Παλατινή Ανθολογία/VII/165 Αντιπάτρου Σιδωνίου οι δε Αρχίου

AP VII 165 Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ, Αντιπάτρου του Σιδωνίου ή Αρχία, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 165 (AP VII 165)


VII 165 Αντιπάτρου Σιδωνίου, οἱ δὲ Αρχίου Επεξεργασία

Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός; – Καλλιτέλευς. –Πάτρας δ' ἐκ τίνος ἐσσί; –Σάμου. –
Μνᾶμα δέ σου τίς ἔτευξε; –Θεόκριτος, ὅς με σύνευνον ἤγετο.” –Πῶς δ' ἐδάμης; –῎Αλγεσιν ἐν λοχίοις. –
Εἰν ἔτεσιν τίσιν εὖσα; –Δὶς ἕνδεκα. –Παῖδα δὲ λείπεις; – Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. –
Ζωῆς τέρμαϑ' ἵκοιτο μετ' ἀνδράσι. –Καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.