AP IX 155 Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε μή με γελάσσηις
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε μή με γελάσσηις, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 155 (AP IX 155)


IX 155 Αγαθία

Επεξεργασία
Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε μή με γελάσσηις· οὐ γὰρ ἐμοὶ μούνηι ταῦτα τέλεσσε Τύχη·
εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.
εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν Ἄρης,
εἰμὶ πάλιν· βασίλεια σὺ δ', ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε καθ' Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.