Συγγραφέας:Αρχίας ο Μυτιληναίος
←Συγγραφείς: | Αρχίας ο Μυτιληναίος |
Επιγράμματα στην Παλατινή Ανθολογία
- VII 696: Αἰωρῇ ϑήρειον ἱμασσόμενος δέμας αὔραις
- IX 19: Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων
- IX 111: Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας μητέρος
- IX 339: Εν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰϑέρι
VII 696 Αρχίου Μυτιληναίου
Επεξεργασία- Αἰωρῇ ϑήρειον ἱμασσόμενος δέμας αὔραις, τλᾶμον, ἀορτηϑεὶς ἐκ λασίας πίτυος,
- αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.
- σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι, ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεϑα.
IX 19 Αρχίου Μυτιληναίου
Επεξεργασία- ῾Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καϑαψάμενος,
- ὃν Φοίβου χρησμῳδὸς ἀέϑλιον ἔστεφε Πυϑώ,ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,
- καὶ Νεμέη, βλοσυροῖο τιϑηνήτειρα λέοντος, Πῖσά τε καὶ δοιὰς ᾐόνας ᾿Ισϑμὸς ἔχων,
- νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ, καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίϑῳ,
- ἴσαν μοῖραν ἔχων ῾Ηρακλέι· καὶ γὰρ ἐκεῖνος τόσσ' ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.
- ῾Ο πρὶν ἐπ' ᾿Αλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν δισσάκι κηρυχϑεὶς Κασταλίης παρ' ὕδωρ,
- ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ' ᾿Ισϑμῷ πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,
- νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.
IX 111 Αρχίου Μυτιληναίου
Επεξεργασία- Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,
- ἔμπαλι δ' ὀλβίζουσιν, ὅσους αἰῶνα λιπόντας ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.
- οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φϑίμενοι.
- Καλά κάνουν οι Θράκες καί θρηνούνε τούς γιούς τους, όταν έρχονται στόν κόσμο,
- καί μακαρίζουν όσους τούς αρπάζει ο υπηρέτης τών Κηρών,ο Χάρος.
- Τους ζωντανούς κάθε κακό τούς βρίσκει, μά όσοι πεθαίνουν βρίσκουν τη γιατρειά τους.
IX 339 Αρχίου Μυτιληναίου
Επεξεργασία- ῎Εν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰϑέρι νωμῶν σκορπίον ἐκ γαίης εἶδε ϑορόντα κόραξ,
- ὃν μάρψων ὤρουσεν· ὁ δ' ἀίξαντος ἐπ' οὖδας οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει
- καὶ ζωῆς μιν ἄμερσεν. ἴδ', ὡς, ὃν ἔτευχεν ἐπ' ἄλλῳ, ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον.