Βίος Ομήρου (Vita Scorialensis II)
←Scorialensis I | Vita Scorialensis II Συγγραφέας: Βίοι Ομήρου |
Romana→ |
Βιογράφοι. Vitarum scriptores graeci minores. Edidit Antonius Westermann. Brunsvigae, 1845, σελ. 28-30. |
Αυτός ο βίος μεταδίδεται, μαζί με τo Scorialensis I, σε περίπου είκοσι χειρόγραφα της Ιλιάδας, με το αρχαιότερο να είναι ο κώδικας του 11ου αιώνα Scorialensis Ω.1.12, που τους έδωσε την ονομασία Vitae Scorialenses. Αυτό είναι πολύ μακρύτερο από το πρώτο, και έχει μεγαλύτερο ενδιαφέρον.[1]
[1] Ὅμηρος ὁ ποιητὴς πατρὸς μὲν ἦν Μέλητος, μητρὸς δὲ Κριθηίδος, τὸ δὲ γένος κατὰ μὲν Πίνδαρον Σμυρναῖος, κατὰ δὲ Σιμωνίδην Χῖος, κατὰ δ᾽ Ἀντίμαχον καὶ Νίκανδρον Koλοφώνιος, κατὰ δὲ Βακχυλίδην καὶ Ἀριστοτέλην τὸν φιλόσοφον Ἰήτης, κατὰ δ᾽ Ἔφορον καὶ τοὺς ἱστορικοὺς Κυμαῖος, κατὰ δ᾽ Ἀρίσταρχον καὶ Διονύσιον τὸν Θρᾷκα Ἀθηναῖος. τινὲς δὲ καὶ Σαλαμίνιον αὐτὸν εἶναί φασιν, ἄλλοι δ᾽ Ἀργεῖον· ἄλλοι δ᾽ Αἰγύπτιον ἀπὸ Θηβῶν.
[2] τοῖς δὲ χρόνοις κατὰ μέν τινας πρὸ τῆς τῶν Ἡρακλειδῶν ἐγένετο καθόδου, ὥστε ἕνεκεν τούτου γιγνώσκεσθαι ὑπ᾿ αὐτοῦ τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας· τὰ γὰρ ἀπὸ τῶν Τρωικῶν ἐπὶ τὴν κάθοδον τῶν Ἥρακλειδῶν π' ἔτη. τοῦτο δ᾽ ἀπίθανον ὑπάρχει· καὶ γὰρ αὐτὸς ὁ Ὅμηρος ὑστεροῦντα πολλοῖς χρόνοις ἑαυτὸν ἀποδείκνυσι λέγων·[2]
- ἡμεῖς δὲ κλέος οἷον ἀκούομεν, οὐδέ τε ἴδμεν.
τινὲς δὲ λέγουσιν αὐτὸν τῆς Ἰωνικῆς ἀποικίας ἀπολείπεσθαι ἔτεσιν ρν'.
[3] οὐδὲν δ᾽ αὐτοῦ θετέον ἔξω τῆς Ἰλιάδος καὶ τῆς Ὀδυσσείας, ἀλλὰ καὶ τοὺς ὕμνους καὶ τὰ λοιπὰ τῶν εἰς αὐτὸν φερομένων ποιημάτων ἡγητέον ἀλλότρια καὶ τῆς φύσεως καὶ τῆς δυνάμεως ἕνεκα. τινὲς δ᾽ αὐτοῦ φασιν εἶναι καὶ τὰ φερόμενα δύο γράμματα, τήν τε Βατραχομυομαχίαν καὶ τὸν Μαργίτην.
[4] τὰ δὲ ποιήματα αὐτοῦ τὰ ἀληθῆ σποράδην πρότερον ἀδόμενα Πεισίστρατος Ἀθηναῖος συνέταξεν, ὡς δηλοῖ τὸ φερόμενον ἐπίγραμμα Ἀθήνησιν ἐπιγεγραμμένον ἐν εἰκόνι αὐτοῦ τοῦ Πεισιστράτου. ἔχει δ᾽ ὧδε·
- τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε
- δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο,
- τὸν μέγαν ἐν βουλαῖς Πεισίστρατον, ὃς τὸν Ὅμηρον
- ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον·
- ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης,
- εἴπερ Ἀθηναῖοι Σμύρναν ἐπῳκίσαμεν.
- τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε
[5] πλανηθέντα δὲ τὸν Ὅμηρον ἐν Ἰθάκῃ πολύν φασι διατρῖψαι χρόνον· καὶ πολλὰς χώρας ἀμείψαντα ὕστερον ἐν Ἴῳ τῇ νήσῳ τελευτῆσαι ἐκ τοιᾶσδε αἰτίας. καθημένον γάρ ποτε τοῦ Ὁμήρου ἐν αἰγιαλῷ, τυφλοῦ αὐτοῦ ὄντος αἰσθέσθαι ἁλιεῖς παρερχομένους· πρὸς οὖς εἶπεν,
- ἄνδρες ἀπ᾿ Ἀρκαδίης ἁλιήτορες, ἦ ῥ᾽ ἔχομέν τι;
τοὺς δ᾽ ἀποκριθέντας εἰπεῖν,
- ὅσσ᾽ ἕλομεν λιπόμεσθ᾿, ὅσα δ᾽ οὐχ ἕλομεν φερόμεσθα.
τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. ἐπειδὴ γὰρ οὐδὲν ἦσαν ἔχοντες τότ᾿ ἐξ ἁλείας, ἐφρθειρίζοντο, καὶ οὓς μὲν ἔλαβον ἐκ τῶν φθειρῶν, φονεῦσαι καὶ μὴ ἔχειν, οὓς δ᾽ οὐκ ἔλαβον, ἐν τῇ ἐσθῆτι περιφέρειν. οὐ νοήσας δὲ τὸ λεγόμενον ἀπὸ θλίψεως ἐτελεύτησεν ἐν Ἴῳ τῇ νήσῳ. ἔθαψαν δ᾽ αὐτὸν μεγαλοπρεπῶς οἱ Ἰῆται, χαράξαντες ἐπὶ τῷ τάφῳ τὸ ἐπίγραμμα τοῦτο παρ᾿ αὐτοῦ ζῶντος ἔτι γεγραμμένον εἰς αὑτόν·
- ἐνθάδε τὴν ἱερὴν κεραλὴν κατὰ γαῖα καλύπτει,
- ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.
Σημειώσεις
Επεξεργασία- ↑ West, Martin L. (2003). Homeric hymns. Homeric apocripha. Lives of Homer, LOEB Classical Library, σελ. 308.
- ↑ Ιλιάδα, β 486.