Παλατινή Ανθολογία/V/28 Ρουφίνου

Νῦν μοι Χαῖρε λέγεις
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Νῦν μοι Χαῖρε λέγεις, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 28)


V 28 ΡουφίνουΕπεξεργασία

Νῦν μοι Χαῖρε λέγεις͵ ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν κεῖνο τὸ τῆς λύγδου͵ βάσκανε͵ λειότερον·
νῦν μοι προσπαίζεις͵ ὅτε τὰς τρίχας ἠφάνικάς σου τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.
μηκέτι μοι͵ μετέωρε͵ προσέρχεο μηδὲ συνάντα· ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.