Συγγραφέας:Αρχίας ο Αντιοχεύς
←Συγγραφείς: | Αρχίας ο Αντιοχεύς (120 π.Χ. - 61 π.Χ.) |
- V 58 Νήπι' ῎Ερως, πορϑεῖς με, τὸ κρήγυον
- V 59 Φεύγειν δὴ τὸν ῎Ερωτα· κενὸς πόνος
- V 98 Ωμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλϑὲ ἄλλον
- VI 16 Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι
- VI 39 Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ
- VI 179 ᾿Αγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ' ἄλλης
- VI 180 Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος
- VI 181 Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας
- VI 192 Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ
- VI 195 Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν ᾿Αϑάνᾳ αὐλὸν
- VI 207 Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶ
- VII 68 ῎Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων
- VII 147 Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας
- VII 165 Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ
- VII 191:῾Α πάρος ἀντίφϑογγον ἀποκλάγξασα νομεῦσι
- VII 213: Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι
- VII 214: Οὐκέτι παφλάζοντα διαΐσσων βυϑὸν ἅλμης
- IX 27: Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον ᾿Ηχὼ
- IX 64: Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι
- IX 343: Αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο
- IX 750: Τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ
- X 7: Τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον
- X 8: Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν
- X 9: Τὸν βραχύν, ἰχϑυβολῆες, ὑπὸ σχίνῳ
- XV 51: Χάλκεος, ἀλλ' ἄϑρησον, ὅσον ϑράσος ἄνυσε
- XVI 94: Μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος
- XVI 154: ᾿Ηχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην
- XVI 179: Αὐτὰν ἐκ πόντοιο τιϑηνητῆρος ᾿Απελλῆς τὰν Κύπριν γυμνὰν εἶδε
- Ηράκλεια πατρίς, Αρχίου
V 58 Αρχίου
Επεξεργασία- Νήπι' ῎Ερως, πορϑεῖς με, τὸ κρήγυον· εἴς με κένωσον πᾶν σὺ βέλος, λοιπὴν μηκέτ' ἀφεὶς γλυφίδα,
- ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων ἄλλον ὀιστεῦσαι μηκέτ' ἔχοις ἀκίδα.
V 59 Αρχίου (του αυτού)
Επεξεργασία- Φεύγειν δὴ τὸν ῎Ερωτα· κενὸς πόνος· οὐ γὰρ ἀλύξω πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.
V 98 Άδηλον, οἱ δὲ Αρχίου
Επεξεργασία- ᾿Ωμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλϑὲ ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.
VI 16 Αρχίου
Επεξεργασία- Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι τρίζυγες ἐκ τρισσῆς ϑέντο λινοστασίης·
- δίκτυα μὲν Δᾶμις ϑηρῶν, Πίγρης δὲ πετηνῶν λαιμοπέδας, Κλείτωρ δ' εἰναλίφοιτα λίνα·
- ὧν τὸν μὲν καὶ ἐσαῦϑις ἐν ἠέρι, τὸν δ' ἔτι ϑείης εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.
VI 39 Αρχίου
Επεξεργασία- Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ, ϑυγατέρες Ξούϑου καὶ Μελίτης, Σάμιαι·
- ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν, ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,
- ἁ δὲ πολυσπαϑέων μελεδήμονα κερκίδα πέπλων εὔϑροον, ἁ τριτάτα δ' εἰροχαρῆ τάλαρον,
- οἷς ἔσχον χερνῆτα βίον δηναιόν, ᾿Αϑάνα πότνια, ταῦϑ' αἱ σαὶ σοὶ ϑέσαν ἐργάτιδες.
VI 179 Αρχίου
Επεξεργασία- ᾿Αγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ' ἄλλης αὔϑαιμοι τρισσοὶ δῶρα λινοστασίης,
- Πίγρης μὲν δειραχϑὲς ἐύβροχον ἅμμα πετηνῶν, Δᾶμις δ' ὑλονόμων δίκτυα τετραπόδων,
- ἄρκυν δ' εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι' αἴϑρας καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.
VI 180 Αρχίου (του αυτού)
Επεξεργασία- Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος ἔκ τε ϑαλάσσας τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔϑεσαν·
- ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·
- οἷς ἅμα χερσαίαισιν, ἅμ' ἠερίῃσιν ἐν ἄγραις, ᾿Αγρεῦ, ἅμ' ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴϑι.
VI 181 Αρχίου (του αυτού)
Επεξεργασία- Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας ἄλλος ἀπ' ἀλλοίας σοὶ λίνα, Πάν, ἔϑεσαν,
- καὶ τὰ μὲν ὀρνίϑων Πίγρης, τὰ δὲ δίκτυα ϑηρῶν Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν·
- τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ' ἠερίῃσιν ἐν ἄγραις αἰέν, ὁ δ' ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.
VI 192 Αρχίου
Επεξεργασία- Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν
- καὶ γαμψὸν Χαίτῃσιν ἐφ' ἱππείῃσι πεδηϑὲν ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,
- καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καϑ' ὕδωρ φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων·
- οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ' ἐπιαύει ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.
VI 195 Αρχίου
Επεξεργασία- Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν ᾿Αϑάνᾳ αὐλὸν ἐριβρεμέταν Μίκκος ᾿Ενυαλίου,
- ᾧ ποτε καὶ ϑυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν πρόσϑε τὸ μὲν στοναχᾶς σῆμα, τὸ δ' εὐνομίης.
VI 207 Αρχίου
Επεξεργασία- Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·
- ξανϑὰ δ' ᾿Αντίκλεια νόϑον κεύϑουσαν ἄημα ῥιπίδα, τὰν μαλερὸν ϑάλπος ἀμυνομέναν·
- λεπτὸν δ' ῾Ηράκλεια τόδε προκάλυμμα προσώπου, τευχϑὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·
- ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος οὔνομ' ᾿Αριστοτέλεω πατρὸς ἐνεγκαμένα·
- ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι, ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.
VII 68 Αρχίου
Επεξεργασία- ῎Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαϑὺ πορθμεύεις τοῦτ' ᾿Αχέροντος ὕδωρ,
- εἰ καί σοι βέβριϑεν ὑπ' εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.
- ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.
- καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον· ὑπ' ἠελίου δ' οὔ τι λέλοιπα φάει.
VII 147 Αρχίου
Επεξεργασία- Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·
- οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν, οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·
- ἀλλ' αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα ἱδρυϑεὶς ἔτλης λαίλαπα δυσμενέων.
- εἰ δέ σε μὴ τεύχεσσιν ᾿Αχιλλέος ὥπλισεν ῾Ελλὰς ἄξιον ἀντ' ἀρετᾶς ὅπλα ποροῦσα γέρας,
- Μοιράων βουλῇσι τάδ' ἄμπλακεν, ὡς ἂν ὑπ' ἐχϑρῶν μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.
VII 165 Αντιπάτρου Σιδωνίου, οἱ δὲ Αρχίου
Επεξεργασία- Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός; – Καλλιτέλευς. –Πάτρας δ' ἐκ τίνος ἐσσί; –Σάμου. –
- Μνᾶμα δέ σου τίς ἔτευξε; –Θεόκριτος, ὅς με σύνευνον ἤγετο.” –Πῶς δ' ἐδάμης; –῎Αλγεσιν ἐν λοχίοις. –
- Εἰν ἔτεσιν τίσιν εὖσα; –Δὶς ἕνδεκα. –Παῖδα δὲ λείπεις; – Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. –
- Ζωῆς τέρμαϑ' ἵκοιτο μετ' ἀνδράσι. –Καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.
VII 191 Αρχίου
Επεξεργασία- ῾Α πάρος ἀντίφϑογγον ἀποκλάγξασα νομεῦσι πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχϑυβόλοις,
- πολλάκι δὲ κρέξασα πολύϑροον οἷά τις ἀχὼ κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,
- νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.
VII 213 Αρχίου
Επεξεργασία- Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι πεύκας ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος
- ἔκρεκες εὐτάρσοιο δι' ἰξύος, ἀχέτα, μολπάν, τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.
- νῦν δέ σε μυρμάκεσσιν ὑπ' εἰνοδίοισι δαμέντα ῎Αϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.
- εἰ δ' ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων Μαιονίδας γρίφοις ἰχϑυβόλων ἔϑανεν.
VII 214 Αρχίου
Επεξεργασία- Οὐκέτι παφλάζοντα διαΐσσων βυϑὸν ἅλμης, δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,
- οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων ὑγρὸν ἀναῤῥίψεις ἅλμα παρὰ σκαφίσιν·
- οὐδὲ σύ γ', ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων νώτοις πορϑμεύσεις Τηϑύος εἰς πέρατα.
- ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήϑη κῦμα, πολυψήφους ὦσέ σ' ἐπὶ ψαμάϑους.
IX 27 Παρμενίωνος ή Αρχία
Επεξεργασία- Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον ᾿Ηχὼ κοὐ λάλον, ἤν τι κλύω, τοῦτ' ἀπαμειβομέναν.
- εἰς σὲ γάρ, ὃν σὺ λέγεις, στρέψω λόγον• ἢν δὲ σιωπᾷς, σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη;
IX 64 Ασκληπιάδου, οἱ δὲ Αρχίου
Επεξεργασία- Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι ἔδρακον ἐν κραναοῖς οὔρεσιν, ῾Ησίοδε,
- καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι, ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,
- δῶκαν δὲ κράνας ῾Ελικωνίδος ἔνϑεον ὕδωρ, τὸ πτανοῦ πώλου πρόσϑεν ἔκοψεν ὄνυξ·
- οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς καὶ γένος ἀρχαίων ἔγραφες ἡμιϑέων.
IX 343 Αρχίου
Επεξεργασία- Αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχϑεὶς κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης·
- καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε ϑώμιγξ, τὸν δὲ μόνον πλεκτῶν αὖϑι μεϑῆκε λίνων.
- ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος· ἦ ἄρα πολλὴν καὶ κωφαὶ πτανῶν φροντίδ' ἔχουσι πάγαι.
IX 750 Αρχίου
Επεξεργασία- Τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν.
X 7 Αρχίου
Επεξεργασία- Τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον ναῦται Θρηικίου ϑέντο πόρου φύλακα,
- πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός, ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.
- τοὔνεκεν οὔτ' ἄκνισον, ὅπερ ϑέμις, οὔτ' ἐπιδευῆ εἴαρος ἀϑρήσεις βωμὸν ἐμὸν στεφάνων,
- ἀλλ' αἰεὶ ϑυόεντα καὶ ἔμπυρον· οὐδ' ἑκατόμβη τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.
X 8 Αρχίου (του αυτού)
Επεξεργασία- Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν, αἰϑυίαις οὔποτ' ἐναντίβιος,
- φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ' ἀκταῖς ξέσσειαν μογερῶν υἱέες ἰχϑυβόλων.
- ἀλλ' ἤν τις γριπεύς με βοηϑόον ἢ καλαμευτὴς φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.
- λεύσσω καὶ τὰ ϑέοντα καϑ' ὕδατος· ἦ γὰρ ἀπ' ἔργων δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.
X 9 Αρχίου (του αυτού)
Επεξεργασία- Τὸν βραχύν, ἰχϑυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,
- –δίκτυ' ἄγ' ἁπλώσασϑε–, πολὺν δ' ἁλινηχέα βῶκα καὶ σκάρον, οὐ θρίσσης νόσφιν ἀρυσσάμενοι,
- γλαυκὸν ἐνιδρυνθέντα νάπῃ, σημάντορα ϑήρης τίετ' ἀπ' οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι.
XV 51 Αρχίου
Επεξεργασία- Χάλκεος, ἀλλ' ἄϑρησον, ὅσον ϑράσος ἄνυσε κάπρου ὁ πλάστας ἔμπνουν ϑῆρα τυπωσάμενος
- χαίτας αὐχενίους πεφρικότα, ϑηκτὸν ὀδόντα βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,
- ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι ϑάμβος, εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιϑέων.
XVI 94 Αρχίου
Επεξεργασία- Μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος πτήσσετε. ληινόμοι γειαρόται Νεμέης·
- ἦ γὰρ ὑφ' ῾Ηρακλῆος ἀριστάϑλοιο δέδουπεν αὐχένα ϑηροφόνοις ἀγχόμενος παλάμαις.
- ποίμνας ἐξελάσασϑε· πάλιν μυκηϑμὸν ἀκούοι ᾿Ηχώ, ἐρημαίης ἐνναέτειρα νάπης.
- καὶ σύ, λεοντόχλαινε, πάλιν ϑωρήσσεο ῥινῷ ῞Ηρης πρηΰνων μισονόϑοιο χόλον.
XVI 154 Λουκιανού οι δε Αρχίου
Επεξεργασία- ᾿Ηχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην, ἀντίτυπον φϑογγὴν ἔμπαλιν ᾀδομένην,
- παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιϑι.
XVI 179 Αρχίου
Επεξεργασία- Αὐτὰν ἐκ πόντοιο τιϑηνητῆρος ᾿Απελλῆς τὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν
- καὶ τοίαν ἐτύπωσε διάβροχον ὕδατος ἀφρῷ ϑλίβουσαν ϑαλεραῖς χερσὶν ἔτι πλόκαμον.
Αρχίου
Επεξεργασία- ῾Ηράκλεια πατρίς, Ζεῦξις δ' ὄνομ'· εἰ δέ τις ἀνδρῶν ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν,
- δείξας νικάτω ... δοκῶ δ' ἡμᾶς οὐχὶ τὰ δεύτερ' ἔχειν.
|