Συγγραφέας:Μελέαγρος

(Ανακατεύθυνση από Μελέαγρος (επιγραμματοποιός))
Συγγραφείς: Μελέαγρος
(1ος αιώνας π.Χ.)
Wikimedia-logo-35px.png Δείτε επίσης βιογραφία.


Για τον Μελέαγρο


V 144 ΜελεάγρουΕπεξεργασία

Ἤδη λευκόϊον θάλλει, θάλλει δὲ φίλομβρος νάρκισσος, θάλλει δ' οὐρεσίφοιτα κρίνα•
ἤδη δ' ἁ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος, Ζηνοφίλα Πειθοῦς ἁδὺ τέθηλε ῥόδον.
Λειμῶνες, τί μάταια κόμαις ἐπὶ φαιδρὰ γελᾶτε; Ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.

V 156 ΜελεάγρουΕπεξεργασία

Ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.


V 165 ΜελεάγρουΕπεξεργασία

Ἐν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ, ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ.
εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος,
κοιμάσθω μὲν λύχνος, ὁ δ’ ἐν κόλποισιν ἐκείνης ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.

V 171 ΜελεάγρουΕπεξεργασία

Τὸ σκύφος ἁδὺ γέγηθε, λέγει δ’ ὅτι τᾶς φιλέρωτος Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος
ὄλβιον. εἴθ’ ὑπ’ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα ἀπνευστί ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι

V 172 ΜελεάγρουΕπεξεργασία

῎Ορθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης, ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;
εἴθε πάλιν στρέψας ταχινὸν δρόμον ῞Εσπερος εἴης, ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.
Ἤδη γὰρ καὶ πρόσθεν ἐπ᾿ ᾿Ακλμήνην Διὸς ἦλθες ἀντίος· οὐκ ἀδαὴς ἐσσὶ παλινδρομίης.

V 174 ΜελεάγρουΕπεξεργασία

Εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος· εἲθ’ ἐπὶ σοί νῦν ἄπτερος εἰσῄειν Ὕπνος ἐπί βλεφάροις,
ὡς ἐπὶ σοὶ μήδ’ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων, φοιτήσαι, κάτεχον δ’ αὐτὸς ἐγὼ σε μόνος.

V 176 ΜελεάγρουΕπεξεργασία

Δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω, καὶ πάλιν, οἰμώζων πολλάκι, «δεινὸς Ἔρως» ;
ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ, καὶ πυκνὰ κακισθεὶς ἥδεται. ἢν δʼ εἴπω λοίδορα, καὶ τρέφεται.
θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα κύματος, ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.

V 179 ΜελεάγρουΕπεξεργασία

Ναὶ τὰν Κύπριν, ῎Ερως, φλέξω τὰ σὰ πάντα πυρώσας, τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην.
φλέξω, ναί. Τί μάταια γελᾷς καὶ σιμὰ6 σεσηρὼς μυχθίζεις; Τάχα που σαρδάνιον γελάσεις.
ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην.
καίτοι Καδμεῖον κράτος οἴσομεν, εἴ σε πάροικον ψυχῇ συζεύξω, λύγκα παρ᾿ αἰπολίοις.
ἀλλ᾿ ἴθι, δυσνίκητε, λαβὼν δ᾿ ἔπι κοῦφα πέδιλα ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγὰς.

VII 417 ΜελεάγρουΕπεξεργασία

Νάσος εμά θρέπτειρα Τύρος, πάτρα δε με τεκνοί Ατθίς εν Ασσυρίοις ναιομένα Γαδάροις
Ευκράτεω δ' έβλαστον ο συν Μούσαις Μελέαγρος πρώτα Μενιππείαις συντροχάσας Χάρισιν.
εί δέ Σύρος, τί τό θαϋμα; μίαν, ξένε, πατρίδα κόσμον ναίομεν, εν θνατούς πάντας έτικτε Χάος
πουλυετής δ' εχάραξα τάδ' εν δέλτοισι προ τύμβου, γήρως γαρ γείτων εγγύθεν Αΐδεω
αλλά συ τον λάλιον και πρεσβύτην προσειπών χαίρειν, εις γήρας καύτός ίκοιο λάλον


VII 461 ΜελεάγρουΕπεξεργασία

Παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲ Αἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής.

ΧII 48 ΜελεάγρουΕπεξεργασία

Κεῖμαι· λὰξ ἐπίβαινε κατ᾿ αὐχένος, ἄγριε δαῖμον· οἶδά σε, ναὶ μὰ θεούς, καὶ βαρὺν ὄντα φέρειν·
οἶδα καὶ ἔμπυρα τόξα· βαλὼν δ᾿ ἐπ᾿ ἐμὴν φρένα πύρσους οὐ φλέξεις· ἤδη πᾶσα γάρ ἐστι τέφρη.
Εδώ κείμαι, με το πόδι σου ανέβα στον αυχένα μου, άγριε δαίμονα, σε γνώρισα, ναι μα τους θεούς, σε φέρνω, αν και είσαι βαρύς
γνώρισα και τα φλογισμένα βέλη σου, αν τα ρίξεις πάνω μου, δε θα ανάψεις πυρσούς στα φρένα μου, γιατί ήδη όλα μου είναι στάχτη

ΧII 60 ΜελεάγρουΕπεξεργασία

Ἢν ἐσίδω Θήρωνα, τὰ πάνθ’ ὁρῶ · ἢν δὲ τὰ πάντα βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ.
Τόν Θήρωνα σάν δώ. τά πάντα βλέπω• κι όλα άν δώ, μά όχι αυτόν, σά νά μή βλέπω είναι.

ΧII 154 ΜελεάγρουΕπεξεργασία

Ἡδὺς ὁ παῖς, καὶ τοὔνομ’ ἐμοὶ γλυκύς ἐστι Μυΐσκος καὶ χαρίεις· τίν’ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;
καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός · εἰ δ’ ἀνιηρός, οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι.

ΧII 156 ΜελεάγρουΕπεξεργασία

Λευκανθὴς Κλεόβουλος, ὁ δ’ ἀντία τοῦδε μελίχρους Σώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι.
τοὔνεκά μοι παίδων ἕπεται πόθος · οἱ γὰρ Ἔρωτες πλέξειν ἐκ λευκοῦ φασί με καὶ μέλανος.

ΧII 167 ΜελεάγρουΕπεξεργασία

Χειμέριον μὲν πνεῦμα · φέρει δ’ ἐπὶ σοὶ με, Μυΐσκε, ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως.
χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλὰ μ’ ἐς ὅρμον δέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει.


Για τον Μελέαγρο

VII 416 άλλοΕπεξεργασία

Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι καὶ Μούσαις κεράσανθ᾽ ἡδυλόγους Χάριτας.