Vita Romana
Συγγραφέας:
Βίοι Ομήρου
Vitae Homeri et Hesiodi in usum scholarum. Edidit Udalricus de Wilamowitz-Moellendorf. Bonn: A. Marcus und E. Weber's Verlag, 1916, σελ. 30-32.


Αυτός ο βίος μεταδίδεται σε ορισμένα χειρόγραφα της Ιλιάδας, με το αρχαιότερο να είναι ο κώδικας του 11ου αιώνα Romanus Z, που του έδωσε την ονομασία Vita Romana; είναι το αρχαιότερο χειρόγραφο των λεγόμενων Δ-σχόλιων.[1] Η έκδοση του Westermann[2] είναι ελλιπής: στερείται 1ης και 3ης παραγράφου, και η 2η, η 5η και η 6η είναι συντετμημένοι.

[1] Τὸ μὲν ἄντικρυς εἰπεῖν διισχυρισάμενον τήνδε τινὰ σαφῶς εἶναι τὴν Ὁμήρου γένεσιν ἢ πόλιν χαλεπόν, μᾶλλον δὲ ἀδύνατον εἶναι νομίζω· ἀναγκαῖον δὲ καταριθμῆσαι τὰς ἀντιποιουμένας τῆς γενέσεως αὐτοῦ πόλεις, τό τε γένος ἐξειπεῖν τὸ ἀμφισβητήσιμον τοῦ ποιητοῦ.

[2] Ἀναξιμένης μὲν οὖν καὶ Δαμάστης καὶ Πίνδαρος ὁ μελοιποιὸς Χῖον αὐτὸν ἀποφαίνονται καὶ Θεόκριτος ἐν τοῖς ἐπιγράμμασιν. ὁ δὲ Δαμάστης καὶ δέκατον αὐτὸν ἀπὸ Μουσαίου φησὶ γεγονέναι· Ἱππίας δ' αὖ και Ἔφορος Κυμαῖον· ὁ δ' Ἔφορος καὶ εἰς Χαρίφημον ἀνάγει τὸ γένος αὐτοῦ, ὁ δὲ Χαρίφημος οὗτος Κύμην ᾤκισε· Τιμόμαχος δὲ καὶ Ἀριστοτέλης ἐξ Ἴου τῆς νήσου. κατὰ δ' Ἀντίμαχον Κολοφώνιος, κατὰ δὲ Στησίμβροτον τον Θάσιον Σμυρναῖος, κατὰ Φιλόχορον δ' Αργεῖος, κατὰ Καλλικλέα[3] δὲ τῆς ἐν Κύπρῳ Σαλαμῖνος. Ἀριστόδημος δ' ὁ Νυσαεὺς Ῥωμαῖον αὐτὸν ἀποδείκνυσιν ἐκ τινῶν ἐθῶν παρὰ Ῥωμαίοις μόνον γινομένων, τοῦτο μὲν ἐκ τῆς τῶν πεσσῶν παιδιᾶς, τοῦτο δὲ ἐκ τοῦ ἐξανίστασθαι τῶν θάκων τοὺς ἥσσονας τοῖς βελτίστοις ἑκόντας, ἃ καὶ νῦν ἔτι φυλάσσεται παρὰ Ῥωμαίοις ἔθη. ἄλλοι δ' Αἰγύπτιον αὐτὸν εἶπον διὰ τὸ [ἠ] παράγειν τοὺς ἥρωας ἐκ στόματος ἀλλήλους φιλοῦντας, ὅπερ ἐστὶν ἔθος τοῖς Αἰγυπτίοις ποιεῖν.

[3] πατρὸς δὲ κατὰ μὲν Στησίμβροτόν ἐστι Μαίονος τοῦ Ἀπέλλιδος καὶ μητρὸς Ὑρνηθοῦς ἢ Κρηθηίδος, κατὰ δὲ Δείναρχον Κρήθωνος, κατὰ δὲ Δημοκρίνην Ἀλήμονος, κατὰ δὲ τοὺς πλείστους Μέλητος τοῦ κατὰ Σμύρναν ποταμοῦ, ὃς ἐπ' ὀλίγον ῥέων εὐθέως εἰς τὴν παρακειμένην θάλασσαν ἐκδίδωσιν. Ἀριστοτέλης δὲ ἱστορεῖν φησιν Ἰήτὰς ἔκ τινος δαίμονος γεγενῆσθαι τὸν Ὅμηρον ταῖς Μούσαις συγχορεύσαντος.

[4] περὶ δὲ τῶν χρόνων καθ' οὓς ἤκμασεν ὧδε λέγεται. Ηρακλείδης μὲν οὖν αὐτὸν ἀποδείκνυσι πρεσβύτερον Ἡσιόδου, Πύρανδρος[4] δὲ καὶ Ὑψικράτης ὁ Ἀμισηνὸς ἡλικιώτην. Κράτης δ' ὁ Μαλλώτης μεθ' ἑξήκοντα ἔτη τοῦ Ἰλιακοῦ πολέμου φησὶν ἀκμάσαι, Ἐρατοσθένης δὲ μεθ᾿ ἑκατὸν τῆς Ἰώνων ἀποικίας, Ἀπολλόδωρος δὲ μετ' ὀγδοήκοντα.

[5] ἐκαλεῖτο δ' ἐκ γενετῆς Μελησιγένης ἢ Μελησαγόρας, αὖθις δ' Ὅμηρος ἐλέχθη κατὰ τὴν Λεσβίων διάλεκτον, ἕνεκεν τῆς περὶ τοὺς ὀφθαλμοὺς συμφορᾶς, οὗτοι γὰρ τοὺς τυφλοὺς ὁμήρους λέγουσιν, ἢ διότι παῖς ὢν ὅμηρον ἐδόθη βασιλεῖ, ὅ ἐστιν ἐνέχυρον. τυφλωθῆναι δ' αὐτὸν οὕτω πως λέγουσιν· ἐλθόντα γὰρ ἐπὶ τὸν Ἀχιλλέως τάφον εὔξασθαι θεάσασθαι τὸν ἥρωα τοιοῦτον ὁποῖος προῆλθεν ἐπὶ τὴν μάχην τοῖς δευτέροις ὅπλοις κεκοσμημένος· ὀφθέντος δ' αὐτῷ τοῦ Ἀχιλλέως τυφλωθῆναι τὸν Ὅμηρον ὑπὸ τῆς τῶν ὅπλων αὐγῆς, ἐλεηθέντα δ' ὑπὸ Θέτιδος καὶ Μουσῶν τιμηθῆναι πρὸς αὐτῶν τῇ ποιητικῇ. ἄλλοι δέ φασι τοῦτο αὐτὸν πεπονθέναι διὰ μῆνιν τῆς Ἑλένης ὀργισθείσης αὐτῷ διότι εἶπεν αὐτὴν καταλελοιπέναι μὲν τὸν πρότερον ἄνδρα, ἠκολουθηκέναι δ' Ἀλεξάνδρῳ· οὕτως γοῦν ... ὅτι καὶ παρέστη αὐτῷ, φησὶν, νυκτὸς ἡ ψυχὴ τῆς ἡρωίνης παραινοῦσα καῦσαι τὰς ποιήσεις αὐτοῦ ...[5] εἰ τοῦτο ποιήσοι †πρόσχοι.[6] τὸν δὲ μὴ ἀνασχέσθαι ποιῆσαι τοῦτο.

[6] ἀποθανεῖν δ' αὐτὸν λέγουσιν ἐν Ἴῳ τῇ νήσῳ ἀμηχανίαι περιπεσόντα ἐπειδήπερ τῶν παίδων τῶν ἁλιέων οὐχ οἷός τ' ἐγένετο αἴνιγμα λῦσαι. ἔστι δὲ τοῦτο

ἅσσ' ἕλομεν λιπόμεσθ', ἅσσ' οὐχ ἕλομεν φερόμεσθα.

καὶ αὐτοῦ ἐπὶ τῷ τάφῳ ἐπιγέγραπται ἐπίγραμμα

ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.

Σημειώσεις Επεξεργασία

  1. West, Martin L. (2003). Homeric hymns. Homeric apocripha. Lives of Homer, LOEB Classical Library, σελ. 308.
  2. Βιογράφοι. Vitarum scriptores graeci minores. Edidit Antonius Westermann. Brunsvigae, 1845, σελ. 30-31.
  3. FGrHist 758.
  4. Westermann, Allen και West; Wilamowitz: †ύρανδρος.
  5. West: καλῶς δὲ.
  6. Allen και West: πράξοι.