Συγγραφέας:Καλλίμαχος

(Ανακατεύθυνση από Καλλίμαχος)
Συγγραφείς: Καλλίμαχος
(310/305 π.Χ. – 240 π.Χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα στην Παλατινή Ανθολογία


V 6 Καλλιμάχου

Επεξεργασία
Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ᾽ ἐκείνης ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
Ὤμοσεν.•Ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι ὅρκους μὴ δύνειν οὔατ᾽ ἐς ἀθανάτων.
Νῦν δ᾽ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ᾽ ἀριθμός.

V 23 Καλλιμάχου

Επεξεργασία
Οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
οὕτως ὑπνώσαις ἀδικωτάτη, ὡς τὸν ἐραστήν κοιμίζεις, ἐλέου δ᾽ οὐδ᾽ ὄναρ ἠντίασας.
γείτονες οἰκτείρουσι, σὺ δ᾽ οὐδ᾽ ὄναρ. ἡ πολιὴ δέ αὐτίκ᾽ ἀναμνήσει ταῦτά σε πάντα κόμη.

V 146 Καλλιμάχου

Επεξεργασία
Τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.
εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα, ἇς ἄτερ οὐδ᾽ αὐταὶ ταὶ Χάριτες Χάριτες.

VI 121 Καλλιμάχου

Επεξεργασία
Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίηι τόξα παρ᾽ Ἀρτέμιδι,
οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα: νῦν δὲ πέπαυται, αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.

VI 146 Καλλιμάχου

Επεξεργασία
Καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίηι,
ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.

VI 147 Καλλιμάχου

Επεξεργασία
Τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
γινώσκειν, ἤν δ᾽ ἆρα λάθηι καί † μιν ἀπαιτῆις, φησὶ παρέξεσθαι μαετυρίην ὁ πίναξ.

VI 148 Καλλιμάχου

Επεξεργασία
Τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῶι
εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος: ἐς δ᾽ ἐμὰ φέγγη ἀθρήσας φάσεις 'Ἕσπερε πῶς ἔπεσες᾽.

VI 149 Καλλιμάχου

Επεξεργασία
Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε γινώσκω) νίκης ἀννί με τῆς ἰδίης
ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδηισι: πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.

VI 150 Καλλιμάχου

Επεξεργασία
Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίηι.

VI 301 Καλλιμάχου

Επεξεργασία
Τὴν ἁλίην Εὔδημος, ἀφ᾽ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
θῆκε θεοῖς Σαμόθρηιξι λέγων ὅτι τήνδε κατ᾽ εὐχήν, ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλὸς ὧδ᾽ ἔθετο.

VI 310 Καλλιμάχου

Επεξεργασία
Εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου ταῖς Μούσαις: αἳ δὲ Γλαῦκος ὅκως ἔδοσαν
ἀντ᾽ ὀλίγου μέγα δῶρον. ἐγὼ δ᾽ ἀνὰ τῆιδε κεχηνώς κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
παιδαρίων Διόνυσος ἐπήκοος: οἳ δὲ λέγουσιν 'ἱερὸς ? πλόκαμος᾽ τοὐμὸν ὄνειαρ ἐμοί.

VI 311 Καλλιμάχου

Επεξεργασία
Τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ᾽ ὀπτῆι ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

VI 347 Καλλιμάχου

Επεξεργασία
Ἄρτεμι τὶν τόδ᾽ ἄγαλμα Φιληρατὶς εἵσατο τῆιδε: ἀλλὰ σὺ μὲν δέξαι πότνια, τὴν δὲ σάω.

VI 351 Καλλιμάχου

Επεξεργασία
Τίν με λεοντάγχ᾽ ὦνα συοκτόνε φήγινον ὄζον θῆκε 'τίς᾽; Ἀρχῖνος 'ποῖος᾽; ὁ Κρής 'δέχομαι᾽.

VII 80 Καλλιμάχου

Επεξεργασία
Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν· ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν' Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.


Κάποιος μου είπε για το θάνατο σου, Ηράκλειτε και με οδήγησε σε δάκρυ, όταν θυμήθηκα πόσες φορές
ο ήλιος έδυσε στην συνομιλία μας. Αλλά εσύ, Αλικαρνασσέα φίλε μου, είσαι στάχτη απο πολύ παλιά
αλλά στα αηδόνια που ζούν, ο αρπακτής Αδης που κινεί τα πάντα δεν θα απλώσει χέρι.

VII 89 Καλλιμάχου

Επεξεργασία
Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον:
'ἄττα γέρον, δοιός με καλεῖ γάμος: ἡ μία μὲν δή νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ' ἐμέ,
ἡ δ' ἑτέρη προβέβηκε: τί λώιον; εἰ δ' ἄγε σύμ μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.'
εἶπεν: ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.'
οἳ δ' ἄρ' ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
'κείνων ἔρχεο' φησὶ 'μετ' ἴχνια'. χὠ μὲν ἐπέστη πλησίον: οἳ δ' ἔλεγον: 'τὴν κατὰ σαυτὸν ἔλα'.
ταῦτ' ἀίων ο ξεῖνος ἒφείσατο μείζονος οἴκου δράξασθαι παίδων κληδόνι συνθέμενος.
τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην, :οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.

VII 271 Καλλιμάχου

Επεξεργασία
Ὤφελε μηδ᾽ ἐγένοντο θοαὶ νέες• οὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδεω Σώπολιν ἐστένομεν.
Νῦν δ᾽ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ᾽ ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

VII 272 Καλλιμάχου

Επεξεργασία
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντῳ ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
ἔμπορος Αἰγίνηθεν ὅτ᾽ ἔπλεε• χὠ μὲν ἐν ὑγρῇ νεκρός, ἐγὼ δ᾽ ἄλλως6 οὔνομα τύμβος ἔχων
κηρύσσω πανάληθες ἔπος τόδε· „Φεῦγε θαλάσσῃ συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.“

VII 277 Καλλιμάχου

Επεξεργασία
Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρόν εὗρέ ς᾽ ἐπ᾽ αἰγιαλοῦ χῶσέ τε τῶιδε τάφωι
δακρύσας ἐπίκηρον ἑὸν βίον: οὐδὲ γὰρ αὐτός ἥσυχον, αἰθυίηι δ᾽ ἶσα θαλασσοπορεῖ.
Ποιός είσαι, ξένε ναυαγέ ; Ο Λεόντιχος σέ βρήκε στήν παραλία καί σ΄ έθαψε σ’ αυτόν εδώ τόν τάφο•
δάκρυσε τήν αβέβαιη ζωή του σάν εσκέφτη, γιατί κι αυτός στίς θάλασσες πλανιέται σάν τούς γλάρους.

VII 317 Καλλιμάχου

Επεξεργασία

—Τίμων, οὐ γὰρ ἔτ᾿ ἐσσί, τί τοι, σκότος ἢ φάος, ἐχθρόν;

—Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀΐδῃ.
«Τίμων, τώρα πού πέθανες, τό φώς ή τό σκοτάδι ποθείς ;»
«Τό φώς, τί πιό πολλοί είσαστε εδώ στόν Άδη».

VII 318 Καλλιμάχου

Επεξεργασία
Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.

VII 415 Καλλιμάχου

Επεξεργασία
Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν εἰδότος, εὖ δ᾽ οἴνωι καίρια συγγελάσαι.

VII 447 Καλλιμάχου

Επεξεργασία
Σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων 'Θῆρις Ἀρισταίου Κρής᾽ ἐπ᾽ ἐμοὶ δολιχός.

VII 451 Καλλιμάχου

Τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται: θνήισκειν μὴ λέγε τοὺς ἀγαθούς.

VII 453 Καλλιμάχου

Επεξεργασία
Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος ἐνθάδε τὴν πολλὴν ἐλπίδα Νικοτέλην.
Τό δωδεκάχρονό του γιό εδώ έχει αποθέσει, τό Νικοτέλη ο Φίλιππος, τήν πιό μεγάλη ελπίδα.

VII 458 Καλλιμάχου

Επεξεργασία
Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι, ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χάριτας.

VII 460 Καλλιμάχου

Επεξεργασία
Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν ῥέζων οὔτ᾽ ἀδικέων οὐδένα. Γαῖα φίλη,
Μικύλος εἴ τι πονηρὸν ἐπήινεσα, μήτε σὺ κούφη γίνεο μήθ᾽ ἵλεω δαίμονες οἵ μ᾽ ἔχετε.
Πάντα η ζωή μου ταπεινή• δέν έβλαψα κανένα. Άν παίνεσα, εγώ ο Μίκυλος, ποτέ πράξη κακή,
τότε τών χθόνιων θεών τήν εύνοια νά μήν έχω κι εσύ βαριά από πάνω μου νά είσαι, μάνα Γή.

VII 471 Καλλιμάχου

Επεξεργασία
Εἴπας «Ἥλιε χαῖρε» Κλεόμβροτος ὡμβρακιώτης ἥλατ' ἀφ' ὑψηλοῦ τείχεος εἰς Ἀΐδην,
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ' ἀναλεξάμενος.

VII 517 Καλλιμάχου

Επεξεργασία
Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ δυομένου Βασιλὼ κάτθανε παρθενική
αὐτοχερί: ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα οὐκ ἔτλη. δίδυμον δ᾽ οἶκος ἐπεῖδε κακόν
πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.

VII 518 Καλλιμάχου

Επεξεργασία
Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
Οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν ποιμένες, Ἀστακίδην δ᾽ αἰὲν ἀεισόμεθα.

VII 519 Καλλιμάχου

Επεξεργασία
Δαίμονα τίς δ᾽ εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ δέ Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν: οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμ᾽ ἀνιαρότερον.
Τό τί τού μέλλεται αύριο ποιός ξέρει, αφού κι εσένα, Χάρμη, πού μαζί μας
σέ είχαμεν ώς χτές, τήν άλλη μέρα μέ κλάματα σέ θάψαμε• κανένα
ποτέ ο πατέρας σου ο Διοφώντας κακό τρομακτικότερο δέν είδε.

VII 520 Καλλιμάχου

Επεξεργασία
Ἡν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι,
δίζησθαι φυλῆς Πτολεμαίδος υἱέα πατρός Παυσανίου: δήεις δ᾽ αὐτὸν ἐν εὐσεβέων.

VII 521 Καλλιμάχου

Επεξεργασία
Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν καὶ Διδύμην: ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι τοῦθ᾽, ὅτι τὸν κείνων ὧδ᾽ ἐπέχω Κριτίην.

VII 522 Καλλιμάχου

Επεξεργασία
'Τιμονόη.' τίς δ᾽ ἐσσί; μὰ δαίμονας, οὔ ς᾽ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

VII 523 Καλλιμάχου

Επεξεργασία
Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος, ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.

VII 524 Καλλιμάχου

Επεξεργασία
῏Η ῥ᾽ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; – «Εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ᾽ ἐμοί.» –
Ὦ Χαρίδα, τί τὰ νέρθε; – «Πολὺ σκότος.» – Αἱ δ᾽ ἄνοδοι τί;– «Ψεῦδος.» –Ὁ δὲ Πλούτων; – «Μῦθος.» –Ἀπωλόμεθα. –
«Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός• εἰ δὲ τὸν ἡδύν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀΐδῃ.»

VII 525 Καλλιμάχου

Επεξεργασία
Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
Εἰδείης δ᾽ ἄμφω κεν• ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὁ δ᾽ ἤεισεν κρέσσονα βασκανίης.
Οὐ νέμεσις• Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας μη λοξῷ πολιοὺς οὐκ ἀπέθεντο φίλους.

VII 725 Καλλιμάχου

Επεξεργασία
Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ ἦσθα: τί δέ, ξείνων λῶιστε, κατειργάσατο;
ἦ ῥα τὸ καὶ Κένταυρον; 'ὅ μοι πεπρωμένος ὕπνος ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν᾽.

VII 728 Καλλιμάχου

Επεξεργασία
Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων, ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ Νο . . . . . πολλῶν προστασίη νέων γυναικῶν.
καί μοι τέχν᾽ ἐγένοντο δύ᾽ ἄρσενα, κἠπέμυς᾽ ἐκείνων εὐγήρως ἐνὶ χερσίν: ἕρπε χαίρων.

ΙΧ 336 Καλλιμάχου

Επεξεργασία
Ήρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω ἵδρυμαι μικρῶι μικρὸς ἐπὶ προθύρωι
λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος: ἀνδρὶ ιπειωι θυμωθεὶς πεζὸν κἀμὲ παρωικίσατο.

ΙΧ 507 Καλλιμάχου

Επεξεργασία
Ἡσιόδου τό τ᾽ ἄεισμα καὶ ὁ τρόπος• οὐ τὸν ἀοιδῶν ἔσχατον, ἀλλ᾽ ὀκνέω μὴ τὸ μελιχρότατον
τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο• χαίρετε λεπταί ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.

ΙΧ 565 Καλλιμάχου

Επεξεργασία
Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δ᾽ ἐπὶ κισσόν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει
ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν φθέγξονται, κείνου δ᾽ Ἑλλὰς ἀεὶ σοφίην.

ΙΧ 566 Καλλιμάχου

Επεξεργασία
Μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι ῥῆσις: ὃ μὲν «νικῶ» φησὶ τὸ μακρότατον,
ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται «πῶς ἔβαλες»; φησί «σκληρὰ τὰ γιγνόμενα».
τῶι μερμηρίξαντι τὰ μη ένδικα τοῦτο γένοιτο τοὖπος: ἐμοὶ δ᾽, ὦναξ, ἡ βραχυσυλλαβί

XI 362 Καλλιμάχου

Επεξεργασία
Εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας, λευκαρετανμαν οὐκ ἐμάνη μανίαν
οὐδ᾽ ἔλαβ᾽ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει τὸν φίλον, ἀλλαιχ᾽ ἓν δρᾶμ᾽ ἐδίδαξε μόνον:
ἦ τάχα και τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας — κἠγὼ τὼς πολλὼς οὐκέτ᾽ ἔχω Πυλάδας.

ΧII 43 Καλλιμάχου

Επεξεργασία
Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει.
Μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδ᾽ ἀπὸ κρήνης πίνω• σικχαίνω πάντα τὰ δημόσια.
Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός – ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, Ἠχώ φησί τις· «Ἄλλος ἔχει.»

ΧII 51 Καλλιμάχου

Επεξεργασία
Ἔγχει καὶ πάλιν εἰπὲ 'Διοκλέος᾽. οὐδ᾽ Ἀχελῶιος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.

ΧII 71 Καλλιμάχου

Επεξεργασία
Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν ἥλιον, οὐκ ἔγνων: σχέτλιε ποῦ γέγονας;
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες: ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπῆι δ᾽ ἤντεο θευμορίηι;
ἔγνω?: Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών τὸν καλόν, ὦ μοχθήρ᾽, ἔβλεπες ἀμφοτέροις.

ΧII 73 Καλλιμάχου

Επεξεργασία
Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ᾽ οὐκ οἶδ᾽ εἴτ᾽ Ἔρος εἴτ᾽ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
ἦ ῥά τιν᾽ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον πολλάκι 'τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι᾽.
+ουκισυ δίφησον: ἐκεῖσε γὰρ ἡ λιθόλευστος κείνη καὶ δύσερως οἶδ᾽ ὅτι που στρέφεται.

ΧII 102 Καλλιμάχου

Επεξεργασία
Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι 'τῆ, τόδε βέβληται θηρίον᾽ οὐκ ἔλαβεν.
χοὐμὸς ἔρως τοιόσδε: τὰ γὰρ φεύγοντα διώκειν οἶδε, τὰ δ᾽ ἐν μέσσωι κείμενα παρπέτεται.

ΧII 102 Καλλιμάχου

Επεξεργασία
Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι 'τῆ, τόδε βέβληται θηρίον᾽ οὐκ ἔλαβεν.
χοὐμὸς ἔρως τοιόσδε: τὰ γὰρ φεύγοντα διώκειν οἶδε, τὰ δ᾽ ἐν μέσσωι κείμενα παρπέτεται.

ΧII 118 Καλλιμάχου

Επεξεργασία
Εἰ μὲν ἑκὼν Ἀρχῖν᾽ ἐπεκώμασα, μυρία μέμφου, εἰ δ᾽ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
Ακρητος καὶ Ἔρως μ᾽ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν εἷλκεν, ὃ δ᾽ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
ἐλθὼν δ᾽ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ᾽ ἐφίλησα τὴν φλιήν: εἰ τοῦτ᾽ ἔστ᾽ ἀδίκημ᾽, ἀδικέω.

ΧII 134 Καλλιμάχου

Επεξεργασία
Έλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν: ὡς ἀνιηρόν πνεῦμα διὰ στηθέων,εἶδες; ἀνηγάγετο,
τὸ τρίτον ἡνίκ᾽ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ᾽ ἐγένοντο χαμαί:
ὤπτηται μέγα δή τι: μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ εἰκάζω, φωρὸς δ᾽ ἴχνια φὼρ ἔμαθον.

ΧII 139 Καλλιμάχου

Επεξεργασία
Ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι:
οὐ θαρσέω: μὴ δή με περίπλεκε. πολλάκι λήθει τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός:
τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.

ΧII 148 Καλλιμάχου

Επεξεργασία
Οἶδ᾽ ὅτι μου πλούτου κενεαὶ χέρες, ἀλλὰ Μένιππε μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.
ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων: ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτ᾽ ἀνεραστότατον.

ΧII 149 Καλλιμάχου

Επεξεργασία
'Ληφθήσει, περίφευγε Μενέκρατες᾽ εἶπα Πανήμου εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι
ἦλθεν ὁ βοῦς ὑπ᾽ ἄροτρον ἑκούσιος. εὖ γ᾽, ἐμὸς Ἑρμῆς, εὖ γ᾽, ἐμός: οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.

ΧII 150 Καλλιμάχου

Επεξεργασία
Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.
Αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
Τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά τὠγαθόν• ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
ἔσθ᾽ ἁμὶν †χ᾽ακαστας ἀφειδέα ποττὸν Ἔρωτα τοῦτ᾽ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον,
οὐδ᾽ ὅσον ἀττάραγόν τυ δεδοίκαμες.“ Αἱ γὰρ ἐπῳδαί οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.

ΧII 230 Καλλιμάχου

Επεξεργασία
Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ᾽ ἔχθει, τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις:
ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ: καὶ σύ ποτ᾽ ἠράσθης — οὐκέτι μακρὰ λέγω.

ΧIIΙ 7 Καλλιμάχου

Επεξεργασία
Ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτ᾽ ἐπειπών
ἔθηκε' Τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην
Σάραπι: τοὺς δ᾽ ὀϊστούς ἔχουσιν 'Εσπερῖται.

ΧIIΙ 24 Καλλιμάχου

Επεξεργασία
Τὰ δῶρα τη 'φροδίτηι Σιμώνη περίφοιτος, εἰκόν᾽ αὑτῆς,
ἔθηκε, τήν τε μίτρην ἡ μαστοὺς ἐφίλησε, τόν τε Πάνα
καὶ τοὺς δ' αντ' εστορῆς, μάκαιρα θύρσους.

ΧIIΙ 25 Καλλιμάχου

Επεξεργασία
Δήμητρι τῆι Πυλαίηι, τῆι τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ᾽ ὁ Ναυκρατίτης
καὶ τῆι κάτω θυγατρί τὰ δῶρα Τιμόδημος εἵσατο τῶν κερδέων δεκατεύματα: καὶ γὰρ εὔξαθ᾽ οὕτως.