Παλατινή Ανθολογία/V/287 Αγαθία

AP V 287 Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 287 (AP V 287)


V 287 Αγαθία

Επεξεργασία
Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ, πείραζον κραδίην πλάσματι κερδαλέωι·
«Βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη, ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.»
ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,
καί με μένειν ἱκέτευεν· ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένωι συγκατένευσα μόνον.
ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.