Συγγραφέας:Αντίπατρος ο Σιδώνιος
(Ανακατεύθυνση από Αντίπατρος ο Σιδώνιος (επιγραμματοποιός))
←Συγγραφείς: | Αντίπατρος ο Σιδώνιος (επιγραμματοποιός) (... - αρχές 1ου αιώνα π.χ.) |
Επιγράμματα στην Παλατινή Ανθολογία
- VII 426 Εἰπέ, λέων, φθιμένοιο τίνος τάφο ἀμφιβέβηκας
- VII 165 Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός;
- VII 316 Τὴν ἐπ᾿ ἐμεῦ στήλην παραμείβεο, μήτε με χαίρειν
- IX 58 Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος
- ΙΧ 66 Μναμοσύναν ἕλε θάμβος, ὅτ’ ἔκλυε τᾶς μελιφώνου Σαπφοῦς
- X 2 Ἀκμαῖος ῥοθίηι νηὶ δρόμος, οὐδὲ θάλασσα
VII 426 Αντιπάτρου
Επεξεργασία- Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας, βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς;
- “Υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι.
- οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.
VII 165 Αντιπάτρου Σιδωνίου, οἱ δὲ Αρχίου
Επεξεργασία- Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός; – Καλλιτέλευς. –Πάτρας δ' ἐκ τίνος ἐσσί; –Σάμου. –
- Μνᾶμα δέ σου τίς ἔτευξε; –Θεόκριτος, ὅς με σύνευνον ἤγετο.” –Πῶς δ' ἐδάμης; –῎Αλγεσιν ἐν λοχίοις. –
- Εἰν ἔτεσιν τίσιν εὖσα; –Δὶς ἕνδεκα. –Παῖδα δὲ λείπεις; – Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. –
- Ζωῆς τέρμαϑ' ἵκοιτο μετ' ἀνδράσι. –Καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.
VII 316 Αντιπάτρου ή Λεωνίδα
Επεξεργασία- Τὴν ἐπ᾿ ἐμεῦ στήλην παραμείβεο, μήτε με χαίρειν εἰπών, μήθ᾿ ὅστις, μὴ τίνος ἐξετάσας·
- ἢ μὴ τὴν ἀνύεις τελέσαις ὁδόν· ἢν δὲ παρέλθῃς σιγῇ, μηδ᾿ οὕτως ἣν ἀνύεις τελέσαις.
IX 58 Αντιπάτρου
Επεξεργασία- Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος καὶ τὸν ἐπ' Ἀλφειῷ Ζᾶνα κατηυγασάμην
- κάπων τ' αἰώρημα, καὶ Ἠελίοιο κολοσσὸν, καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,
- μνᾶμά τε Μαυσώλοιο πελώριον· ἀλλ' ὅτ' ἐσεῖδον Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,
- κεῖνα μὲν ἠμαύρωτο, καὶ ἦν· "Ἴδε, νόσφιν Ὀλύμπου Ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο."
ΙΧ 66 Αντιπάτρου
Επεξεργασία- Μναμοσύναν ἕλε θάμβος, ὅτ’ ἔκλυε τᾶς μελιφώνου Σαπφοῦς• «Μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί.»
X 2 Αντιπάτρου
Επεξεργασία- Ἀκμαῖος ῥοθίηι νηὶ δρόμος, οὐδὲ θάλασσα πορφύρει τρομερῆι φρικὶ χαρασσομένη•
- ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν οἰκία, λειμώνων δ' ἁβρά γελᾶι πέταλα.
- τοὔνεκα μηρύσασθε διάβροχα πείσματα, ναῦται, ἕλκετε δ' ἀγκύρας φωλάδας ἐκ λιμένων?
- λαίφεα δ' εὐυφέα προτονίζετε. ταῦθ' ὁ Πρίηπος ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.