Παλατινή Ανθολογία/V/60 Ρουφίνου

Παρθένος ἀργυρόπεζος ἐλούετο͵ χρύσεα μαζῶν
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Παρθένος ἀργυρόπεζος ἐλούετο͵ χρύσεα μαζῶν, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 60)


V 60 Ρουφίνου Επεξεργασία

Παρθένος ἀργυρόπεζος ἐλούετο͵ χρύσεα μαζῶν χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·
πυγαὶ δ΄ ἀλλήλαις περιηγέες εἱλίσσοντο͵ ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι·
τὸν δ΄ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ οὐχ ὅλον Εὐρώταν͵ ἀλλ΄ ὅσον ἠδύνατο.