Παλατινή Ανθολογία/IV/1 Μελεάγρου Στέφανος
< Παλατινή Ανθολογία | IV
←Βιβλίο 4o, 3 | Μελεάγρου Στέφανος Συγγραφέας: Παλατινή Ανθολογία, IV (βιβλίο 4ο) |
Βιβλίο 4o, 2→ |
Μελεάγρου Στέφανος, Παλατινή Ανθολογία (AP IV 1) |
IV 1 Μελεάγρου Στέφανος
Επεξεργασία- Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν; ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;
- ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ μναμόσυνον ταύταν ἐξεπόνησε χάριν,
- πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα:
- νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω:
- σὺν δ᾽ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως:
- τῇ δ᾽ ἅμα καὶ σάμψυχον ἀφ᾽ ἡδυπνόοιο Ῥιανοῦ, καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,
- Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον, καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον
- ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους, Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος:
- βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης, σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,
- Τύμνεὼ τ᾽ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον Νικίου, Εὐφήμου τ᾽ ἀμμότροφον πάραλον
- ἐν δ᾽ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,
- λυχνίδα τ᾽ Εὐφορίωνος, ἰδ᾽ ἐν Μούσαις κυκλάμινον, ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.
- τῇσι δ᾽ ἅμ᾽ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν, Πέρσου τ᾽ εὐώδη σχοῖνον ἀμησάμενος,
- σὺν δ᾽ ἅμα καὶ γλυκὺ μῆλον ἀπ᾽ ἀκρεμόνων Διοτίμου, καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,
- σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου τέρμινθον, βλωθρὴν τ᾽ ἀχράδα Σιμμίεω:
- ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου βαιὰ διακνίζων ἄνθεα Παρθενίδος,
- λείψανὰ τ᾽ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων, ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας:
- ἐν δ᾽ ἄρ᾽ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα, νέκταρος, εἰς δ᾽ ἐλέγους ἄσπορον ἀνθέμιον
- ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ᾽ ὠκεανοῦ:
- τοῖς δ᾽ ἅμ᾽ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης, ἠδὲ Πολυκλείτου πορφυρέην κύανον.
- ἐν δ᾽ ἄρ᾽ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν, φοίνισσάν τε νέην κύπρον ἀπ᾽ Ἀντιπάτρου:
- καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον, ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον
- ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι᾽ ἀρούρης, Σικελίδεὼ τ᾽ ἀνέμοις ἄνθεα φυόμενα. [p. 114]
- ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον
- ἄστρων τ᾽ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεως φοίνικος κείρας πρωτογόνους ἕλικας,
- λωτὸν τ᾽ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας Φαιδίμου, Ἀνταγόρου τ᾽ εὔστροφον ὄμμα βοός,
- τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ ἕρπυλλον, κυάμων τ᾽ ἄνθεα Φανίεω,
- ἄλλων τ᾽ ἔρνεα πολλὰ νεόγραφα: τοῖς δ᾽ ἅμα Μούσης καὶ σφετέρης ἔτι που πρώιμα λευκόια.
- ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.