Παλατινή Ανθολογία/VII/117 Ζηνοδότου

ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον
Συγγραφέας:
Παλατινή Ανθολογία, βιβλίο 7ο, Επιτύμβια επιγράμματα (AP VII)
Παλατινή Ανθολογία, VII 117, Ζηνοδότου


VII 117 Ζηνοδότου Επεξεργασία

ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·
ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ, αἵρεσιν, ἀτρέστου ματέρ' ἐλευθερίας·
εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος κεῖνος, ἀφ' οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;