Παλατινή Ανθολογία/IX/154 Αγαθία

AP IX 154 Ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέϊ νηῶι
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέϊ νηῶι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 154 (AP IX 154)


IX 154 Αγαθία Επεξεργασία

Ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέϊ νηῶι, ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην·
ἀλλὰ σύ με προλέλοιπας ἑλώριον, ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.
ἄρκιον ἦν θνάσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.