AP VI 180 Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος ἔκ τε ϑαλάσσας
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα)
Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος ἔκ τε ϑαλάσσας, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 6ο επίγραμμα 180 (AP VI 180)


VI 180 Αρχίου (του αυτού)

Επεξεργασία
Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος ἔκ τε ϑαλάσσας τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔϑεσαν·
ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·
οἷς ἅμα χερσαίαισιν, ἅμ' ἠερίῃσιν ἐν ἄγραις, ᾿Αγρεῦ, ἅμ' ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴϑι.