Παλατινή Ανθολογία/V/62 Ρουφίνου

Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν͵ ἀλλ΄ ἔτι πολλὰ
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν͵ ἀλλ΄ ἔτι πολλὰ, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 62)


V 62 Ρουφίνου Επεξεργασία

Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν͵ ἀλλ΄ ἔτι πολλὰ λείψανα τῆς προτέρης σῴζεται ἡλικίης͵
καὶ χάριτες μίμνουσιν ἀγήραοι͵ οὐδὲ τὸ καλὸν τῶν ἱλαρῶν μήλων ἢ ῥόδον ἐξέφυγεν.
ὢ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος͵ [ἡνίκα πρωτοβόλων λάμπεν ἀπὸ βλεφάρων].