Παλατινή Ανθολογία/V/294 Αγαθία
< Παλατινή Ανθολογία | V
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/V/294)←Βιβλίο 5o, 293 | AP V 294 Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρηι Συγγραφέας: Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα) |
Βιβλίο 5o, 295→ |
Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρηι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 294 (AP V 294) |
V 294 Αγαθία
Επεξεργασία- Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρηι, δόχμιον ἐν λέκτρωι νῶτον ἐρεισαμένη
- προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δ' ἐπ' ἦρι ἔσκεπε τὴν κούρην ἁπλοὶς ἐκταδίη.
- καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου κεῖτο χαλικρήτωι νάματι βριθομένη.
- ἔμπης οὔ μ' ἐφόβησαν· ἐπεῖ στρεπτῆρα θυρέτρου χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος
- φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμωι
- τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,
- ὠρθούμην κατὰ βαιόν, ὅπηι βατὸν ἔπλετο τεῖχος· ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος
- μαζοὺς μὲν κρατέεσκον, ὑπεθρύφθην δὲ προσώπωι μάστακα πιαίνων χείλεος εὐαφίηι.
- ἦν δ' ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
- οὔπω δ' ἐξαλάπαξα φίλης πύργωμα κορείης, ἀλλ' ἔτ' ἀδηρίτωι σφίγγεται ἀμβολίηι.
- ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα, ναὶ τάχα πορθήσω τείχεα παρθενίης,
- οὐδ' ἔτι με σχήσουσιν ἐπάλξιες· ἢν δὲ τυχήσω, στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.