Παλατινή Ανθολογία/V/22 Ρουφίνου

Σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε͵ Βοῶπι
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
οί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε͵ Βοῶπι, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 22)


V 22 Ρουφίνου

Επεξεργασία
Σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε͵ Βοῶπι͵ ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον͵
αὐτοθελῆ͵ πάνδουλον͵ ἑκούσιον͵ αὐτοκέλευστον͵ αἰτήσοντα πικρὴν μήποτ΄ ἐλευθερίην͵
ἄχρι φίλης πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ μήποτ΄ ἐφ΄ ἡμετέραις ἐλπίσι βασκανίη.