Παλατινή Ανθολογία/IX/19 Αρχίου Μυτιληναίου
< Παλατινή Ανθολογία | IX
←Βιβλίο 9o, 18 | AP IX 19 Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων Συγγραφέας: Παλατινή Ανθολογία, IX (βιβλίο 9ο) |
Βιβλίο 9o, 20→ |
Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, Αρχία Μυτιληναίου, Παλατινή Ανθολογία, Βιβλίο 9o, 19 (AP IX 19) |
IX 19 Αρχίου Μυτιληναίου
Επεξεργασία- ῾Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καϑαψάμενος,
- ὃν Φοίβου χρησμῳδὸς ἀέϑλιον ἔστεφε Πυϑώ,ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,
- καὶ Νεμέη, βλοσυροῖο τιϑηνήτειρα λέοντος, Πῖσά τε καὶ δοιὰς ᾐόνας ᾿Ισϑμὸς ἔχων,
- νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ, καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίϑῳ,
- ἴσαν μοῖραν ἔχων ῾Ηρακλέι· καὶ γὰρ ἐκεῖνος τόσσ' ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.
- ῾Ο πρὶν ἐπ' ᾿Αλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν δισσάκι κηρυχϑεὶς Κασταλίης παρ' ὕδωρ,
- ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ' ᾿Ισϑμῷ πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,
- νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.