Συμποσιακά Α΄
Συγγραφέας:
Ηθικά


ΣΥΜΠΟΣΙΑΚΩΝ ΒΙΒΛΙΑ - ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

Τὸ « μισέω μνάμονα συμπόταν », ὦ Σόσσιε Σενεκίων, ἔνιοι πρὸς τοὺς ἐπιστάθμους εἰρῆσθαι λέγουσιν, φορτικοὺς ἐπιεικῶς καὶ ἀναγώγους ἐν τῷ πίνειν ὄντας· οἱ γὰρ ἐν Σικελίᾳ Δωριεῖς ὡς ἔοικε τὸν ἐπίσταθμον « μνάμονα » προσηγόρευον. Ἔνιοι δὲ τὴν παροιμίαν οἴονται τοῖς παρὰ πότον λεγομένοις καὶ πραττομένοις ἀμνηστίαν ἐπάγειν· διὸ τήν τε λήθην οἱ πάτριοι λόγοι καὶ τὸν νάρθηκα τῷ θεῷ συγκαθιεροῦσιν, ὡς ἢ μηδενὸς δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἢ παντελῶς ἐλαφρᾶς καὶ παιδικῆς νουθεσίας δεομένων. Ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων

ἡ λήθη τῷ ὄντι σοφὴ κατ´ Εὐριπίδην εἶναι, τὸ δ ´ ὅλως

ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μάχεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον Ἐπίκουρόν τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημίας, ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους, ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃ μεθ´ ὑμῶν καὶ παρ´ ἡμῖν ἐν τῇ Ἑλλάδι παρούσης ἅμα τραπέζης καὶ κύλικος φιλολογηθέντων συναγαγεῖν τὰ ἐπιτήδεια, πρὸς τοῦτο γενόμενος τρία μὲν ἤδη σοι πέπομφα τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος, πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδ´ ἀπροσδιόνυς´ εἶναι.


ΠΡΟΒΛΗΜΑ Α

Εἰ δεῖ φιλοσοφεῖν παρὰ πότον.

Πρῶτον δὲ πάντων τέτακται τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον. Μέμνησαι γὰρ ὅτι, ζητήσεως Ἀθήνησι μετὰ δεῖπνον γενομένης εἰ χρηστέον ἐν οἴνῳ φιλοσόφοις λόγοις καὶ τί μέτρον ἔστι χρωμένοις, Ἀρίστων παρών « εἰσὶν γάρ » ἔφησε « πρὸς τῶν θεῶν οἱ φιλοσόφοις χώραν ἐπ´ οἴνῳ μὴ διδόντες; » Ἐγὼ δ´ εἶπον « ἀλλὰ γὰρ εἰσίν, ὦ ἑταῖρε, καὶ πάνυ γε σεμνῶς κατειρωνευόμενοι λέγουσι μὴ δεῖν ὥσπερ οἰκοδέσποιναν ἐν οἴνῳ φθέγγεσθαι φιλοσοφίαν, καὶ τοὺς Πέρσας ὀρθῶς φασι μὴ ταῖς γαμεταῖς ἀλλὰ ταῖς παλλακίσι συμμεθύσκεσθαι καὶ συνορχεῖσθαι· ταὐτὸ δὴ καὶ ἡμᾶς ἀξιοῦσι ποιεῖν εἰς τὰ συμπόσια τὴν μουσικὴν καὶ τὴν ὑποκριτικὴν ἐπεισάγοντας φιλοσοφίαν δὲ μὴ κινοῦντας, ὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθ´ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας· οὐδὲ γὰρ Ἰσοκράτη τὸν σοφιστὴν ὑπομεῖναι δεομένων εἰπεῖν τι παρ´ οἶνον ἀλλ´ ἢ τοσοῦτον « ἐν οἷς μὲν ἐγὼ δεινός, οὐχ ὁ νῦν καιρός· ἐν οἷς δ´ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός. »

Καὶ ὁ Κράτων ἀνακραγών « εὖ γ´ » εἶπεν « νὴ τὸν Διόνυσον ἐξώμνυτο τὸν λόγον, εἰ τοιαύτας ἔμελλε περαίνειν περιόδους, αἷς ἔμελλεν Χαρίτων ἀνάστατον γενέσθαι συμπόσιον. Οὐχ ὅμοιον δ´ οἶμαι ῥητορικὸν ἐξαιρεῖν συμποσίου λόγον καὶ φιλόσοφον, ἀλλ´ ἕτερόν ἐστι τὸ φιλοσοφίας, ἣν τέχνην περὶ βίον οὖσαν οὔτε τινὸς παιδιᾶς οὔτε τινὸς ἡδονῆς διαγωγὴν ἐχούσης ἀποστατεῖν εἰκὸς ἀλλὰ πᾶσι παρεῖναι τὸ μέτρον καὶ τὸν καιρὸν ἐπιφέρουσαν· ἢ μηδὲ σωφροσύνην μηδὲ δικαιοσύνην οἰώμεθα δεῖν εἰς τοὺς πότους δέχεσθαι, κατειρωνευόμενοι τὸ σεμνὸν αὐτῶν. Εἰ μὲν οὖν, ὥσπερ οἱ τὸν Ὀρέστην ἑστιῶντες, ἐν Θεσμοθετείῳ σιωπῇ τρώγειν καὶ πίνειν ἐμέλλομεν, ἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς παραμύθιον· εἰ δὲ πάντων μὲν ὁ Διόνυσος Λύσιός ἐστι καὶ Λυαῖος, μάλιστα δὲ τῆς γλώττης ἀφαιρεῖται τὰ χαλινὰ καὶ πλείστην ἐλευθερίαν τῇ φωνῇ δίδωσιν, ἀβέλτερον οἶμαι καὶ ἀνόητον ἐν λόγοις πλεονάζοντα καιρὸν ἀποστερεῖν τῶν ἀρίστων λόγων, καὶ ζητεῖν μὲν ἐν ταῖς διατριβαῖς περὶ συμποτικῶν καθηκόντων καὶ τίς ἀρετὴ συμπότου καὶ πῶς οἴνῳ χρηστέον, ἐξ αὐτῶν δὲ τῶν συμποσίων ἀναιρεῖν φιλοσοφίαν ὡς ἔργῳ βεβαιοῦν ἃ διδάσκει λόγῳ μὴ δυναμένην. »

Σοῦ δ´ εἰπόντος οὐκ ἄξιον εἶναι Κράτωνι περὶ τούτων ἀντιλέγειν, ὅρον δέ τινα καὶ χαρακτῆρα τῶν παρὰ πότον φιλοσοφουμένων ζητεῖν ἐκφεύγοντα τοῦτο δὴ τὸ παιζόμενον οὐκ ἀηδῶς πρὸς τοὺς ἐρίζοντας καὶ σοφιστιῶντας

« Νῦν δ´ ἔρχεσθ´ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα, »

καὶ παρακαλοῦντος ἡμᾶς ἐπὶ τὸν λόγον, ἔφην ἐγὼ πρῶτον ὅτι μοι δοκεῖ σκεπτέον εἶναι τὸ τῶν παρόντων. « ἂν μὲν γὰρ πλείονας ἔχῃ φιλολόγους τὸ συμπόσιον, ὡς τὸ Ἀγάθωνος Σωκράτας Φαίδρους Παυσανίας Ἐρυξιμάχους καὶ τὸ Καλλίου Χαρμίδας Ἀντισθένας Ἑρμογένας ἑτέρους τούτοις παραπλησίους, ἀφήσομεν αὐτοὺς μύθῳ φιλοσοφεῖν, οὐχ ἧττον ταῖς Μούσαις τὸν Διόνυσον ἢ ταῖς Νύμφαις κεραννύντας· ἐκεῖναι μὲν γὰρ αὐτὸν τοῖς σώμασιν ἵλεω καὶ πρᾶον, αὗται δὲ ταῖς ψυχαῖς μειλίχιον ὄντως καὶ χαριδότην ἐπεισάγουσι.

Καὶ γὰρ ἂν ὀλίγοι τινὲς ἰδιῶται παρῶσιν, ὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι φθογγῆς τινος οὐ παντελῶς ἀνάρθρου καὶ συνέσεως κοινωνήσουσιν. ἂν δὲ πλῆθος ᾖ τοιούτων ἀνθρώπων, οἳ παντὸς μὲν ὀρνέου παντὸς δὲ νεύρου καὶ ξύλου μᾶλλον ἢ φιλοσόφου φωνὴν ὑπομένουσιν, τὸ τοῦ Πεισιστράτου χρήσιμον· ἐκεῖνος γὰρ ἐν διαφορᾷ τινι πρὸς τοὺς υἱοὺς γενόμενος, ὡς ᾔσθετο τοὺς ἐχθροὺς χαίροντας, ἐκκλησίαν συναγαγὼν ἔφη βούλεσθαι μὲν αὐτὸς πεῖσαι τοὺς παῖδας, ἐπεὶ δὲ δυσκόλως ἔχουσιν, αὐτὸς ἐκείνοις πείσεσθαι καὶ ἀκολουθήσειν. Οὕτω δὴ καὶ φιλόσοφος ἀνὴρ ἐν συμπόταις μὴ δεχομένοις τοὺς λόγους αὐτοῦ μεταθέμενος ἕψεται καὶ ἀγαπήσει τὴν ἐκείνων διατριβήν, ἐφ´ ὅσον μὴ ἐκβαίνει τὸ εὔσχημον, εἰδὼς ὅτι ῥητορεύουσι μὲν ἄνθρωποι διὰ λόγου, φιλοσοφοῦσι δὲ καὶ σιωπῶντες καὶ παίζοντες καὶ νὴ Δία σκωπτόμενοι καὶ σκώπτοντες. Οὐ γὰρ μόνον »ἀδικίας ἐσχάτης ἐστίν » ὥς φησι Πλάτων « μὴ ὄντα δίκαιον εἶναι δοκεῖν », ἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν καὶ παίζοντα διαπράττεσθαι τὰ τῶν σπουδαζόντων. Ὡς γὰρ αἱ παρ´ Εὐριπίδῃ μαινάδες ἄνοπλοι καὶ ἀσίδηροι τοῖς θυρσαρίοις παίουσαι τοὺς ἐπιτιθεμένους τραυματίζουσιν, οὕτω τῶν ἀληθινῶν φιλοσόφων καὶ τὰ σκώμματα καὶ οἱ γέλωτες τοὺς μὴ παντελῶς ἀτρώτους κινοῦσιν ἁμωσγέπως καὶ συνεπιστρέφουσιν.

Οἶμαι δὲ καὶ διηγήσεων εἶναί τι συμποτικὸν γένος, ὧν τὰς μὲν ἱστορία δίδωσι, τὰς δ´ ἐκ τῶν ἀνὰ χεῖρα πραγμάτων λαβεῖν ἔστι, πολλὰ μὲν εἰς φιλοσοφίαν παραδείγματα πολλὰ δ´ εἰς εὐσέβειαν ἐχούσας, ἀνδρικῶν τε πράξεων καὶ μεγαλοθύμων ἐνίας δὲ χρηστῶν καὶ φιλανθρώπων ζῆλον ἐπαγούσας· αἷς ἤν τις ἀνυπόπτως χρώμενος διαπαιδαγωγῇ τοὺς πίνοντας, οὐ τὰ ἐλάχιστα τῶν κακῶν ἀφαιρήσει τῆς μέθης. Οἱ μὲν οὖν τὰ βούγλωσσα καταμιγνύντες εἰς τὸν οἶνον καὶ τοῖς ἀποβρέγμασι τῶν περιστερεώνων καὶ ἀδιάντων τὰ ἐδάφη ῥαίνοντες, ὡς τούτων τινὰ τοῖς ἑστιωμένοις εὐθυμίαν καὶ φιλοφροσύνην ἐνδιδόντων, ἀπομιμούμενοι τὴν Ὁμηρικὴν Ἑλένην ὑποφαρμάττουσαν τὸν ἄκρατον, οὐ συνορῶσιν ὅτι κἀκεῖνος ὁ μῦθος ἐκπεριελθὼν ἀπ´ Αἰγύπτου μακρὰν ὁδὸν εἰς λόγους ἐπιεικεῖς καὶ πρέποντας ἐτελεύτησεν· ἡ γὰρ Ἑλένη πίνουσιν αὐτοῖς διηγεῖται περὶ τοῦ Ὀδυσσέως,

« Οἷον ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας· »

Τοῦτο γὰρ ἦν ὡς ἔοικε τὸ « νηπενθὲς » φάρμακον καὶ ἀνώδυνον, λόγος ἔχων καιρὸν ἁρμόζοντα τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασιν. Οἱ δὲ χαρίεντες, κἂν ἀπ´ εὐθείας φιλοσοφῶσιν, τηνικαῦτα διὰ τοῦ πιθανοῦ μᾶλλον ἢ βιαστικοῦ τῶν ἀποδείξεων ἄγουσι τὸν λόγον.

Ὁρᾷς γὰρ ὅτι καὶ Πλάτων ἐν τῷ Συμποσίῳ περὶ τέλους διαλεγόμενος καὶ τοῦ πρώτου ἀγαθοῦ καὶ ὅλως θεολογῶν οὐκ ἐντείνει τὴν ἀπόδειξιν οὐδ´ ὑποκονίεται, τὴν λαβὴν ὥσπερ εἴωθεν εὔτονον ποιῶν καὶ ἄφυκτον, ἀλλ´ ὑγροτέροις λήμμασι καὶ παραδείγμασι καὶ μυθολογίαις προσάγεται τοὺς ἄνδρας. Εἶναι δὲ δεῖ καὶ αὐτὰς τὰς ζητήσεις ὑγροτέρας καὶ γνώριμα τὰ προβλήματα καὶ τὰς πεύσεις ἐπιεικεῖς καὶ μὴ γλίσχρας, ἵνα μὴ πνίγωσι τοὺς ἀνοητοτέρους μηδ´ ἀποτρέπωσιν. Ὥσπερ γὰρ τὰ σώματα πινόντων δι´ ὀρχήσεως καὶ χορείας νενόμισται σαλεύειν, ἂν δ´ ὁπλομαχεῖν ἀναστάντας ἢ δισκεύειν ἀναγκάζωμεν αὐτούς, οὐ μόνον ἀτερπὲς ἀλλὰ καὶ βλαβερὸν ἔσται τὸ συμπόσιον, οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, « ἐριδαντέων » δὲ κατὰ Δημόκριτον καὶ «ἱμαντελικτέων » λόγους ἀφετέον, οἳ αὐτούς τε κατατείνουσιν ἐν πράγμασι γλίσχροις καὶ δυσθεωρήτοις τούς τε παρατυγχάνοντας ἀνιῶσιν·

δεῖ γὰρ ὡς τὸν οἶνον κοινὸν εἶναι καὶ τὸν λόγον, οὗ πάντες μεθέξουσιν. Οἱ δὲ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς κοινωνίαν φανεῖεν· ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ λίθου πλατείας καταχεαμένη * ἀλλὰ γέλωτα παρέχουσαν, ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα τοῦ στόματος αὐτῆς· ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῇ καταγγείλασα δεῖπνον ἐν λαγυνίδι προὔθηκε λεπτὸν ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστ´ αὐτὴν μὲν καθιέναι τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, τὴν δ´ ἀλώπεκα μὴ δυναμένην κομίζεσθαι συμβολὰς πρεπούσας. Οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες ἐνοχλῶσι τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν ἐπ´ ᾠδάς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους βαναύσους καὶ ἀγοραίους ἐμβάλλωσιν ἑαυτούς, οἴχεται τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται ὁ Διόνυσος.

Ὥσπερ οὖν, Φρυνίχου καὶ Αἰσχύλου τὴν τραγῳδίαν εἰς μύθους καὶ πάθη προαγόντων, ἐλέχθη τὸ « τί ταῦτα πρὸς τὸν Διόνυσον; » Οὕτως ἔμοιγε πολλάκις εἰπεῖν παρέστη πρὸς τοὺς ἕλκοντας εἰς τὰ συμπόσια τὸν Κυριεύοντα «ὦ ἄνθρωπε, τί ταῦτα πρὸς τὸν Διόνυσον; » ᾄδειν μὲν γὰρ ἴσως τὰ καλούμενα σκόλια, κρατῆρος ἐν μέσῳ προκειμένου καὶ στεφάνων διανεμομένων, οὓς ὁ θεὸς ὡς ἐλευθερῶν ἡμᾶς ἐπιτίθησιν, * οὐ καλὸν δ´ οὐδὲ συμποτικόν. Ἐπεί τοι καὶ τὰ σκόλιά φασιν οὐ γένος ᾀσμάτων εἶναι πεποιημένων ἀσαφῶς, ἀλλ´ ὅτι πρῶτον μὲν ᾖδον ᾠδὴν τοῦ θεοῦ κοινῶς ἅπαντες μιᾷ φωνῇ παιανίζοντες, δεύτερον δ´ ἐφεξῆς ἑκάστῳ μυρσίνης παραδιδομένης, ἣν αἴσακον οἶμαι διὰ τὸ ᾄδειν τὸν δεξάμενον ἐκάλουν, ἐπὶ δὲ τούτῳ λύρας περιφερομένης ὁ μὲν πεπαιδευμένος ἐλάμβανε καὶ ᾖδεν ἁρμοζόμενος, τῶν δ´ ἀμούσων οὐ προσιεμένων σκολιὸν ὠνομάσθη τὸ μὴ κοινὸν αὐτοῦ μηδὲ ῥᾴδιον. ἄλλοι δέ φασι τὴν μυρσίνην οὐ καθεξῆς βαδίζειν, ἀλλὰ καθ´ ἕκαστον ἀπὸ κλίνης ἐπὶ κλίνην διαφέρεσθαι· τὸν γὰρ πρῶτον ᾄσαντα τῷ πρώτῳ τῆς δευτέρας κλίνης ἀποστέλλειν, ἐκεῖνον δὲ τῷ πρώτῳ τῆς τρίτης, εἶτα τὸν δεύτερον ὁμοίως τῷ δευτέρῳ, καὶ τὸ ποικίλον καὶ πολυκαμπὲς ὡς ἔοικε τῆς περιόδου σκολιὸν ὠνομάσθη. »


ΠΡΟΒΛΗΜΑ Β

Πότερον αὐτὸν δεῖ κατακλίνειν τοὺς ἑστιωμένους τὸν ὑποδεχόμενον ἢ ἐπ´ αὐτοῖς ἐκείνοις ποιεῖσθαι.

Τίμων ὁ ἀδελφὸς ἑστιῶν πλείονας ἕκαστον ἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι, διὰ τὸ καὶ ξένους καὶ πολίτας καὶ συνήθεις καὶ οἰκείους καὶ ὅλως παντοδαποὺς τοὺς κεκλημένους εἶναι. Πολλῶν οὖν ἤδη παρόντων ξένος τις ὥσπερ εὐπάρυφος ἐκ κωμῳδίας, ἐσθῆτί τε περιττῇ καὶ ἀκολουθίᾳ παίδων ὑποσολοικότερος, ἧκεν ἄχρι τῶν θυρῶν τοῦ ἀνδρῶνος, καὶ κύκλῳ ταῖς ὄψεσιν ἐπελθὼν τοὺς κατακειμένους οὐκ ἠθέλησεν εἰσελθεῖν ἀλλ´ ᾤχετ´ ἀπιών· καὶ πολλῶν μεταθεόντων οὐκ ἔφη τὸν ἄξιον ἑαυτοῦ τόπον ὁρᾶν λειπόμενον. Ἐκεῖνον μὲν οὖν πολλῷ γέλωτι « χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων » ἐκέλευον οἱ κατακείμενοι· καὶ γὰρ ἦσαν πολλοὶ μετρίως ὑποπεπωκότες.

Ἐπεὶ δὲ τὰ περὶ τὸ δεῖπνον τέλος εἶχεν, ὁ πατὴρ ἐμὲ πορρωτέρω κατακείμενον προσειπών « Τίμων » ἔφη « κἀγὼ κριτήν σε πεποιήμεθα διαφερόμενοι· πάλαι γὰρ ἀκούει κακῶς ὑπ´ ἐμοῦ διὰ τὸν ξένον· εἰ γὰρ διετάττετ´ ἀπ´ ἀρχῆς, ὥσπερ ἐκέλευον ἐγώ, τὰς κλίσεις, οὐκ ἂν εὐθύνας ὑπείχομεν ἀταξίας ἀνδρὶ δεινῷ

« Κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. »

Καὶ γὰρ δὴ Παῦλον Αἰμίλιον στρατηγὸν λέγουσιν, ὅτε Περσέα καταπολεμήσας ἐν Μακεδονίᾳ πότους συνεκρότει, κόσμῳ τε θαυμαστῷ περὶ πάντα καὶ περιττῇ τάξει χρώμενον εἰπεῖν ὅτι τοῦ αὐτοῦ ἀνδρός ἐστι καὶ φάλαγγα συστῆσαι φοβερωτάτην καὶ συμπόσιον ἥδιστον, ἀμφότερα γὰρ εὐταξίας εἶναι. Καὶ τοὺς ἀρίστους καὶ βασιλικωτάτους ὁ ποιητὴς εἴωθε « κοσμήτορας λαῶν » προσαγορεύειν. Καὶ τὸν μέγαν θεὸν ὑμεῖς πού φατε τὴν ἀκοσμίαν εὐταξίᾳ μεταβαλεῖν εἰς κόσμον οὔτ´ ἀφελόντα τῶν ὄντων οὐδὲν οὔτε προσθέντα, τῷ δ´ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι τὸ κάλλιστον ἐξ ἀμορφοτάτου σχῆμα περὶ τὴν φύσιν ἀπεργασάμενον.

Ἀλλὰ ταῦτα μὲν τὰ σεμνότερα καὶ μείζονα παρ´ ὑμῶν μανθάνομεν· αὐτοὶ δὲ καὶ τὴν περὶ τὰ δεῖπνα δαπάνην ὁρῶμεν οὐδὲν ἔχουσαν ἐπιτερπὲς οὐδ´ ἐλευθέριον, εἰ μὴ τάξεως μετάσχοι. Διὸ καὶ γελοῖόν ἐστι τοῖς μὲν ὀψοποιοῖς καὶ τραπεζοκόμοις σφόδρα μέλειν τί πρῶτον ἢ τί δεύτερον ἢ μέσον ἢ τελευταῖον ἐπάξουσιν, καὶ νὴ Δία μύρου τινὰ καὶ στεφάνων καὶ ψαλτρίας, ἂν τύχῃ παροῦσα, χώραν καὶ τάξιν εἶναι, τοὺς δ´ ἐπὶ ταῦτα καλουμένους εἰκῆ καὶ ὡς ἔτυχεν κατακλίναντα χορτάζειν, μήθ´ ἡλικίᾳ μήτ´ ἀρχῇ μήτ´ ἄλλῳ τινὶ τῶν ὁμοίων τὴν ἁρμόττουσαν ἀποδιδόντα τάξιν, ἐν ᾗ τιμᾶται μὲν ὁ προέχων ἐθίζεται δ´ ὁ δευτερεύων γυμνάζεται δ´ ὁ τάττων πρὸς διάκρισιν καὶ στοχασμὸν τοῦ πρέποντος. Οὐ γὰρ ἕδρα μὲν ἔστι καὶ στάσις τοῦ κρείττονος, κατάκλισις δ´ οὐκ ἔστιν· οὐδὲ προπίεται μὲν ἑτέρῳ πρὸ ἑτέρου μᾶλλον ὁ ἑστιῶν, περὶ δὲ τὰς κατακλίσεις παρόψεται τὰς διαφοράς, εὐθὺς ἐν ἀρχῇ τὴν λεγομένην « μίαν Μύκονον » ἀποφήνας τὸ συμπόσιον. »

Ἡ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν. Ὁ δ´ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστ´ ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δ´ ἑταίρων γίνεσθαι κριτής, οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλ´ ἀνιᾶσαι τοὺς ἐπιτηδείους. « ἄτοπος μὲν οὖν » ἔφη « καὶ παροιμιώδης Μενέλαος, εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος· ἀτοπώτερος δ´ ὁ ποιῶν ἑαυτὸν ἀνθ´ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος ἢ χείρων· οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλ´ ἐπὶ δεῖπνον ἥκουσιν.

Ἀλλ´ οὐδ´ εὐχερὴς ἡ διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δ´ οἰκειότητι διαφερόντων, ἀλλὰ δεῖ καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικὴν τοὺς Ἀριστοτέλους Τόπους ἢ τοὺς Θρασυμάχου Ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι συνουσίᾳ, τὸν δὲ τύχηι ἐπισκευάζοντα, ...ον πολὺ μᾶλλον οἶμαι προσήκει τῆς ψυχῆς ἢ τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι. Νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος ἢ πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δ´ ὀγκοῦντες. Καίτοι γ´, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ παραθέσεις ἔτι δ´ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον· εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς κατακλίνεσθαι μετ´ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικόν ἐστι τὸ δεῖπνον καὶ οὐκ ἔχει τόπον ἐξαίρετον ὥσπερ ἀκρόπολιν, ἐφ´ οὗ κατακλιθεὶς ὁ πλούσιος ἐντρυφήσει τοῖς εὐτελεστέροις; »

Ἐπεὶ δὲ καὶ ταῦτ´ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγὼ διαιτητὴς ᾑρημένος οὐ κριτὴς βαδιεῖσθαι διὰ μέσου. « νέους μὲν γάρ » εἶπον « ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντες δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας. Ἐν ᾧ καὶ συνηθείᾳ τι καὶ νόμῳ δοτέον· ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷσπερ οὐ τοὺς ἐπιτυγχάνοντας οὐδ´ ἀκρίτως ἀλλ´ ὡς ἐνδέχεται μάλιστα χρώμενοι τιμῶμεν

« Ἔδρῃ τε κρέασίν τ´ ἠδὲ πλείοις δεπάεσσιν »

ὥς φησιν ὁ τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. Ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρ´ αὑτόν

« Υἱὸν ἀναστήσας, ἀγαπήνορα Λαομέδοντα, ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν. »

τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον.

Ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων· ὁ μὲν γὰρ Ποσειδῶν καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος

« ἷζεν ἄρ´ ἐν μέσσοισιν, »

ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. Ἡ δ´ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα· καὶ τοῦτο παρεμφαίνει μὲν ὁ ποιητὴς δι´ ὧν ἐπὶ τῆς Θέτιδός φησιν

« Ἡ δ´ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ´ Ἀθήνη, »

διαρρήδην δ´ ὁ Πίνδαρος λέγει

« Πῦρ πνέοντος ἅ τε κεραυνοῦ ἄγχιστα ἡμένη. »

Καίτοι φήσει Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. Ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον· ἀφαιρεῖται γὰρ ὁ κοινὸν ποιῶν τὸ ἴδιον (ἴδιον δὲ τὸ κατ´ ἀξίαν ἑκάστου) καὶ ποιεῖ δρόμου καὶ σπουδῆς τὸ πρωτεῖον ἀρετῇ καὶ εὐγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. Καὶ τὸ λυπηρὸς εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθ´ αὑτοῦ· λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον.

Ἐμοὶ δ´ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν· πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν· ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δ´ ὅτι μέσος, τὸν δ´ ὅτι παρ´ αὑτὸν ἢ μετὰ φίλου τινὸς ἢ συνήθους ἢ καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων· τοῖς δ´ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην ἔλιπον ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς. ἂν δὲ - - - τοι μὲν αἱ ἀξίαι δύσκολοι δ´ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω· κατακλίνω γὰρ εἰς τὸν ἔνδοξον μάλιστα τόπον, ἂν μὲν ᾖ πατήρ, τοῦτον ἀράμενος, εἰ δὲ μή, πάππον ἢ πενθερὸν ἢ πατρὸς ἀδελφὸν ἤ τινα τῶν ὁμολογουμένην καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳ τιμῆς ὑπεροχήν, ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. Καὶ γὰρ ἐκεῖ δήπουθεν ὁ Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν. »

Ἐμοῦ δὲ τοιαῦτα λέγοντος ὁ Λαμπρίας ἐκ παραβύστου καθήμενος καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστήν· κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, « τίς δ´ ἄν » ἔφη « φείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος ἢ προεδρίας ψηφισμάτων ἀμφικτυονικῶν διδόντος, ὅπως μηδ´ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμεν; Οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν ἀλλὰ τὴν ἑτέρου πρὸς ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλων τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων. Οὐδὲ γὰρ ὁ οἰκοδόμος τὸν Ἀττικὸν λίθον ἢ τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰ τὴν εὐγένειαν τίθησιν οὐδ´ ὁ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν οὐδ´ ὁ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν ἢ τὴν Κρητικὴν κυπάριττον, ἀλλ´ ὡς ἂν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. Καὶ τὸν θεὸν ὁρᾷς, ὃν « ἀριστοτέχναν » ἡμῶν ὁ Πίνδαρος προσεῖπεν, οὐ πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλ´ ὡς ἂν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν·

« τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις, ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε »

φησὶν Ἐμπεδοκλῆς,

« ἔνθ´ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν »

οὐχ ἣν ἡ φύσις δίδωσι χώραν, ἀλλ´ ἣν ἡ πρὸς τὸ κοινὸν ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. Πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δ´ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ἃ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν. »

Ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καί « τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; » {ὧν} ἐλέγομεν. « Οὐδείς » ἔφη « φθόνος, ἂν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. » συνεχωροῦμεν οὖν οὕτω ποιεῖν ἅπαντες. Ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον « ἀκούσατ´ » εἶπεν « ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις· βούλομαι γὰρ προειπεῖν. Δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπερον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας φρατρίαις συνέμιξεν, δέον ἐραστὴν μετ´ ἐρωμένου παρεμβάλλειν ἵν´ ᾖ σύμπνους ἡ φάλαγξ δι´ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. Τοιοῦτο κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδ´ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν ἢ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον τῷ δ´ ἀλαζόνι τὸν εἴρωνα τῷ δ´ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵν´ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. Σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ·

« Πτωχὸς γὰρ πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ· »

καίτοι Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ ... Ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσιν τὰ κάλλιστα. Διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους καὶ ὀξυθύμους - - - τινὰ παρεντιθεὶς μέσον ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. Ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω. Τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δ´ ἐπιεικὴς ὡσπερεὶ τῶν κολοιῶν. Συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον

« ὅσοις ἔρωτος δῆγμα παιδικὸν πρόσεστιν »

ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία τοῦ αὐτοῦ τύχωσιν ἢ τῆς ἐρῶντες. »


ΠΡΟΒΛΗΜΑ Γ

Διὰ τί τῶν τόπων ὁ καλούμενος ὑπατικὸς ἔσχε τιμήν.

Ἐκ τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος ἐφ´ οὗ κατακλίνεται βασιλεύς, Ἕλλησι δ´ ὁ πρῶτος, Ῥωμαίοις δ´ ὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσιν, τῶν δὲ περὶ τὸν Πόντον Ἑλλήνων ἐνίοις, ὥσπερ Ἡρακλεώταις, ἔμπαλιν ὁ τῆς μέσης πρῶτος. Ἀλλὰ περὶ τοῦ γ´ ὑπατικοῦ λεγομένου μάλιστα διηποροῦμεν. Οὗτος γὰρ ἐπρώτευε τῇ τιμῇ καθ´ ἡμᾶς, καὶ τὴν αἰτίαν οὔθ´ ὡς ὁ πρῶτος οὔθ´ ὡς ὁ μέσος εἶχεν νενομισμένην ἔτι, καὶ τῶν συμβεβηκότων αὐτῷ τὰ μὲν οὐκ ἦν ἴδια τούτου μόνου τὰ δ´ οὐδεμιᾶς ἄξια σπουδῆς ἐφαίνετο. Πλὴν τρία γε τῶν λεχθέντων ἐκίνει,

πρῶτον μὲν ὅτι τοὺς βασιλεῖς καταλύσαντες οἱ ὕπατοι καὶ πρὸς τὸ δημοτικώτερον ἅπαντα μετακοσμήσαντες ἐκ τῆς μέσης καὶ βασιλικῆς χώρας ὑπῆγον αὑτοὺς κάτω συγχωροῦντες, ὡς μηδὲ τοῦτο τῆς ἀρχῆς αὐτῶν καὶ ἐξουσίας ἐπαχθὲς εἴη τοῖς συνοῦσιν· δεύτερον δ´ ὅτι, τῶν δυεῖν κλινῶν ἀποδεδομένων τοῖς παρακεκλημένοις, ἡ τρίτη καὶ ταύτης ὁ πρῶτος τόπος μάλιστα τοῦ ἑστιῶντός ἐστιν· ἐνταῦθα γὰρ ὥσπερ ἡνίοχος ἢ κυβερνήτης ἐπὶ δεξιὰ πρὸς τὴν ἐπίβλεψιν ἐξικνεῖται τῆς ὑπηρεσίας καὶ τοῦ φιλοφρονεῖσθαι καὶ διαλέγεσθαι τοῖς παροῦσιν οὐκ ἀπήρτηται· τῶν δὲ συνέγγιστα τόπων ὁ μὲν {γὰρ} ὑπ´ αὐτὸν ἢ γυναικὸς ἢ παίδων ἐστίν, ὁ δ´ ὑπὲρ αὐτὸν εἰκότως τῷ μάλιστα τιμωμένῳ τῶν κεκλημένων ἀπεδόθη, ἵν´ ἐγγὺς ᾖ τοῦ ἑστιῶντος. Τρίτον δ´ ἔχειν ἴδιον οὗτος ὁ τόπος ἐδόκει τὸ πρὸς τὴν πρᾶξιν εὐφυές· οὐ γάρ ἐστιν ὁ τῶν Ῥωμαίων ὕπατος οἷος Ἀρχίας ὁ Θηβαίων πολέμαρχος, ὥστε, γραμμάτων ἢ λόγων αὐτῷ μεταξὺ δειπνοῦντι φροντίδος ἀξίων προσπεσόντων, ἐπιφθεγξάμενος

« Εἰς ἕω τὰ σπουδαῖα »

τὴν μὲν ἐπιστολὴν παρῶσαι λαβεῖν δὲ τὴν θηρίκλειον,

« Ἀλλὰ μάλ´ ἐμμεμαὼς »

καὶ περιεσκεμμένος ἐν τοῖς τοιούτοις καιροῖς. Οὐ γὰρ μόνον

« ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ »

κατὰ τὸν Αἰσχύλον, ἀλλὰ καὶ πότου πᾶσα καὶ ἀνέσεως ὥρα στρατηγῷ καὶ ἄρχοντι φροντίδος ἄξιόν ἐστιν. ἵνα τοίνυν ἀκοῦσαί θ´ ἃ δεῖ καὶ προστάξαι καὶ ὑπογράψαι δύνηται, τοῦτον ἐξαίρετον ἔχει τὸν τόπον· ἐν ᾧ τῆς δευτέρας κλίνης τῇ τρίτῃ συναπτούσης, ἡ γωνία διάλειμμα ποιοῦσα τῇ καμπῇ δίδωσιν καὶ γραμματεῖ καὶ ὑπηρέτῃ καὶ φύλακι σώματος καὶ ἀγγέλῳ τῶν ἀπὸ στρατοπέδου προσελθεῖν διαλεχθῆναι πυθέσθαι, μήτε τινὸς ἐνοχλοῦντος αὐτῷ μήτε τινὸς ἐνοχλουμένου τῶν συμποτῶν, ἀλλὰ καὶ χεῖρα καὶ φωνὴν ὑπερδέξιον ἔχοντι καὶ ἀκώλυτον.


ΠΡΟΒΛΗΜΑ Δ

Ποῖόν τινα δεῖ τὸν συμποσίαρχον εἶναι.

Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν ... Ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλ´ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. Ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. « ἐπεὶ τοίνυν » ἔφην ἐγώ « δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους ὡς βούλονται πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἔν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει καὶ πῶς χρήσεται τοῖς κατὰ τὸ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον ἐ- - - αὐτοῖς ἐπιτρέπω. »

Μικρὰ μὲν οὖν ἠκκίσαντο παραιτούμενοι· κελευόντων δὲ πάντων πείθεσθαι τῷ ἄρχοντι καὶ ποιεῖν τὸ προσταττόμενον, ἔφη πρότερος ὁ Κράτων, ὅτι δεῖ τὸν μὲν φυλάκων ἄρχοντα φυλακικώτατον, ὥς φησιν ὁ Πλάτων, εἶναι, τὸν δὲ συμποτῶν συμποτικώτατον. « ἔστι δὲ τοιοῦτος, ἂν μήτε τῷ μεθύειν εὐάλωτος ᾖ μήτε πρὸς τὸ πίνειν ἀπρόθυμος, ἀλλ´ ὡς ὁ Κῦρος ἔλεγεν πρὸς Λακεδαιμονίους γράφων, ὅτι τά τ´ ἄλλα τοῦ ἀδελφοῦ βασιλικώτερος εἴη καὶ φέροι καλῶς πολὺν ἄκρατον· ὅ τε γὰρ παροινῶν ὑβριστὴς καὶ ἀσχήμων, ὅ τ´ αὖ παντάπασι νήφων ἀηδὴς καὶ παιδαγωγεῖν μᾶλλον ἢ συμποσιαρχεῖν ἐπιτήδειος. Ὁ μὲν οὖν Περικλῆς, ὁσάκις ᾑρημένος στρατηγὸς ἀναλαμβάνοι τὴν χλαμύδα, πρῶτον εἰώθει διαλέγεσθαι πρὸς αὑτὸν ὥσπερ ὑπομιμνήσκων

« Ὅρα, Περίκλεις· ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις »·

ὁ δὲ συμποσίαρχος ἡμῶν ἐκεῖνος λεγέτω πρὸς αὑτόν « φίλων ἄρχεις », ἵνα μήτ´ ἀσχημονεῖν ἐπιτρέπῃ μήτε τὰς ἡδονὰς ἀφαιρῇ. Δεῖ δὲ καὶ σπουδῆς τὸν ἄρχοντα πινόντων οἰκεῖον εἶναι καὶ παιδιᾶς μὴ ἀλλότριον, ἀλλ´ εὖ πως συγκεκραμένον πρὸς ἀμφότερα, σμικρῷ δὲ μᾶλλον, ὥσπερ οἶνον ἀστεῖον, ἀπονεύοντα τῇ φύσει πρὸς τὸ αὐστηρόν· ὁ γὰρ οἶνος ἄξει τὸ ἦθος εἰς τὸ μέτριον μαλακώτερον ποιῶν καὶ ἀνυγραίνων. Ὥσπερ γὰρ ὁ Ξενοφῶν ἔλεγεν τοῦ Κλεάρχου τὸ σκυθρωπὸν καὶ ἄγροικον ἄλλως ἐν ταῖς μάχαις ἡδὺ καὶ φαιδρὸν ἐπιφαίνεσθαι διὰ τὸ θαρραλέον, οὕτως ὁ μὴ φύσει πικρὸς ἀλλὰ σεμνὸς καὶ αὐστηρὸς ἐν τῷ πίνειν ἀνιέμενος ἡδίων γίνεται καὶ προσφιλέστερος.

Ἔτι τοίνυν αὐτῷ δεῖ προσεῖναι τὸ μάλιστα μὲν ἑκάστου τῶν συμποτῶν ἐμπείρως ἔχειν, τίνα λαμβάνει μεταβολὴν ἐν οἴνῳ καὶ πρὸς τί πάθος ἀκροσφαλής ἐστι καὶ πῶς φέρει τὸν ἄκρατον (οὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἕτερον ἑτέρα μῖξις, ἣν οἱ βασιλικοὶ γιγνώσκοντες οἰνοχόοι νῦν μὲν πλέον νῦν δ´ ἔλαττον ὑποχέουσιν, ἀνθρώπου δὲ πρὸς οἶνον οὐκ ἔστ´ ἰδία κρᾶσις, ἣν τῷ συμποσιάρχῳ γινώσκειν προσήκει καὶ γιγνώσκοντι φυλάττειν, ἵν´ ὥσπερ ἁρμονικὸς τὸν μὲν ἐπιτείνων τῇ πόσει τὸν δ´ ἀνιεὶς καὶ ὑποφειδόμενος εἰς ὁμαλότητα καὶ συμφωνίαν ἐκ διαφορᾶς καταστήσῃ τὰς φύσεις), ὅπως μὴ κοτύλῃ μηδὲ κυάθοις τὸ ἴσον, ἀλλὰ καιροῦ τινι μέτρῳ καὶ σώματος δυνάμει τὸ οἰκεῖον ἑκάστῳ καὶ πρόσφορον ἀπονέμηται. Εἰ δὲ τοῦτό γε δύσκολον, ἐκεῖνα δὲ πάντως ἐξειδέναι τῷ συμποσιάρχῳ προσήκει, τὰ κοινὰ περὶ τὰς φύσεις καὶ τὰς ἡλικίας· οἷον πρεσβῦται τάχιον μεθύσκονται νέων, σαλευόμενοι δ´ ἠρεμούντων, ἔλλυποι δὲ καὶ πεφροντικότες εὐθύμων καὶ ἱλαρῶν, ... Ἀνέδην καὶ κατακόρως διάγοντες τῶν ἀσελγαινόντων, κἄλλα τοιαῦθ´ ἃ γιγνώσκων ἄν τις μᾶλλον τοῦ ἀγνοοῦντος εὐσχημοσύνην καὶ ὁμόνοιαν συμποσίου πρυτανεύσειεν. Καὶ μὴν ὅτι γε δεῖ τὸν συμποσίαρχον οἰκείως ἔχειν καὶ φιλικῶς πρὸς ἅπαντας ὕπουλον δὲ μηδενὶ μηδ´ ἀπεχθῆ τῶν ἑστιωμένων εἶναι παντί που δῆλον· οὔτε γὰρ ἐπιτάττων ἀνεκτὸς οὔτ´ ἀπονέμων ἴσος οὔτε προσπαίζων ὅμως ἀνέγκλητος ἔσται. Τοιοῦτον » ἔφη « σοι, Θέων, ἐγὼ τὸν ἄρχοντα συμποσίου πλάσας ὥσπερ ἐκ κηροῦ τοῦ λόγου παραδίδωμι. »

- Καὶ ὁ Θέων « ἀλλὰ δέχομαι μέν » εἶπεν « οὕτως ὁμαλὸν ἀπειργασμένον τὸν ἄνδρα καὶ συμποτικόν· εἰ δὲ χρήσομαι κατὰ τρόπον αὐτῷ καὶ μὴ καταισχυνῶ τὸ ἔργον, οὐκ οἶδα· ...τον δέ μοι δοκεῖ τοιοῦτος ὢν τὸ συμπόσιον διαφυλάξειν ἡμῖν καὶ μὴ περιόψεσθαι νῦν μὲν ἐκκλησίαν δημοκρατικὴν νῦν δὲ σχολὴν σοφιστοῦ γινομένην αὖθις δὲ κυβευτήριον εἶτά που σκηνὴν καὶ θυμέλην. ἢ γὰρ οὐχ ὁρᾶτε τοὺς μὲν δημαγωγοῦντας καὶ δικαζομένους παρὰ δεῖπνον, τοὺς δὲ μελετῶντας καὶ ἀναγινώσκοντας αὑτῶν τινα συγγράμματα, τοὺς δὲ μίμοις καὶ ὀρχησταῖς ἀγωνοθετοῦντας; Ἀλκιβιάδης δὲ καὶ Θεόδωρος τελεστήριον ἐποίησαν τὸ Πολυτίωνος συμπόσιον ἀπομιμούμενοι δᾳδουχίας καὶ ἱεροφαντίας. Ὧν οὐδὲν οἶμαι τῷ ἄρχοντι περιοπτέον· ἀλλὰ καὶ λόγοις καὶ θεάμασι καὶ παιδιαῖς δώσει τόπον ἐκείνοις μόνοις, ὅσα πρὸς τὸ συμποτικὸν τέλος ἐξικνεῖται· τοῦτο δ´ ἦν φιλίας ἐπίτασιν ἢ γένεσιν δι´ ἡδονῆς ἐνεργάσασθαι τοῖς παροῦσιν· διαγωγὴ γάρ ἐστιν ἐν οἴνῳ τὸ συμπόσιον εἰς φιλίαν ὑπὸ χάριτος τελευτῶσα.

Ἐπεὶ δὲ πανταχοῦ πλήσμιον καὶ πολλαχοῦ βλαβερὸν τὸ ἄκρατον, ἡ δὲ μῖξις, οἷς ἂν ἐν καιρῷ καὶ μετὰ μέτρου παραγένηται πράγμασιν, ἀφαιρεῖ τἄγαν, ᾧ καὶ βλάπτει τὰ ἡδέα καὶ λυπεῖ τὰ ὠφέλιμα, δῆλον ὅτι καὶ τοῖς πίνουσιν ὁ ἐπιστάτης μεμιγμένην τινὰ παρέξει διαγωγήν. Ἀκούων οὖν πολλῶν λεγόντων, ὅτι πλοῦς μὲν ὁ παρὰ γῆν περίπατος δ´ ὁ παρὰ θάλατταν ἥδιστός ἐστιν, οὕτως παραβαλεῖ τῇ σπουδῇ τὴν παιδιάν, ὅπως οἵ τε παίζοντες ἁμωσγέπως σπουδῆς τινος ἔχωνται καὶ πάλιν οἱ σπουδάζοντες ἀναθαρρῶσιν, ὥσπερ οἱ ναυτιῶντες ἐγγύθεν εἰς γῆν τὴν παιδιὰν ἀποβλέποντες. Ἔστι γὰρ καὶ γέλωτι χρῆσθαι πρὸς πολλὰ τῶν ὠφελίμων καὶ σπουδὴν ἡδεῖαν παρασχεῖν,

« Ὡς ἀν´ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων. »

Ὅσαι δ´ ἄνευ σπουδῆς ἐπεισκωμάζουσιν τοῖς συμποσίοις παιδιαί, ταύτας ἐπιμελῶς διακελεύσεται τοῖς συμπόταις εὐλαβεῖσθαι, μὴ λάθωσιν ὕβριν ... Καθάπερ ὑοσκύαμον ἐμβαλόντες οἴνῳ τοῖς λεγομένοις προστάγμασιν ἐξυβρίζουσιν, προστάττοντες ᾄδειν ψελλοῖς ἢ κτενίζεσθαι φαλακροῖς ἢ ἀσκωλιάζειν χωλοῖς. Ὥσπερ Ἀγαπήστορι τῷ Ἀκαδημαϊκῷ λεπτὸν ἔχοντι καὶ κατεφθινηκὸς τὸ σκέλος ἐπηρεάζοντες οἱ ξυμπόται πάντας ἐκέλευσαν ἐπὶ τοῦ δεξιοῦ ποδὸς ἑστῶτας ἐκπιεῖν τὸ ποτήριον ἢ ζημίαν καταβαλεῖν· τοῦ δὲ προστάσσειν περιελθόντος εἰς αὐτόν, ἐκέλευσε πάντας οὕτως πιεῖν, ὡς ἂν αὐτὸν ἴδωσιν· καὶ κεραμίου στενοῦ κομισθέντος εἰς τοῦτο τὸν ἀσθενῆ πόδα καθεὶς ἐξέπιε τὸ ποτήριον, οἱ δ´ ἄλλοι πάντες, ὡς ἐφαίνετο πειρωμένοις ἀδύνατον, ἀπέτισαν τὴν ζημίαν. Χαρίεις οὖν Ἀγαπήστωρ, καὶ ποιητέον εὐκόλους οὕτω καὶ ἱλαρὰς τὰς ἀμύνας· ... Προστάγμασιν ἐθιστέον χρῆσθαι πρὸς ἡδονὴν καὶ ὠφέλειαν, τὰ οἰκεῖα καὶ δυνατὰ καὶ κοσμοῦντα τὸν δρῶντα προστάσσοντας, ᾠδικοῖς ᾆσαι ῥητορικοῖς εἰπεῖν φιλοσόφοις λῦσαί τι τῶν ἀπορουμένων ποιηταῖς προενέγκασθαι στίχους. Ἡδέως γὰρ εἰς τοῦθ´ ἕκαστος ἄγεται καὶ προθύμως,

« ἵν´ αὐτὸς αὑτοῦ τυγχάνῃ κράτιστος ὤν. »

Ὁ μὲν οὖν τῶν Ἀσσυρίων βασιλεὺς ἆθλον ὑπὸ κήρυκος κατήγγειλεν τῷ καινὴν ἡδονὴν ἐξευρόντι· συμποσίου δὲ βασιλεὺς ἀστεῖον ἆθλον ἂν καὶ γέρας προθείη τῷ παιδιὰν ἀνύβριστον εἰσηγησαμένῳ καὶ τέρψιν ὠφέλιμον καὶ γέλωτα μὴ μώμου μηδ´ ὕβρεων ἀλλὰ χάριτος καὶ φιλοφροσύνης ἑταῖρον· ἐν οἷς τὰ πλεῖστα ναυαγεῖ συμπόσια μὴ τυχόντα παιδαγωγίας ὀρθῆς. Ἔστι δὲ σώφρονος ἀνδρὸς ἔχθραν φυλάττεσθαι καὶ ὀργήν, ἐν ἀγορᾷ τὴν ἐκ πλεονεξίας ἐν γυμνασίοις καὶ παλαίστραις ἐκ φιλονικίας ἐν δ´ ἀρχαῖς καὶ φιλοτιμίαις ἐκ φιλοδοξίας ἐν δὲ δείπνῳ καὶ παρὰ πότον ἐκ παιδιᾶς ἐπιτιθεμένην. »


ΠΡΟΒΛΗΜΑ Ε

Πῶς εἴρηται τὸ « ποιητὴν δ´ ἄρα Ἔρως διδάσκει ».

Πῶς εἴρηται τὸ « ποιητὴν δ´ ἄρα Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν », ἐζητεῖτο παρὰ Σοσσίῳ Σαπφικῶν τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα « μούσαις εὐφώνοις ἰᾶσθαι » φησὶ « τὸν ἔρωτα » Φιλόξενος. Ἐλέχθη μὲν οὖν ὅτι πρὸς πάντα τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων « ἴτην » αὐτὸν καὶ « παντὸς ἐπιχειρητὴν » ὠνόμασεν· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον· ὃ δ´ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθεὶς ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων, ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον ὅτι « πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον ». Ἐλέχθη δὲ καὶ ὅτι τῷ μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστιν· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους, γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους μάλιστα φωνὰς ἐκφέρονται· καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. Ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος ἀναθυμιᾶται.

Καὶ μὴν ἥδιστα τοὺς ἐρωμένους ὁρῶντες οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσιν, καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς ἐπαίνοις. Αὐτοί τε γὰρ οὕτως πεπεισμένοι τυγχάνουσιν καὶ βούλονται πεπεῖσθαι πάντας ὡς καλῶν καὶ ἀγαθῶν ἐρῶντες. Τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρεν Κανδαύλην τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι θεατὴν εἰς τὸ δωμάτιον τὸν - - - τὴν οὐ· βούλονται γὰρ ὑπ´ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα κἂν ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον, μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν.

Ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους εἶπεν ὡς οὐ χεῖρον ἄν τις ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφ´ ὧν Θεόφραστος εἴρηκεν περὶ μουσικῆς· « καὶ γὰρ ἔναγχος » ἔφη « τὸ βιβλίον ἀνέγνων. Λέγει δὲ μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν - - - αὐτῶν παρατρέποντος ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος τὴν φωνήν. Αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσιν, διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. Αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα συνεπαίρουσιν καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται·

« Μανίαι τ´ ἀλαλαί τ´ ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ »

κατὰ Πίνδαρον· οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι τὴν φωνὴν μόνην εἰς τὸ ᾄδειν καὶ φθέγγεσθαι μέτρα καὶ μέλη προΐενται. Μάλιστα δ´ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. Ὅθεν αἵ τε βακχεῖαι ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως παρέχεται τοῖς ἐνθεαζομένοις, τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας.

Οὕτω δὲ τούτων ἐχόντων εἰ βούλοιο καθορᾶν ὑπ´ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὔτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας, ἀλλ´ ὥσπερ τὴν Σοφοκλέους πόλιν ἀνδρὸς ἐρωτικοῦ ψυχὴν

« Ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. »

Οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τά τ´ ἄλλα φιλόφωνός ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων ὡς οὐδὲν ἄλλο πάθος ἐπίφορος καὶ κατάντης. »


ΠΡΟΒΛΗΜΑ ΣΤ

Περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.

Λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ πίνειν καὶ διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. Ἀπεδείκνυεν δ´ αὐτοὺς φλυαροῦντας Φιλῖνος ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι « τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων » ἔστι δ´ ὅτε « καὶ τὴν ἐφεξῆς »· διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν, ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. Λέγεται δὲ καὶ τοῦ χρωτὸς ἥδιστον ἀποπνεῖν ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης, ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι· διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τήν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσιν· πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός φησιν ἐπιγίνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ρισσὸν ὑπὸ θερμότητος. Δοκεῖ δὲ καὶ Καλλισθένης ἐν διαβολῇ γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων συνδειπνεῖν διὰ τὸν πότον· ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην ἐλθοῦσαν ἐπ´ αὐτὸν ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. Ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.

Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασίν, νικῆσαι δ´ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν καθ´ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. Τοῦθ´ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρυπτόμενον ὑπὸ τῆς κόμης διαμένειν αὐτῷ· παι... Ἀνδρὸς ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν παρέπεσεν καθεύδοντος, τῆς δὲ φαρέτρας ὑπερκρεμαμένης διεξῆλθε τὰ βέλη πυρακτώσας. Οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.

Ἐκ τούτου πάλιν περὶ τῶν πολὺ πιόντων ἦν λόγος· ἐν οἷς καὶ τὸν πύκτην Ἡρακλείδην ἐτίθεσαν, ὃν Ἡρακλοῦν Ἀλεξανδρεῖς ὑπεκορίζοντο, κατὰ τοὺς πατέρας ἡμῶν γενόμενον. Οὗτος ἀπορῶν συμπότου παραμένοντος ἐκάλει τοὺς μὲν ἐπὶ πρόπομα τοὺς δ´ ἐπ´ ἄριστον ἄλλους δ´ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον· ἀπαλλαττομένων δὲ τῶν πρώτων οἱ δεύτεροι συνῆπτον εἶτ´ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι· κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερεν.

Τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν προτρεπόμενος ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν πέντ´ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδ´ ἐπὶ μικρὸν ἀντέσχεν. Ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν· ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφ´ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. Ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ τε γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος (τὰ γὰρ φλέβια τῆς γλώττης, ὡς ὁ Πλάτων φησίν, μαλακὰ καὶ μανότερ´ ὄντα συντείνεται παρὰ φύσιν ὑπὸ τῆς ξηρότητος, ἐκτηκομένων τῶν ὑγρῶν) καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν

« Ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας ἔσχ´ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ´ αἷμα. »

Τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσεν. Φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν, οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γεύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόν . « οὕτως οὖν » ἔφην « τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει τὸ μεθύειν. Τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν, ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων. »


ΠΡΟΒΛΗΜΑ Ζ

Διὰ τί μᾶλλον ἀκράτῳ χαίρουσιν οἱ γέροντες.

Ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. Οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδ´ ἀληθὲς λέγοντες· καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ αὐτὸ συμβέβηκεν· δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ προσπέσωσιν. Αἰτία δ´ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. Διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἥ τ´ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς, κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον· ἡ δ´ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής, τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν· ὁ μοιότατον δὲ γίνεται τὸ τῆς ἀκοῆς, οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον οἷον ὑπὸ πληγῆς {καὶ} τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. Ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον.


ΠΡΟΒΛΗΜΑ Η

Διὰ τί τὰ γράμματα πόρρωθεν οἱ πρεσβύτεροι μᾶλλον ἀναγινώσκουσιν.

Ταῦτα δ´ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων ἐδόκει τὸ τῆς ὄψεως ἀντιπίπτειν. Οἱ γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγινώσκουσιν, ἐγγύθεν δ´ οὐ δύνανται· καὶ τοῦτο παραδηλῶν ὁ Αἰσχύλος φησίν·

« οὐδὲ ἀπὸ - - - αὐτόν· οὐ γὰρ ἐγγύθεν - - - γέρων δὲ γραμματεὺς γενοῦ σαφής »·

ἐνδηλότερον δὲ Σοφοκλῆς τὸ αὐτὸ περὶ τῶν γερόντων·

« Βραδεῖα μὲν γὰρ ἐν λόγοισι προσβολὴ μόλις δι´ ὠτὸς ἔρχεται τρυπωμένου, πόρρω δὲ λεύσσων, ἐγγύθεν δὲ πᾶς τυφλός. »

Εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγινώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ προάγοντες ἀπωτέρω τὸ βιβλίον ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην; Ἦσαν μὲν οὖν οἱ πρὸς τοῦτο λέγοντες, ὡς ἀπάγουσι τῶν ὄψεων τὸ βιβλίον οὐ μαλακώτερον τὸ φῶς ποιοῦντες, ἀλλ´ οἷον ἐπιδραττόμενοι καὶ περιλαμβάνοντες αὐγὴν πλείονα καὶ πληροῦντες ἀέρος λαμπροῦ τὴν μεταξὺ τῶν ὀμμάτων καὶ τῶν γραμμάτων χώραν. ἕτεροι δὲ τοῖς συμβάλλουσι τὰς αὐγὰς μετεῖχον· ἐπεὶ γὰρ ἀποτείνεται τῶν ὀφθαλμῶν ἑκατέρου κῶνος, πρὸς τῷ ὄμματι τὴν κορυφὴν ἔχων, ἕδραν δὲ καὶ βάσιν ἣ περιλαμβάνει τὸ ὁρώμενον, ἄχρι μέν τινος εἰκός ἐστιν ἰδίᾳ τῶν κώνων ἑκάτερον φέρεσθαι· γενόμενοι δ´ ἀπωτέρω καὶ συμπεσόντες ἀλλήλοις ἓν τὸ φῶς ποιοῦσι· διὸ καὶ τῶν ὁρωμένων ἕκαστον ἓν οὐ δύο φαίνεται, καίπερ ἀμφοτέροις ἅμα τοῖς ὄμμασι καταφαινόμενον· αἰτία γὰρ ἡ τῶν κώνων σύναψις εἰς ταὐτὸ καὶ σύλλαμψις ἐκ δυεῖν μίαν ὄψιν ἀπειργασμένη. Τούτων δ´ οὕτως ἐχόντων οἱ μὲν ἐγγὺς προσάγοντες τὰ γράμματα πρεσβῦται, μηδέπω τῶν αὐγῶν συγκεχυμένων ἀλλ´ ἑκατέρᾳ χωρὶς ἐπιθιγγάνοντες, ἀσθενέστερον ἐπιλαμβάνονται· οἱ δ´ ἀπωτέρω προθέμενοι, μεμιγμένου τοῦ φωτὸς ἤδη καὶ πολλοῦ γεγονότος, μᾶλλον ἐξακριβοῦσιν, ὥσπερ οἱ ταῖς δυσὶν ὁμοῦ χερσὶ κατέχοντες ὃ τῇ ἑτέρᾳ μὴ δύνανται.

Λαμπρίας δ´ ὁ ἀδελφὸς τὴν Ἱερωνύμου - - - οὐκ ἀνέγνωκεν - - - εὐφυΐαν ἐμπεσὼν - - - ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσιν πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ, διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν· ἀνενεχθέντων δ´ εἰς τὸν ἀέρα καὶ λαβόντων διάστημα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθ´ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. Καὶ γὰρ αἱ τῶν ἀνθῶν ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν, ἂν δ´ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδ´ ἄκρατον ὀδώδασιν· αἴτιον δ´ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένης, ἂν δ´ ἄπωθεν, τὰ μὲν θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δ´ εἰλικρινὲς καὶ θερμὸν αὐτῆς ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.

Ἡμεῖς δὲ τὴν Πλατωνικὴν φυλάττοντες ἀρχὴν ἐλέγομεν ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπῖπτον ἀνακίρναται τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθ´ ἓν ἐξ ἀμφοῖν σῶμα δι´ ὅλου συμπαθὲς γενέσθαι. Κεράννυται δ´ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλ´ ἀπ´ ἀμφοῖν εἴς τι μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. Ὄντος οὖν τοῦ τῶν παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτ´ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐκ ἐγγίνεται κρᾶσις προσπίπτοντι πρὸς τὸ ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις, ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδ´ ἄκρατον ἀλλ´ ὁμοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. Ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν· ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπ´ ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.


ΠΡΟΒΛΗΜΑ Θ

Διὰ τί τῷ ποτίμῳ μᾶλλον ἢ τῷ θαλαττίῳ πλύνεται τὰ ἱμάτια

Θέων ὁ γραμματικὸς ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ Φλώρῳ πρὸς Θεμιστοκλέα τὸν Στωικὸν διηπόρησεν, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ « τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίνεσθαι » καὶ τὸ « τῶν ἐρίων τοὺς πόκους ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσιν » καὶ τὸ « νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας », οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. Ὁ δὲ Θεμιστοκλῆς εἰπὼν ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ παρὰ τὸ εἰκός, ἐπιστρέφων « Σοὶ δ´ » ἔφη « βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; Εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου τῶν ἰδίων, ἀλλ´ εἰπὲ δι´ ἣν αἰτίαν Ὅμηρος ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκεν, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι. »

- Καὶ ὁ Θέων « Ἀλλὰ τοῦτό γ´ » εἶπε « διὰ τῶν γεωδῶν Ἀριστοτέλης πάλαι διαλέλυκεν, ὃ προβέβληκας ἡμῖν. Πολὺ γὰρ τῇ θαλάττῃ τὸ τραχὺ καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους ἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν· ἔστι γὰρ ἄμικτον καὶ καθαρόν· ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης; »

- « Πιθανῶς » ἔφην ἐγώ « οὐ μὴν ἀληθῶς· ὁρῶ γὰρ ὅτι καὶ τέφρᾳ καὶ λίτρῳ, κἂν μὴ παρῇ δὲ ταῦτα, κονιορτῷ πολλάκις παχύνουσι τὸ ὕδωρ, ὡς μᾶλλον τῶν γεωδῶν τῇ τραχύτητι καταπλύνειν δυναμένων τὸν ῥύπον, αὐτοῦ δὲ τοῦ ὕδατος διὰ λεπτότητα καὶ ἀσθένειαν οὐχ ὁμοίως τοῦτο δρῶντος. Τὸ μὲν οὖν παχυμερὲς τῆς θαλάττης οὐ - - - πετουτόποτε - - - πρὸς τὴν κα- - - δὲ τὴν δριμύτητα· καὶ γὰρ αὕτη τοὺς πόρους ἀναστομοῦσα καὶ ἀνοίγουσα κατασύρει τὸν ῥύπον. Ἐπεὶ δὲ πᾶν τὸ λιπαρὸν δυσέκπλυτόν ἐστι καὶ κηλῖδα ποιεῖ. Λιπαρὰ δ´ ἡ θάλασσα, τοῦτ´ ἂν αἴτιον εἴη μάλιστα τοῦ μὴ καλῶς πλύνειν. Ὅτι δ´ ἐστὶ λιπαρά, καὶ αὐτὸς εἴρηκεν Ἀριστοτέλης· οἵ τε γὰρ ἅλες λίπος ἔχουσιν καὶ τοὺς λύχνους βέλτιον παρέχουσι καομένους, αὐτή θ´ ἡ θάλαττα προσραινομένη ταῖς φλοξὶ συνεκλάμπει, καὶ κάεται μάλιστα τῶν ὑδάτων τὸ θαλάττιον· ὡς δ´ ἐγᾦμαι, διὰ τοῦτο καὶ θερμότατόν ἐστιν. Οὐ μὴν ἀλλὰ καὶ κατ´ ἄλλον τρόπον· ἐπεὶ τῆς πλύσεως τέλος ἡ ψῦξίς ἐστιν καὶ μάλιστα φαίνεται καθαρὸν τὸ τάχιστα ξηρὸν γινόμενον, δεῖ δὴ τὸ πλῦνον ὑγρὸν τῷ ῥύπῳ συνεξελθεῖν, ὥσπερ τῷ νοσήματι τὸν ἐλλέβορον. Τὸ μὲν οὖν γλυκὺ ῥᾳδίως ὁ ἥλιος ἐξάγει διὰ κουφότητα, τὸ δ´ ἁλμυρὸν ἐνισχόμενον τοῖς πόροις διὰ τραχύτητα δυσξήραντόν ἐστιν. »

Καὶ ὁ Θέων ὑπολαβών « Οὐδέν » ἔφη « λέγεις· Ἀριστοτέλης γὰρ ἐν τῷ αὐτῷ βυβλίῳ φησὶν τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκεῖ χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσιν ». - « Λέγει γάρ » εἶπον· « ἀλλ´ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. Ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ « σμερδαλέος » ὀφθῆναι

« Κεκακωμένος ἅλμῃ »,

καὶ πρὸς τὰς θεραπαινίδας φησίν·

« Ἀμφίπολοι, στῆθ´ οὕτω ἀπόπροθεν, ὄφρ´ {ἂν} ἐγὼ αὐτὸς ἅλμην ὤμοιιν ἀπολούσομαι »,

καταβὰς δ´ εἰς τὸν ποταμὸν « ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον, » ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γινόμενον συνεωρακότος· ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσιν, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησεν, τὸ δ´ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν. »


ΠΡΟΒΛΗΜΑ Ι

Διὰ τί τῆς Αἰαντίδος φυλῆς Ἀθήνησιν οὐδέποτε τὸν χορὸν ἔκρινον ὕστατον.

Ἐν δὲ τοῖς Σαραπίωνος ἐπινικίοις, ὅτε τῇ Λεοντίδι φυλῇ τὸν χορὸν διατάξας ἐνίκησεν, ἑστιωμένοις ἡμῖν ἅτε δὴ καὶ φυλέταις οὖσι δημοποιήτοις οἰκεῖοι λόγοι τῆς ἐν χειρὶ φιλοτιμίας παρῆσαν. Ἔσχε γὰρ ὁ ἀγὼν ἐντονωτάτην ἅμιλλαν, ἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος. Ἐτύγχανε δὲ συνεστιώμενος ἡμῖν καὶ τῶν παλαιῶν τὰ μὲν λέγων τὰ δ´ ἀκούων διὰ φιλανθρωπίαν οὐχ ἧττον ἢ φιλομάθειαν.

Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ γέρας ὑπῆρχεν τὸ μὴ κρίνεσθαι τὸν ταύτης χορὸν ἔσχατον· « - - - μὲν οὖν » ἔφη « προ- - -ξιν ἱστορίας ὁ ἀνα- - - εἰ δὲ τοῦτό γ´ οὐ νοθεύει, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις. » εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος « ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον; » « οὐδέν » ἔφη « δεινόν » ὁ Φιλόπαππος « εἰ ταὐτὸ πεισόμεθα Δημοκρίτῳ τῷ σοφῷ διὰ φιλολογίαν. Καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται, « τὴν αἰτίαν » ἔφη « δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής· » « κατάκεισο δή » τὸ γύναιον εἶπε μειδιῶν, « ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον »· ὁ δ´ ὥσπερ ἀχθεσθείς « ἀπέκναισας » εἶπεν « καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῷ λόγῳ καὶ ζητήσω τὴν αἰτίαν, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος. » οὐκοῦν μηδ´ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησώμεθα πρόφασιν· ἐγγυμνάσασθαι γάρ, εἰ μηδὲν ἄλλο χρήσιμον, ὁ λόγος παρέξει. »

Πάντες οὖν ὁμαλῶς ἐρρύησαν πρὸς τὸ τὴν φυλὴν ἐγκωμιάζειν, εἴ τι καλὸν πρὸς δόξαν αὐτῇ ὑπῆρχεν ἀναλεγόμενοι. Καὶ γὰρ ὁ Μαραθὼν εἰς μέσον εἵλκετο, δῆμος ὢν ἐκείνης τῆς φυλῆς· καὶ τοὺς περὶ Ἁρμόδιον Αἰαντίδας ἀπέφαινον, Ἀφιδναίους γε δὴ τῶν δήμων γεγονότας. Γλαυκίας δ´ ὁ ῥήτωρ καὶ τὸ δεξιὸν κέρας Αἰαντίδαις τῆς ἐν Μαραθῶνι παρατάξεως ἀποδοθῆναι, ταῖς Αἰσχύλου τὴν μεθορίαν ἐλεγείαις πιστούμενος, ἠγωνισμένου τὴν μάχην ἐκείνην ἐπιφανῶς· ἔτι δὲ καὶ Καλλίμαχον ἀπεδείκνυεν τὸν πολέμαρχον ἐξ ἐκείνης ὄντα τῆς φυλῆς, ὃς αὑτόν τε παρέσχεν ἄριστον ἄνδρα καὶ τῆς μάχης μετά γε Μιλτιάδην αἰτιώτατος κατέστη σύμψηφος ἐκείνῳ γενόμενος. Ἐγὼ δὲ τῷ Γλαυκίᾳ προσετίθην, ὅτι καὶ τὸ ψήφισμα, καθ´ ὃ τοὺς Ἀθηναίους ἐξήγαγεν, τῆς Αἰαντίδος φυλῆς πρυτανευούσης γραφείη, καὶ ὅτι περὶ τὴν ἐν Πλαταιαῖς μάχην εὐδοκιμήσειεν ἡ φυλὴ μάλιστα· διὸ καὶ ταῖς Σφραγίτισι Νύμφαις τὴν ἐπινίκιον καὶ πυθόχρηστον ἀπῆγον Αἰαντίδαι θυσίαν εἰς Κιθαιρῶνα, τῆς πόλεως τὸ ἱερεῖον καὶ τὰ ἄλλα παρεχούσης αὐτοῖς.

« Ἀλλ´ ὁρᾷς » ἔφην ‘ὅτι πολλὰ καὶ ταῖς ἄλλαις φυλαῖς ὑπάρχει, καὶ πρώτην γε τὴν ἐμὴν ἴστε δὴ τὴν Λεοντίδα μηδεμιᾷ δόξης ὑφιεμένην. Σκοπεῖτε δή, μὴ πιθανώτερον λέγεται τὸ παραμύθιον τοῦ ἐπωνύμου τῆς φυλῆς καὶ παραίτησιν εἶναι τὸ γινόμενον· οὐ γὰρ εὔκολος ἐνεγκεῖν ἧτταν ὁ Τελαμώνιος, ἀλλ´ οἷος ἀφειδεῖν πάντων ὑπ´ ὀργῆς καὶ φιλονεικίας· ἵν´ οὖν μὴ χαλεπὸς ᾖ μηδ´ ἀπαραμύθητος, ἔδοξε τῆς ἥττης ἀφελεῖν τὸ δυσχερέστατον, εἰς τὴν ἐσχάτην χώραν μηδέποτε τὴν φυλὴν αὐτοῦ καταβαλόντας. »