Παλατινή Ανθολογία/V/287 Αγαθία
< Παλατινή Ανθολογία | V
←Βιβλίο 5o, 286 | AP V 287 Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ Συγγραφέας: Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα) |
Βιβλίο 5o, 288→ |
Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 287 (AP V 287) |
V 287 Αγαθία
Επεξεργασία- Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ, πείραζον κραδίην πλάσματι κερδαλέωι·
- «Βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη, ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.»
- ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,
- καί με μένειν ἱκέτευεν· ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένωι συγκατένευσα μόνον.
- ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.