Παλατινή Ανθολογία/VI/102 Φιλίππου

AP VI 102 Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα)
Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα, Φίλιππος ο Θεσσαλονικεύς, Παλατινή Ανθολογία, βιβλίο 6ο, επίγραμμα 102 (AP VI 102)


VI 102 Του αυτού (Φιλίππου)

Επεξεργασία
Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον
μῆλόν θ' ἡδύπνουν λεπτῆι πεποκωμένον ἄχνηι καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων
καὶ σίκυον χλοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην, καὶ πέρκην ἤδη χρυσοχίτων' ἐλάην
σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων, δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν.