Συμποσιακά Α΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 66:
Ἡ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν. Ὁ δ´ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστ´ ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δ´ ἑταίρων γίνεσθαι κριτής, οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλ´ ἀνιᾶσαι τοὺς ἐπιτηδείους. « ἄτοπος μὲν οὖν » ἔφη « καὶ παροιμιώδης Μενέλαος, εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος· ἀτοπώτερος δ´ ὁ ποιῶν ἑαυτὸν ἀνθ´ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος ἢ χείρων· οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλ´ ἐπὶ δεῖπνον ἥκουσιν.
 
Ἀλλ´ οὐδ´ εὐχερὴς ἡ διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δ´ οἰκειότητι διαφερόντων, ἀλλὰ δεῖ καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικὴν τοὺς Ἀριστοτέλους Τόπους ἢ τοὺς Θρασυμάχου Ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι συνουσίᾳ, τὸν δὲ τύχηι ἐπισκευάζοντα, ...ον πολὺ μᾶλλον οἶμαι προσήκει τῆς ψυχῆς ἢ τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι. Νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος ἢ πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δ´ ὀγκοῦντες. Καίτοι γ´, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ παραθέσεις ἔτι δ´ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον· εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς κατακλίνεσθαι μετ´ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικόν ἐστι τὸ δεῖπνον καὶ οὐκ ἔχει τόπον ἐξαίρετον ὥςπερὥσπερ ἀκρόπολιν, ἐφ´ οὗ κατακλιθεὶς ὁ πλούσιος ἐντρυφήσει τοῖς εὐτελεστέροις; »
 
Ἐπεὶ δὲ καὶ ταῦτ´ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγὼ διαιτητὴς ᾑρημένος οὐ κριτὴς βαδιεῖσθαι διὰ μέσου. « νέους μὲν γάρ » εἶπον « ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντες δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας. Ἐν ᾧ καὶ συνηθείᾳ τι καὶ νόμῳ δοτέον· ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷσπερ οὐ τοὺς ἐπιτυγχάνοντας οὐδ´ ἀκρίτως ἀλλ´ ὡς ἐνδέχεται μάλιστα χρώμενοι τιμῶμεν
Γραμμή 236:
Λαμπρίας δ´ ὁ ἀδελφὸς τὴν Ἱερωνύμου - - - οὐκ ἀνέγνωκεν - - - εὐφυΐαν ἐμπεσὼν - - - ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσιν πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ, διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν· ἀνενεχθέντων δ´ εἰς τὸν ἀέρα καὶ λαβόντων διάστημα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθ´ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. Καὶ γὰρ αἱ τῶν ἀνθῶν ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν, ἂν δ´ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδ´ ἄκρατον ὀδώδασιν· αἴτιον δ´ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένης, ἂν δ´ ἄπωθεν, τὰ μὲν θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δ´ εἰλικρινὲς καὶ θερμὸν αὐτῆς ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.
 
Ἡμεῖς δὲ τὴν Πλατωνικὴν φυλάττοντες ἀρχὴν ἐλέγομεν ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπῖπτον ἀνακίρναται τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθ´ ἓν ἐξ ἀμφοῖν σῶμα δι´ ὅλου συμπαθὲς γενέσθαι. Κεράννυται δ´ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλ´ ἀπ´ ἀμφοῖν εἴς τι μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. Ὄντος οὖν τοῦ τῶν παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτ´ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐκ ἐγγίνεται κρᾶσις προςπίπτοντιπροσπίπτοντι πρὸς τὸ ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις, ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδ´ ἄκρατον ἀλλ´ ὁμοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. Ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν· ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπ´ ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.