραις, Αρχία Μυτιληναίου, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 696 (AP VII 696)


VII 696 Αρχίου Μυτιληναίου

Επεξεργασία
Αἰωρῇ ϑήρειον ἱμασσόμενος δέμας αὔραις, τλᾶμον, ἀορτηϑεὶς ἐκ λασίας πίτυος,
αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.
σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι, ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεϑα.