Βατραχομυομαχία
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. Μικρό εύθυμο έπος που αποτελεί παρωδία της Ιλιάδας του Ομήρου. Αφηγείται ένα λυσσαλέο πόλεμο μεταξύ των βατράχων ενός έλους και των γύρω ποντικών.
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος
ἐλθεῖν εἰς ἐμὸν ἧτορ ἐπεύχομαι εἵνεκ’ ἀοιδῆς,
ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι 5
πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,
ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δ’ ἔχεν ἀρχήν.
Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,
πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον, 10
ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε
λιμνόχαρις πολύφημος, ἔπος δ’ ἐφθέγξατο τοῖον·
Ξεῖνε τίς εἶ; πόδεν ἦλθες ἐπ’ ἠϊόνας; τίς ὁ φυσάς;
πάντα δ’ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.
εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω· 15
δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.
εἰμὶ δ’ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην
τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·

καί με πατὴρ Πηλεὺς ἀνεδρέψατο, Ὑδρομεδούσῃ
μιχθεὶς ἐν φιλότητι παρ’ ὄχθας Ἠριδανοῖο. 20
καὶ σὲ δ’ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,
σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισιν μαχητὴν
ἔμμεναι· ἀλλ’ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.
Τὸν δ’ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·
τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δ’ ἐν ἅπασιν 25
ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.
Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος
Τρωζάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ
Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.
γείνατο δ’ ἐν καλύβῃ με καὶ ἐξεθρέψετο βροτοῖς, 30
σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.
πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;
σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε
ὅσσα παρ’ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει
ἄρτος τρισκοπάνιστος ἀπ’ εὐκύκλου κανέοιο, 35
οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,
οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,
οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,
οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,
οὐδ’ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι, 40
κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαπτοῖσιν.

[οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν,
ἀλλ’ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.
ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα,
ἀλλ’ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω, 45
καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα,
νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο.
ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπ’ αἶαν,
κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν,
καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος· 50
πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη,
ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει.]
οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,
οὐ σεύτλοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις·
ταῦτα γὰρ ὑμέτερ’ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην. 55
Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα·
Ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν
πολλὰ μάλ’ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματ’ ἰδέσθαι.
ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,
σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι, 60
στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.
εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·
βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτ’ ὀλίσθῃς,

ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.
Ὣς ἄρ’ ἔφη καὶ νῶτ’ ἐδίδου· ὁ δ’ ἔβαινε τάχιστα 65
χεῖρας ἔχων τρυφεροῖο κατ’ αὐχένος ἅμματι κούφῳ.
καὶ πρῶτον μὲν ἔχαιρεν ὅτ’ ἔβλεπε γείτονας ὅρμους,
νήξει τερπόμενος Φυσιγνάθου· ἀλλ’ ὅτε δή ῥα
κύμασι πορφυρέοις ἐπεκλύζετο πολλὰ δακρύων
ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας, 70
καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἥτορ
πάλλετ’ ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθ’ ἱκέσθαι·
δεινὰ δ’ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ.
οὐρὴν πρῶτ’ ἐπλάσ’ ἐφ’ ὕδασιν ἠΰτε κώπην
σύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι 75
ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δ’ ἐβώστρει·
καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τ’ ἀγόρευσεν·
Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτος
ταῦρος ὅτ’ Εὐρώπην διὰ κύματος ἦγ’ ἐπὶ Κρήτην
ὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον 80
βάτραχος ὑψώσας ὠχρὸν δέμας ὕδατι λευκῷ.
Ὕδρος δ’ ἐξαπίνης ἀνεφαίνετο, πικρὸν ὅραμα

ἀμφοτέροις· ὀρθὸν δ’ ὑπὲρ ὕδατος εἶχε τράχηλον.
τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας
οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν. 85
δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.
κεῖνος δ’ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐδὺς ἐφ’ ὕδωρ,
καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.
πολλάκι μὲν κατέδυνεν ὑφ’ ὕδατι, πολλάκι δ’ αὖτε
λακτίζων ἀνέδυνε· μόρον δ’ οὐκ ἦν ὑπαλύξαι. 90
δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ’ αὐτῷ·
ὕδασι δ’ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·
Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,
ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.
οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε 95
παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλά πλανήσας
εἰς ὕδωρ μ’ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.
[ποινὴν ἀντέκτισίν τ’ ἀρθὴν ὅς κ’ ἀποδώσει 97α
ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδ ὑπαλύξεις]
Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδεν
Λειχοπίναξ ὄχδῃσιν ἐφεζόμενος μαλακῇσιν· 100
[καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν] 100α

δεινὸν δ’ ἐξολόλυξε, δραμὼν δ’ ἤγγειλε μύεσσιν.
ὡς δ’ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.
καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευον ὑπ’ ὄρθρον
κηρύσσειν ἀγορὴν ἐς δώματα Τρωξάρταο,
πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην 105
ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρ’ ὄχθαις
ἦν ἤδη τλήμων, μέσσῳ δ’ ἐπενήχετο πόντῳ.
ὡς δ’ ἦλθον σπεύδοντες ἅμ’ ἠοῖ, πρῶτος ἀνέστη
Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·
Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα 110
ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.
εἰμὶ δ’ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα·
καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα
ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.
τὸν δ’ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν 115
καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,
[ἣν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν.]
ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,
τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.
ἀλλ’ ἄγεθ’ ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπ’ αὐτούς120
σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισιν.

Ταῦτ’ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.
καὶ τοὺς μέν ῥ’ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς·
κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς,
ῥήξαντες κυάμους χλωρούς, εὖ δ’ ἀσκήσαντες, 125
οὓς αὐτοὶ διὰ νυκτός ἐπιστάντες κατέτρωξαν.
θώρηκας δ’ εἶχον καλαμορραφέων ἀπὸ βυρσῶν,
οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.
ἀσπὶς δ’ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη
εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος· 130
ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.
Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δ’ ἐνόησαν
βάτραχοι ἐξανέδυσαν ἀφ’ ὕδατος, ἐς δ’ ἕνα χῶρον
ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.
σκεπτομένων δ’ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος, 135
κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,
Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,
ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·
Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν
εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. 140
εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν
ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε

οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.
Ὣς εἰπὼν ἀπέφηνε· λόγος δ’ εἰς οὔατα πάντων
εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγέρωχων· 145
μεμφομένων δ’ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·
Ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον
ὀλλύμενον· πάντως δ’ ἐπνίγη παίζων παρὰ λίμνην,
νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι
νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλ’ ἄγε βουλὴν 150
ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.
τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
σώματα κοσμήσαντες ἔνοπλοι στῶμεν ἅπαντες
ἅκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χώρος·
ἡνίκα δ’ ὁρμηθέντες ἐφ’ ἡμέας ἐξέλθωσι, 155
δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ,
ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν.
οὕτω γὰρ πνίξαντες ἐκείνους τοὺς ἀκολύμβους
στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.
Ὣς εἰπὼν συνέπεισε καθοπλίζεσθαι ἅπαντας. 160
φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,
θώρηκας δ’ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,
φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν,
ἔγχος δ’ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,

καὶ ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα. 165
φραξάμενοι δ’ ἔστησαν ἐπ’ ὄχθαις ὑψηλαῖσι
σείοντες λόγχας, θυμοῦ δ’ ἔμπλητο ἕκαστος.
Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,
καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,
πολλοὺς καὶ μεγάλους ἠδ’ ἔγχεα μακρὰ φέροντας, 170
[ὡς βατράχων στρατὸς ἔβρεμεν εὖτε γιγάντων] 170α
[καὶ μῦες κενταύρων μεγαλαύχων ἦσαν ὁμοῖοι] 170β
οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,
ἡδὺ γελῶν ἐρέειυε· τίνες βατράχοισιν ἀρωγοὶ
ἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν·
Ὦ θύγατερ, μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ;
καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες 175
κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.
Ὣς ἄρ’ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·
ὦ πάτερ οὐκ ἂν πώ ποτ’ ἐγὼ μυσὶ τειρομένοισιν
ἐλθοίμην ἐπαρωγός, ἐπεὶ κακὰ πολλὰ μ’ ἔοργαν
στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ’ ἐλαίου. 180
τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν.
πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσα
ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα,

καὶ τρώγλας τ’ ἐμποίησαν· ὁ δ’ ἠπητής μοι ἐπέστη
καὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν. 185
χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.
ἀλλ’ οὐδ’ ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω.
εἰσὶ γὰρ οὐδ’ αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴην
ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,
ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες 190
οὐδ’ ὀλίγον καταμῦσαι· ἐγὼ δ’ ἄϋπνος κατεκείμην·
τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ.
ἀλλ’ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,
μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι·
εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι· 195
πάντες δ’ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.
Ὣς ἄρ’ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντ’ ἄλλοι,
πάντες δ’ αὖτ’ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.
καὶ τότε κώνωπες μεγάλας σάλπιγγος ἔχοντες
δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανώθεν δὲ 200
Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.

Πρῶτος δ’ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ
ἑσταότ’ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·
κὰδ δ’ ἔπεσεν πρηνής, ἁπαλὰς δ’ ἐκόνισεν ἐθείρας.
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 205
Τρωγλίτης δὲ μετ’ αὐτὸν ἀκόντισε Πηλείωνος,
πῆξεν δ’ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα
εἷλε μέλας θάνατος, ψυχὴ δ’ ἐκ σώματος ἔπτη.
Σευτλαῖον δ’ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος,
[Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· 210
ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη.
Λιμνόχαρις δ’ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,
Τρωγλοδύτην ἁπαλοῖο δι’ αὐχένος τρῶσεν ἐπιφθὰς
πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκόττος ὄσε κάλυψε· 213α
Ὠκιμίδην δ’ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ
οὐδ’ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δ’ ἐνόησε 215
Λειχήνωρ δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
καὶ βάλεν, οὐδ’ ἀφάμαρτε καθ’ ἧπαρ· ὡς δ’ ἐνόησε
Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις.
ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης ἀλλ’ ἤλασεν αὐτόν·
κάππεσε δ’, οὐκ ἀνένευσεν, ἐβάπτετο δ’ αἵματι λίμνη 220
πορφυρέῳ, αὐτὸς δὲ παρ’ ἠιόν’ ἐξετανύσθη,
χορδῇσιν λιπαρῇσί τ’ ἐπορνύμενος λαγόνεσσιν.]

Τυροφάγον δ’ αὐτῇσιν ἐπ’ ὄχθαις ἐξενάριξεν.
Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,
ἥλατο δ’ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας. 225
Λιτραῖον δ’ ἀρ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,
[Ὑδρόχαρις δ’ ἔπεφνεν Πτερνοφάγον βασιλῆα,]
χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ
ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’ αἵματι γαῖα.
Λειχοπίναξ δ’ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην, 230
ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἑόντα,
ἐν λίμνῃ δ’ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.
Ψιχάρπαξ δ’ ἤμυν’ ἑτάρου περὶ τεθνειώτος
καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ, 235
πῖπτε δὲ οἱ πρόσθεν, ψυχὴ δ’ Ἀϊδόσδε βεβήκει.
Κραμβοβάτης δ’ ἐσιδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’ αὐτόν,
καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.
ὠργίσθη δ’ ἄρ’ ἐκεῖνος, ἑλὼν δ’ ἄρα χειρὶ παχείῃ
κείμενον ἐν δαπτέδῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης, 240

τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθη
κνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσι.
Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν,
τύψε δὲ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δὲ οἱ εἴσω
ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα 245
ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ.
Τρωγλοδύτης δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο,
σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’ αἰνῶς·
ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.
Τρωξάρτης δ’ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον. 250
[ἔσχατος δ’ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δ’ αἰνῶς.]
Πρασσαῖος δ’ ὡς εἶδεν ἔθ’ ἡμίπνουν προπεσόντα,
ἦλθε διὰ προμᾶχων καὶ ἀκόντισεν ὀξύσχοινον·
οὐδ’ ἔρρηξε σάκος, σχέτο δ’ αὐτοῦ δουρὸς ἀκωκή·
οὐδ’ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον 255
δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,
ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ ὅμιλον·
ὥρμησεν δ’ ἄρ’ ἐπ’ αὐτόν· ὁ δ’ ὡς ἴδεν οὐχ ὑπέμεινεν.
ἥρωας κρατερούς, ἀλλ’ ἔδυνε βένθεσι λίμνης.

Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων, 260
Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·
[μεριδάρπαξ ὅρχάμενος μιμούμενος αὐτὸν ἄρηα] 261α
[ὃς μόνος ἐν μύεσσιν ἀρίστευεν καθ’ ὄμιλον] 261β
οἴκαδ’ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδ’ ἐκέλευεν·
[αὐτὸς δ’ ἑστήκει γαυρούμενος κατὰ λίμνην.] 262α
οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει,
ἀγχοῦ δ’ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι
καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας 265
φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·
οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην.
καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,
εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
καὶ τότ’ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων, 270
κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·
Ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
[οὐ μικρὸν πλήσσει μεριδάρπαξ ὃς κατὰ λίμνην]

Ἄρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχιστα
Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα, 275
οἵ μιν ἐπισχήσουσιν μάχης κροπερόν περ ἐόντα.
Ὣς ἄρ’ ἔφη Κρονίδης· Ἄρης δ’ ἀπαμείβετο μύθῳ·
οὔτ’ ἄρ’ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος
ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον 280
[κινείσθω μέγα τιτανοκτόνον ὀβριμοεργὸν]
[ᾦ Τιτᾶνας πέφνες ἄριστους ἔξοχα πάντων] 281α
κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος, 284
ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα 282
καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων. 283
Ὣς ἄρ’ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν 285
πρῶτα μὲν ἐβρόντησε, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. 286
[αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον
ἧκ’ ἐπιδινήσας· ὁ δ’ ἄρ’ ἔπτατο χειρὸς ἄνακτος]
πάντας μέν ῥ’ ἐφόβησε βαλὼν βατράχους τε μύας τε· 289
ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μυῶν στράτος, ἀλλ’ ἔτι μᾶλλον 290
ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,

εἰ μὴ ἀπ’ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,
ὅς ῥα τότ’ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν·
Ἦλθον δ’ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,
λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι, 295
ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοίς,
βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται
καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον
ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι. 300
τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδ’ ἔτ’ ἔμειναν,
ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δ’ ἥλιος ἤδη,
καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.