Ομήρου επιγράμματα
Επιγράμματα που αποδίδονται στον Όμηρο |
Επιγράμματα που αναπαράγονται στην Ψευδο-Ηρόδοτοu Βίο του Ομήρου και σε άλλες πηγές. |
Αυτά τα 17 επιγράμματα αποδίδονταν στον Όμηρο κατά την αρχαιότητα. Όλα σώζονται στον Ψευδο-Ηρόδοτοu Βίο του Ομήρου. Επίσης, τα επιγράμματα 3, 13 και 17 περιλαμβάνονται στον Αγώνα Ομήρου και Ησιόδου, το επίγραμμα 1 περιλαμβάνεται σε ορισμένα χειρόγραφα των Ομηρικών Ύμνων, και μερικά περιλαμβάνονται επίσης στην Παλατινή Ανθολογία και στην Ανθολογία του Πλανούδη.[1]
- αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,
- οἳ πόλιν αἰπεινήν, Κύμης ἐριώπιδα κούρην,
- ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο,
- ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο
- Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.[2]
- αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·
- τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.[3]
- χαλκῆ παρθένος εἰμί͵ Μίδα δ΄ ἐπὶ σήματι κεῖμαι.
- ἔστ΄ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ͵
- ἠέλιός τ᾿ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,
- αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ͵
- ἀγγελέω παριοῦσι͵ Μίδας ὅτι τῇδε τέθαπται.[4]
- οἵῃ μ᾿ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,
- νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων,
- ᾗ ποτ᾿ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο
- λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
- ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,
- Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον,
- ἥν τε δι᾿ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος.
- ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα,
- ἠθελέτην κληῖσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν·
- οἱ δ᾿ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς,
- ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,
- ὅς σφιν ὀνειδείῃσιν ἐμὸν διεμήσατο πότμον.
- κῆρα δ᾿ ἐγὼ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,
- τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ.
- οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς
- Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
- δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα.[5]
- Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,
- οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.[6]
- κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε,
- εὐρυχόρου μεδέων ἠδὲ ζαθέου Ἑλικῶνος,
- δὸς δ᾿ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
- ναύταις, οἳ νηὸς πομποὶ ἠδ᾿ ἀρχοὶ ἔασι,
- δὸς δ᾿ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος
- αἰδοίων μ᾿ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι·
- φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας
- ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.[7]
- πότνια γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,
- ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,
- τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾿, οἷς ἐχολώθης.[8]
- ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ,
- πτωκάσιν αἰθυίῃσι βίον δύσζηλον ἔχοντες,
- αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
- δεινὴ γὰρ μετ᾿ ὄπις ξενίου Διός, ὅς κ᾿ ἀλίτηται.[9]
- ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος·
- ἀλλ᾿ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται.[10]
10
Επεξεργασία- ἄλλη τίς σου, πεύκη, ἀμείνονα καρπὸν ἵησιν
- Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,
- ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
- ἔσσεται, εὖτ᾿ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.[11]
11
Επεξεργασία- Γλαῦκε, βοτῶν ἐπιόπτα, ἐπός τί τοι ἐν φρεσὶ θήσω·
- πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ᾿ αὐλείῃσι θύρῃσι
- δοῦναι· ὥς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
- ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.[12]
12
Επεξεργασία- κλῦθί μοι εὐχομένῳ, Κουροτρόφε, δὸς δὲ γυναῖκα
- τήνδε νέων μὲν ἀνήνασθαι φιλότητα καὶ εὐνήν·
- ἡ δ᾿ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
- ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾶ.[13]
13
Επεξεργασία- ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
- ἵπποι δ᾿ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης,
- χρήματα δ᾿ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
- ἥμενοι εἰν ἀγορῇ κόσμος τ᾿ ἄλλοισιν ὁρᾶσθαι·
- αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.[14]
14
Επεξεργασία- εἰ μὲν δώσετε μισθόν, ἀείσω, ὦ κεραμῆες.
- δεῦρ᾿ ἄγ᾿ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου.
- εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα,
- φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
- πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ᾿ ἀγυιαῖς,
- πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι.
- ἢν δ᾿ ἐπ᾿ ἀναιδείην τρεφθέντες ψεύδε᾿ ἄρησθε,
- συγκαλέω δ᾿ ἤπειτα καμίνῳ δηλητῆρας,
- Σύντριβ᾿ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
- Ὠμόδαμόν θ᾿, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζει.
- πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
- πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
- ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
- πάντ᾿ ἔντοσθ᾿ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα.
- δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
- ἄγρια φάρμακα βάλλε, κάκου δ᾿ αὐτούς τε καὶ ἔργα.
- δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
- οἵ θ᾿ Ἡρακλείους χεῖρας φύγον, οἵ τ᾿ ἀπόλοντο,
- τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
- αὐτοὶ δ᾿ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
- γηθήσω δ᾿ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
- ὃς δέ χ᾿ ὑπερκύψῃ, περὶ τούτου πᾶν τὸ πρόσωπον
- φλεχθείη, ὡς πάντες ἐπίσταιντ᾿ αἴσιμα ῥέζειν.[15]
15
Επεξεργασία- δῶμα προσετραπόμεσθ᾿ ἀνδρὸς μέγα δυναμένοιο,
- ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί.
- αὐταὶ ἀνακλίνεσθε, θύραι· πλοῦτος γὰρ ἔσεισι
- πολλός, σὺν πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
- εἰρήνη τ᾿ ἀγαθή. ὅσα δ᾿ ἄγγεα, μεστὰ μὲν εἴη,
- κυρβαίη δ᾿ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα·
- τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράκα βήσεται ὔμμιν,
- ἡμίονοι δ᾿ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα,
- αὐτὴ δ᾿ ἱστὸν ὑφαίνοι ἐπ᾿ ἠλέκτρῳ βεβαυῖα.
- νεῦμαί τοι, νεῦμαι, ἐνιαύσιος, ὥστε χελιδὼν
- ἕστηκ᾿ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ' αἶψα.
- ὑπέρ σε τὠπόλλωνος, ὦ γύναι τι δός·
- εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν·
- οὐ γὰρ συνοικήσοντες ἐνθάδ᾿ ἤλθομεν.[16]
16
Επεξεργασία- τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε,
- οὔτε βαθυκλήρων οὔτ᾿ ἄσπετα μῆλα νεμόντων.[17]
17
Επεξεργασία- ἄνδρες ἀπ' Ἀρκαδίης θηρήτορες, ἦ ῥ' ἔχομέν τι;
- ὅσσ' ἕλομεν λιπόμεσθα, ὅσ' οὐχ ἕλομεν φερόμεσθα.[18]
Σημειώσεις
Επεξεργασία- ↑ Hesiod, The Homeric Hymns and Homerica. With an English translation by Hugh G. Evelyn-White. The LOEB Classical Library, 1914, σελ. xxxix-xl.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 9. Μεταδίδεται και από ορισμένα χειρόγραφα που περιέχουν τους Oμηρικούς Ύμνους.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 11.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 11 = Παλατινή Ανθολογία, VII 153 = Αγώνας Oμήρου και Ησιόδου, 15 = Πλάτων, Φαίδρο, 264d. Αυτό το επίγραμμα έχει αποδοθεί στον Κλεόβουλο της Λίνδου.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 14.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 16.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 17.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 18.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 19.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 19.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 20.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 22.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 30.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 31 = Αγώνας Oμήρου και Ησιόδου, 16.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 32. Αυτό το επίγραμμα έχει αποδοθεί στον Ησιόδο από τον Ιούλιο Πολυδεύκη.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 33.
- ↑ Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 35.
- ↑ Αγώνας Oμήρου και Ησιόδου, 18.