Παλατινή Ανθολογία/VII/213 Αρχίου
←Βιβλίο 7o, 212 | AP VII 213 Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 7o, 214→ |
Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 213 (AP VII 213) |
VII 213 Αρχίου
Επεξεργασία- Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι πεύκας ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος
- ἔκρεκες εὐτάρσοιο δι' ἰξύος, ἀχέτα, μολπάν, τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.
- νῦν δέ σε μυρμάκεσσιν ὑπ' εἰνοδίοισι δαμέντα ῎Αϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.
- εἰ δ' ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων Μαιονίδας γρίφοις ἰχϑυβόλων ἔϑανεν.