Παλατινή Ανθολογία/V/269 Αγαθία

AP V 269 Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 269 (AP V 269)


V 269 Αγαθία Επεξεργασία

Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῆι δὲ χαριζόμενος.
εἷλκε δέ μ' ἡ φιλέουσα· πάλιν δ' ἐγώ, οἷά τέ τις φώρ, χείλεϊ φειδομένωι τὴν ἑτέρην ἐφίλουν,
ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.
ὀχθήσας δ' ἄρ' ἔειπον· «ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένωι.»