Παλατινή Ανθολογία/VII/272 Καλλιμάχου

AP VII 272 Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντῳ
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντῳ, Καλλιμάχου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 272 (AP VII 272)


VII 272 Καλλιμάχου Επεξεργασία

Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντῳ ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
ἔμπορος Αἰγίνηθεν ὅτ᾽ ἔπλεε• χὠ μὲν ἐν ὑγρῇ νεκρός, ἐγὼ δ᾽ ἄλλως6 οὔνομα τύμβος ἔχων
κηρύσσω πανάληθες ἔπος τόδε· „Φεῦγε θαλάσσῃ συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.“