Παλατινή Ανθολογία/IX/153 Αγαθία

AP IX 153 Ὦ πτόλι, πῆι σέο κεῖνα τὰ τείχεα
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Ὦ πτόλι, πῆι σέο κεῖνα τὰ τείχεα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 153 (AP IX 153)


IX 153 Αγαθία

Επεξεργασία
Ὦ πτόλι, πῆι σέο κεῖνα τὰ τείχεα, τῆι πολύολβοι νηοί, πῆι δὲ βοῶν κράατα τεμνομένων;
πῆι Παφίης ἀλάβαστρα καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῆι δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;
πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ ἥρπασεν ἀλλοίην ἀμφιβαλοῦσα τύχην·
καί σε τόσον νίκησε βαρὺς φθόνος, ἀλλ' ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.