Παλατινή Ανθολογία/V/27 Ρουφίνου

Ποῦ σοι κεῖνα͵ Μέλισσα͵ τὰ χρύσεα καὶ περίοπτα
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Ποῦ σοι κεῖνα͵ Μέλισσα͵ τὰ χρύσεα καὶ περίοπτα, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 27)


V 27 ΡουφίνουΕπεξεργασία

Ποῦ σοι κεῖνα͵ Μέλισσα͵ τὰ χρύσεα καὶ περίοπτα τῆς πολυθρυλήτου κάλλεα φαντασίης;
ποῦ δ΄ ὀφρύες καὶ γαῦρα φρονήματα καὶ μέγας αὐχὴν καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;
νῦν πενιχρὴ ψαφαρή τε κόμη͵ παρὰ ποσσὶ τραχεῖα· ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.