Παλατινή Ανθολογία/IX/58 Αντιπάτρου

AP IX 58 Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο)
Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος, Αντιπάτρου του Σιδωνίου, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 58 (AP IX 58)


IX 58 Αντιπάτρου Επεξεργασία

Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος καὶ τὸν ἐπ' Ἀλφειῷ Ζᾶνα κατηυγασάμην
κάπων τ' αἰώρημα, καὶ Ἠελίοιο κολοσσὸν, καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,
μνᾶμά τε Μαυσώλοιο πελώριον· ἀλλ' ὅτ' ἐσεῖδον Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,
κεῖνα μὲν ἠμαύρωτο, καὶ ἦν· "Ἴδε, νόσφιν Ὀλύμπου Ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο."