AP V 267 Τί στενάχεις; - Φιλέο
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Τί στενάχεις; - Φιλέο, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 267 (AP V 267)


V 267 Αγαθία

Επεξεργασία
Τί στενάχεις; - Φιλέο. - Τίνα; - Παρθένον. - Ἦ ῥά γε καλήν; - Καλὴν ἡμετέροις ὄμμασι φαινομένην. -
Ποῦ δέ μιν εἰσενόησας; - Ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῆι κεκλιμένην ἔδρακον ἐν στιβάδι. -
Ἐλπίζεις δὲ τυχεῖν; - Ναὶ ναί, φίλος· ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην, ἀλλ' ὑποκλεπτομένην. -
Τὸν νόμιμον μᾶλλον φεύγεις γάμον; - Ἀτρεκὲς ἔγνων, ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον. -
Ἔγνως; οὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;