Παλατινή Ανθολογία/VII/68 Αρχίου
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/VII/68)
←Βιβλίο 7o, 67 | AP VII 68 Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 7o, 69→ |
Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 68 (AP VII 68) |
VII 68 Αρχίου
Επεξεργασία- ῎Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαϑὺ πορθμεύεις τοῦτ' ᾿Αχέροντος ὕδωρ,
- εἰ καί σοι βέβριϑεν ὑπ' εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.
- ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.
- καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον· ὑπ' ἠελίου δ' οὔ τι λέλοιπα φάει.