Γλώσσαι/Ο

(Ανακατεύθυνση από Hesychius Ο)
Γλώσσαι
Συγγραφέας:
Ο


Ο
ἄρθρον προτακτικὸν ἀρσενικὸν ἑνικόν. καὶ ἀντὶ ἀρσενικοῦ ὑποτακτικοῦ πτώσεως ὀρθῆς τοῦ ὅς. καὶ ὑποτακτικὸν ἄρθρον οὐδετέρου ὀνόματος. καὶ ἀντὶ ἀναφορικοῦ τοῦ οὗτος (Α 9). καὶ ἀντὶ τοῦ διό (δ 206). καὶ ἀντὶ τοῦ ὅτι (Α 120)
<ὄα>
δένδρον κάρπιμον· καὶ ὁ καρπὸς αὐτοῦ οὕτω καλεῖται. Ὄα καὶ μηλωτή, ὄϊς δὲ τὸ πρόβατον, καὶ ἡ σὺν τοῖς ἐρίοις δορά. ἡ δὲ ἐν τοῖς ἱματίοις ὤα
*<ὁ ἀγελαῖος>
ὁ ἐν ἀγέλῃ διάγων A
†<ὀάνυες>
ἐνέδραι
†<Ὀασεῖς>
δῆμος τῆς Πανδιονίδος φυλῆς
<ὀά>
οἴμοι
<ὀάριζε>
ὡμίλει (Ζ 516)
<ὄαρας>
γάμους. οἱ δὲ γυναῖκας
<ὀαρίζειν>
ἄνδρας καὶ γυναῖκας ὁμιλεῖν· "παρθένος ἠίθεός τ' ὀαρί- ζετον ἀλλήλοισι" (Χ 128)
<ὀαρίζουσιν>
εἰρηνεύουσιν
<ὀαρισμοί>
*διάλογοι Avg. ἢ ἀνδρὸς καὶ γυναικὸς ὁμιλίαι· <ὄαροι> γὰρ αἱ γυναῖκες (Χ 128)
*<ὀαριστής>
ὁμιλητής. συσχολαστής (τ 179) AS
<ὀαριστύν>
μάχην (Ν 291)
<ὀαριστύς>
*ὁμιλία ASn. ἢ παραλογιστικὴ διήγησις. ἢ ἀδο- λεσχία
*<ὀάρων>
γυναικῶν (Ι 327) ASvgn
<ὄαροι>
αἱ γυναῖκες, ἀπὸ τοῦ συνηρμόσθαι· "ὀάρων ἕνεκα σφε- τεράων" (Ι 327). μῦθοι, λόγοι. βουλεύματα. τινὲς δὲ θιάσους. καὶ παιδιὰν περὶ τὰ ἀφροδίσια
<ὁ Βάκχιος>
ὁ Διόνυσος
*<ὀβελίας ἄρτος>
ὁ ἐπὶ ὀβελίσκου ὀπτώμενος ASvg
<ὀβελίσκοι>
ὀβελοί
<ὀβελοῖς>
ὀβελίσκοις (μ 395)
<ὀβολοί>
*νουμία (AS). καὶ τόκοι AS. καὶ εἴδη νομισμάτων (Prov. 17,6) (ASvg). καὶ ἐν ἄστει δικαστικοὶ μισθοί
<ὀβολοστάτης>
ὀβολοστάτας τοὺς δανειστὰς ἔλεγον. ἐδίδουν δὲ σταθμῷ οἱ δανείζοντες· διὸ ὀβολοστάται προσηγορεύθησαν. τινὲς δὲ τὸ δανείζειν <ἱστάνειν> φασίν (Ar. Nub. 1155)
<ὀβολοστατεῖν>
δανείζειν
<ὀβρικάλοις>
τοῖς τῶν θηρίων ἐκγόνοις (Aesch. Ag. 143)
*<ὀβριμοεργός>
ἰσχυρὰ ἢ μεγάλα ἐργαζόμενος ἔργα, μεγαλο- πράγμων (Ε 403) ASvg
<ὄβριμον>
βαρύ. ἰσχυρόν (Δ 453)
*<ὀβριμοπάτρη>
ἰσχυρὸν πατέρα ἔχουσα (Ε 747) ASn
*<ὄβριμος>
ἰσχυρός. γενναῖος. δυνατός ASvgn. [καὶ <ὀβριμοπά- τρις> λέγεται ὁ ἰσχυρὸς πατήρ]
<ὁ βρισαύχην>
ὁ τὴν αὐχένα βαρῶν (Greg. Naz. c. 1, 2,14, 101) (T)
<ὁ γάρ>
οὗτος γάρ n, οὗτός γε (Α 9)
<ὀγάστωρ>
ὁμογάστωρ
<Ὄγγα Ἀθηνᾶ>
ἐν Θήβαις, ἐπιχώριον ἐπώνυμον ἔχουσα .....
<ὀγδόα>
ἡμιχοίνικον
<ὀγδοαῖον>
θυσία παρὰ Ἀθηναίοις τελουμένη Θησεῖ
<ὅ γε>
οὗτός γε (Α 93 ..)
<Ὄγκας Ἀθηνᾶς>
τὰς Ὠγυγίας πύλας λέγει (Aesch. Sept. 487)
<ὀγκᾶται>
βοᾷ
<ὀγκηθμός>
κραυγὴ ὄνου
<ὀγκίς>
γωνία p. μέγεθος
<ὀγκίαι>
θημῶνες. χώματα. σιδηροθήκη
<ὀγκίον>
ἀγγεῖον, ἐν ᾧ αἱ ἀκίδες. ἢ πλέγμα κιστοειδές, ἐν ᾧ ἀπέκειντο οἱ πελέκεις. εἴρηται δὲ ἀπὸ τοῦ ὄγκου (φ 61)
<ὄγκοι>
αἱ ἐξοχαί, καὶ γωνίαι τῶν ἀκίδων. καὶ πώγωνες τοξικῶν βελῶν (Δ 151)
<ὀγκολογῆσαι>
γογγύσαι
<ὀγκοπελεθίαν>
πελέθου γέμουσαν
<ὄγκος>
φύσημα. ὑπερηφανία. ἔπαρσις. μέγεθος (Hebr. 12,1)
<ὄγκους>
τοὺς πώγωνας τῶν ἀκίδων (Δ 151) A. [ἰσχυρῶς, γενναίως]
<ὀγκοῦται>
φυσιοῦται
<ὀγκύλλεσθαι>
ὑψαυχενεῖν (r). καὶ ἐπαίρεσθαι. καὶ ὄγκον περιβεβλῆσθαι
<ὀγκύλον>
σεμνόν. [γαῦρον r
<ὄγμος>
ἡ ἐφεξῆς φυτεία. μεταφορικῶς δὲ καί, ὅταν πορεύωνται ἐφ' ἕνα τεταγμένοι κατὰ στίχον, <ὄγμον> λέγουσιν. ὁ δὲ τῶν θεριζόντων στίχος <ὀγμεύειν> λέγεται
<ὄγμους>
τοὺς αὔλακας· διὰ τὸ †ὄγμους εἶναι (Σ 546)
<Ὀγχηστός>
πόλις Βοιωτίας (Β 506)
<ὄγχναι>
αἱ ἄπιοι (η 115) (r)
<ὄγχνια>
ἄπιον
<>ὸ γυῖα>
μέλη (Η 6)
*†<ὄγυρον>
ἱμάτιον Ags. [οἱ δὲ μάταιον]
<ὄδα>
φορτία. ἢ ὤνια. οἱ δὲ †<ὀδάβα
<ὄδαγμα>
βρῶμα, ἀντὶ τοῦ ... εἰς τὴν ὁδόν. ἐνεκάθητο γάρ φησι ἐν τοῖς ὁδοῖς
<ὀδαῖον>
πράσιμον r. καὶ εἰς ἐκδημίαν ἐφόδιον. <Δωριεῖς>
<ὀδαίων>
ὠνίων. <ὀδῆσαι> γὰρ τὸ ὠνήσασθαι (θ 163)
<ὀδακτάσαι>
δακεῖν τὴν καρδίαν. ἢ ἀκύρως τὸ τοὺς ὀφθαλμοὺς παρορύξαι
<ὁδαγός>
ὁδηγός s
<ὀδάξ>
τοῖς ὀδοῦσι ἐμπεφυκότες, ἐνδακόντες. ὅμοιον δὲ τὸ <ἀπρίξ>
*<ὀδάξει>
τοῖς ὀδοῦσι δάκνει ASvg
*<ὀδαξησμός>
τρισμὸς ὀδόντων vgn. δηγμός AS. κνησμός ASg
<ὀδαρός>
ὀκνηρός
<ὀδασμένος>
ὠνεῖσθαι ἐπειγόμενος h
<ὀδαχᾶς>
καταπύγων. Ταραντῖνοι
*<ὁ δέ>
ὁ δεῖνα ASvg. οὗτος δέ n. (Α 47) [αὐτὸς ἐγώ]
<ο δέγμην>
προσεδόκων
*<ὅδε ἐγώ>
αὐτὸς ἐγώ (π 205) ASvg. †αὐτῷ ἢ αὐτοί n
<ὁδεῖν>
πωλεῖν
*<ὁδέον>
πράσιμον. ἢ εἰς ἐκδημίαν ἐφόδιον. <Δωριεῖς> A
<ὅδερος>
γαστήρ
<ὃ δέ τοι>
οὗτός σοι (Α 239)
<ὁδεύει>
περιπατεῖ. ἀπέρχεται
<ὃ δή>
ὃς δή (Α 388) τοῦτο δή. ἢ στρώματα
<ὀδήσεις>
ὠνήσεις
<ὀδῆσαι>
πρίασθαι. ἀποδόσθαι. ὠνήσασθαι
<ὄδησον>
πώλησον r. S
<ὁδηθείης>
ληφθείης. πραθείης
†<Ὁδία>
ἡ Κόρη θεός†
*<ὁ διμαλέος>
εὐλαβής ASvgp
*<ὁδίτης>
ὁδοιπόρος (Π 263) ASvg
*<ὁ δίοπος>
κυβερνήτης ASvg
[<ὀδίνουσα>
ἀποφορά. ὀσμή]
†<ὀδμαῖος>
ὀλίγος. ἀτερπής. πονηρός. φορτηγός. πράσιμος. ὠνήτης
<ὅδιος>
οἰωνὸς αἴσιος. καὶ ἐπίθετον Ἑρμοῦ
*<ὀδμή>
ὀσμή ASvg. ὄσφρησις AS. ἀποφορά ASvg
<ὀδμηνός>
πολύοσμος. εὔοσμος
<ὁδοιδοκεῖ>
ὁδοσκοπεῖ
<ὁδοιδόκος>
κλώψ. ἐνεδρευτής. κακοῦργος ἔνοδος, [λῃστής p
<ὁδοιπόριον>
ἡ ἐπὶ τῷ συνοδεῦσαι ἢ συμπλεῦσαι εὐωχία (ο 506) Σ
†<ὀδολκαί>
ὀβολοί. Κρῆτες
<ὀδόλυνθοι>
ἐρέβινθοι
<ὀδοντίδας>
πολυφάγος
*<ὁδὸν εἰρήνης>
τὴν κατὰ θεὸν πολιτείαν (Rom. 3,17) gn
<ὀδοντισμός>
εἶδος αὐλήσεως· ὅτε ἡ γλῶττα προσβάλλεται πρὸς τὸν ὀδόντα
<ὁδουρούς>
τοὺς ἐν ταῖς ὁδοῖς κακουργοῦντας (Eur. fr. 260)
<ὁδούρης>
ὁ τῆς ὁδοῦ ἄρχων, ἢ κατάρχων
<ὁδουρός>
ἐνεδρευτὴς καθ' ὁδόν. ὁδοῦ κατάρχων. προοδοιπόρος. κακοῦργος hm
<ὁδοῦται>
καθ' ὁδὸν πορεύεται (Hdt. 4,139,2)
*<ὁδοιδόκος>
ἐν ταῖς ὁδοῖς πανοῦργος AS κλώψ ASvg
*<ὀδυνᾷ>
λυπεῖ (A). καταπονεῖ (Sap. 14,24)
*<ὀδύνη>
λύπη. πόνος (ASvg). ταπείνωσις παρὰ ἀλλοτρίων. ἢ ἀλγηδών (A)
*<ὀδυνάων>
ὁμοίως A. ἢ θλίψεων (Δ 117) (AS)
<ὀδυνηρόν>
λυπηρόν r. ἐπίπονον
*<ὀδυνήφατα>
τὴν ὀδύνην παύοντα n, ἀφανίζοντα τὰς ὀδύνας S(g), ἢ παυσίπονα (Ε 401)
*<ὁδοιπορεῖ>
ὁδεύει AS
*<ὀδυρμός>
κλαυθμός (Ierem. 38,15) r. vgn
<ὀδύσασθαι>
χολωθῆναι
<ὀδυσθῆναι>
ὀδύσασθαι. χολωθῆναι, θυμωθῆναι, ὀργισθῆναι
*<ὀδυσσαμένοιο>
ὀργισθέντος (Θ 37) ASn
<ὀδυσσάμενος>
ὀργισθείς (τ 407) r
*<ὄδωδεν>
ὄζει, πονηρὰν καὶ βαρυτάτην ἀποφορὰν πνεῖ vg(n), ἢ εὐῶδές ἐστιν
<ὀδωδή>
ὀσμή r
*<ὀδωδός>
ὄζον ASn
<ὀδώδυσται>
ὤργισται (ε 423)
<ὁδῷ ἔπι>
παρ' ὁδῷ. ἐπὶ ὁδῷ (Ζ 15)
<Ὀδωνίς>
ἡ Θάσος τὸ πάλαι
<ὀδών>
ὀδούς
[<ἐὰ>
μηλωτή]
<ὁ δ' ὡμάρτησε>
συνηκολούθησεν οὗτος (Greg. Naz. c. 1,2,1, 559)
[<ὀέα>
μηλωτή]
<ὄες>
κῴδια
<ὀέσχαι>
μηλωταί. βαῖται, ἤγουν δερματίνη ...
<ὀέτεας>
... παρὰ τοῖς βαρβάροις ὁ καλλίθριξ
<ὀζεία>
θεραπεία
<ὀζήρεις>
οἱ σφριγῶντες
<ὄζος>
κλάδος. καὶ ὁ ἀπὸ τοῦ στελέχους σχιζόμενος ἀκρεμών· "ὄζῳ ἐπ' ἀκροτάτῳ" (Β 312)
<Ὀζόλης>
Λοκρῶν γένος τι
*<ὄζος Ἄρηος>
ὁ κλάδος τοῦ πολέμου. ὁ πολεμικός (Β 540 ..) An
<Ὀζείας>
ἰσχὺς Ἰαώ. ὁ αὐτὸς ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν (15,34) <Ἀζαρίας>
*<ὄζων>
κλάδων (Eur. Bacch. 1070) (Sg)
*<ὄζους>
κλάδους (Α 234) ASn
*[<ὀζοφύδιον>
θρηνητικόν] ASg
<ὄζυγες>
ὁμόζυγες r
<Ὄη>
δένδρον. καὶ δῆμος τῆς Ἀττικῆς
<ὃ θαρσαλέως>
εὐθαρσῶς, θαρσῶν (υ 269)
<ὅθεν>
ἔνθεν (Δ 58 ..)
*<ὄθεσαν>
ἐπεστράφησαν ASvgn
<ὄθεσθαι>
φροντίζειν. ἐντρέπεσθαι. μέμφεσθαι. δεδοικέναι
*<ὄθεται>
ἐπιστρέφεται (Ο 107) n
<ὀθέτη>
ἅμαξα ἡμιονική
<ὀθεύει>
ἄγει. φροντίζει
*<ὀθέων>
φροντίζων ASvg
<ὄθη>
*φροντίς ASvg. ὤρα. φόβος. *[λόγος ASvg
*<ὁ θηλυδρίας>
ὁ γυναικεῖος AS(vg)
<ὅθι>
ὅπου ASgn. ἔνθα (Β 722)
<ὄθιζα>
ἅμαξα ἡμιονική
<ὄθματα>
ὄμματα. Αἰολεῖς
<ὀθνεῖα>
μάταια. ἀλλότρια, ἀλλοεθνῆ, ξένα, ἀλλογενῆ
†*<Οθοῖ>
ὄνομα κύριον S
*<ὄθομαι>
ἐπιστρέφομαι, φροντίζω (Α 181) r. AS
<ὀθόναι>
τὰ περιβόλαια πάντα· παρὰ τὸ <ἕσασθαι>. τινὲς δὲ ζώνας ἀποδεδώκασιν
<ὀθόνη>
σινδών. ζώνη. τελαμών. γυναικεῖον ὀθόνιον λεπτόν. καὶ *πᾶν τὸ ἰσχνόν, κἂν μὴ λινοῦν ᾖ ASvgn
<ὀθόνῃσι>
λεπτοῖς ἱματίοις (Γ 141)
<ὀθόνια>
λινᾶ ἱμάτια (Iud. 14,13 ..) r
*[<ὄθριζε>
διελέγετο] AS
†<ὀθρεῖν>
ἄγειν
<ὄθροον>
ὁμόφωνον, σύμφωνον
<ὀθρυόεν>
τραχύ. ὑλῶδες. δασύ. κρημνῶδες
<ὄθρυν>
Κρῆτες τὸ ὄρος
<Ὀθρωνός>
ἡ πρὸς Κερκύρᾳ νῆσος
<ὀθῶς>
ταχέως
<οἷ εἴη>
γένοιτο
<οἱ>
αὐτῷ. αὐτῇ. ἢ οἵτινες. ἢ αὐτοῦ. ἢ ἄπιθι. ἢ πορεύου
<οἱ>
ἄρθρον προτακτικὸν ἀρσενικὸν πληθυντικόν, καὶ ὑποτακτι- κόν. καὶ ἀντὶ τοῦ οὗτοι. καὶ ἀντωνυμία τρίτου προσώπου
*[<ὄθημον>
ὑστερινόν g]
[<ὄθομαι>
ἐπιστρέφομαι]
*<οἷα>
ὥσπερ ASvg, καθάπερ (Eur. Or. 1352 ..) vg
*<οἷα δή>
ἅτε δή AS, ὥσπερ δή (Eur. Bacch. 291 ..) vg [ἢ ἐνέχυρα]
*<οἶαι>
διφθέραι, μηλωταί AS
<οἴακες>
*πηδάλια ἤτοι αὐχένια AS. καὶ οἱ ταῦτα ἐπιστρέφοντες κανόνες (g). καὶ κρίκοι, δι' ὧν ἱμάντες διείρονται
[<οἵδε>
οὗτοι]
*<οἰακίζει>
ἐλαύνει. διοικεῖ, [κυβερνᾷ (Iob 37,10) Avgn
*<οἰακοστρόφος>
κυβερνήτης (Eur. Med. 523) r. AS
*<οἰακοστροφῶν>
κυβερνῶν AS (vg) b
*<οἴαξ>
πηδάλιον. ὁδηγός (Eur. Or. 795) ASn
<οἴαξιν>
αὐχενίοις, πηδαλίοις
<ὄϊας>
τὰ θήλεα πρόβατα
*<οἴδημα>
φλεγμονή. φύσησις. ὄγκωμα. ἀπόστημα. ὡς ἐκ μετα- φορᾶς δὲ τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται AS
*<οἵδε>
οὗτοι ASvg
<οἷα>
τὰ δυνατά. [Αἰολεῖς]
<οἰατᾶν>
κωμητῶν (Soph. fr. 130). <Οἶαι> γὰρ αἱ κῶμαι. <Αἰο- λεῖς>
<οἷα τε καὶ αὐτός>
ὡς καὶ αὐτός
*<οἱ αὐτοί>
οἵγε οὗτοι
<οἰάτιδος ἐκ νομοῦ>
Σοφοκλῆς Οἰδίποδι ἐπὶ Κολωνῷ (1061). γῆς προβατευομένης ἐκ νεμήσεως. οἱ δὲ ἀπὸ τοῦ δήμου· κακῶς· οὐ γὰρ ἐγγὺς κεῖται
<οἳ γάρ οἱ>
οὗτοι γὰρ αὐτῷ
*<οἴγει>
ἀνοίγει ASvg. οἰγνύει
*<οἰγόμενος>
ἀνοιγόμενος r. AST
*<οἰδαίνει>
οἰδεῖ. ἐπαίρεται. σπαράσσει. φλεγμαίνει ASn
*<οἰδαίνουσι>
φλεγμαίνουσι. φυσῶσιν AS. [*<οἴδεα πόντα>· τὸν μέλαν A]
<οἰδαίνεσθαι>
θυμοῦσθαι. καὶ τὰ ὅμοια
<οἱ δέ νυ>
οἱ δὲ δή. ἢ *[οὗτοι ASvg δὲ S
<οἴδημα>
*ὄγκωμα. ἀπόστημα ASvg. ταραχὴ κυμάτων
*<οἰδήματα>
φλυκτίδες AS. καὶ τὰ ὅμοια
*<οἰδήσεις>
ὁμοίως Avg. ἐπάρματα g
*[<οἰδημός>
ψεκτός] AS
*<οἶδμα>
κῦμα. ἔπαρμα Svn. ῥεῦμα, πέλαγος (Eur. Phoen. 202). αὔξημα
*<οἴδματα>
τὰ αὐτὰ Av πληθυντικῶς
*<οἱ δόσις>
αὐτῷ δόσις (Κ 213) An
<οἰδοῦντες>
ὀγκοῦντες. καὶ τὰ ὅμοια
*<οἵ ἑ>
οἵτινες αὐτόν (Δ 534) n
*<οἴεαι>
νομίζεις ASvg. ὑπολαμβάνεις (κ 380) v
<οἴεο>
νόμιζε, ὑπολάμβανε
*<οἶες>
πρόβατα Avgn
*<οἴεσθαι>
ὑπονοεῖν, ὑπολαμβάνειν vg
<οἱ εἰς τὸ γόνυ>
ἦν συνθέματος στρατιωτικοῦ ἐπώνυμον
<οἴεται>
ὑπολαμβάνει, ὑπονοεῖ (ρ 586)
*<οἰέτεας>
ἰσοετεῖς. ὁμήλικας (Β 765) n
<ὀΐζυε>
κακοπάθει, μόχθει (Γ 408)
<οἰζύει>
μογεῖ, πάσχει
<ὀϊζύομεν>
κακοπαθοῦμεν, πάσχομεν (Ξ 89)
*<ὀϊζύος>
κακοπαθείας (Ζ 285) An
*<οἰζυρά>
πονηρά. [μοχθηρά (Sn), ἐπίπονα (Sgvn), ταλαίπωρα (ASn), κακοπαθῆ (ASvg)
<οἰζύς>
πτωχεία. *κακοπάθεια, ταλαιπωρία ASn, κακουχία
<οιη>
μόνη n, μία s. νομίζεις, ὑπολαμβάνεις. ἢ ὁποία
<οιη δέ>
τὰ αὐτά. ὁποία δέ
<οἰηθῆναι>
δόξαι, [ὑπονοηθῆναι r
<οἰητᾶν>
κωμητῶν (Soph. fr. 130)
<οἰήϊα>
πηδάλια ASn. ἡνίαι. οἴακες (Τ 43)
*<οἴης>
μόνης (g). ὁποίας (Ι 638)
*<οἰήσεως>
δοκήσεως ASvg. ἐπάρσεως vg. ὑπονοίας (AS). νομί- σεως
<οἰΐας>
τῶν προβάτων τὰ σκεπαστήρια δέρματα
<οἷ κα>
ὅπου <ἄν>
<οἴκαδε>
οἶκόνδε, *εἰς οἶκον n. εἰς τὸν ἴδιον οἶκον ASvg, εἰς τὰ οἰκεῖα (Α 19) Σ
<οἱ καθ' ἡμᾶς>
οἱ πρὸς ἡμᾶς
<οἰκάριον τὸ ὄπισθεν γυναικωνίτιδος> (Lys. fr. 244 Tur.)
†<οἰκανόν>
τὸ οἰκεῖον
*<οἰκεῖ>
μένει AS
<οἰκεία>
ἰδία r
*†<ὀικεῖλαι>
ἐκβληθῆναι g
<οἰκεῖοι>
οἱ κατ' ἐπιγαμίαν ἀλλήλοις προσήκοντες. ἢ ἴδιοι. καὶ κατὰ τὴν οἰκίαν πάντες
<οἰκειώσαντο>
ἰδιοποιήσαντο
<οἵ κέ ἑ>
οἵτινες αὐτόν (Ι 155)
<οἵ κέ με>
οἵτινες δή με (Α 175)
<οἰκέοιτο>
οἰκοῖτο (Δ 18)
<οἰκέται>
οἱ κατὰ τὸν οἶκον πάντες
<οἰκετεύεται>
συνοικεῖ
*<οἰκέτης>
δοῦλος g. ὑπουργός
<οἰκέτις>
κατοικίδιος
<οἰκεύς>
ὑπόχρεως οἰκέτης S
<οἰκῆϊ>
οἰκέτῃ, δούλῳ (δ 245)
<οἰκῆας>
οἰκείους (Ε 413). πάντας τοὺς κατὰ γένος προσήκον- τας. καὶ τοὺς δούλους. καὶ πάντας τοὺς κατὰ τὴν οἰκίαν· "κήδετο δ' οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς" (ξ 4)
<οἴκημα>
τὸ δεσμωτήριον (Lys. fr. 326 Tur.). Ἀττικοὶ δὲ τὸ πορνεῖον
<οἰκητήρια>
σκεύη τὰ κατ' οἶκον (Alcae. com. fr. 27)
<Οἰκιάδης>
Σιμωνίδης. καὶ Ἱππόνου πατήρ
<οἰκία>
οἶκοι
<οἰκίδδειν>
καθίσαι
<οἰκίζουσιν>
οἰκοῦσιν
<οἰκιήτης>
ὠνητὸς δοῦλος
*[<οἰκιμβάζειν>
στραγγεύεσθαι vn. διατρίβειν]
<οἰκίσκος>
ὁ τῶν ὀρνίθων [ἢ ἐλεεινός] (Ar. frg. 405. 406)
<οἰκιστής>
οἰκίζων
[<οἴκιστρον>] <οἴκτιστον>
ἐλεεινόν [ἢ οἶκον]
<οἰκογενής>
δοῦλος. ἢ συγγενής (Gen. 15,3 ..)
<οἴκοθ' οὖρος>
οἰκουρὸς κύων
<οἴκοθι>
ἐν οἴκῳ s. [ἢ ἐξ οἴκου]
*<οἴκοι>
οἴκοθι. [ἐν οἴκῳ (Α 113) ASvg
*<<οἴκοθεν>>
ἐξ οἴκου ASg
<οἰκονομία>
βράβευσις. διοίκησις
<οἰκονόμος>
ὁ τὸν οἶκον νεμόμενος φύλαξ
<οἶκος>
ὅλη ἡ οἰκία· "οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος" (φ 16). καὶ μέρος τι τῆς οἰκίας· "ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε" (Ζ 490). καὶ τὰ ἐν τῇ οἰκίᾳ· "νῦν αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα ..." (β 48)
<οἰκόσιτος>
μισθωτὸς ἑαυτὸν τρέφων
*<οἰκότριψ>
οἰκογενὴς δοῦλος Avg
<οἰκότριψ>
ὁ θρεπτός. διαφέρει δὲ οἰκέτης οἰκότριβος· ὁ μὲν γὰρ οἰκότριψ γονέων δοῦλος· ὁ δὲ οἰκέτης οὐ πάντως· ἀλλὰ καὶ ὁ αἰχμάλωτος· καὶ ὁ ἐν οἴκῳ ὤν
<οἰκοτρίβαιον>
τὸ<ν> ἐκ δούλου δοῦλον
<οἰκούρια>
κυρίως τὰ ὑπὸ τῶν μητέρων προσφερόμενα τοῖς νηπίοις παίγνια. ἢ *[ἡ κατ' οἶκον φυλακή (A) S
<οἰκουρὸν ὄφιν>
τὸν τῆς Πολιάδος φύλακα δράκοντα. καὶ οἱ μὲν ἕνα φασίν, οἱ δὲ δύο ἐν τῷ ἱερῷ τοῦ Ἐρεχθέως. τοῦτον δὲ φύλακα τῆς ἀκροπόλεώς φασι, ᾧ καὶ μελιτοῦτταν παρα- τίθεσθαι (Ar. Lys. 759)
*<οἰκουρός>
ὁ φροντίζων [τὰ] τοῦ οἴκου ASvgn, καὶ φυλάτ- των n. οὖρος γὰρ ὁ φύλαξ ASvgn. λέγεται
<οἰκοφθόρους>
μοιχούς
*<οἰκτείρημα>
ἔλεος (Ierem. 38,3) AS
<οἰκτείρειν>
ἐλεεῖν
<οἰκτίζει>
θρηνεῖ
<οἶμον>
κύκλον. ἔνθεν καὶ <παροιμία> κέκληται, τὸ παροδικὸν διήγημα. ἔστι δὲ λόγος ὠφέλιμος. καὶ ὁδός
*<οἴκτιστα>
ἐλεεινά (χ 472) (ASvg)
*<οἶκτος>
θρῆνος. ἔλεος. συμπάθεια AS. φιλανθρωπία vg (b 81)
<οἰκτρά>
ἐλεεινά (Eur. Phoen. 627 ..). †ἐλάχιστα
*[<οἰκριβάντες>
ἐμβάται AS]
*<οἰκτριζόμενος>
ἐλεούμενος AS
<οἰκτρογοοῦντας>
οἰκτιζομένους, ἐλεουμένους
*<οἰκτρός>
ἐλεεινός vn. ἐλάχιστος. ἐλέου ἄξιος (Λ 242) vg(A). δειλός. βραδύς
*†<οἴκων μωστορνύν>
τῶν οἴκων μέσον τινὰ ὁρμᾶν ASn
<οἰκωφελίη>
εὐπορία, ἐξ ἧς ὁ οἶκος ὠφελεῖται (ξ 223)
†<οἰλάωμα>
τὸ προστιθέμενον τῇ πλάστιγγι τοῦ ζυγοῦ, ἐὰν μὴ ἰσοῤῥεπῇ
*<οἶμαι>
νομίζω, ὑπολαμβάνω r. ASvgn
<οἶμα>
ὁρμή (Π 752) p
<οἰμᾶν>
δύεσθαι, ὑποβρύχιον εἶναι. καὶ ὁρμᾶν
<οἴματα>
ἀετοῦ ὁρμήματα· g (AS) "ἀετοῦ οἴματ' ἔχων" (Φ 252)
<οἴμη>
φωνή. ὁδός. λόγος. ἱστορία. ᾠδή. ὅθεν <προοίμιον> τὸ πρὸ τῆς ᾠδῆς. καὶ κύκλος
*<οἴμης>
γενικῶς, τὰ αὐτά (θ 74) (A)
<οἴμημα>
ὅρμημα r
*<[οἰμῆσαι] οἴμησεν>
ὥρμησεν (Χ 140) g. [ἦσαν]
†<οἴμηλα>
[οἰμίηλα]. ἀκρόδρυα
<οἶμοι>
στίχοι, ὁδοί (Λ 24)
*<οἴμοι>
ἐπίφθεγμα θρήνου (Ioe(l 1,15 ...) r. ASvg
*<οἶμον>
<ὁδόν, κύκλον> (Eur. Or. 1252) ASvgn
<οἶμος>
ὁδός. κύκλος. τρίβος. ὅθεν καὶ τῆς ἀσπίδος κύκλους <οἴμους> ἐκάλεσαν (Λ 24)
*<οἰμωγαί>
θρῆνοι ASvg, ὀδυρμοί, στεναγμοί vgn (AS)
*<οἰμώζει>
τὰ αὐτά vgn
<οἰμωκτιᾶν>
τὸ οἰμῶξαι
<οἶν>
συνεῖρον τὸ ὄϊν ἀῤῥενικῶς Ἀττικοί
*<οἴνα>
τὰ τῆς ἀμπέλου φύλλα (Eur. Phoen. 229) r. AS
<Οἰνάδας ἀκτάς>
ἀντὶ τοῦ Οἰνωάτιδας
<οἰνάδες>
ἀμπελώδεις τόποι
<Οἰνόαι>
οἱ μὲν τῆς Ἀτταλίδος, οἱ δὲ τῆς Πτολεμαΐδος φυλῆς εἶναι ...
<οἳ ναίουσιν>
οἵτινες οἰκοῦσιν (Β 130) n
<Οἰναῖοι τὴν χαράδραν>
παροιμία τεθειμένη ἐπὶ τῶν ἑαυτοῖς κακόν τι προσελκομένων. φησὶ δὲ Δήμων, ὅτι τῆς Ἀττικῆς ἐστι τόπος Οἰνόη. οἱ δὲ ἐνταῦθα γεωργοῦντες, παροχετεύοντες τὴν ἄνω φερομένην χαράδραν, ἀρδεύειν τὰ δένδρα καὶ τὰς ἀμπέλους ἐπεχείρουν· ὕδατος δὲ πολλοῦ γενομένου συνέβη καταῤῥαγέντα τὸν ποταμὸν τῶν κτημάτων πολλὰ διαφθεῖραι, καὶ τῶν τόπων δὲ τοὺς κύκλους ἐγχῶσαι
<οἰνάνθη>
ἡ ἔκφυσις τῆς ἀμπέλου. ἔστι δὲ καὶ ἕτερον φυτὸν οὕτως λεγόμενον
*<οἰνάς>
γένος κόρακος. οἱ δὲ ἀγρίαν περιστεράν AS
<οἴναρα>
τὰ τῆς ἀμπέλου φύλλα r
<οἰναρίζειν>
φυλλολογεῖν. ἀμπέλους ἐργάζεσθαι
<οἰναρίς>
κληματίς r
<οἰνάς>
εἶδος περιστερᾶς ἀγρίας
<Οἰνᾶτις>
Ἀρτέμιδος τῆς ἐν Οἰνόῃ τῆς Ἀργείας <ἐπώνυμον> (Eur. Herc. 379?)
*<οἰναχθής>
μέθυσος ASv. μεθύων
<οἴνη>
ἡ ἄμπελος. καὶ κυβευτικὸς λέγεται βόλος, ὁ κενὸς καὶ ἀντικείμενος τῷ ἓξ, ὁ καὶ Χῖος. <Οἰνίζειν> γὰρ τὸ μονάζειν κατὰ γλῶσσαν
<οἰνήρυσις>
ἀγγεῖον, ὡς κοτύλη, μεθ' οὗ τὸν οἶνον ἀντλοῦσιν (Ar. Ach. 1067)
<οἰνίαξ>
εἶδος κόρακος
†<οἰνιεῖς>
ταχεῖς. ὀξεῖς
<οἰνίζειν>
τὸ μονάζειν κατὰ γλῶσσαν
<οἰνίζεσθε>
οἶνον ὠνεῖσθε (Θ 506)
<οἰνίζοντο>
ὅμοιον (Η 472 ..)
<οἰνιστήρια>
Ἀθήνησιν οἱ μέλλοντες ἐφηβεύειν, πρὶν ἀποκεί- ρασθαι τὸν μαλλόν, εἰσέφερον Ἡρακλεῖ μέτρον οἴνου, καὶ σπείσαντες τοῖς συνελθοῦσιν ἐπεδίδουν πίνειν. ἡ δὲ σπονδὴ ἐκαλεῖτο οἰνιστήρια (Eupol. fr. 135)
<οἰνοβαρής>
οἴνῳ βεβαρημένος. μέθυσος (Α 225)
*<οἴνοπα>
μέλανα Sn. οἰνώδη τῇ χροιᾷ (Α 350 ..) n
<οἰνοπέδοιο>
οἰνοφόρου, ἀμπελοφύτου γῆς (Ι 579)
<οἰνοπήκτην>
οἰνόδεσμον
*<οἰνωπόν>
μέλαν. ἀμαυρόν. [οἰνοειδές (Eur. Phoen. 1160 ..) n
*<οἰνοποτάζει>
εὐωχεῖται. οἰνοποτεῖ gn. πίνει (ζ 309) (AS)
<οἰνόπται>
ἀρχὴ εὐτελής, καθ' ἣν θρυαλλίδας καὶ λύχνους καὶ τὰ τοιαῦτα δεῖ τὸν αἱρεθέντα ἄρχοντα παρέχειν (Eupol. fr. 205)
<Οἶνος>
Διόνυσος
<οἰνόσπονδοι θυσίαι>
ἐν αἷς οἶνος σπένδεται
<Οἰνότροποι>
αἱ Ἀνίου θυγατέρες (Callim. fr. 188)
<οἶνος ἀμπέλινος>
τοῦτο δηλοῖ καὶ ἐξ ἑτέρων γίνεσθαι οἶνον (Hdt. 2, 37,4)
<Οἰνούσιος>
εἶδος ἀμπέλου
<οἰνοῦσσα>
μάζα οἴνῳ πεφυραμένη A. ἢ ἡ διακονοῦσα τοῖς συμποσίοις
<οἰνοῦσσαι> καὶ <οἰνοῦτται>
τοιαῦται
*<οἰνοφλυγίαι>
μέθαι (Philo v. Mos. 2,185) (ASp)
*<οἰνόφλυξ>
αἰσχρός g. μέθυσος r. ASvgn
*<οἰνόφλυξ>
μέθυσος ASvg. ὁ κατεπίθυμος οἴνου, †οἰνοφερής, πάροινος
<οἰνοχίτωνας ἐλαίας>
...
*<οἰνοχοεῖ, οἰνοχοεύει>
τὸ κιρνᾶν <οἶνον> ASgn
<οἰνοχόην>
τὴν κατάχυσιν. τὸ ἀγγεῖον
*<οἰνοχόος>
ὁ πιγκέρνης (2. Esdr. 11,11) r. ASvgnp
<οἰνῶνες>
αἱ ἀποθῆκαι r
<οἰνῶντα>
μονήρη
<οἴνοπα. οἰνωπόν>
πορφύρεον, [μέλανα S
<οἰνωροί>
οἱ ἱεραγωγοὶ Διονύσου
<οἴνωτρον>
χάρακα, ᾗ τὴν ἄμπελον ἱστᾶσι. Δωριεῖς
<οἰνώψ>
οἶνοψ. μέλαν
*<οἴξας>
ἀνοίξας (Eur. Alc. 547) r(s) Σ
*<οἴξασα>
ἀνοίξασα (Ζ 89) r. ASn
*[<οἶο>
[οἴω] σου αὐτῶ μόνω] AS
*<οἰοβίοισι>
μονοβίοις (Greg. Naz. c. 1, 2, 5, 11) (n)
<οἰόζωνον>
μονόστολον
<οἰόθεν>
μοναχόθεν
*<οἰόθεν οἶος>
ἐκ μόνου μόνος ASn. τουτέστι [μόνος πρὸς μόνον (Η 39 ..) n
*<οἷοι>
ὁποῖοι (Η 227) Sn. ἢ οἵ, οἵτινες (Δ 91?)
*<οἴοιτο>
νομίζοι ASvg. ἀρκούντως ἔχειν. ἢ [ὑπολάβοι (ρ 580) vg
*<ὀΐομαι>
νομίζω, ὑπολαμβάνω (Α 78 ..) n
*[<οἴομεν, οἶος>
μόνος πρὸς μόνον] A
<οἰόμενον>
οὐκ εἰδότα. νομίζοντα (Plat. rep. 3,409 c)
<οἷον>
*ὁποῖον ASgn. μόνον g. τρόπον τινά. δυνατόν. [καθά- περ n. ἢ ποιόν
<οἶον>
ἅπαξ ἕνα
<οἷον ἔτυχεν>
ὁποῖον ἐγένετο
<οἱονεί>
ὡσπερεί r
†<οἰονεῖς>
οἰήσεις, δοκήσεις
<οἰονίζει>
μαντεύει
*<οἱονεὶ χειᾶς>
ὥσπερ φωλεοῦ AS
*<οἷόν τε>
δυνατόν ASvg [†λέγουσιν]
<οἰὸς ἀώτῳ>
προβάτου ἄνθει, τουτέστιν ἐρεῷ περιβολαίῳ· "ἔνθ' ὅ γε παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ" (α 443). καὶ αὐτὸ δὲ τὸ ἔριον <οἰὸς ἄωτον> λέγεται
*<οἷος>
ὁποῖος. ἢ μόνος r Svg
<οἷος νόος>
ὁποία διάνοια, οἷος νοῦς (Β 192)
<οἰοπόλος>
ἔρημος, ἐν ᾗ τις μόνος ἀναστρέφεται
<οἰοπόλῳ>
ἐν ᾧ ὄϊες πολοῦνται, ἢ μόνος τις πολεῖται· τουτέστιν ἐρήμῳ χωρίῳ (Ν 473)
*<ὁ ἴουλος>
ἡ πρώτη τοῦ γενείου βλάστη ASn(vg)
<οἵου φωτός>
οἵου ἀνδρός (Γ 53)
<οἰοσφάγῳ σιδήρῳ>
οἷον μηλοκτόνῳ
<οἰοχίτων>
δίχα ἱματίου (ξ 489). ἢ *μονοχίτων AS. ἢ προ- βατοχίτων (Greg. Naz. c. 2, 1, 45, 143)
<οἷ παῖδα ἐοικότα>
ἑαυτῷ παῖδα ὅμοιον (Ε 800)
*<οἵπερ ἄν>
ὅσοι περ ἄν, οἵπερ δή, οἵτινες <ἄν> ASvg
*<οἰνοπορεῖν>
κιρνᾶν, οἰνοχοεῖν AS
<οἱ προσκείμενοι>
οἱ κολλώμενοι (Deut. 4,4) ASvg
<οἵ ῥα>
οὗτοι δή, <οἵτινες>
†<οἱραῖοι>
βλέπειν S [οἵτινες]
*<οἵ ῥά μιν ὦκα>
οἵτινες δὴ αὐτὸν ταχέως (Π 672) ASn
<οἱρών>
ἡ ἐκ τῆς καταμετρήσεως τῆς γῆς εὐθυωρία
*<οἷς>
πρόβατον AS. ἢ τοῖς ἑαυτοῦ S. ἢ τοῖς σοῖς
*<οἵ σε>
οἵτινές σε (ψ 14) g
*<οἴσει>
ἐνέγκῃ, προσφέρει. κομίσει (Exod. 28,26) ASg
*<οἰσέμεναι>
κομίσαι n καὶ τὰ ὅμοια (Γ 120)
<οἴσεται>
ἄξεται. [κομίσεται (Ψ 663) r
*<οἶσθα>
οἶδας, γινώσκεις (Α 85 ..) ASvgn
*<οἶσθας, οἶδας>
ἑκατέρως Ἀττικοί ASh
<ὀϊσθῆναι>
οἰηθῆναι. δόξαι
*<ὀϊσθείς>
αἰσθόμενος AS. εἰκάσας. δόξας (Ι 453)
[<οἰσθλά>
ἀγαθά]
*<οἴσομεν>
κομίσομεν (Γ 104 ..) ASvgn
<οἰσόμενος>
κομίσων (Ν 168)
<οἶσον>
κόμισον, φέρε. ἢ σχοινίον (Antim. fr. 121 W.)
<οἴσπη>
προβάτων κόπρος, ῥύπος (Hdt. 4, 187,2 v. l.)
<ὀΐσσατο>
ἐνόησεν
<οἰστά>
[*βέλη ASvgn]. [φορητά n, ἐλαφρά, κοῦφα (Thuc. 7,75,7)
<ὀϊστεύει>
τοξεύει
*<ὀϊστεῦσαι>
τοξεῦσαι (Θ 269 ..) (Avgn)
<οἰστέον> [<ἢ οἰτέον>]
κομιστέον
<οἰσπωτή>
τῆς οἰὸς ὁ ῥύπος. ὁ δὲ Δίδυμος τὸν τῶν προβά- των ... (Ar. Lys. 575)
<οἰστός>
ἐλαφρός, κοῦφος, φορητός. τόξευμα, βέλος [θάνατος. βάρος]
*<οἰστρεῖ>
ἐκμαίνει r. ASn
<οἰστρηλατεῖται>
μαίνεται
*<οἰστρηλατούμενοι>
πυρούμενοι ASg
*<οἴστροις>
μανίαις (Eur. Bacch. 665) n
*<οἰστροπλῆγας>
τῇ μανίᾳ πληγείσας (Eur. Bacch. 1229) AS(vgn)
<ὀϊστούχου φαρέτρας>
ὀϊστοὺς ἐχούσης [καὶ εὐστόχου]
*<οἶστρος>
ἐρεθισμός ASvg, ὁ λεγόμενος <μυῖα>. [μανία vg ἀφρο- δισίων AS. πύρωσις, ἔκκαυσις vg. λύσσα. φόβος. καὶ εἶδος πτηνοῦ AS, ὑφ' οὗ κεντιζόμεναι αἱ βοῦς σκιρτῶσιν, ὃ <μύωψ> καλεῖται (χ 300) vg
<οἰσοφάγος>
βρόγχος [ἢ βρόχος]
<οἰσυΐνοισιν>
οἰσύϊνοι γένος σχοινίου (ε 256 v. l.)
<οἰσυΐνῃσι>
πλέγμασι τοῖς ἀπὸ οἰσύας γεγενημένοις, ἢ λύγου. ἔστι δὲ εἶδος σχοινίου (ε 256 v. l.)
*<οἰσύπειον>
ἔριον ῥυπαρὸν n προβάτων. τὸ αὐτὸ <οἰσυπη- ρόν> AS καὶ <οἰσυπηρός>
<οἴσυπος>
ὁ τῆς οἰὸς ῥύπος
<οἰσύλος>
βαίουλος. προύνικος
[<οἴσωμεν>
κομίσωμεν, φέρωμεν, ἄξωμεν]
[<οἴχεα>
δίδυμοι ὀρχιπέδων]
[<Οἴτας>
ὁ κορυνήτης]
<οἵ τε>
ὥσπερ
*<οἱ τῆδε>
οἱ ὧδε AS
<οἶτος>
μόρος (AS). [θρῆνος]. κακοπάθεια. ὄλεθρος. [πόνος s. φθορά. [νόσος s. θάνατος rp. καὶ ὁρμίσκος τις ἐξ αἱματίτου
<Οἴτυλος>
πόλις (Β 585) r
*<οἱ φαλλοί>
τὰ δερμάτινα μόρια Sn, καὶ τὰ [αἰδοῖα r
<οἰφεῖν>
ὀχεύειν. καὶ τὰ ὅμοια
<οἰφί>
μέτρον τι τετραχοίνικον Αἰγύπτιον (Lev. 5,11 ..)
<οἰφόλης>
ὁ μὴ ἐγκρατής, ἀλλὰ καταφερὴς πρὸς γυναῖκα
<οἰφόλις>
γυνὴ καταφερής, μάχλος, πασχητιῶσα hm
<Οἰχαλία>
πόλις Θεσσαλίας, ἡ Εὐρύτου χώρα r
*<Οἰχαλίηθεν>
ἀπὸ Οἰχαλίας (Β 596) r. n
<οἴχεσθαι>
οἰχνεῖν. [πορεύεσθαι. τρέχειν (ASg)
[*<οἰχετηγός>
ὑδραγωγός Sn]
*<οἰχήσονται>
πορεύσονται Avg. ἀπελασθήσονται (vg). ἢ ἔρχονται. ὁμοίως καὶ <οἴχῃ>· ἠφανίσθης
<οἴχνεσκον>
ἐπορεύοντο AS. καὶ τὰ ὅμοια (Ε 790)
<οἰχμή>
δούλη. οἱ δὲ <οἰχμᾶν>
<οἰχομένη>
πορευομένη. καὶ τὰ ὅμοια (Χ 223 ..)
<οἰχομένοιο>
[ἡ παρ' ἐνίοις σόλα]
<οἰχῶρος>
οἰκουρός
<οἴῳ>
μόνῳ· "οἴῳ φαινομένη" (Α 198 ..) καὶ μόνοι, δυϊκῶς. καὶ
<οἵω>
ὁποίω
*<οἰώθη>
ἐμονώθη (Ζ 1) r. n
*<ὀΐω>
ὑπολαμβάνω (Α 59) r. ASs
*<οἰων>
μόνων AS. προβάτων ASvgn. αἰγῶν (Λ 678) AS
*<οἰωνισάμην>
παρετηρησάμην ASvg. ἢ ἐμαντευσάμην vgn
*<οἰωνιστής>
ὀρνεοσκόπος (Β 858) ASn
*<οἰωνοβρώτους>
ὑπὸ ὀρνέων βρωθέντας (2. Macc. 9,15 ..) ASg(v) n
<Οἰωνίχου μουσεῖον>
τοῦτο δὲ Οἰωνίχου φησὶ μουσεῖον εἶναι τὸ ...
*<οἰῶντα>
μονάζοντα vh
<οἰωνοί>
σαρκοφάγα ὄρνεα καὶ πάντα, γῦπες, κόρακες. [εἴρηνται δὲ οἰωνοί, δι' ὧν οἰωνιζόμεθα τὰ μέλλοντα, ὅθεν καὶ <οἰωνο- πόλοι> οἱ μάντεις h. ἢ ὄφεις
<οἰωνοπόλοι>
μάντεις. ὀρνεοσκόποι, ὀρνιθομάντεις (Α 69 ..)
<οἰωνός>
ὄφις. ἐπιεικῶς γὰρ λέγεται εἰς τὰς μαντείας τοὺς ὄφεις ἔχειν, οὓς καὶ οἰωνοὺς ἔλεγον
<οἰω>
δοκῶ. μόνῳ
*<ὁ Ἰωθόρ>
ὁ περισσός
†<οἰοταζομένης>
φιλοτιμουμένης
<οἰωτός>
χιτὼν ἀπὸ ἐρίων r
*<ὁ καθείς>
ὁ χαλάσας ASvg
<ὁ καθ' εἷς ἡμῶν>
ἕκαστος ἡμῶν
*<ὁ καυλός>
ὁ κλάδος (Exod. 25,31) AS
<ὀκείλασαν>
τὴν ἐποκείλασαν ναῦν
<ὀκέλλειν>
ἐμβάλλειν. προσορμεῖν
*<ὀκέλλει>
προσορμεῖ (r.) ASvg. καὶ μὴ κρατεῖ ἑαυτοῦ
<ὅκ' ᾖ>
ὅτε ᾖ
<ὀκιμβάζειν>
διατρίβειν. καὶ στραγγεύεσθαι v
<ὄκκαβος>
τὰ περὶ τὸν βραχίονα ψέλλια
<ὅκκα σάζηι>
ὅταν στοιβάζηι
<ὄκκον>
ὀφθαλμόν
<ὀκκῦλαι>
τὸ ὀκλάσαι, καὶ ἐπὶ τῶν πτερνῶν καθίζεσθαι
<ὀκλαδίας>
*θρόνος πτυκτός AS, δίφρος ταπεινός, ὃν οἱ ἀκό- λουθοι φέρονται τοῖς εἰς τὰς ἀγορὰς ἐξιοῦσι πλουσίοις. καὶ πεποίηται τοὔνομα παρὰ τὸ κεκλάσθαι
*<ὀκλάζειν>
λαγγάζειν A (vg) n. εἰς γόνυ κάμπτειν (ASvg). διστά- σαι (vg)
*<ὀκλάξ>
ἐπικεκαμμένως AS
<ὀκνεῖ>
δέδοικε. δειλιᾷ, εὐλαβεῖται. οὐ βούλεται [φόβος]
<ὀκνείω>
ὀκνῶ n. καὶ τὰ ὅμοια (Ε 255). καὶ <ὀκνηρός>
*<ὀκνόδραστον>
πᾶν πρᾶγμα ἄγνωμον
<ὄκνος>
εἶδος ἐρῳδιοῦ. καὶ [φόβος r
*<ὀκνῶν>
ἀναδυόμενος ASgn. φοβούμενος (r. s)
*<ὁκοῖον>
ὁποῖον. Ἀττικῶς vgn
<ὀκορνούς>
τοὺς ἀττελέβους. καὶ τὰ ἀκριδώδη οὕτω λέγουσιν (Aesch. fr. 256)
<ὀκριάζων>
τραχυνόμενος (Soph. fr. 971)
*<ὀκρίβαντας>
ἐνβάτας ASn
*<ὀκρίβας>
βῆμα ἡνιόχου gn
<ὀκρίβας>
οἱ μὲν ὄνον φασίν, οἱ δὲ ἄγριον κριόν, ἄλλοι κλίμακα. κυρίως δὲ τὸ λογεῖον, ἐφ' οὗ οἱ τραγῳδοὶ ἠγωνίζοντο. τινὲς δὲ κιλλίβας τρισκελής, ἐφ' οὗ ἵσταντο οἱ ὑποκριταὶ καὶ τὰ ἐκ μετεώρου λέγουσιν
*<ὀκριόεντι βαλών>
τραχείᾳ βαλών (Μ 380) A
<ὀκριόεν>
τραχύ r. σκληρόν. στερεόν. [ὀργίλον r
*<ὀκριόεντι>
τραχεῖ (Δ 518) ASn
<ὀκριόωντο>
ἐτραχύνοντο g. ὠργίζοντο. μεταφορικῶς ἀπὸ τῶν ἄκρα πολλὰ ἐχόντων λίθων. ὄκρις γὰρ κυρίως ὁ τραχὺς λίθος (σ 33)
<ὁ Κρὴς τὴν θάλατταν>
ὡς Κρητὸς ἐν θαλάττῃ χειμασθέντος, εἶτα προσγαληνιῶσαν αὐτὴν ἰδόντος "Εἴ σε μὴ ᾔδειν, ἐπί- στευσα ἂν ὡς ἀληθευούσῃ εἰπόντος
<ὀκρυόεν>
φρικῶδες r. (T)
*<ὀκρυοέσσης>
φρικτῆς ASn. χαλεπῆς (Ζ 344) (r. p)
<ὀκτάδιον>
καλάθιον πρὸς ὀρνιθάρια
<ὀκτάκνημα>
ὀκτὼ κνήμας ἔχοντα (Ε 723)
<ὀκτήσεις>
οἴσεις [ὀκκήσεις]
<Ὀκτώπας>
ποταμός (Aesch. fr. 149)
<ὀκτώπηχυ>
τὸ ὀκτάπηχυ (Philem. fr. 212)
<ὀκτώπους>
σκορπίος (Cratin. fr. 77) Σ
<ὀκχεῖν>
φορεῖν. ἴσχειν
<ὀκχή>
στήριγμα, βακτηρία, ἔρεισμα, σκῆπτρον (Callim. fr. 355)
<ὀκωχεύειν>
ἔχειν, συνέχειν
<ὅλα>
τὰ ἐντὸς τῆς σηπίας στρογγύλα
†<ὀλαεῖ>
ἐνοχλεῖ. καὶ <ὀλαθεῖ> ὁμοίως
<ὀλαί>
κριθαί. ἀπαρχαί
<ὀλαιμεύς>
τὸ τὰς ὀλὰς βάλλων
<ὀλαιτοί>
σπερμολόγοι. καὶ <ὀλατοί>
<ὀλβάχνιον>
κανοῦν. Δεινολόχος (fr. 13)
<ὀλβιόδαιμον>
τρισόλβιε. μακάριε. κατὰ τὴν εὐδαιμονίαν (Γ 182)
*<ὄλβιος>
πλούσιος, εὐδαίμων ASvgn. ὁ διὰ τοῦ ὅλου βίου μακαριστός (ρ 420)
*<ὀλβοδότης>
πλουσίως παρέχων Asg. ὄλβος γὰρ ὁ πλοῦτος (Eur. Bacch. 573)
*<ὄλβος>
πλοῦτος, χρῆμα (Sir. 30,15) AS. τιμή (γ 208?)
<ὀλοθρευτής>
λυμεών (1. Cor. 10,10)
<ὄλεθρος βαθύς>
ἔνιοι <παρὰ Ἀριστοφάνει (fr. 320,3)> ἐπὶ κόσμου γυναικείου· <ἄλλοι ἐπὶ δαπάνης· ἀποδυσπετοῦντα γὰρ εἰπεῖν τὸν παρὰ τῷ Ἀριστοφάνει. ὄλεθρος γὰρ ὁ θάνατος> hm. *ἀπώλεια g
<ὀλέθρου πείρατ' ἐφῆπται>
ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ ὀλέθρου ὑμῶν πέρας· οἷον δέδεσθε τῷ ὀλέθρῳ (Η 402)
*<ὀλεῖ>
[ἐνοχλεῖ.] ἐξολοθρεύσει (Eur. Andr. 856) ASvg
[<ὀλείρ>
ἔλιος μῦς]
*<ὀλέθριος>
ἐξολοθρευτής (2. Thess. 1,9 v. l.?)
<ὀλέκειν>
ἀπολλύναι. πολιορκεῖν. *φονεύειν (vgS)
<ὀλέκοντο>
*ἀπώλλυντο An. ἐπολιορκοῦντο. ἐφονεύοντο. ἐξω- λοθρεύοντο (Α 10)
<ὀλέκρανα>
οἱ πήχεις, [τὰ ἐπὶ τῶν ἀγκώνων ὀστᾶ q. καὶ *<ὀλέ- κρανες> AS. τὰ αὐτά
<ὀλερόν>
βορβορῶδες. τεταραγμένον
*<ὀλέσαι>
ἀπολέσαι (Ω 242) n
*<ὀλετῆρες>
φονεῖς (r) vgpn (Σ 114?)
†<ὄλεχθον>
τὸ μαζονόμον
*<ὄληαι>
ὀλοίης, ἀποθάνῃς (Γ 417) ASp
†<ὀληθείς>
ὀδυνηθείς
†<ὀλήθη>
καὶ τὰ ὅμοια n
[<ὀλητῆρες>
φονεῖς]
<ὀλιβράξαι>
ὀλισθεῖν
<ὀλιβρόν>
ὀλισθηρόν. λεῖον. ἐπισφαλές
*<ὀλίγα ἄττα>
ὀλίγα τινά ASvgn
*<ὀλιγαρχίαι>
... ὀλίγοι ἦρχον ASn
*<ὀλιγαρχούμενοι>
ὑπὸ ὀλίγων ἀρχόμενοι. τρεῖς δέ εἰσι πολι- τεῖαι, βασιλεία, ὀλιγαρχία, δημοκρατία q. ASvg
<ὀλίγῃ ἐνὶ χώρῃ>
ἐν στενωπῷ (Ρ 394)
<ὀλίγῃ ὀπί>
βραχείᾳ φωνῇ (ξ 492)
<ὀλίγη δὲ ἀνάπνευσις πολέμοιο>
ὀλίγον καιρὸν εἰς διάπνευ- σιν δίδωσιν ὁ πόλεμος (Λ 801)
<ὀλιγηπελέων>
ὀλίγον δυνάμενος, ἀσθενής, ἄτονος (Ο 24)
<ὀλίγινθα>
ὀλίγον
<ὀλίγγοι>
εἶδος ἀκρίδων. τινὲς ῥιζίον, ὅμοιον βολβῷ
<ὀλίγιστος>
ὀλιγοχρόνιος. ἐλάχιστος (Τ 223)
<ὀλιγίστου>
παρὰ μικρόν
*<ὀλιγόγνωμον>
ὀλίγωρον (ASvgn)
*<ὀλιγοδεής>
ὀλίγα χρῄζων ASvgn
<ὀλιγοδρανέων>
ὀλίγον δυνάμενος (Ο 246)
*<ὀλιγοδρανής>
ὀλίγον ἰσχύων r. ASvgn. ὀλίγον δυνάμενος AS
<ὀλίγοισι>
μικροῖς (μ 252)
<ὀλίγον>
μικρόν ἢ οὐδέν (Ε 800)
<ὀλίγον γόνυ γουνὸς ἀμείβων>
πόδα κατὰ τὴν πορείαν ὀλίγον ἐναλλάσσων, ἠρέμα ἀναποδίζων, καὶ οὐ προτροπάδην φεύγων· ὅπερ ἐστὶν εἰς τοὔμπροσθεν τετραμμένος, οἷον νῶτα διδοὺς τοῖς πολεμίοις (Λ 547)
<ὀλιγωροῦντος>
ἀδημονοῦντος
*<ὀλίγου δεῖν>
σχεδόν ASvgn, ἐγγύς
<ὀλιγόφρων>
μικρόψυχος
<ὀλιγοψυχήσας>
μικροψυχήσας
*<ὀλιγωρεῖ>
ῥᾳθυμεῖ, ἀμελεῖ AS
*<<ὀλιγωρήσας>>
[ἢ] ὀλίγην ἔχων φροντίδα ASn
*<ὀλιγώρως>
μικρολόγως. σκνιφῶς. ῥυπαρῶς A
<ὀλίζονες>
ἥσσονες, ἐλάσσονες (Σ 519)
<ὀλιζοῦται>
μειοῦται, [ὀλιγοῦται sn
*<ὀλιζοῦνται>
μειοῦνται, [ὀλιγοῦνται AS
<Ὀλιζών>
πόλις (Β 717). καὶ ὁ ἐλάσσων
<ὁλκάς>
εἶδος πλοίου
†<ὀλίκοι>
ἐκκομίδαι
*<ὁλικῶς>
ἐξ ὅλου. ἐπιῤῥηματικῶς ASgn
†<ὄλινοι κριθῆς>
δέσμαι. καὶ ὤλενος παρὰ Κυπρίοις
<ὀλινύει>
λήγει. ἀργεῖ
<ὀλισβοκόλλιξ>
παρὰ τὸ ἐτυμοκόλλιξ (Com. ad. 1094)
*<ὀλισθαίνει>
πίπτει (Sirac. 21,7 v. l.) ASvg
<ὀλισθεῖν>
δραμεῖν. πεσεῖν. ἐλθεῖν
*<ὀλισθήμασι>
πλάναις Avg. παραπτώμασιν (Ierem. 45,22) A (r)
<ὀλισθηρόν>
πτωτικόν r
*<ὄλισθος>
πτῶσις (Ps. 72,18 Sym.) r. g
<ὀλίς>
σκίουρος. ἔλειος
<ὁλκά>
δυνατά
<ὁλκάδεσσι>
ναυσί, πλοίοις (p)
*<ὁλκάζει>
ἕλκει, χαλιναγωγεῖ (r) n
<ὁλκαῖον>
λακάνη, νιπτήρ. κρατήρ
<ὁλκάς>
*πλοῖον AS, ναῦς φορτηγός. <[καὶ παρὰ Ἀλκμᾶνι ὁλκὰς> <ἀοιδὰ Σειρήνων> [δυνατάς] P
*<ὁλκαῖς>
δυνάμεσι. τόνοις ASn
<ὁλκεῖς>
οἳ τὰ ἀμφίβληστρα ἐπισπῶνται
<ὁλκή>
δύναμις. ῥοπή. ἰσχύς. βάρος. ῥυτήρ, [ἢ ῥυρή] σταθμός
*<ὁλκῇ μιᾷ>
τόνῳ. δυνάμει AS
<ὁλκῇ μιῇ>
τὸ αὐτό
<ὁλκεῖον>
μέγας κρατήρ. λουτήρ (Iudith 15,11?)
<ὁλκοί>
λύκοι. καὶ οἱ τῶν ὄφεων συρμοί. καὶ αἱ μηχαναί, δι' ὧν αἱ νῆες νεωλκοῦνται
*<ὁλκόν>
[ὁλκάς.] τὸν ἕλκοντα πλοῖον An
<ὁλκός>
ὁδός. ἰσχυρός (A). ῥυμός. συρμός. τόνος (g). βάρος
<ὁλκότης>
τὰ αὐτά
*<ὁλκούς>
ναυστάθμους. τὰς ἕλξεις τῶν πλοίων (Eur. Rhes. 673) ASn
*<ὁλκῶν>
ἐφέλκων An. καὶ τὰ ἑξῆς
*<ὀλλύει>
ἀπολλύει. φονεύει ASvgn
<Ὅλμιον>
ὄρος Ἐφέσου r
<Ὀλμειός>
ποταμός (Hes. theog. 6) pn
<ὅλμος>
περιφερὴς λίθος, μάρμαρος, ἐν ᾧ τὰς βοτάνας τρίβουσι. καὶ ποτηρίου εἶδος. καὶ τὸ ὑπὸ ταῖς ὑπογλουτίσιν ἑκατέρωθεν κοῖλον. καὶ κύλινδρος
<ὁλοβολάδες>
θῖνες
<ὁλόζινον>
ὀζῶδες. συμπεφυκώς
†<ὁλοεῖται>
ὑγιαίνει
<ὁλοθούριον>
εἶδος θαλάττιον
<ὀλόεργος>
κακοῦργος
*<ὀλοή>
ὀλεθρία (Φ 83) (n)p
<ὀλοίῃς>
ἀποθάνοις
*<ὀλοιῇσιν>
ὀλεθρίαις (Α 342) n. [ἀπωλείας]
<ὄλοισθε>
ἀπόλοισθε (Eur. Med. 113)
<ὄλυσος>
ὁ ἀπολλύς
*<ὁλοκαρπούμενον>
ὅλον προσφερόμενον (4. Macc. 18,11) ASvgn
*<ὁλοκαύτωμα>
ὅλον πυρὶ καθαγιζόμενον, ὁλόκληρον (Exod. 29,18 ..) AS
<ὄλοκες>
αὔλακες
*<ὁλόκληρον>
σῶον (AS)
<ὁλόκνημοι>
ὁλομελεῖς (Pherecr. fr. 108,13)
<ὁλοκληρία>
ἕνωσις
<ὀλολυγή>
ποιὰ φωνὴ λυπηρά, ὀδύνην καρδίας ἀσήμῳ τινὶ φθόγγῳ παριστῶσα
<ὀλολυγή>
φωνὴ γυναικῶν, ἣν ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμε- ναι (Ζ 301). καὶ ἄνθος τι παρὰ λίμναις γινόμενον
<ὀλολυγών>
ζωύφιον γινόμενον ἐν ὕδασιν, ὅμοιον ἐντέρῳ. καὶ τοὺς εὐήθεις δὲ οὕτως ἔλεγον
<ὀλολυγμός>
θρῆνος vg, κλαυθμός (Eur. Or. 1137)
<ὅλον οὐσιοῦται>
ὅλον ἑνοῦται
<ὀλοοῖο>
δεινοῦ (Γ 133). ἢ †ἀγαθοῦ
<ὀλοοίτροπα>
παρὰ Ῥοδίοις ὀπτὰ πλάσματα εἰς θυσίαν
<ὀλόμενον>
δεινόν (Eur. Phoen. 1295?)
<ὀλοοίτροχος>
*ὀλίγα τρέχων AS. ἢ κυκλοτερής Sn, στρογ- γύλος λίθος. ἢ ὁλότροχος, ἐπεὶ στρογγύλος, καὶ παντὶ μέρει ἐφαπτόμενος τῆς γῆς. ὁ γὰρ τετράγωνος ἑνὶ μέρει ἐφάπτεται (Ν 137)
<ὀλοόν>
κακόν, [κακόν,] χαλεπόν, *ὀλέθριον (Ξ 139) gnp. ἢ ἀγαθόν
<Ὀλοοσσών>
πόλις Θεσσαλίας (Β 739)
*<ὀλοόφρονος>
ὀλέθρια φρονοῦντος ASn, κακόφρονος s, δεινοῦ (α 52) ASn
<ὀλόπτειν>
λεπίζειν, τίλλειν, κολάπτειν
†<ὁλόπτυον>
συμπεφυκότα
<ὀλός>
τὸ μέλαν τῆς σηπίας r
<ὁλοσπάδες>
ὅλαι κατασπώμεναι, καὶ καταπινόμεναι (Soph. fr. 972)
<ὁλοστός>
ὅλος ὥς ἐστιν (r)
<ὁλόσφυροι>, ὁλοσφύρατοι
*<ὁλοσχερής>
διόλου, διαμπάξ. τέλειος, ὁλόκληρος AS. δυσχερής. ἐξ ὁλοκλήρου
*<ὁλοσχερῶς>
τελείως (1. Esdr. 6,28) ASvg
<ὁλόσχοινος>
ὀξύσχοινος
<ὁλότροχος>
περιφερὴς λίθος <καὶ στρογγύλος> b
<ὀλουρίδας>
εἶδος κόγχης
<ὀλούροισιν>
ἄνω τῆς θύρας στρόφιγγες
<ὀλουφεῖν>
τίλλειν
<ὀλοφυγγόνα>
φλυκτὶς ἐπὶ τῆς γλώττης (Theocr. 9,30 v. l.)
<ὀλοφυδνόν>
ὀλοφυρτικόν. λυπηρόν, *[θρηνητικόν AS, ὀδυρ- τικόν (Ε 683) Anvg
<ὀλοφυκτίς>
τὴν φλύκταιναν. οὐκ εὖ· ἐπὶ γὰρ τῶν δυναμένων φύεσθαί τι. ἐπινυκτίδα, ἢ δοθιῆνα (Hippocr. mul. aff. II 206?)
*<ὀλοφύρεται>
ὀδύρεται, κλαίει, θρηνεῖ ASvgn, κοπετεῖ (Θ 202 ..)
<ὀλόφυς>
οἶκτος. ἔλεος. θρῆνος (Sapph. fr. 21,3 L. -- P.)
<ὀλοφώϊα>
ὀλέθρια, οἷον ὀλοποιά, δεινὰ βουλεύματα (δ 410. 460)
<ὀλοφώϊος>
πολύπειρος, πολύφρων. πανοῦργος, πονηρός
<ὁλόφωνος>
ὁ ἀλεκτρυών· ἢ ἀπὸ τοῦ λόφου, ἢ ἀπὸ τοῦ ἐν τῷ ᾄδειν ὅλον αἴρεσθαι καὶ μετεωρίζεσθαι (Cratin. fr. 259)
*<ὀλοώτερος>
ὀλέθρου αἰτιώτερος (Γ 365) Avgn
<ὀλπα>
ἡ ἐλπίς. καὶ χόνδρου τις ἕψησις. λήκυθος. ἔδεσμά τι. ἢ ὄλβος
<ὄλπις>
οἰνοχόη (Sapph. fr. 141,3 L. -- P.)
<ὀλλύει>
φθείρει
[<ὀλυμπία>
δοκός]
<Ὀλύμπια δώματ' ἔχοντες>
οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοί, ὅ ἐστιν ὄρος ἐν Μακεδονίᾳ, καὶ οὐρανός (Α 18)
<Ὀλύμπια>
ὁ Ἀθήνησιν ἀγών
<Ὀλύμπιον>
τοῦτο ἀτελὲς ἔμεινεν Ἀθήνησιν οἰκοδομούμενον, πολλάκις ἀρχὰς λαβὸν τῆς κατασκευῆς
*<Ὀλυμπιονίκης>
στεφανισθεὶς εἰς Ὀλυμπίαν AS(g)
*<Ὀλύμπιος>
οὐράνιος r. ASvg
<Ὀλυμπίου πνοαί>
Ὀλυμπίας ἄνεμός ἐστιν ὁ ἀπὸ τοῦ Ὀλύμ- που πνέων Ζέφυρος
*<Ὄλυμπος>
οὐρανός, θεοῦ οἰκητήριον. καὶ ὄρος ἐν Μακεδονίᾳ r. Avg
<Ὀλύμπου νόμος>
τῶν αὐλητικῶν τις (Ar. Equ. 9)
<ὄλυνθος>
τὸ μὴ πεπαμμένον σῦκον. <καὶ ὄνομα πόλεως> r
<ὄλυνος>
τὸ ἀπότριμμα, καὶ ἀποκάθαρμα
<ὄλυρα>
*εἶδος σπέρματος. ἢ βρῶμά τι μεταξὺ σίτου καὶ κριθῆς ASn. οἱ δὲ αὐτὴν τὴν κριθήν. ἄλλοι καρπόν τινα σιτικόν. *ζειάν [τινὲς ζέαν] (Ezech. 4,9) ASvg
<ὄλλυται>
ἀπόλλυται (Eur. Med. 1066)
<ὄλχον>
ἐνέδραν (s)
*<ὀλώλαμεν>
ἀπολώλαμεν, ἀπεθάνομεν (Eur. Rhes. 761 ..) ASvgn
*<ὀλώλῃ>
ἀπόληται (Δ 164 ..) n
<ὄλωνται>
ἀπόλωνται (Θ 34)
*<ὅλως>
παντελῶς AS, [ἢ ἄρα ὁμοῦ]
<ὁμᾶ>
ὁμοῦ rh <ἢ ἅμα>
<ὁμαδεύειν>
ἀθροίζειν (r)
<ὅμαδος>
*ἄθροισις vg. θόρυβος ASvgn. ὄχλος. τάραχος. στρα- τός. [ἀπὸ τοῦ <ὁμοῦ <αὐδᾶν>> g
*<ὅμαιμοι>
ἀδελφοί, συγγενεῖς. ὁμόαιμοι (ASvg)
*<ὁμαιχμίη>
συμμαχία (Hdt. 7, 145,2) AS. [καὶ ὁμαίθρα] καὶ <ὁμαιχμία>
<ὅμαιχμοι>
σύμμαχοι (Thuc. 3, 58,4) (r)
<ὁμαλεῖς>
ὁμοῦ <ὄντες>
*<ὁμαλόν>
*λεῖον. ἴσον AS, ἰσόπεδον. εὐχερές
*<ὀμάρξασθαι>
ἐκμάξασθαι. ὁμοιωθῆναι ASg
<ὁμαρές>
ὁμοῦ. συμφώνως
<ὄμαρξον>
ἀπόμαξον
*<ὁμαρτῆ>
ὁμοῦ (Eur. Hec. 839) n
<ὄμβρον>
βροχήν, ὑετόν
<ὁμαρτεῖν>
συντυχεῖν ASv. ἐπακολουθεῖν Av. συναθροίζειν
<ὅμαυλον>
ὁμόκοιτον AShm, <σύγκοιτον> hm. ὁμοῦ αὐλιζόμενον ASv. <Σοφοκλῆς Φινεῖ> (fr. 650 a) hm
<ὄμβρος>
[χοιρίδιον. ἢ] ὑετός r
<ὀμβρεῖ>
ἀτιμάζει, ἀκολουθεῖ. ὑπερισχύει. αὔξει. πιαίνει. πλήθει
[<ὁμειλαδόν>
μετατᾶγμα καὶ ἄθροισμα]
<ὁμιλήσωσι>
συμβάλωσιν (Τ 158)
[<ὅμειλος>
συστροφή. ἀπὸ τοῦ ὁμοείλας εἶναι. καὶ πλῆθος ὄχλου]
<ὁμειρόμενοι>
<ἐπιθυμοῦντες> (1. Thess. 2,8)
*<ὁμείρονται>
ἐπιθυμοῦσιν (Iob 3,21) ASvg
<ὀμεῖται>
ὀμνύει (Ι 274)
*[<ὅμεῤῥος>
τυφλός v]
<ὁμέστιοι>
σύνοικοι
<ὁμέστιον>
σύνοικον
*<ὁμέστιος>
ὁμόοικος (Greg. Naz. c. 2,1 32,3?) (r) (AS)vg
[<ὁμᾶ>
ὅπερ ὠμοῦ]
*<ὁμευνέτου>
συγκοίτου (r). ASgn, ὁμολέκτρου (Eur. Med. 953)
*<ὁμή>
ὁμοία (Ψ 91) AS. ἢ ὀμνύεις ASvg
*<ὁμηγερέες>
ὁμοῦ ἀθροισθέντες (Α 57) r ASn
*<ὁμηγερέεσσιν>
ὁμοῦ πᾶσιν (Ο 84) A
<ὁμήγοροι>
ἰσήγοροι, ἐν ταὐτῷ συνήγοροι
*<ὁμηγύρειν>
τὸ συνάξαι AS
<ὁμηγύρεως>
συνόδου, συναθροισμοῦ
*<ὁμήγυρις>
πλῆθος r. Avg, ὄχλος, [συναγωγή n, συνέλευσις g
<ὁμηγυρίσασθαι>
ὁμοῦ συναγαγεῖν πολλούς (π 376)
*<ὁμήθεα>
συνήθη ASg
<ὁμιλεῖ>
πολεμεῖ AS. συμμαχεῖ (Ε 834)
*<ὁμηλικίη>
τῆς αὐτῆς ἡλικίας, συνῆλιξ (Γ 49) AS
<ὁμήν>
ὁμοίαν. τὴν αὐτήν (Ω 57)
<ὁ μήνιεν>
ὠργίζετο (Α 488)
*<ὁμὴ νῶϊ>
ἡ αὐτὴ ἡμᾶς τοὺς δύο (Ψ 91) A
<ὅμηρα>
τὰ ἐπὶ συμβιβάσει διδόμενα ἐνέχυρα (1. Macc. 9,53 ..) r. p
*<ὁμηρεύειν>
συμφωνεῖν AS
<ὁμηρεῦσαι>
τὸ συμβολῆσαι. ὁμοφωνοῦσαι, ὁμοῦ λέγουσαι (Hes. theog. 39)
<ὁμηρεῖν>
ὁμοῦ ἡρμόσθαι. καὶ συμφωνεῖν
<ὁμηρεῖ>
ἐγγυᾶται. ἀκολουθεῖ
<Ὁμηρίδαι>
οἱ ῥαψῳδοί r
<ὁμηρέταις>
ὁμοψήφοις, ὁμογνώμοσιν
†<ὁμηρητῆρες>
ἀκόλουθοι. συνήγοροι
<ὁμηρίδδειν>
ψεύδεσθαι
*<ὅμηροι>
οἱ ἕνεκεν εἰρήνης διδόμενοι, ἐνεχυραζόμενοι Avgn
<ὅμηρος>
ὁ τυφλός. καὶ ὁ ἐνεχυραζόμενος
[<ὀμηνήν>
τροφήν]
*<ὁ Μίδας>
βασιλεὺς Φρυγῶν πλούσιος A (S) gn
<ὁμιλαδόν>
ἐν συστροφῇ καὶ τάξει μάχεσθαι, *[κατὰ τάγμα καὶ ἄθροισμα (Μ 3) S
*<ὁμιλεῖ>
συναναστρέφεται ASvgn. μάχεται
<<ὁμιλεῖν>·> ἐπακολουθῆσαι νεκρῷ (Π 641). ἀναστρέφεσθαι. λα- λεῖν. τίθεται δὲ καὶ ἀντὶ φιλίας, καὶ διαλέξεως
*<ὁμιλέομεν>
διαλεγόμεθα (Λ 523?) AS
<ὁμιλήσειε>
συναναστραφῇ (α 265). ἢ ἐμαχέσατο, καὶ συνέβαλε πρὸς μάχην
<ὁμιλία>
διήγησις. ὅμιλος
<ὁμιλίαι χθονός>
ἀντὶ τοῦ φιλίαι, ἔρωτι τῆς πατρίδος. καὶ ἀντὶ τοῦ πάλῃ. περὶ γὰρ τὴν πάλην ἐσπούδασαν οἱ Θηβαῖοι (Eur. Phoen. 1408)
<ὅμιλος>
*ἄθροισμα. ὄχλος (ASvg) np. θόρυβος (AS). δῆμος. [πλῆθος (ASvg). [μάχη.] σύνοδος s. μάχη. ἀπὸ τοῦ ὁμοῦ
εἰλεῖσθαι κατ' αὐτὸν ὄχλον (Γ 36)
<ὅ μιν>
ὅτι αὐτόν S
*<ὀμιχεῖν>
οὐρεῖν (Hes. op. 727) (n)
<ὁμίχλη ἢ ὁμίχλα>
ἀὴρ παχύς, σκοτεινός, ἀχλὺς [σκοτεινός] ὑδατώδης, σκοτία (Α 359)
<ὀμίχματα>
οὐρήματα (Aesch. fr. 435) r
<ὀμματοστερεῖς>
πηρούς. ἢ βλάπτεσθαι
<ὀμμάτειος πόθος>
διὰ τὸ ἐκ τοῦ ὁρᾶν ἁλίσκεσθαι ἔρωτι· "ἐκ τοῦ γὰρ ἐσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν" (Agath. fr. 29). καὶ ἐν Ἀχιλλέως ἐρασταῖς· ὀμμάτων ἄπο <λόγχας ἵησιν> (Soph. fr. 161)
*<ὁμοαιχμία>
ὁμομαχία ASg
[<ὁμοβόρος>
ὁμοφάγος]
<ὁμόβωμοι θεοί>
ἐν Ἐλευσῖνι Δήμητρος καὶ Κόρης εἰσίν ...
<ὁμογάλακτες>
οἱ ἐκ τοῦ αὐτοῦ γένους. ἢ ἀδελφοί
*<ὁμογάστριος>
ἐκ τῆς αὐτῆς γαστρός (Φ 95) ASn
*<ὁμογενῶν>
συγγενῶν ASvg
*<ὁμόγνια>
... ἢ γνήσια (AS) Σ (p)
<ὁμοδάλιον>
ἰσοετῆ
*<ὁμοδίαιτος>
ὁμότροφος (AS). ὁμοτράπεζος A (Svg), σύνοικος
<ὁμόδοξος>
μιᾶς καὶ τῆς αὐτῆς δόξης (Greg. Naz. or. 1 p. 194a)
*<ὁμόδουλος>
σύνδουλος (Eur. Hec. 60) ASvg
*<ὁμοερκής>
ὁμότοιχος g
*<ὁμόζυγος>
γαμετή ASvg
<ὁμοήγορον>
ὅμοιον
<ὁμόθεν>
ἐκ τοῦ αὐτοῦ τόπου· ἐξ ὁμόθεν πεφυκότες (ε 477)
*<ὁμοθυμαδόν>
ὁμοῦ. ὁμοψύχως (Iob 2,11) n
*<ὁμόθυμος>
ὁμόφρων ASvg, ὁμόψυχος vg
*<ὅ μοι>
ὅτι μοι (Α 120) vn
<ὅμοια>
ἴσα· "ὁμοίῃ ἔνθεο τιμῇ" (Δ 410)
<ὁμοίης>
ὁμοίας. τῆς ἴσης (Α 278)
[<ὁμοιΐου πτολεμοῖο>
ἐν ᾧ ὅ ... (Ν 358)]
<ὁμοιΐου>
τοῦ ὁμοῦ ἰέναι ποιοῦντος <πτολέμοιο>. ἐν ᾧ ὅμοιος πᾶσι καὶ ἴσος ὁ κίνδυνος· ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα <κατέκτα> (Σ 309). ὁμοίως δέ φησι καὶ <ὁμοιΐου θανάτοιο> (γ 236?). καί· ἀλλά σε γῆρας τείρει ὁμοίϊον (Δ 315)
<ὁμοιογενῆ>
ὁμόφυλον, συγγενικόν
<ὁμοιόπτεροι>
ὁμοιότιμοι
<ὅμοιος>
ἐν ταὐτῷ συνεστώς
*<ὁμοιοῦσθαι>
ἐξισοῦσθαι (Eur. Bacch. 1348) gn
<ὁμοιωθήμεναι>
ἐξισωθῆναι (Α 187). συμμιγῆναι
*<ὁμοκλή>
ἀπειλή, βοή AS
<ὁμοκλῆς>
ὁμώνυμος. ἢ ἀπειλῆς
*<ὁμοκλήσας>
[ὁμοῦ ἀπελθών.] ἀπειλήσας. βοήσας (Ε 439). στενάξας ASn
<ὁμοκλήσασκεν>
[ἢ ὁμοκλεῖν.] ἐβόα (Β 199)
<ὁμοκλητῆρες>
ἀπειλητῆρες
<ὁμοκλητῆρος>
ἀπειλητῆρος. τοῦ παρακελευομένου (Μ 273)
<ὁμόκλητος>
ὁ μιᾷ κλήσει καλούμενος μετὰ ἑτέρου
<ὁμολογῶ>
†ζοφῶ
<ὁμολειῶν>
ἰσάζων. καταλειαίνων
*<ὁμόλεκτρος>
σύγκοιτος (Eur. Or. 508) r. (ASn)
<ὁ μολοβρός>
αἰσχρός, ἀναιδής. περίτριμμα
*<ὁμολόγως>
συμφώνως (Hos. 14,5) ASvg
<Ὁμολωΐδες>
πύλαι ἐν Θήβαις (Eur. Phoen. 1119)
<Ὁμολώιος Ζεύς>
Θήβησιν οὕτω προσαγορεύεται ὁ Ζεύς
<ὁμόν>
ἕν, τὸ αὐτὸ ὅμοιον· "ἦ μὰν ἀμφοτέροισιν ὁμόν" (Ν 354)
<ὁμοούσιον>
τὸ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ὑπάρχον
<ὁμοουσιότης>
ταυτότης κατὰ τὸ ὑποκείμενον, καὶ τὸ ἀπαράλ- λακτον κατὰ τὴν οὐσίαν
<ὁμόπαιδα κάσι(ν) Κασσάνδρας>
ὁμοῦ παιδευθέντα, ἢ ὁμοῦ τεκνωθέντα· ἐπειδὴ δίδυμοί εἰσιν (Lyr. adesp. 79B Bgk)
<ὁμόπτεροι>
ὅμοιοι. ὁμότριχοι. ὁμόχρονοι, ἀδελφοὶ ἥλικες, ὁμοῦ ηὐξημένοι
<ὁμορβεῖν>
ἀκολουθεῖν. ὁδοιπορεῖν
<ὀμόργνυ>
ἀπέψα. [ἀπέμασσεν (Ε 416) n
<ὁμορίτας>
ἄρτος ἐκ πυροῦ διηττημένου γεγονώς
<ὀμόρξαι>
ἀπομάξαι, ἀποψήσασθαι
<ὀμόρξῃ>
ἀποψήσῃ
*<ὅμορος>
πλησιόχωρος r. nΣ, γειτνιῶν vg
*<ὁμοροῦσα>
γειτνιῶσα r. As(S). πλησιάζουσα (Ierem. 27,40) n (Σ)
*<ὁμοῤῥοθοῦντες>
ὁμοφωνοῦντες n, ὁμόηχοι
<ὁμοῤῥοθεῖν>
ὁμοῦ ἕλκειν, καὶ *[συμφωνεῖν (Eur. Or. 530) (Avg) n
<ὁμόῤῥοθα>
ἀθρόα
[<ὁμοροῦσα>
γειτνιῶσα, πλησιάζουσα]
<ὁμόροφος>
ὁμοδίαιτος. *[σύνοικος v
*<ὁμόρων>
ἀστυγειτόνων (Thuc. 3,92,2) AS(g)
*<ὁμός>
ὅμοιος. [ὁ αὐτός (Δ 437) n
[*<ὄμοσαι>
ὀμόσω. ὀμνύω Α]
*<ὄμοσσον>
ὄμοσον [ὀμνύω] (Α 76) A
*<ὁμόσε>
εἰς τὸν αὐτὸν τόπον AS· τῶν πάντων ὁμόσε στόματα ἔτραπε (Μ 24)
<ὁμοσίπυοι>
ὁμοτράπεζοι
<ὁμόσκευοι>
τῷ αὐτῷ ὁπλισμῷ χρώμενοι (Thuc. 2, 96,1)
*<ὁμόσε χωρεῖν>
συνδραμεῖν (Eur. Or. 921)
<ὁμόσιτοι>
ὁμοτράπεζοι
*<ὁμόσπονδος>
φίλος (Dem. 18,287) (Avgn) Ss
<ὁμόσποροι>
ἀδελφοί (Eur. Bacch. 1092)
<ὁμόστιβοι>
συμπράττοντες
<ὁμοστιχάει>
ὁμοστιχεῖ. ὁμοῦ πορεύεται (Ο 635)
<ὁμόστολοι>
συμπράττοντες. τῇ αὐτῇ ὁδῷ κοινωνοῦντες
<ὁμόσφυροι>
συνοδοιπόροι
<ὁμόσφυρος>
ἀδελφή. τῆς δὲ τρίτης συλλαβῆς ἐκτεινομένης, δηλοῖ τὸν ὁμόχωρον. <Σφῦρα> γὰρ τῆς σπορίμου γῆς τὸ μέτρον
<ὁμοτελεῖς>
οἱ ἀπὸ τῶν αὐτῶν τιμημάτων
<ὁμοταγεῖς>
οἱ ἐν τῷ αὐτῷ τάγματι
*<ὁμοτέρμων>
ὅμορος, γείτων ASn
<ὁμότιμος>
ὁμόδοξος. ἰσότιμος. ὅμοιος
<ὁμοῦ>
ἐγγύς. τοπικόν. ἢ "<ὁμοῦ> ἄνδρες Ἀθηναῖοι δισμύριοι" ([Dem.] 25,51) [ὁμόφρονες]
*<ὀμοῦμαι>
ὀμνύω (Α 233) ASvgn
<ὅμουρα>
σεμίδαλις ἑφθή, μέλι ἔχουσα καὶ σησάμην
<ὁμούρησιν>
τὴν ὁμόρησιν [Ἀττικοί]
<ὁμουροῦσι>
γειτνιῶσιν ἐν τοῖς ὅροις (Hdt. 2, 33,2 ..)
<ὁμοῦ 'στιν>
σχεδὸν ἐγγύς ἐστιν (Ar. Pac. 513)
<ὁμοφροσύνη>
προσηνία, πραότης
*<ὁμοφυής>
ὁμογενής (Plat. Phaed. 86 b?) ASvgn
<ὄμπαι>
θύματα. πυροὶ μέλιτι δεδευμένοι (Callim. fr. 655 Pf.)
†<ὀμπάται>
ὑβρίζει. προπηλακίζει
<ὄμπια>
παντοδαπὰ τρωγάλια
<ὄμπνη>
τροφή. εὐδαιμονία r
<ὄμπνια>
τὰ ζωτικά
<ὄμπνια>
καρποφόρος. [τροφή.] ἄφθονος. ἀγαθή. νόστιμος. ἡ τὸ ἀναπνεῖν ἡμῖν διδοῦσα (Callim. fr. 1,10 Pf.)
<ὀμπνίῃ δαιτί>
ἀντὶ τοῦ πολλῇ
<ὀμπνίου νέφους>
μεγάλου, πολλοῦ, ηὐξημένου (Soph. fr. 225)
<ὄμπνιος λειμών>
ὁ τῶν πυρίνων καὶ Δημητρίων καρπῶν· ἐπεὶ <Ὄμπνια> ἡ Δημήτηρ
<ὀμπνιόχειρ>
πλουσιόχειρ. [πλούσιος r
<ὀμπνηρὸν ὕδωρ>
τρόφιμον (Callim. fr. 357 Pf.)
<ὀμφά>
ὀσμή. Λάκωνες
<ὄμφακες>
πάντα τὰ αὐστηρὰ καὶ ὀξέα, ἤγουν ὄξινα
<ὀμφακίας>
πάροξυς
<ὀμφαλητόμος>
μαῖα (Hippon. fr. 1 Kn.)
<Ὀμφαλίδαι>
πατριά
<ὀμφαλιστήρ>
ᾧ τοὺς ὀμφαλοὺς ἀποτέμνουσιν
<ὀμφαλόεσσα>
ἡ Ἄρκτος· διὰ τὸ μέσον τὸν βόρειον πόλον περιέχειν. τινὲς δὲ τὴν εὔτροφον χώραν (Nic. Al. 7). καὶ <ἀσπίδες ὀμφαλόεσσαι>· ἢ ὀμφαλοὺς ἔχουσαι, ἢ στρογ- γύλαι (Δ 448)
<ὀμφαλόεντα>
ὀμφαλοὺς ἔχοντα ζυγόν. Ὀμφαλοὺς δὲ λέγουσι τὰς ἐν τῷ ζυγῷ τρώγλας, ἐφ' ὧν αἱ ἡνίαι δέδενται (Ω 269)
<ὀμφαλός>
ζυγοῦ τὸ μέσον (Ω 273). καὶ Δελφοί, ἐπειδὴ μεσαί- τατοι
<ὀμφαλὸς Αἰγαῖος>
ζητεῖται πῶς τὴν Πυθὼ <ὀμφαλὸν Αἰ- γαῖον> <εἴρηκε>· τινὲς δὲ παρὰ τὸ τῆς Αἰγαίων γῆς <μέσον εἶναι>
*<ὀμφή>
φήμη θεία. κληδὼν θεία gnS. φωνή gn. δόξα. [πνοή Ss. ὀνείρου φαντάσματα (Β 41) (A)Sn
<ὄμφορα>
ὅσα ἀπὸ τῶν ἱερῶν ἐκφέρεσθαι ὁ νόμος κωλύει
<ὀμφύνειν>
αὔξειν. [σεμνύνειν r. ἐντιμότερον ποιεῖν
*<ὁμωθῆναι>
εἰς ὁμόνοιαν ἐλθεῖν (Ξ 209) AS
<ὁμωρόφιος> καὶ <ὁμώροφος>
ὁ ὑπὸ τῇ αὐτῇ στέγῃ ὑπάρ- χων (r)
a) <ὅμως>
πλήν r. s. b) <ὁμῶς>· ὁμοίως (Α 196) Snp
<ὁμωχέται>
οἱ συμμετέχοντες τῶν αὐτῶν σπονδῶν. ἢ ὁμοβώ- μιοι. καὶ ὁμόναοι (Thuc. 4, 97,4)
<ὅν>
ἄρθρον ἀρσενικὸν ἑνικὸν ὑποτακτικόν· "ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον" (Β 188). καὶ οὐδέτερον ὑποτακτικόν· "Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' Ὀλύμπιος" (Α 609). καὶ ἀντωνυμία ἀρσενικὴ τρίτου προσώπου ἀντὶ τοῦ τὸν ἑαυτοῦ· "αὐτὰρ ὅγ' ὃν φίλον υἱόν" (Ζ 474). ἢ ὑπάρχον. ἢ τὸν αὐτόν
*<ὀναίμην>
τύχοιμι g, ἀπολαύσω, ὠφεληθείην (Eur. Hec. 997) vg
*[<ὀναίμην>
ἀπήλαυσα AS]
*<ὄναιντο> [ἢ ὄναιτο]
ὠφεληθεῖεν ASvg(n)
<ὄναιον>
ἄμεινον
<ὄναρ>
καθ' ὕπνου [φαντασία (Α 63) r
*<ὀνάσθαι>
ὠφελῆσθαι (Eur. Hipp. 517 ..) vg
<ὄνειαρ>
ὠφέλημα. ὀνήσιμον. ἀγαθόν (Χ 433 ..) r
<ὀνᾶς>
δοῦλον ἀνόητον, ἀχρεῖον
<ὄνοται>
ἀτιμάζει. μέμφεται
<ὃγ γόνον>
τοὺς ἑαυτοῦ προγόνους, ἢ τὴν ἑαυτοῦ γένεσιν (a 216?)
<ὀνείατα>
ὅσα ὄνησιν παρέχει καὶ ὠφέλειαν (g). ἀγαθὰ [βρώ- ματα (Ι 91 ..) p
<ὁ νείατος>
οὐραγός
<ὀνειάτων>
ὀνησιφόρων
*<ὀνείδη>
ὕβρεις g. χλευάσματα. κατηγορίαι ASvg. αἰσχῦναι
<ὄνειδος>
αἶσχος. [μέμψις r. κατήφεια. καὶ κλέος (Eur. Med. 514). καὶ εἶδος πόματος
[<ὀνείνυεν>
ὠφέλησεν]
<ὀνείλεον>
θυσία Ποσειδῶνος ...
<Ὄνειον>
ὄρος ἐν Κορίνθῳ (Thuc. 4, 44,4) r
<ὀνειρείῃσι πύλῃσι>
ταῖς τῶν ὀνείρων πύλαις, ἃς ὑφίσταται μυθικῶς, ὧν τὴν μὲν μίαν κερατίνην, τὴν δὲ ἑτέραν ἐλεφαν- τίνην. [ἢ τῷ ὕπνῳ.] διὰ γὰρ τούτων ὄνειροι ἐκπέμπονται (δ 809) <ἢ τῷ ὕπνῳ>
<ὀνειρόπληκτος>
ὀνείρῳ πεπληγώς [ἢ ὀνειροκρίτης]
*<ὀνειροπολεῖ>
ὡς ἐν ὀνείρῳ βλέπει, ἢ ὡς ἐν ὕπνῳ φαντάζεται (Ar. Nub. 16) ASvg
*<ὀνειροπόλος>
ὀνειροκρίτης Avgn. ἢ ὁ περὶ τοὺς ἰδίους ὀνείρους πολούμενος Ap, καὶ διὰ τούτων τοὺς πέλας μαντευόμενος· ἢ ὁ κρίνων αὐτούς (Α 63)
<ὀνειροπολῶν>
δι' ὀνείρων μαντευόμενος
<ὄνειρος>
ὁ θεός. καὶ τὸ δι' αὐτοῦ θέαμα
<ὄναιτο>
ὠφεληθείη (Ar. Nub. 1237?)
<ὀνήμενος>
ἄξιος ὀνήσεως· οἷον ὄνησιν ἑαυτοῦ λάβοι. τινὲς δὲ φρόνιμος (β 33)
<ὀνήμεναι>
ὠφεληθῆναι
<ὀνήσεαι>
ὄνησιν λήψῃ (Ζ 260)
<ὄνησις>
ἰσχύς. *[ὠφέλεια (Eur. Med. 254) r. ASvgn
*<ὀνησιφόρος>
ὠφέλειαν φέρων r. ASvg
<ὀνησιφόρων>
τὰ ὠφέλιμα φερόντων
*<ὀνητά>
μεμπτά ASvg
<ὃν ἠτίμησεν>
ὃν ἀτίμως ἔπεμψεν (Α 94)
<ὀνήτωρ>
ὄνησιν φέρων
*<ὄνθον>
κόπρον κτηνῶν, ἤτοι βόλβιτον (Ψ 781) vg
*<ὄνθος>
βόλβιτον, [κόπρος βοῶν (Ψ 775) ASn
*[<ὄνια>
ὠφέλιμα A. ἢ βρώματα. ἢ κτήματα vg]
[<ὄνιαρ>
ὠφέλεια]
<ὀνίας>
σκάρου εἶδος
*<ὀνιαῖα>
τοῦ ἵππου τὸ ἀφόδευμαι AS(g)
<ὄνιγλιν>
εἶδος οἴνου (Alcm. fr. 117 Bgk)
*<ὀνίνασθαι>
ὠφελεῖσθαι r. ASn
*<ὀνίνησιν>
ὠφελεῖ r. ASg
†<ὀνίνοιεν>
ὠφελήσοιεν
<ὀνίσκος>
τεκτονικὸς πρίων
†<ὀνίστειοι>
νεοσσοί
<Ὀνείτης>
ἥρωος ὄνομα, καὶ ἴσως ἂν εἴη ...
<ὀνῖτις>
ὀρίγανον (Nic. Al. 56) gn
[<ὀνοβόστιδες] ὀνοβάτιδες>
αἱ ἐπὶ μοιχείᾳ ἁλοῦσαι γυναῖκες καὶ ἐξενεχθεῖσαι ἐπὶ ὄνων
<ὀνόγυροι>
σειροί. καὶ πόα τις
†<ὀνοδέστεροι>
ἄγνωστοι
*<ὄνοιτο>
ὁμοίως (Ν 287 ..) (Sn)
*<ὀνοκίνδιος> [καὶ <ὀνοκίνδας>]
ἀστραβηλάτης. ὀνηλάτης (eu- pol. fr. 182) ASg
<ὀνοκένταυροι>
παρὰ Ἀκύλᾳ <τριχιῶντες>, δαιμόνων τι γένος, κάθυλον καὶ σκοτεινὸν τῇ ἐπιφανείᾳ, ὅπερ <σίειμ> ὠνό- μασαν οἱ τὴν Ἑβραϊκὴν φωνὴν μεταθέντες οἱ λοιποί (Isai. 13,22)
[<ὀνοκύνδος> καὶ <ὀνοκίνδας>
ἀστραβηλάτης, ὀνηλάτης]
<ὀνομάκλυτος Ἄλτης>
κατὰ μὲν τοὺς <ὑφ'> ἓν ἀκούοντας ἔσται ὁ ἔνδοξος κατ' ὄνομα· κατὰ δὲ τοὺς διαιροῦντας ὁ τῷ ὀνόματι κλυτός (Χ 51)
*<ὀνομαστοί>
ἔνδοξοι, περιβόητοι (Num. 16,2 ..) ASvg
*<ὀνομῆναι>
ὀνομάσαι r. n, ἐπαγγείλασθαι
*<ὀνομήνω>
[ὀνομήσω] ὀνομάσω (Β 488) ASn
<ὀνόπη>
ἀμπέλου [εἶδος] μελαίνης εἶδος
<ὀνόπορδον>
τὴν ἑλξίνην. ἔστι δὲ λάχανον ἄγριον (Epich. fr. 161). καὶ εἶδος κογχυλίου
<ὄνος>
ὁ ἀνώτερος λίθος τοῦ μύλου. καὶ τὸ ὑποζύγιον. καὶ τὸ περὶ τὰ τῶν ὑδάτων ἀγγεῖα πολύπουν ζῷον καὶ συστρεφό- μενον, ὡς κύαμος. καὶ τὸ ἀχθοφόρον ζῷον. καὶ ἐφ' οὗ <καὶ> τὴν κρόκην νήθουσι. καὶ ἰχθῦς ποιός, ὁ καὶ ὀνίσκος λεγόμενος
*<ὀνόσαιτο>
ἐκφαυλίσειε. μέμψαιτο (Ν 127) AS
<ὄνος ἄγει μυστήρια>
τοῖς μυστηρίοις ἐξ ἄστεος <εἰς> Ἐλευ- σῖνα κομίζουσι τὰ πρὸς τὴν χρείαν διὰ τῶν ὄνων. τότε μάλιστα εἶχον τοὺς ὄνους ἀχθοφοροῦντας (Ar. Ran. 159)
<ὄνος Ἀντρώνιος>
παρόσον ἐν Ἀντρῶνι τῆς Θεσσαλίας ὄνοι μεγάλοι γίνονται (Pherecr. fr. 15)
<ὄνος ἰσόσπριος>
ἔστι δὲ ζῷον πολύπουν, ὀσπρίῳ ὅμοιον, ὃ καὶ ἴουλόν τινές φασιν (Soph. fr. 336)
*<ὀνόσσεται>
ὠφελήσει (Ι 55?) A
<ὀνοστά>
ἐκφαυλισμοῦ ἄξια, ψεκτά, μεμπτά, εὐτελῆ, φαῦλα. ἢ καὶ *[μεμπτά (Ι 164) vn
<ὀνοστύππαξ>
[ὀνοστύπτα.] διὰ μὲν τοῦ <ὄνου> τὸν μύλωνα ὀνειδίζων· διὰ δὲ τοῦ <στύππακος>, ὅτι στυππειοπώλης ἦν (Com. ad. 94)
<ὀνοτάζειν>
ὀνειδίζειν, ὑβρίζειν
<ὀνοταζομένη>
πορθουμένη. Ἴων μεγάλῳ δράματι (fr. 17). κυρίως δὲ ἐπὶ τοῦ ἐκφαυλίζεσθαι
*<ὀνοτάζων>
ὑβρίζων, [ἐκφαυλίζων (Hes. op. 258) ASvgn
<ὀνοτός>
μεμψίμοιρος r. πτωχός. [ἐπονείδιστος r
<ὄνου γνάθος>
Εὔπολις παίζει εἰς πολυφαγίαν (fr. 434). ἔστι δὲ καὶ τόπος οὕτω καλούμενος <ἐν Λακωνικῇ>
<ὄνου ποκαί>
χωρίον ἐν ᾅδου διατετύπωκεν Ἀριστοφάνης (Ran. 186), οὕτω λεγόμενον πλάσας. ἔστι δὲ καὶ παροιμία τις· <ὄνου ποκαί>, ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν· οὐδὲ γὰρ αἱ πέξεις τῶν ὄνων καὶ κάρσεις δύνανταί τι. ὥσπερ εἰ λέγοι τις <ὄνον κείρεις>· παρόσον οὖν τὰ ἐν ᾅδου ἀνήνυτά ἐστι καὶ τὸ μηδέν, παρὰ τοῦτο τὰς τοῦ ὄνου ποκὰς ἔπλασεν
<ὄνου σκιά>
Ἀριστοφάνης Σφηξί (191)· "περὶ τούτου νῦν δὴ μαχεῖ περὶ ὄνου σκιάν", ἐπὶ τῶν <περὶ> μηδενὸς χρησίμου φιλοτιμουμένων
*<ὄντως>
ἀληθῶς (1. Cor. 14,25 ..) r. ASvg
*<ὃν τρόπον>
καθάπερ, ὥσπερ ASvg, καθ' ὃν τύπον (Hos. 9,13 ..)
*<ὀνυρίζεται>
ὀδύρεται S
<ὀνυχιεῖ>
ἐπιμελῶς [ἐξετάσει s
<ὀξάλεια>
εἶδος σύκων
<ὀξαλίς>
ἡ ὀξεῖα τρύξ. ἢ ὀξίνης οἶνος
*<ὀξέα>
μεγάλα. ἀνατεταμένα A
<ὀξερίας>
τυρὸς ἀχρεῖος
*<ὀξέως>
ταχέως (Sap. 3,18 ..) ASvg
<ὀξίδες>
λαγύνια μικρά (ASn). ἢ ὀξύβαφα
<ὀξίνα>
ἐργαλεῖόν τι γεωργικόν, σιδηροῦς γόμφους ἔχον, ἑλκό- μενον ὑπὸ βοῶν
<ὄξος Σφήττιον>
ἴσως οἱ Σφήττιοι ὀξεῖς ἦσαν. διὰ τοῦτο εἶπεν <ὄξος Σφήττιον>, ἤγουν δριμύ (Ar. Plut. 720)
a) <ὄξους χόνδρος>
... b) ...· εἶδος ἐλαίας
<ὀξύ>
[ὀξέως· ταχέως.] ταχύ. ταχυδρόμον (Ep. Rom. 3,15?). μέγα. ἰσχυρόν
<ὀξυάκανθον>
οἱ ἐν Καρίᾳ καὶ Φρυγίᾳ τὰ αἱμα<σιώδη φυτά>
<ὀξύβαφον>
τὸ σκεῦος οὕτω λέγεται
<ὀξυβελής>
ὀξέως βληθείς, ἢ [ταχέως βαλλόμενος (Δ 126) r
*<ὀξυδερκής>
ὀξέως βλέπων r. ASvgn
*<ὀξυθήκτοις>
ὀξυτάτοις (Eur. Andr. 1150) AS(n)
*<ὀξύθηκτος>
ὀξύτατος vg
<ὀξυθύμια>
τὰ ξύλα, ἐφ' οἷς ἀπάγχονται· ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι· οἱ δὲ τὰ καθαρτήρια καὶ ἀποτρόπιμα [ξύλα], ἅπερ εἰς τὰς τριόδους ἀποστρέφουσι καθαίροντες τὰς οἰκίας. τὰ οὖν ἀνακαθάρματά εἰσι τὰ λεγόμενα ὀξυθύμια
*<ὀξυλαβῆσαι>
ὀξέως λαβέσθαι πράγματος qA
<ὄξυλον>
<ξύλῳ> ὅμοιον, ἰσόξυλον
<ὀξύμαλα>
τὰ κοκκύμηλα
<ὀξὺν Ἄρηα>
ὀξὺν πόλεμον (Β 440 ..)
<ὀξυόεντι>
ὀξεῖ. ἢ ὀξυΐνῳ. <Ὀξύα> δὲ εἶδος δένδρου (Ε 50)
<ὀξυοπείαν>
ὀξυβλεψίαν
<ὀξυπευκές>
ὀξύπικρον (Aesch. Choe(. 640)
<ὀξύπετρος>
γῆς ποιὸν εἶδος οἱ γεωργικοί φασιν
<ὀξυπρῴρῳ>
ὀξυκέρατι (Achae. trag.)
<ὀξυρεγμία>
ἀπεψία
<ὀξυῤῥεπής>
ὀξέως βαρῶν, ἢ ῥέπων, ἢ κινούμενος
*<ὀξύς>
ταχύς s. δριμύς Avg. φρόνιμος
*<ὀξυτόνως>
κυρίως ... ASph. <εἴρηται δὲ καὶ τὸ ἐπὶ τέλει τὴν ὀξεῖαν ἔχων ὄνομα> AS
†<ὄοιγα>
φαρέτρα
[<ὄοιτο>
ὑπελάμβανεν]
<ὅου κλέος>
οὗ δόξα (Β 325)
<ὀπά>
θυρὶς ἡ ἐκ τοῦ κεράμου, καὶ *φωνήν r. Sgn
<ὄπα γηρύοντες>
φωνὴν φθεγγόμενοι (Greg. Naz. c. 2,1, 1,282)
*<ὀπαδεῖ>
ἐπακολουθεῖ r. A
*<ὀπαδός>
ἀκόλουθος r. ASvg. συνεργός n. δοῦλος (Eur. Hipp. 1151) ASvg
*<ὀπάζει>
κατόπιν [διώκει (Θ 103) ASvgn. περιποιεῖ. [δίδωσι g. παρέχει ASvgn
<ὄπαζε>
παρεῖχε, ἐδωρεῖτο (Μ 255). ἐδίωκεν
<ὀπαζόμεναι>
ἑπόμεναι. θεραπεύουσαι
<ὀπαία>
κεραμίς, ἡ τὴν κάπνην ἔχουσα (Diphil. fr. 84)
<ὀπάονα>
ἀκόλουθον (AS). παρὰ τὸ ἕπεσθαι (Ρ 610)
*<ὄπας>
ὀφθαλμούς AS
*<ὀπάσαι>
δοῦναι (δ 619) Sg
<ὀπάσας>
χαρισάμενος
*<ὀπάσσατο>
προσελάβετο (Τ 238) n
<ὄπασεν>
ἔδωκεν (Ω 461)
†<ὀπασθείς>
ἐκ τῶν ὀπίσω δεθείς, καὶ ἐξαγκωνισθείς
<ὀπασσάμενος>
ἀκολουθήσας
*<ὄπασον>
ἀπόδος, πάρεχε (Η 205) Avgn
*<ὀπάσσω>
χαρίσομαι (θ 430) (vg)
<ὀπαστόν>
τὸ ἐφόδιον. Πέρσαι
†<ὀπάτα>
τὸ ἐπήτειον
<ὄπατρον>
τὸν ἐκ τοῦ αὐτοῦ πατρός (Λ 257)
<ὄπατρος>
ὁ ἐκ τοῦ αὐτοῦ πατρός τινι γεγονὼς ἀδελφός (Μ 371) r. S
*<ὀπάων>
ἀκόλουθος (Η 165) As
*<ὁ πέραν>
ὁ ἐπέκεινα ASg
*[<ὀπεύει>
περισκοπεῖ AS, βλέπει]
<ὀπή>
θυρίς
*<ὀπηδεῖν>
ἀκολουθεῖν (Ε 216) (n)
<ὀπηδητήρ>
σύνοδος. ἀκόλουθος
<ὀπηδοῖς>
ἀκολούθοις. συνοδοιπόροις
<ὀπιζόμενος>
ἐντρεπόμενος. αἰσχυνόμενος
*<ὅπη κεν>
ὅπου ἄν S
*<ὁπηνίκα>
ἡνίκα, ὁπόταν, ὅτε ASvgnp
*<ὀπήσασθαι>
θεωρῆσαι A
[<ὄπιβαλ>
πτέρνα. ἢ σφυρόν]
<ὄπιδα>
ἐπιστροφήν, ἐντροπήν (ξ 82)
<ὀπιδνή>
φοβερά. πονηρά
<ὀπίζεο>
†πονηρεύου. ἀπόφευγε (ε 146)
<ὀπίζεται>
ἐντρέπεται. αἰσχύνεται
<ὄπισθεν>
τῶν ἀπολελειμμένων
<ὄπιθεν δὲ δράκων>
τὴν δ' οὐρὰν δράκων (Ζ 181)
*<ὄπιν>
ἐπιστροφήν v(n). φωνή (φ 28) n
<>οπῖπα>
*ἐξαπατᾷ AS, ἀπατεών, ἢ ἀπατῶν (Λ 385)
*<ὀπιπεύει>
περιβλέπει (ASn), περισκοπεῖ (n)
<ὀπιπεύεις>
περιβλέπεις, περισκοπεῖς· "ὀπιπεύεις δὲ γυναῖκας" (τ 67 v. l.). ὁ δὲ παρθένους περιβλεπόμενος παρθενοπίπας
<ὀπιπευέτω>
περιβλεπέτω
<ὀπιπηρά>
ὀφθαλμιῶσα
<ὀπίσθια>
τὰ παρελθόντα. [ὀπίσθια] ἄλλοι τὰ τῶν ζῴων οὐραῖα
<ὀπισθοδόμοις>
τόποι ὄπισθεν τῶν οἴκων, ἐν οἷς τὰ κειμήλια ἀπόκειται
<ὀπισθοδόμος>
ἐν τῇ ἀκροπόλει, οὗ τὸ δημόσιον ἀργύριον ἀπέκειτο πρὸς τῷ ὀπισθοδόμῳ καὶ ὁ φόρος
<ὀπισθοκρηπίς>
εἶδος ὑποδήματος
*<ὀπισθόπους>
ὑποστρέψας As
<ὀπισθορμήσας>
εἰς τοὐπίσω χωρήσας
<ὀπισθοτίλα>
σηπία. <Βοιωτοί> (Stratt. fr. 47,3)
*<ὀπισθότονος>
ἐναντίον κύρτωμα (Deuter. 32,24) ASvgp
<ὀπισθοφανής>
εἰς τοὐπίσω προσέχων (Gen. 9,23) ASvgp
<ὄπισον>
λάχανον ἄγριον. ἢ τρωκτὸν ἢ †ἄπιστον
[<ὀπίσεται>
ὄψεται]
<ὀπίσσοος>
εἰς τοὐπίσω ἐπαναφέρεσθαι
<ὀπίσωρος>
δυσάρεστος
<ὀπίσω>
πάλιν, ὕστερον, μετὰ ταῦτα. καὶ τὸ μέλλον
*<ὀπίσσωτρον>
ἡ ἀψὶς τοῦ τροχοῦ] A
<ὀπισθότατον>
τελευταῖον, ἔσχατον
<ὀπίστατος>
τελευταῖος, ὕστατος, ὀπίσω τῶν φευγόντων (Θ 342)
<ὀπίττομαι>
ὀπίζομαι. Βοιωτοί
<ὅπλα>
ποτὲ μὲν τὰ πολεμικὰ σκεύη (Σ 614). ποτὲ δὲ τὰ τῆς νεὼς σχοινία (μ 410). καὶ [τὰ χαλκευτικὰ <ἐργαλεῖα> (Σ 409) ASpn
*<ὁπλαί>
αἱ πυξίδες. ἢ ὄνυχες ἵππων ASg. καὶ ἑτέρων κτηνῶν (Lev. 11,4 ..) AS
<ὅπλεσθαι>
ὁπλίζεσθαι (Τ 172)
<ὁπλή>
ὄνυξ κτήνους. ἄλλοι ἐπὶ ποδῶν ἀνθρώπου. ἢ [χηλή S
<ὀπλίας>
Λοκροὶ τοὺς τόπους, ἐν οἷς συνελαύνοντες ἀριθμοῦσι τὰ πρόβατα καὶ τὰ βοσκήματα
<ὁπλίζεσθαι>
ἑτοιμάζεσθαι (ξ 526)
*<ὁπλίσαι>
παρασκευάζεσθαι (Ω 190) n
<ὅπλον>
ἔνδυμα πολεμικόν. καὶ τὸ αἰδοῖον
<ὅπλισμα
*βῆμα AS. καὶ τὸ τοῦ πλοίου σχοινίον
*<ὁπλοτεράων>
νεωτέρων (Ξ 267) n
*<ὁπλότερος>
νεώτερος (Β 707) r. gnps
*<Ὀπόεις>
πόλις Λοκρίδος (Β 531) n
<ὅποι>
ἔνθα, ὅπου, ποῦ
[<ὀποιιομένη>
μισγομένη]
*<ὅποι>
ὅπου (Eur. Andr. 922 ..) r. ASvg
[<ὀρέγει>
παρέχει]
*<ὅποι ποτέ>
ὅπου ποτέ, πῆ vgpn
<ὀπός>
*πυτία ASgn, βοτάνη τις, δι' οὗ πήγνυται τὸ γάλα r. καὶ τὸ τῶν δένδρων δάκρυον. καὶ τὸ γαλακτῶδες ἐκ τῆς συκῆς ἀνιέμενον (Ε 902)
<ὁπόσον>
ὁποῖον (Eur. Med. 1408) r
*<ὁπόστον>
πολλοστόν ASn
<ὁπόταν>
ὅτε, *[ὅταν vg, ἡνίκα
<ὁποτέρας>
ὁποίας
<ὅππη>
ὅπου (Ν 784)
†<ὁπότευ>
ὅτι μέν, ὅτι δέ
<ὁππόθι>
ὅπου (Ι 577)
*<ὁππότεροι>
ὁποῖοι (Γ 299) n(gp)
<ὁππότερος>
ὅστις
*<ὁ προστρόπαιος>
ὁ ἀποστρέφων A. καὶ ἐπὶ τῶν ἄλλων
*<ὀπταλέον>
ὀπτόν (Δ 345) r(n)
<ὀπτανεῖον>
μαγειρεῖον r. ps
<ὀπτανόμενος>
ὁρώμενος. ἐμφανιζόμενος (Act. 1,3)
<ὀπτασία>
θεωρία r, φαντασία, θέαμα (Dan. 9,23 Th.)
*<ὀπτήρ>
ὁρατήρ AS. ἐφόπτης (Antiph. 5,27 ..) r. n
*<ὀπτῆρες>
κατάσκοποι (Ag). καὶ τὰ ὅμοια (ξ 261)
<ὀπτήρια>
τὰ ἐν τοῖς ἀνακαλυπτηρίοις διδόμενα δῶρα τῇ νύμφῃ (Callim. h. Dian. 74)
<ὄπτιλλοι>
ὀφθαλμοί
<ὀπτιλλίασις>
ὀφθαλμίασις
<ὀπτή>
ὀπτική. <Ὀπτικὸν> καὶ <ὀπτὸν ταὐτὰ> σημαίνει· ὁρατά, φανερά, προορατικά
<ὀπτός>
φαινόμενος n. ἢ ἑψημένος πυρί
<ὀπυίειν>
γαμεῖν
*<ὀπυίει>
γαμεῖ ASvgn
<ὀπυιομέναι>
γεγαμημέναι
*<ὀπυιομένη>
γεγαμημένη (Θ 304) (ASs)
*<ὀπυιέμεναι>
γαμῆσαι (Ξ 268) n
<ὀπυιόλαι>
γεγαμηκότες s
*<ὄπωπα>
ἑώρακα, ἴδον ASvgn, ἐθεασάμην (Β 799) r. n
*<ὀπωπαῖς>
ὄψεσιν, ὀφθαλμοῖς (Greg. Naz. c. 2,1,1,43)
*<ὀπωπή>
πρόσοψις (g). ἐντροπή (γ 97)
<ὀπώρα>
τὸ θέρος. καὶ τὸ μετόπωρον. κυρίως δὲ ἡ σταφυλή. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀκροδρύων
<ὀπώρῃ>
τῷ φθινοπώρῳ (ξ 384) (n)
<ὀπωρινόν>
θερινόν r
*<ὀπωρινὸν δέος>
τὰ ἐν ταῖς ὀπώραις φόβητρα, ἢ κεράμβηλα AS
*<ὀπωρινός>
ἐν ἀρχῇ τῆς ὀπώρας πνέων (Φ 346) Anp
*<ὀπωρινῷ>
τῷ κατὰ τὸν καιρὸν τῆς ὀπώρας (Ε 5) AS
<ὀπωρώνας>
τοὺς εἰς πρᾶσιν ὠνουμένους
*<ὀπωροφυλάκιον> δὲ ἡ σκηνὴ ἢ [καλύβη τοῦ φυλάσσοντος <τὰς ὀπώρας> (Mich. 1,6) S
<ὅπως>
ἵνα S [ὅπως. παῖς. ὀφθαλμός]
[<ὅπως>
τὴν πρόσωψιν]
<ὀπώφαται>
πέπρηται, οἰδεῖ
<ὁπωσοῦν>
ὁπωσδήποτε r. οἱῳδήποτε τρόπῳ
<ὅρια>
τὰ νεώρια. ἔνιοι ἀποθήκας. καὶ Ῥωμαῖοι ὄρεα καλοῦσιν
<ὀράδα>
οἱ μὲν τὴν ὄρειον, οἱ δὲ τὴν γαλακτώδη παρὰ τὸν ὀρόν
*<ὅραε>
ἔγειρε. ἐλθέ ASg
†<ὅραες>
ἀναγκαῖοι, προσήκοντες
[<ὀράδες>
ὑλώδεις τόποι]
*[<ὀράγδαιναν>
ὁρμητικήν v]
*<ὀργάζειν>
δεύειν. μαλάσσειν AS
[<ὁρᾶ>
βλέπω. ὁρᾷ]
<ὅραμα>
θέαμα s, ὀπτασία, ὅρασις. εἶδος. φαντασία, θέα
*<ὁρᾷ>
βλέπει (Eur. Hipp. 849 ..)
<ὁρᾶσθαι>
ὁρᾶν (Γ 306)
*<ὁρατικόν>
γνωστικόν (Prov. 22,29) ASvg
<ὁρατόν>
αἰσθητόν. θεωρητικὸν καὶ θεωρητόν (Iob 37,21)
*a) <ὀργᾷ>
ἐπιτεταμένως ἐπιθυμεῖ. δηλοῖ δὲ καὶ τὸ ἀκμάζειν vh. b) <<ὀργαί>·> μανίαι. θυμοί. ἐπιθυμίαι. καὶ ἦθος
[<ὀργάδα>
ὄρειον ἢ γαλακτώδη παρὰ τὸν ὀρόν]
<ὀργᾷ δ' Ἀθηνᾶ>
ὀργᾶν λέγουσι τὸ ἐπί τι παρασκευάζεσθαι καὶ ὁρμᾶν
<ὀργάδες>
γεγεωργημένοι τόποι
<Ὀργάνη>
ἡ Ἀθηνᾶ, ἣν καὶ <Ἐργάνην> ἀπὸ τῶν ἔργων λέ- γουσιν
*<ὄργανον>
τὸ εἰργασμένον A. καὶ ἐργαλεῖον ASgn
<ὀργάς>
λοχμῶδες καὶ ὀρεινὸν χωρίον, καὶ ἀνέργαστον. καὶ [*<λέγεται> παρὰ τὸ ὀργιζόμενον, ἢ ἐντρεπόμενον AS. ἢ ἐπιθυμοῦν. ἢ ἀκμάζον
<ὀργάσαι>
ἑτοιμάσαι. καὶ τὸν <πηλὸν ὀργάσαι> (Soph. fr. 719) φασίν, ὅ ἐστιν ἑτοιμάσαι, φυρᾶσαι, βρέξαι, ἀναδεῦσαι
<ὀργάσας>
μαλάξας
<ὀργέων>
[ἱερῶν, ἢ] ἱερέων (Lys. fr. 112 Tur.)
<ὀργεῶναι>
ἱέρειαι
<ὀργεῶνες>
μύσται, ἱεροφάνται, ἱερεῖς (Aesch. frg. 144)
<ὀργή>
τρόπος. μανία. θυμός
<ὀργητύς>
ὀργή [κάπνη. διάδυσις]
*<ὄργια>
τὰ ἱερά. οἱ δὲ τὰ μυστήρια ASvg
<ὀργιάζειν>
τελεῖν Διονύσῳ (Eur. Bacch. 415)
<ὀργιάζουσι>
τελοῦσιν
*<ὀργιάσθης>
ἐμυήθης. ἐχόρευσας θείως A
<ὀργίλος>
θυμώδης. μανιώδης r
*<ὀργίοις>
μυστηρίοις AS
*<ὀργυιά>
ἡ τῶν ἀμφοτέρων χειρῶν ἔκτασις (Ψ 327). καὶ τὸ μέτρον, ἀπὸ τοῦ τὰ γυῖα μετρεῖν. καὶ πήχεις τρεῖς AS
*<ὀργῶν>
ἐπιθυμῶν, ὀρεκτικῶς ἔχων A
*<ὀργῶσαν>
ἐπιθυμοῦσαν A (Sg) p
[<ὀργμή>
ῥύμη. ῥώμη]
<ὄρδικον>
τὸν χιτωνίσκον. Πάριοι
<ὄρδημα>
ἡ τολύπη τῶν ἐρίων
*<ὀρέγει>
παρέχει ASvgn
*<ὀρέγεται>
ἐπιθυμεῖ (r) ASvg
<ὄρεγμα>
βῆμα. ὅρμημα. ἅλμα (Aesch. Choe(. 799)
*<ὀρεγνύς>
ἐκτείνων r. ASn. τῆν χεῖρα (Α 351)
[<ὀρέεσιν>
οἰκουροῖς γυναιξίν]
[<ὄρει>
φυλάσσει]
<ὀρείοις ποσί>
κώπαις· ἐπεὶ ἡ ἐλάτη ὄρειος (trag. ad. 244)
[<ὀρειοκόμος>
ὁ τὰς ἡμιόνους θεραπεύων]
<ὄρειον>
ἱμάτιον ἄγναφον (Com. med. adesp. 328 K.)
<ὀρείονες>
ἄνδρες
<ὀρεῖς>
ἡμίονοι
<ὀρέγδην>
ἐκτενῶς, καὶ προθύμως
[<ὀρείτορες>
ἄγριοι]
<ὀρείχαλκον>
... τῶν εἰκῆ διαδεδομένων εἶναι τοὔνομα. οἱ δὲ πλείους ὑπάρχειν αὐτόν. ἔστι δὲ καὶ ὕλη ὁμοία χαλκῷ
*<ὀρεκτεῖν>
ἐπιθυμεῖν AS
*<ὀρεκτῇσι>
μακραῖς ASn
<ὀρεκτῇσι μελίῃσιν>
αἷς ὀρέγδην καὶ οὐκ ἐκ διαστήματος χρῶνται, συνιστάμενοι καὶ ἐκτείνοντες τὰ δόρατα (Β 543)
*<ὀρεκτιῶν>
ἐπιθυμῶν A
[<ὀρεκτύς>
ἐκτείνων]
<ὀρεκτύων>
ὀρέξεων S
<ὀρέξαι>
δοῦναι (Ο 596). ἐκτεῖναι
<ὀρεξάμενος>
ἐκτείνας (Π 314)
*<ὀρέξας>
δούς. ἐκτείνας ASvg
<ὀρεξάσθω>
ἐκτεινάτω. στρωσάτω. παταξάτω, πληξάτω. ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα. ἔνιοι δὲ ἀγωνιζέσθω (Δ 307)
*<ὀρέξατο>
ἐξέτεινε (Ζ 466). παρέσχεν An
<ὀρέξατο>
ὥρμησε. διέβη (Ν 20)
*<ὀρέξειν>
παρασχεῖν. δοῦναι (Ο 602 v. l.) AS
*<ὀρέξει>
ὁμοίως (Ε 33) An
*<ὄρεξις>
ἐπιθυμία (Sap. 14,2) r. ASps
<ὄρεξον>
ἔκτεινον. ἐπίδος
*<ὀρεοκόμος>
ὁ τὰς ἡμιόνους τρέφων r. ASvg
*<ὀρέοντο>
ὥρμων Sn. ἐπορεύοντο (Β 398)
<ὀρεσκῴοισιν>
ὀρεσιοίκοις ἢ ὀρεσικοίτοις· <κεῖαι> γὰρ τὸ κοι- μηθῆναι (Α 268)
[<ὄρεσι>
προβάτοις]
*<ὀρέστερος>
ἄγριος (Χ 93 ..) (AS)ns
<Ὀρέστη>
χωρίον Εὐβοίας
<ὀρεστιάδες>
αἱ ἐν τοῖς ὄρεσι τὴν ἑστίαν ἔχουσαι, ἤγουν οἰκίαν (Ζ 420)
*<ὄρεσφιν>
ὄρεσιν (Λ 474) AS
<ὀρεσχάς>
τὸ σὺν τοῖς βότρυσιν ἀφαιρεθὲν κλῆμα
<ὀρεύειν>
φυλάσσειν
*<ὀρεῦσιν>
ἡμιόνοις A
*<ὀρεύς>
ἡμίονος r. ASvg. ἄρσην
<ὀρεῖς>
ἡμίονοι ἄρσενες
<ὀρεταί>
ὁρμαί. λαβαί. ἐγέρσεις
*<ὀρέχθεον>
ἐστέναζον. [ἐμυκῶντο. ἐβρύχοντο (Ψ 30) AS
<ὄρημι>
ὁρῶ
†<ὀρήχου>
τῆς αἱμασιᾶς
<Ὀρθάνης>
τῶν ὑπὸ τὸν Πρίαπόν ἐστι θεῶν, καὶ αὐτὸς ἐντε- ταμένον ἔχων τὸ αἰδοῖον
<ὀρθαγορίσκος>
χοιρίδιον μικρόν
<ὀρθέσιον>
ὄρθιον. μακρόν. ὀξύ. μέγα
*<ὄρθεν>
ἀνωρθοῦν AS
<Ὄρθη>
πόλις Θεσσαλίας (Β 739)
*<ὄρθια>
ἀνατεταμένα. [ἐξάκουστα. μεγάλα (Λ 11) AS
*<ὀρθήν>
τὸ ὀρθὴν ἀπιέναι AS
<Ὀρθία Ἄρτεμις>
οὕτως εἴρηται ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ χωρίου, ἔνθα ἱερὸν Ἀρτέμιδος ἱδρῦσθαι ...
<ὀρθιάζειν>
μαντεύεσθαι
<ὀρθίας>
ἱστὸς νεώς. τίθεται καὶ ἐπὶ κακεμφάτου (Epich. fr. 106)
<ὀρθιόκωποι>
οἱ ἐπιτόνως ἐλαύνοντες, καὶ ἀκλινῶς
<ὄρθιον>
πρόσαντες. *ἀνατεταμένον (g). ὑψηλόν (g) n
<ὀρθιοκώπους>
ἐξορθουμένους ἐν τῷ ἐρέσσειν ἐπιτόνως
<ὄρθιον νόμον>
οὕτως ὠνομάσθαι φασὶν αὐτὸν ἀπὸ τοῦ ῥυθμοῦ, καθάπερ καὶ τὸν τροχαῖον
*<ὀρθογόη>
ἡ χελιδών (Hes. op. 568 v. l.) ASvgn
<ὀρθόδωρον>
μέτρον τὸ ὀρθὸν τῆς χειρὸς ἀπὸ [ἄκρου] τοῦ καρποῦ μέχρι <ἄκρου> τοῦ δακτύλου. οἱ δὲ σπιθαμήν
<ὀρθόκερως>
ὀρθόθριξ (Soph. fr. 791)
<ὀρθοκραιράων>
ἐπὶ μὲν τῶν νεῶν, τῶν ὀρθοπρύμνων (Σ 3)· ἐπὶ δὲ τῶν βοῶν, τῶν ὀρθοκεράτων (Θ 231). εἴρηται δὲ παρὰ τὸ <κάρα>
<ὀρθόκορυς>
ὀρθὸν πῖλον ἔχων
<ὀρθόν>
τὸν ὄρθιον <νόμον>
<ὀρθοπηγιᾶν>
ὅταν γυνὴ ἑαυτὴν ἐπαίρῃ πρὸς τὸ μακροτέρα φαίνεσθαι
<ὀρθόπτερος>
μεγάλους κολωνοὺς ἔχουσα· <πτερὰ> γὰρ τὰ εἰς ὕψος ἀνέχοντα. ἢ μεγάλας ἔχουσα περιστῴους οἰκοδομάς (Soph. fr. 30)
<ὀρθοστάδιοι χιτῶνες>
οἱ στατοὶ ὑπόκομμα ἔχοντες. οἱ δὲ συρόμενοι <συρτοί>
<ὀρθοσταδόν>
τὸ ὀρθὸν ἀφροδισιάζειν
<ὀρθοστάτης>
εἶδος πέμματος
*<ὀρθοστατῶν>
παραστατῶν A
<ὀρθόφρων>
ἀνατεταμένας φρένας ἔχων, ἢ ὀρθάς. μετέωρος (Soph. fr. 973)
*<ὀρθωθείς>
ἐξαναστάς (Β 42) r. A
<ὀρθωθῆναι>
τὸ ἀπὸ τῆς ὑπτιότητος ἐξαναστῆναι
<Ὀρθωσία>
ἐπώνυμον Ἀρτέμιδος
<ὀρειλεχές>
ὀρείκοιτον
<ὀριγνᾶσθαι>
ἐπιθυμεῖν. ὀρέγεσθαι (r)
<ὀριγνώμενοι>
ἐπιθυμοῦντες (r. p) n
*<ὀριγνώμενον>
τεταραγμένον. ὅρια λαβών ASg
<ὁρίζει>
ἵστησιν. ὅρον δίδωσι. κρίνει. θεματίζει. διαιρεῖ, ἀφορίζει (Ezech. 47,20 v. l.)
[<ὀρικάνην>
δεσμωτήριον. οἱ δὲ φραγμόν. οἱ δὲ σαργάνην ἢ σκῆπτρον]
[<ὀρικυπτεῖν>
τὸ ἀνατείνεσθαι, καὶ ἐπ' ἄκρων ὀνύχων ἵστα- σθαι]
<ὀρινάδες>
τὰ ἀνώτερα
*<ὄριναν>
ἐτάραξαν ASvgn
<ὀρίνδην>
ἄρτον, παρὰ Αἰθίοψι. καὶ σπέρμα παραπλήσιον σησάμῳ, ὅπερ ἕψοντες σιτοῦνται. τινὲς δὲ ὄρυζαν (Soph. fr. 552)
<ὄρινε>
διήγειρε τὴν ψυχήν, ἐκίνησεν ... οὐ κατὰ ἀπειλήν· "ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐπὶ στήθεσσιν ὄρινεν" (Β 142)
<ὀρίνετον>
ὥρμων. ἐτάρασσον, ἐκίνουν. δυϊκῶς· "ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα" (Ι 4)
<ὀρινίαι>
ἀναδενδράδες
*<ὀρίνθη>
ἐταράχθη (Ε 29) ASvgn. ὑψώθη
*<ὀρινόμενοι>
ταραττόμενοι. διωκόμενοι An. ὑψούμενοι (Ξ 59)
<ὅριον>
τείχισμα. φραγμόν
<ὅρισμα>
στήριγμα [ἡμίονος. ἢ ὅρος]
*<ὁριστάς>
ὁρίζοντας (A) gn
<ὀρίχαλκος>
χαλκὸς χρυσῷ ἐοικώς S. ἢ κρήνη †ἀρχίχαλκος
*<ὀριχᾶται>
γλίχεται AS, ἐπιθυμεῖ r. ASvg
<Ὄριψα>
Ἐρινύς
*†<ὅρκη>
ὄψις ASvg
<ὁρκάθους>
ἐφ' ὧν τὰ σῦκα ψύχουσιν
<ὁρκάνη>
εἱρκτή, *[δεσμωτήριον Aps. ἔνιοι κρεμάστραν. *[ἄλλοι σαργάνην. οἱ δὲ φραγμόν (Eur. Bacch. 611) Anps
*<ὅρκια>
<σκῆπτρον> καθ' οὗ ὤμνυον ASvg. ἤτοι ὁρκωμόσια S
<ὅρκια πιστά>
ὅρκους ἐπὶ πίστεσι (Β 124)
<ὁρκίδδει>
ὅρκον ποιεῖ ὀμνύειν
<ὁρκμόν>
φράγμα
<ὅρκοι>
δεσμοί, σφραγῖδες
<ὄρκυνος>
ἰχθῦς ποιός
<ὁρκύπτειν>
τὸ ὑπερκύπτειν <πρὸς τὸ> ἰδεῖν τι. τὸ ἐκτείνειν ἑαυτόν, καὶ ἐπ' ὀνύχων ἵστασθαι
<ὁρκωμόσια>
θύματα, ἐφ' ὧν ὅρκοι γίνονται
<ὁρκωτής>
ὁ ὁρκίζων
<ὁρμαθός>
χορός. στίχος ASvgn. φωλεός (n)
<ὁρμαθοῦ ἐκ πέτρης>
τόπου ἐπαλλήλου πετρώδους ἐπισυν- θέσεως. ἢ τοῦ τῶν νυκτερίδων ἀθροίσματος (ω 8)
<ὁρμαίνειν>
ὁρμᾶν
*<ὁρμαίνοντα>
διανοούμενον (Κ 4) gn
<ὁρμαίνων>
φροντίζων. ἐν διανοίᾳ ἔχων (ο 300)
†<ὁρμανόν>
ἀνεστηκός. χαλεπόν
*<ὁρμάς>
κινήσεις ASvg
<ὀρμάται>
οἱ ἀνδροκτόνοι. Σκύθαι (Hdt. 4, 110,1)
<ὁρμειαί>
ὁρμιαί
*<ὄρμενα>
ὁρμῶντα (Λ 572). κεκολλημένα ASn
<ὁρμεῖσθαι>
ὁρμεῖν. τὸ πολεμεῖν
<Ὄρμενος>
ὄνομα κύριον (Θ 274, Μ 187). καὶ πόλις Θεσσαλίας. καὶ οἱ μὲν τῆς κράμβης τὸ ἐντὸς κύημα· οἱ δὲ τὸν ἄγριον ἀσπάραγον. ἄλλοι πᾶν τὸ ἐκκεκαυλημένον
<ὁρμήματα>
μέριμναι (Β 356)
<ὁρμή>
βουλή, ἐπιθυμία. τιμή
<ὁρμητήριον>
καταγώγιον r
<ὁρμιά>
σχοινίον λεπτόν r
*<ὁρμιευτής>
ἁλιεύς ASs
<ὄρμικας>
μύρμηξ
<ὅρμινοι>
ὄσπριόν τι
<ὁρμίσκοι>
περιτραχήλιοι κόσμοι γυναικεῖοι. ἢ *[μανιάκης ASvg. ἢ περιδέραια (Prov. 25,11). ἢ κλοιά. ἢ δακτύλιοι
<ὅρμισον>
δῆσον. ἀνάπαυσον. εἰς ὅρμον κάτελθε
<ὁρμοί>
ἱμάντες ὑποδημάτων
<ὅρμος>
λιμήν. ἢ περιτραχήλιος κόσμος. καὶ ὁ ὑπόδρομος [τοῦ πλοίου] καὶ ἡ <τοῦ πλοίου> στάσις
<ὅρμου μέτρον>
τὸν ὅρμον. καὶ τὸν λιμένα (ν 101)
<ὁρμώμενος>
*προθυμούμενος ASvgn. ἢ φερόμενος
<Ὀρνειαί>
πόλις (Β 571)
<ὄρνεα>
ὀρνεοπώλια. καὶ πετεινά. καὶ τόπος (Ar. Av. 13?)
*<ὀρνιθευτής>
ὀρνιθοθήρας rq. AS
<ὄρνιθι>
οἰωνῷ. ὀρνέῳ (ε 51 ..)
<ὀρνιθοκάπηλοι>
ὀρνιθοπῶλαι (Crit. fr. 70 D.) (r)
*<ὀρνυμένου>
ὁρμῶντος. [διεγειρομένου (Δ 421) AS(vgnp)
<ὀροβάδων>
νεβρῶν
<ὀροβάκχη>
βοτάνη τις. οἱ δὲ τῆς ῥοιᾶς τοὺς καρπούς, οὓς ἔνιοι κυτίνους
<ὀρόβιον>
χρυσοκόλλης εἶδος
<ὄρογκοι>
τῶν ὀρῶν τὰ ὀγκώδη, ἃ καὶ <ὀρόχθους> καλοῦσιν. ἢ ὀρῶν λόφους. τινὲς δὲ καὶ τὰ ἐργάσιμα ξύλα
<ὀροδάμνοι>
κλῶνες. κλάδοι. βλαστήματα. ὅρπηκες
*<ὀρόδαμνος>
τὰ αὐτά ASvgn. καὶ ποταμός
<ὀροδεμνιάδες>
νύμφαι, καὶ αἱ μέλιτται. ἀπὸ τοῦ <ὄρους> <καὶ> τῶν <δεμνίων>· ἐπεὶ ἐκεῖ κοιτάζονται. οἱ δὲ ἀπὸ τῶν <ὀροδάμ- νων>, οἵ εἰσι κλάδοι
[<ὀροδίος>
φόβος]
[<ὀροδοῦντες>
φοβούμενοι]
<ὁροθέσια>
τὰ χωρίζοντα τὴν γῆν
<ὀροθύνειν>
ἐρεθίζειν (Φ 312). ταράσσειν (Κ 332). θαῤῥύνειν (σ 407)
<ὀροιβάδες>
αἱ αἶγες
<ὀροικλάνοι>
ὀξύσχοινοι
<ὄροβον>
εἶδος ὀσπρίου
*<ὀροιτύπος>
ὑλοτόμος Σs
<ὀρόμενος>
ὁρμώμενος s
<ὄρονται>
ἐφορμῶσιν. ἐπακολουθοῦσιν (ξ 104)
<ὅρος>
νόμος, θεσμός. ἢ στήλη, ἡ καταπεπηγυῖα ἐπὶ χωρίῳ ἢ οἰκίᾳ
<ὀρός>
τὸ ὑδατῶδες καὶ ἀφιστάμενον τοῦ γάλακτος r. ἀπὸ τοῦ ὀρούειν ἀπ' αὐτοῦ (ρ 225)
<ὀρὸς γάλακτος>
γάλακτος τὸ ἀφύλισμα
<ὄρος Κοτύλαιον>
τῆς Εὐβοίας (Aeschin. 3,86)
<ὀρούα>
χορδή. καὶ σύστημα πολιτικόν, εἰς ὃ Ἐπιχάρμου δρᾶμα (p. 110 K.)
<ὀρούειν>
ὁρμᾶν (Β 310 ..)
*<ὀροῦσαι>
ὁρμῶσαι gn. λέγει δὲ <τὸ> αὐτὸ ὀρούειν καὶ ὁρμαίνειν
<ὅρμοι αἰώνιοι>
θάνατος
<ὀρούματα>
ὁρμήματα. πηδήματα
<ὀροτύπου δίκην>
... (Aesch. Sept. 85)
<<ὀροτύπους>>
ὅτι οἱ γίγαντες ἀποσπῶντες ἀπὸ τῶν ὀρῶν κορυφὰς καὶ πέτρας ἔβαλλον
*<ὀροφή>
στέγη r. ASvg
<ὀροφηφόρον>
ζῷον πᾶν ὀστρακόδερμον r
<ὀροφίας>
ὄφις τῶν κατ' οἰκίαν
<ὄροφος>
κάλαμος, ᾧ στεγάζουσιν (Ω 451). ἤδη δὲ καὶ ἡ ὀροφή
*<ὀροφοιτῶντα>
εἰς ὄρη περιερχόμενον (4. Maccab. 14,15 v. l.) A (vgnp)
<ὄροχθον>
ὄρειον ὄχθον
[*<ὄρπα>
Ἐρινύς v]
<ὁρόων>
ὁρῶν, βλέπων (Α 350)
<ὄρπαξ>
θρασὺς ἄνεμος
<ὅρπας>
τῆς ἀκρίδος ὁ γόνος, ἔνθεν γαροποιοῦσιν
<ὄρπη>
σίδηρος, ἐν ᾧ τὸν ἐλέφαντα τύπτουσιν
*<ὅρπηκες>
κλάδοι g(ASn). ὄζοι (Φ 38)
<ὅρπηξ>
κλάδος r. Avgn. ἐκπεφυκώς, κάτωθεν ἀναβλαστήσας, ἢ ἀπὸ τῆς ῥίζης τοῦ δένδρου, ὀρθὸς κλάδος
*<ὅ ῤῥα>
ὃς ἄρα v
<ὀῤῥέξας>
θραύσας. ἀνελόμενος
<ὀῤῥιδιᾶν>
τὸ ἐπὶ τὰ ἰσχία καὶ τοὺς γλουτοὺς πεσεῖν
<ὄῤῥιον>
ὀρίγανον
<ὀῤῥόβηλος>
ὀδός. Ἰταλιῶται
*<ὀῤῥοπύγιον>
ὀρθοπύγιον (Ar. Nub. 158) AS
<ὄῤῥος>
ἡ τράμις· οὐχ, ὥς τινες, τὸ ἰσχίον. ἕτεροι δὲ ἐτυμολο- γοῦσι καὶ τὸ <ὀῤῥωδεῖν>· οἱ γὰρ δεδοικότες ἰδίουσι τὸν ὄῤῥον, ὅ ἐστιν ἱδροῦσιν, ἢ *τὸ ὀστοῦν τὸ ὑπὸ τὴν ῥάχιν AS
[<ὀῤῥούει>
ὁρμᾷ. πηδᾷ AS]
[<ὄῤῥυνε>
παρώρμησεν]
*<ὀῤῥωδεῖ>
φοβεῖται ASvn. ἀπορεῖ AS
*<ὀῤῥωδία>
φόβος ASvgn, ἀπορία (Eur. Med. 317)
<ὀῤῥωδίᾳ>
τῷ φόβῳ
*†<ὀῤῥοδωδέως>
ἐμφόβως AS
<ὀρσάγγης>
σωματοφύλαξ. ἢ ὁ τὴν βασιλέως οἶκόν ποτε εὐεργετήσας (Hdt. 8, 85, 2)
<ὄρσαι>
ὁρμῆσαι h. ἐγεῖραι v. ἐρεθίσαι h
<ὀρσιπετής>
ὑψοῦ πετόμενος (r)
<ὀρσίπους βοή>
ἐριστικοὺς παρασκευάζουσα πρὸς τὸν τῶν ποδῶν δρόμον (trag. ad. 245)
<ὄρσο, ὄρσεο>
ἐγείρου (Δ 204, Γ 250) r. n
<ὀρσοδάκνη>
ζωύφιόν τι ἐν τῇ κράμβῃ γινόμενον
<ὀρσοθύρα>
θύρα μεγάλη καὶ ὑψηλή, δι' ἧς ἐστιν ὀροῦσαι καταβαίνοντα. ἄλλοι πᾶσα θύρα μὴ ἔχουσα τὸν βαθμὸν πρὸς τῇ γῇ, ἀλλ' ἀπέχουσα τοῦ ἐδάφους, οἷον θυρίς. ἢ θύρα εἰς ὑπερῷον ἀνάγουσα (χ 126)
<ὀρσοί>
τῶν ἀρνῶν οἱ ἔσχατοι γενόμενοι
<ὀρσολοπεῖται>
διαπολεμεῖται. ταράσσεται. Αἰσχύλος (Pers. 10)
*<ὀρσομένη>
διεγειρομένη r. ASn
<ὄρσω>
τολμῶ
<ὁρτή>
ἑορτή
<ὀρτάλιχοι>
οἱ μήπω πετόμενοι νεοσσοί. καὶ οἱ ἀλεκτρυόνες. καὶ κρεμάστραι
<ὀρτός>
βωμός. Κύπριοι
<ὀρυγάνει>
ἐρεύγεται (Aesch. Ag. 1388?)
<Ὀρτυγία>
ἡ νῦν Δῆλος καλουμένη νῆσος
<Ὀρτυγίη> <<ὅθι τροπαὶ>> <ἠελίοιο>
τοῦτο δέ ἐστιν, ὅπου αἱ δύσεις ἄρχονται. ἔγραψαν δέ τινες καὶ <τροφαὶ> καὶ <στρο- φαί> (ο 404)
<ὀρτυγομήτρα>
ὄρτυξ ὑπερμεγέθης
<ὄρτυξ>
πόα τις
<ὀρύα>
χορδὴ ἑφθή (Epich. fr. 92)
[<ὀρυγμάδες>
θόρυβοι]
[<ὄρυγμος>
βρυχόμενος]
[<ὀρύεται>
ὑλακτεῖ]
<ὀρυκτήν>
σκαπτήν (Θ 179)
*<ὀρυμαγδός>
ταραχή, ψόφος, θόρυβος, κτύπος (Β 810 ..) ASvg
<ὄρυμος>
βωμός. οἱ δὲ <ὄρυμβος>
<ὀρυνθεῖ>
γρυλίζει
<ὄρυξ>
λαοξοϊκὸν σκεῦος. ἢ *σκαφίου εἶδος. καὶ ἰχθῦς. καὶ ζῷόν τι τετράπουν, δόρκωνι κατὰ τὴν χροιὰν παραπλήσιον (Deut. 14,5) AS
<ὀρύξομεν>
σκάψομεν (Η 341)
<ὀρφακίνης>
ἰχθῦς ποιός
<ὀρφναία>
νυκτερινή, σκοτεινή. ὅθεν καὶ <ὀρφανὸν> εἰρῆσθαι τὸν ἐν σκότει ὄντα
<ὀρφανή>
ἐπὶ γονέων
<ὀρφανός>
ὁ γονέων ἐστερημένος r. καὶ τέκνων (Eur. Phoen. 988)
<ὀρφίνη>
καλάμη μελίνης
*<ὀρφναία>
σκοτεινή. μελανή (Eur. Or. 1225) r(ASn)
*<ὄρφνα> καὶ [<ὄρφνη>
σκοτία. νὺξ μέλαινα (Eur. Rh. 42. 697 ..) vg (AS)
<ὀρφνῆεν>
μέλαν, σκοτεινόν r. καὶ <ὀρφανόν> ...
<ὄρφνινον>
τὸ μέλαν ἱμάτιον. καὶ <ὀρφνίδες>
<ὀρφοβόται>
ἐπίτροποι ὀρφανῶν
<ὀρφοβοτία>
ἐπιτροπή
<ὀρφώς>
ἰχθῦς ποιός r
*<ὄρχαμε λαῶν>
βασιλεὺς ἄγων λαόν (Ξ 102) (Ag)
<ὄρχαμος>
βασιλεύς. [ἡγεμών (Β 837) r. ASvgn
<ὀρχάς>
περίβολος, αἱμασιά. καὶ [εἶδος ἐλαίας vg
*<ὄρχατοι>
αἱ ἐπὶ στίχον φυτεῖαι ASn, ἢ αἱ κήπων. ἀπὸ τῆς ὀρχήσεως (Ξ 123)
<ὀρχέα>
ἡ τοῦ ταύρου ὀσχέα
<ὀρχεῖται>
διασείεται r. βακχεύει
*<ὀρχηστής>
ποτὲ μὲν ὁ χορικός· ποτὲ δὲ [ὁ ἐν πολέμῳ εὐκίνητος (Π 617) vh
<ὀρχήστρια>
ἑταίρα r. h
†<ὄρχια>
ζῷον τῶν τετραπόδων. καὶ πόα
<ὀρχηδόν>
ἡβηδόν (Hdt. 7, 144,1)
<ὀρχίλον>
ὀρνιθάριον τῶν εὐφώνων. λέγεται δὲ ὑπό τινων σαλπικτής
<ὀρχιπεδίζειν>
τὸ κακοσχολεύεσθαι παρὰ τοῖς παισί
<ὀρχηθμοῖς>
ὀρχήσεσιν
[<ὀρχιστής>
συγκεκροτημένος περὶ τὰ πολεμικά]
<ὀρχμαί>
φραγμοί. καλαμῶνες. φάραγγες. σπῆλυγξ
<ὄρχοι>
στίχοι ἀμπέλων (n)
<Ὀρχομενός>
πόλις Βοιωτίας, ἣν Μινύειον καλοῦσιν (Β 511)
<ὄρχος>
*κῆπος ASvg. καὶ φυτῶν στίχος (η 127)
[<ὀρωδεῖ>
μαίνεται. φοβεῖται. φρίττει. εὐλαβεῖται. δειλιᾷ
<ὀρωδία>
φόβος. καὶ τὰ ὅμοια
*<ὀρωδεῶς>
ἐμφόβως
<ὀροδοῦν>
ἐκφοβοῦν]
<ὁρῶν>
ἰδών, θεωρῶν (Ε 872)
<ὀρώρει>
ὥρμητο. [διεγήγερτο (Β 810) n (AS)
<ὄρωρεν>
ἐγήγερται, [διηγέρθη. ἀνῆλθεν (Β 797) vg
<ὀρώρεται>
τετάρακται. τεθύμωται (τ 377) h
<ὀρωρέχατο>
ὡρμημένοι ἦσαν, ἢ ἐκτεταμένοι (Λ 26)
<ὀῤῥοχμόν>
ἔσχατον. ἄκρον
*<ὁρῷτο>
βλέποιτο (Τ 132) g
*<ὅς>
ἄρθρον ἀρσενικόν, [ὅστις Svg, οὗτος s
*<ὃς αἰσυμνᾶι>
βασιλεύει (Eur. Med. 19) AS
*<ὁσάκις>
ποσάκις g
<ὁσάτιον>
ὅσον (Ε 758)
<ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργεν>
... (Ξ 349)
<ὃς δέ κεν>
ὃς δ' ἄν
<ὃς ᾔδη>
ὅστις ᾔδει (Α 70)
*<ὁσημέραι>
πάντοτε καθ' ἡμέραν Avgn
<ὅσια>
ἄλφιτα δεδευμένα ἐλαίῳ καὶ οἴνῳ r. καὶ ἡ καρδία
<ὁσία γνώμη>
γνησία
<ὁσίη>
θέμις (χ 412)
<ὅσιος>
καθαρός. δίκαιος. εὐσεβής. εἰρηνικός. ἁγνός
<ὁσιουργῆσαι>
†ἀποκαρδιουργῆσαι. καὶ τὸ ἐπιλέγειν ἐν ταῖς θυσίαις, ὅταν ἀπάρχωνται, τῶν θεῶν †αὐτῶν
<ὁσίους θαλάμους>
τοὺς μὴ θείους, ἀλλ' ἀνθρωπείους (trag. ad. 246). ἔστι δὲ ἀπὸ τῆς <ἕσεως> τὸ ἐφιέμενον καὶ μὴ ἀπη- γορευμένον· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (120)
*<ὁσίως>
πρεπόντως. δικαίως (Eur. Hipp. 1287) ASvgn
<Ὄσιρις>
αἱ ἐν Αἰγύπτῳ <γυναῖκες> ὑπηνέμια τίκτουσι, τὸν λεγόμενον Ὄσιριν [γυναῖκες]
<ὀσκάπτω>
ἀνασκάπτω
<ὀσμύλια>
τῶν πολυπόδων αἱ ὄζαιναι λεγόμεναι. καὶ ἰχθύδια ποῖ' ἄττα εὐτελῆ (Ar. frg. 247)
<ὀσμύλαι>
βολβιτίναι θαλάσσιοι
*<ὅς κεν>
ὅστις δή (Α 64 ..) An
*<ὃς μέγα>
ὅστις μεγάλως (Α 78) n
<ὅς οἱ>
ὅστις αὐτῷ (Β 184 ..)
*<ὅσον>
ὀλίγον AS. <ὅσον ὅσον> δὲ ὀλίγον ὀλίγον (Isai. 26,20) ASvg
*<ὅσον οὔπω>
ταχύ ASvg
<ὅσος>
ὁπόσος r
<ὃς οὐδὲν τοῖος ἔην>
ὃς οὐκ ἦν τοιοῦτος, ἀλλὰ τοὐναντίον λαμπρός (δ 248)
*<ὁ σπονδοφόρος>
ὁ φιλοποιός ASg
<ὅσπερ ἔφηνεν>
ὅσπερ καὶ φανερὸν ἐποίησεν (Β 318)
<ὄσπρα>
ποικίλα
<ὄσπρια> καὶ γενικῶς καὶ ἰδικῶς λέγεται
<ὄσπρος>
ἰδίως τις λέγεται, ὡς πισὸς καὶ ἐρέβινθος
*<ὅς ῥα>
ὅστις δή (Α 405) ASvgn
a) <ὅσα>
ὁπόσα g. ὅσα, τόσα. b) <<ὄσσα>>· κληδών, καὶ φήμη (Β 93)
*<ὅσσα δίσκου οὖρα>
ὅσα δίσκου A οὔρια (Ψ 431)
<ὁσσάτιον>
ὅσον (Ε 758) n
<ὅσσα ἔοργας>
ὅσα εἰργάσω (Γ 57)
*<ὄσσε>
ὀφθαλμοί. δυϊκῶς (Α 104) vgnp
<ὄσσε καθαιρήσουσι>
καμμύσουσι τοὺς ὀφθαλμούς, καὶ συγ- κλείσουσιν· ὅπερ τοῖς νεκροῖς γίνεται ὑπὸ τῶν οἰκείων περὶ τὸν τοῦ θανάτου καιρόν (Λ 453)
<ὄσσε δέ <οἱ>>
ὀφθαλμοὶ δὲ αὐτοῦ (Α 104)
<ὄσσει>
βλέψει. ἴδοι
*<ὄσσεις>
βλέπεις ASvgn. ὁρᾷς
<ὄσσευ>
ὅρα, βλέπε
<ὅς σευ>
ὅστις σοῦ (Β 27)
*<ὀσσέων>
ὀφθαλμῶν n
<>οσσητῆρα>
βοηθόν (Ο 254 ..)
<ὀσσίξαι>
ἐπιδεῖξαι
<ὁσσίχον>
ὅσον. ἡλίκον (Theocr. 4,55)
<ὄσσομαι>
περιβλέψομαι, ὁρῶ
<ὀσσόμενος>
*τοῖς ὀφθαλμοῖς ὑποβλέπων (Α 105) ASgv, ἢ κατὰ ψυχὴν προσδεχόμενος (α 115). ἢ *[προσδοκῶν (υ 81) ASvgn
*<ὅσσον>
ὁπόσον. πηλίκον (Α 186) n
<ὅσσον τε γέγωνε βοήσας>
ὅσον δ' ἐβόησε κραυγάσας ἀνήρ (ε 400)
*<ὄσσοντο>
διενοῦντο. προεώρων (Σ 224) AS
<ὄσσοντο δ' ὄλεθρον>
πρὸ ὀφθαλμῶν εἶχον, τουτέστι προσε- δόκων, καὶ προεσήμαινον, καὶ ἔμφασιν ἐποιοῦντο (β 152)
*[<ὀσσυπηρόν>
ῥυπαρόν vg]
<ὅς σφιν>
ὃς αὐτοῖς (Α 253)
<ὀσσᾶσθαι>
κληδονίσασθαι
*<ὄσσων>
βλεφάρων. ὀφθαλμῶν (Hes. theog. 826) Avn
<ὀσταθείς>
ἐξαγκωνισθείς
<ὀστακός>
εἶδος καράβου. οἱ δὲ <ἀστακὸν> λέγουσιν
<ὄστλιγξ>
πλόκαμος, <παρὰ τὸ> ἑλίξαι, βόστρυχος (Callim. fr. 7,12). ἢ τὸ ἐν βότρυσι γινόμενον
†<ὀσταλιόχος>
τόξευμα
<ὄστασαν>
ἀνέστησαν
<ὀσταφίς>
οὕτω διὰ τοῦ <ο> ἔλεγον τὰς ἀσταφίδας
<ὀστέον εἴσω>
ἕως τοῦ ὀστοῦ (Δ 460) n
<ὅστ' εἶσιν>
ὅστις διέρχεται (Γ 61)
*<ὅς τοι>
ὅστις σοι (Ο 91 ..) A
<ὀστρακίνδα>
παιδιὰ ἦν ἐπὶ τῷ ὀστράκῳ
<ὀστρακίς>
ἀγαλμάτιόν τι Ἀφροδίτης
*<ὀστρακισμός>
οἱ κακονούστατοι τῷ δήμῳ ἐξωστρακίζοντο, καὶ κατεδικάζοντο, ὀστράκοις ἐγγραφόντων τὸ ὄνομα τοῦ φευξομένου Σ
*<ὀστρακισμός>
εἶδος φυγῆς ἐν ὀστράκοις γραψάντων <δεῖν τὸν δεῖνα φεύγειν>. ἀπὸ τῶν ὀστράκων <ὀστρακισμός> AS
<ὄστρακον>
ὁπότε τις ἀποθάνοι, γάστραν πρὸ τῶν θυρῶν ἐτίθεσαν, ἐξ ἄλλης οἰκίας λαμβάνοντες καὶ πληροῦντες ὕδατος (Ar. Eccles. 1033)
<ὀστράκων>
"ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων" (Aesch. fr. 337) ἀντὶ τοῦ ᾠῶν. τινὲς δὲ κελύφων
<ὄστρεα>
τὰ κογχύλια. Λάκωνες ἄνθος
*<ὄστρεον>
μυάκιον θαλάσσιον ASvg
<ὄστριμον>
ἐν ᾧ αἱ θεριναὶ μοναὶ τόπος. οἱ δὲ ἔπαυλις (Anti- mach. fr. 49 W.)
*<ὀσφραίνεται>
ὀσμᾶται (Iob 39,25) r. A
<ὀσφρέσθαι>
τὸ ὀσφρανθῆναι (Eupol. fr. 10)
*<ὀσφύος>
ψόας AS. ῥάχις A (vg). καὶ τὸ πλησίον τῶν γλουτῶν Ag
<ὀσφῦς>
ὁ παρὰ πλευρὸν διάκενος τόπος
<ὃ σφῶϊ>
ὃς ὑμᾶς (Α 336)
<ὄσχαι>
κλήματα βοτρύων γέμοντα
<ὄσχεα>
βαλλάντια, μαρσύππια. ἢ τὸ τῶν διδύμων ἀγγεῖον. [καὶ κλήματα βοτρύων πλήρεις]
<ὀσχεός>
τὰ αὐτά
*<ὄχεσφιν>
ὀχήμασιν (Δ 297 ..) S
*<ὅς χ' ἕτερον>
ὃς ἂν ἄλλο (Ι 313) ASn
*<ὅταν παίω>
ὅταν παιδεύω, ἢ τύπτω (Exod. 12,13) ASvg
<ὅτε>
ὅταν. ἐπειδή· "δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνῄσκουσ' ἄνθρωποι" (μ 22)
<ὅτε ἔφησθα>
ὅτε ἔλεγες (Α 397) n
<ὅτε κέν σε>
ὅτε ἄν σε (Χ 359.)
<ὅτε μ' ὤνατο>
ὅτε κατεμέμψατο καὶ ἐξεφαύλισεν (Ρ 25)
<ὁτέῳ>
ὅτῳ. [ᾧτινι (Ο 664) p
*<ὅτε, ὅτε περ>
<ὁπότε> (Ε 802 ..) n
<ὅτι ἄριστον>
ὅτι τὸν κράτιστον (Α 244 ..)
<ὅτι μάλιστα>
λίαν, πάνυ, πλέον, σφόδρα, ἄγαν
<ὅτι μή>
ὅτι οὐχί
<ὅτινας>
οὕστινας (Ο 492)
<ὅτι οἶσθα>
ὅπερ οἶδας (Α 85)
<ὁτέοισιν>
οἷστισιν (Ο 491) p
*<ὁτιοῦν>
τὸ τυχόν ASvg
[<ὁτιποῦ>
οὐδαμῶς]
<ὅτι ῥα>
ὅτι δή (Α 56) p
<ὅτις>
ὅστις (Γ 279)
<ὅτι τόσον>
διότι τοσοῦτον (Α 64)
<ὀτλεύει>
πονεῖ. κακοπαθεῖ
<ὀτλημάτων>
κακοπαθημάτων (r)
<ὁ τλήμων>
ὁ ἄθλιος (Eur. Med. 1204 ..)
<ὄτλος>
μόχθος r
<ὀτλῶ>
πονῶ s. κακοπαθῶ r
<ὀτοβεῖ>
θορυβεῖ (Aeschyl. fr. 57,6?)
<ὄτοβος ἅλιμος>
θάλασσα θορυβώδης (trag. ad. 247)
*<ὀτοτύζειν>
κλαίειν. [θρηνεῖν v (h)
*<ὅτου δὲ δή>
οὗτινος δὲ δή ASh
<ὅτου δή>
τίνος δή
<ὅτου ἕνεκα>
τίνος ἕνεκα
*<ὁτουοῦν>
οὗτινος οὖν Avgn
*<ὅτου χάριν>
τίνος χάριν AS(g) np
[<ὄτρα>
ἡ τοῦ ἀλέκτορος οὐρά]
*<ὀτραλέως>
ταχέως rAS. ὀξέως. δραστικῶς. ἐνεργῶς (Γ 260) ASn
[<ὄτρεα>
ἡμίονος]
<Ὀτρεὺς> καὶ <Μύγδων>
βασιλεῖς Φρυγίας (Γ 186) n
<ὀτρηρή>
ἐνεργός. σπουδαία (Ζ 381) An
*<ὀτρηρὴ ταμίη>
ἡ τηροῦσα τὸν οἶκον (Ζ 381) ASn
*<ὀτρηροί>
ἀνδρεῖοι. ταχεῖς AS. ὀξεῖς vg. ἐνεργεῖς. δραστικοί ASvn. ὑπήκοοι. πιστοί ASg. σπουδαῖοι (α 109)
*<ὀτρηρόν>
τὰ αὐτά (A)
<ὄτριχας>
ὁμοιότριχας (Β 765) p
<ὀτρύγη>
χόρτος. καλάμη
<ὀτρυγηφάγου>
περιττὸν τὸ <ο>. <Τρύγη> γὰρ ὁ σῖτος καὶ ὁ χόρτος (Archil. fr. 97 Bgk)
<ὀτρῦναι>
*παροξῦναι ASvgn. κελεύειν. σπεύδειν. *[παρορμᾶν (Θ 219) (An)
<ὀτρυντήρ>
κήρυξ. κελευστής. σαλπικτήρ
<ὀτρυντύς>
παρακέλευσις. προτροπή (Τ 234)
<ὅττεο>
οὗτινος (α 124)
*<ὄττεσθαι>
κληδονίζεσθαι ASn
<ὀττεύεσθαι>
ὁμοίως
<ὄττιες>
ὄψεις
<ὅττι κεν ἄρχῃ>
ὅτι ἂν κρατῇ, καὶ σύμφορον εἶναι δοκῇ (Ι 102)
*<ὀττοτοῖ>
θρηνῶδες ἐπίφθεγμα (Eur. Or. 1389 ..) r. ASb
*<οὗ>
οὗτινος n
<οὔ>
ἐπίῤῥημα ἀρνητικὸν κατὰ στέρησιν, ἤτοι οὐχί. εἴωθεν δὲ αὐτὸ ὁ ποιητὴς παραλαμβάνειν καὶ μετὰ τῆς μά φωνῆς. συμπλέκει δὲ αὐτῷ καὶ τὸ <πω>. σημαίνει δὲ καὶ ὅπου καὶ ἔνθα τὸ <οὗ>
<οὗ>
δασυνόμενον μὲν δηλοῖ ἄρθρον ἀρσενικὸν καὶ οὐδέτερον ὑποτακτικόν, καὶ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου. ἐμοῦ, σοῦ, οὗ
<οὐαί>
†φυλαί
[<οὐάραι>
ἡμεῖς. Κύπριοι]
*<οὗ ἀρᾶς γέμει>
οὗ κατάρας πλήρης ἐστίν (Ps. 9,28) ASvg
<οὔαρον> δὲ ἔλαιον. Κύπριοι
*<οὔατα>
ὦτα (υ 365 ..) ASvg
*<οὔατα βάλλει>
τὰ ὦτά μου ἠχεῖ An, [ἢ ἄγχει] (Κ 535)
<οὐατόεν>
ὦτα ἔχον. καὶ ὅπερ ἔχει κρεμαμένους ὄζους πολλούς, ὀζῶδες, τραχύ
<οὐ βατόν>
οὐ πορεύσιμον
*<>ουβρῶστις>
λιμός ASs. [ἢ οὐβρώττης]
<οὐ γὰρ ἄκανθαι>
παροιμία. Ἀριστοφάνης Σκηνὰς καταλαμ- βανούσαις· "οὐδ' ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι" (fr. 483) καὶ ἐν Δράμασιν ἢ Κενταύρῳ· "χωρεῖ δ' ἄκλητος ἀεὶ δειπνήσων· <οὐ γὰρ ἄκανθαι>" (fr. 272). ἔοικε δὲ ὑπομιμνήσκων τὴν τοῦ βίου διαφορὰν καὶ μεταβολήν
<οὐ γὰρ ἦ>
ἴσον τῷ οὐ γὰρ δή. οὐ γὰρ δὴ ὑγιαίνει
<οὐδ'>
οὐδέ (Α 90)
<οὐδ' ἅλα>
οὐδὲ τὸ †ψυχρὸν καὶ ἄφθονον εἰς χρῆσιν. Αἰγύπτιοι δὲ τῶν ἄρτων τὰ φλογίσματα (ρ 455)
<οὐδαμῶς>
οὐδέποτε [οὐδαμῶς]. καὶ τὸ οὐδέν
*<οὐδ' ἀεσίφρων>
οὐδὲ ἀνόητος (Υ 183) ASn
<οὐδαῖοι>
χθόνιοι, ἐπίγειοι
<οὐδαμινός>
οὐδενὸς λόγου ἄξιός ἐστι. βραχύς. εὐτελής
<οὐδαμῶς>
οὐδέποτε. ἢ παντελῶς (Eur. Hipp. 609 ..)
<οὐδ' ἀπόνητο>
οὐδὲ ὄνησιν ἔλαβεν (λ 324)
*<οὖδας>
γῆ. ἢ τὸ ἔδαφος (Λ 749 ..) ASns
*<οὐδέ ἕ φημι>
οὐδὲ αὐτὸν λέγω (Ε 103) ASgn
*<οὐδ' ἐλεαίρει>
οὐδὲ ἐλεεῖ (Λ 665) ASn
<οὐ δέμας>
οὐδὲ κατὰ τὸ σῶμα (Α 115)
<οὐδ' ἐμάτησεν>
οὐδ' ἐλήρησεν (Ψ 510?)
<οὐδὲ μέν>
οὐδὲ μήν (Α 154)
<οὐδέν>
ἀντὶ τοῦ οὔ (Α 244 ..)
<οὐδ' ἀπὸ παλαιφάτου δρυός>
τῆς πάλαι φημιζομένης, ὅτι ἐξ αὐτῆς ἐγένοντο ἄνθρωποι. τινὲς δὲ γράφουσι <παλαιφύτου>, ἐπειδὴ παλαιόν ἐστι φυτὸν ἡ δρῦς (τ 163)
<οὐδὲν ἀπὸ τρόπου>
ἀντὶ τοῦ οὐκ ἀπεικός (Plat. Phaedr. 278 d)
<οὐδ' ἐν δέρματι>
οὐδὲ δέρμα ἴδιον ἔχοντα. <ᾧ> οὐδὲν ὑπῆρχεν
<οὐδὲν ἧττον>
μᾶλλον
<οὐδενίας>
εὐτελείας (Plat. Phaedr. 234 e)
<οὐδὲν ἱερόν>
παροιμία λεγομένη ἐπὶ τῶν τέλεον ἀχρήστων πρὸς τὸ συλλαβέσθαι καὶ ἐπαρκεῖν, καὶ ἑαυτοῖς <καὶ> τοῖς γνωρίμοις. φασὶν δὲ Ἡρακλέα πρῶτον θεασάμενον τὸν Ἄδωνιν εἰπεῖν· οὐδὲν ἱερόν· ἴσως ἦν †ἀνίδρυτον, διὰ τὸ πρὸς μηδὲν εἶναι χρήσιμον
<οὐδενόσωρα>
οὐδὲ μιᾶς φροντίδος ἄξια. <Ὠρεῖν> γὰρ τὸ φροντίζειν καὶ φυλάσσειν· ἔνθεν τὸ <ὀλιγωρεῖν> καὶ <πολυω- ρεῖν>. Ἀπίων δὲ οὐδενὸς φυλακτικά (Θ 178)
<οὐδ' ἐν σελίνοις>
παροιμία ἐπὶ τῶν μηδὲ κατὰ τοὐλάχιστον διηνυκότων οἷς ἐπέθεντο. ἐν γὰρ τοῖς λεγομένοις περικηπίοις τὰ σέλινα καὶ τὰ πήγανα κατεφύτευον. βούλεται οὖν λέγειν ἡ παροιμία· οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος, καθάπερ οὐδὲ οἱ εἰς τοὺς κήπους εἰσιόντες ἐν τοῖς σελίνοις εἰσίν
<οὐδέ νύ πως>
οὐδαμῶς
*<οὐδέ νυ τόν>
οὐδὲ τοῦτον ASg
<οὐ δεόντως>
παρανόμως
<οὔδεος>
ἐδάφους (Μ 448)
<οὐδέ πή ἐστιν>
οὐκ ἔστιν (Ζ 267)
<οὐδ' ἐπινυκτίδιος>
οὐδὲ ἐπὶ μιᾶς νυκτός. οὐδὲ πρὸς μίαν νύκτα (Callim.? fr. 775)
<οὐδ' ἐπηρώτων>
οὐδ' ἠρώτων
<οὐδ' ἐρέοντο>
οὐδ' ἀνεπυνθάνοντο (Α 332)
*<οὐδέτερον>
οὐδὲ ἓν τῶν δύο (Eur. Phoen. 545 ..) vgn
<οὐδέ τί πω>
οὐδέποτε. οὐδαμῶς (Β 252)
<οὐδ' ἐτρύπησε κρόκην>
οὐδ' εἰργάσατο (Com. ad. 714 K.)
<οὐδὲ φυήν>
οὐδὲ τὴν φύσιν (Α 115)
*<οὐδ' ἠβαιόν>
πρὸς ὀλίγον, οὐδ' ὀλίγον AS, ἢ ὧδε ὀλίγον (Β 380)
*<οὐ δηναιός>
οὐ χρόνιος (Ε 407) S
<οὐδ' ἡντιναοῦν>
οὐδὲ τὴν τυχοῦσαν
[<οὐδῆσαι>
πρίασθαι. ἀποδόσαι S]
<οὐ δῆτα>
οὐδαμῶς (Eur. Hec. 756 ..)
<οὐ δίκαον>
οὐ δίκαιον
*<οὐ διεκρίθη>
οὐκ ἀμφέβαλεν. οὐκ ἐδυσπίστησεν (Rom. 4,20) ASvg
*<οὐ διήμαρτεν>
οὐκ ἀπέτυχεν ASvg
[<οὐδιτανοῦν>
εὐτελοῦς, οὐδενὸς λόγου ἄξιος]
*<οὐ διωσόμεθα>
οὐκ ἀποβαλούμεθα, [οὐκ ἀποῤῥίψομεν ASvgn
<οὐδ' ὅγε πρίν>
οὐδὲ οὗτος καὶ πρίν (Α 97)
*<οὐδ' ὄθομαι>
οὐδὲ ἐπιστρέφομαι (Α 181) (n)
*<οὐ δοκέουσιν>
οὐ προσδοκῶσιν. οὐ νομίζουσιν (Greg. Naz. c. 2,1,1,168) n
<οὐδ' ὅλως>
οὐδὲ τοῦ τυχόντος
<οὐδ' ὀνομήνω>
οὐδ' ὀνομάσω (Β 488)
*<οὐδός>
βαθμός, βατήρ Avg. ὁ πρὸ τῆς θύρας [βαθμός Σa, καὶ ὀδός (Ζ 375) A
<οὐδ' οἴοιτο>
οὐδ' ἂν ἐνοήθη
<οὐδ' ὁτιοῦν>
οὐδὲ τὸ σύνολον
<οὑδραία>
ὑδρία. μέτρον τι, Ἀττικοῦ μετρητοῦ ἥμισυ
<οὑδραίνει>
περικαθαίρει S. Λάκωνες
†<οὐδύεται>
ἐρίζει
*<οὗ εἵνεκεν>
διότι, ἕνεκεν AS
<οὐ ἕθεν>
οὐδαμῶς αὐτῆς (Α 114)
*<οὐεριδάριος>
βεριδάριος AS
†<οὔθα>
σποδός. ὁδός†
<οὖθαρ>
τὸ πιότατον τῆς γῆς, ἤτοι τῆς χώρας (Ι 141 ..). καὶ *τῶν ζῴων τὸ κατὰ τοὺς μαστούς (A)
<οὐθάρα>
ἐπὶ ἀσκοῦ ὁ κατὰ τὸ οὖθαρ τόπος. οἱ δέ, περὶ ὃν στρέφεται [ὁ χορός, ἢ] ὁ τροχός
*<οὔθατα>
μαστοί (ι 440) gp
<οὔθατα βόσκει>
αἶγας βόσκει (Callim. (?) fr. 776 Pf.)
*<οὐθείς>
οὐδὲ εἷς ASvg
*<οὐ θέμις>
οὐ δίκαιον (Ξ 386) ASvg
*<οὐθέν>
οὐδέν Avg
*†<οὐθένεια>
μηδαμινή. εὐτελής (n)
*<οὐθενείας>
ἀσθενείας AS
<οὐθ' ἕτερον>
οὐδὲ ἓν τῶν δύο
<οὐ θήν>
οὐ μήν. οὐ διὰ παντός (Ξ 480)
<οὐϊτόν>
τὸ ὑπ' ἐνίων οἰτόν
[<οὐδειελίζω>
οὐ φροντίζω]
*<οὐκ ἀγεννῆ>
οὐκ ἀνίσχυρα. ἀταλαίπωρα (ASvg)
*<οὐκ αἰδεσθείς>
οὐκ αἰσχυνθείς (2 Macc. 4,34) Asvg
<οὐκ ἀθεεί>
οὐκ ἄνευ θεοῦ. ἢ οὐ χωρὶς θαύματος (σ 353)
*<οὐκ ἀΐεις>
οὐκ ἀκούεις (Ο 248) (S)
*<οὐκ ἀΐοντι ἐοικώς>
οὐκ ἀκούσας τὸ πρέπον (Ψ 430) A
<οὐκ ἄκοντες>
[οὐχ] ἑκόντες (S)
<οὐκ ἀλαπαδνόν>
οὐκ ἀσθενές (Ε 783)
*<οὐκ ἀλεγίζω>
οὐ λόγον ἔχω (Α 180) (ASn)
*<οὐκ ἀλέγοντες>
οὐ φροντίζοντες (Π 388) n
<οὐκ ἄλκαρ>
οὐ βοήθεια (Ε 644)
*<οὐκ ἁλώσιμα>
οὐκ εὔληπτα AS
*<οὐκ ἄμοιρος ἦν>
οὐκ ἐκτὸς μοίρας ἦν ASvg
*<οὐκ ἀμώμητος>
οὐκ ἄψεκτος ASvg. οὐχ ὑγιής
*<οὐκ ἂν δή>
οὐδαμῶς ἄν AS
<οὐκ ἀναλίσκεται>
οὐκ ἐκλείπει
*<οὐκ ἀνεύθυνον>
εὐκατάκριτον vg (AS)
<οὐκ ἀνέχομαι>
οὐ καταδέχομαι (Isai. 1,13)
*<οὐκ ἀνίει>
οὐκ ἀφίει ASn [οὐ πρέπει]
*<οὐκ ἀνήσει>
τὰ αὐτά (Deut. 31,8 ..) ASvg
*<οὐκ ἄν τι>
οὐδαμῶς ἄν AS
<οὐκ ἀξιόχρεως>
οὐχ ἱκανός (Eur. Or. 597)
<οὐκ ἀπᾴδοντα>
οὐκ ἀλλότριον
*<οὐκ ἀπᾳδόντως>
ὅμοιον ASn
*<οὐκ ἀπαναίνεται>
οὐ ἀποστρέφεται ASvg. [οὐκ ἀπόχρη S]. οὐ παραιτεῖται vg
*<οὐκ ἀπεικός>
οὐκ ἄτοπον ASvg. ἄξιον ASg. ὀφειλόμενον. πρέπον. ὅμοιον. <Εἰκὸς> δέ ἐστιν παρὰ τὸ ἐοικός. εἶτα <ἀπεικὸς> τὸ ἀπρεπές, τὸ ἀνόμοιον· καὶ τὸ <οὐκ ἀπεικὸς> διὰ δύο ἀρνή- σεων μία συγκατάθεσις· ὡς τὸ <ἥκιστα> οὐδαμῶς, <οὐχ ἥκιστα> τὸ μάλιστα AS
*<οὐκ ἀπεοικός>
οὐκ ἀπρεπές Avgn
*<οὐκ ἀπέχρη>
οὐκ ἤρκει AS
*<οὐ κατακτενεῖς>
οὐ καταβιάσῃ. οὐ καταβαρήσεις A
<οὐκ ἀπᾴδομεν>
οὐκ ἀπαρνούμεθα
*<οὐκ ἀπηξίωσεν>
ἠξίωσεν AS
<οὐκ ἀπίθανος>
πιθανός
<οὐκ ἀπολείπεται>
οὐκ ἀποστερεῖται
<οὐκ ἀπορεῖ>
[οὐκ] ἀρκεῖ. εὐπορεῖ
*<οὐκ ἀπορηθήσεται>
οὐ χρήσει (Isai. 8,23) AS
*<οὐκ ἀποῤῥυήσεται>
οὐ κατατακήσεται (Ps. 1,3) AS
<οὐκ ἀποφώλια>
οὐκ ἀδίδακτα. οὐ μάταια (ε 182)
*<οὐκ ἀπόχρη>
οὐκ ἀρκεῖ ASvg
<οὐκ ἀπρακτήσεις>
οὐκ ἀποτάξεις
*<οὐκ ἀπώναντο>
οὐκ ὠφελήθησαν Avg
<οὐ κάρος>
οὐ νέκρωσις
<οὐ καρτερεῖς ᾗ δεῖ>
οὐ φρόνιμος εἶ
*<οὐκ ἄσημοι>
ἐπιφανεῖς. οὐκ ἀφανεῖς vgS. οὐκ ἄδοξοι S
<οὐκ ἀσκίῳ>
"οὐκ ἀσκίῳ μεντἄρ' ἐμορμολύττετο αὐτούς, ἐπεὶ τάδ' ἔστ' ἀληθῆ" (Crat. fr. 8). παροιμία ἐπὶ τῶν καὶ τὰ κενὰ δεδοικότων· ἐπεὶ κενὸς ὁ ἀσκός
*<οὐκ ἄστεκτος>
οὐκ ἀφόρητος AS. οὐκ ἀβάστακτος
*<οὐκ ἀσυντελές>
οὐκ ἀχρήσιμον (ASvgn)
*<οὐ κατὰ κόσμον>
οὐ κατὰ τρόπον (Β 214) n
*<οὐ καταναρκήσω>
οὐ κατοκνήσω (2. Cor. 12,14) ASp
<οὐ κατ' ἀσυμφανές>
δῆλον
*<οὐ κατενάρκησα>
οὐ κατεβάρησα (2. Cor. 12,13) ASvgn
[οὐκ ἄτραχυ] <οὐκ ἄτραχυς>
τραχύς AS
<οὐκ ἄωρον>
[οὐ] κατὰ καιρόν. οὐ παρὰ καιρόν
<οὐκ ἔασαν>
οὐκ ἀφῆκαν
*<οὐκ ἔασκεν>
οὐκ εἴα (Β 832) AS
*<οὐκ ἔγρυξεν>
οὐκ ἐφθέγξατο (Ios. 10,21) ASvgn
<οὐκ ἐδέξατο>
οὐ προσήκατο
*<οὐκ εἴασκεν>
οὐκ ἠφίει. ἐκώλυσεν (Υ 408) ASn
*<οὐκ ἔην>
οὐ δυνατὸν ἦν AS
*<οὐκ εἴκουσαν>
οὐχ ὑποχωροῦσαν A (Svg)
*<οὐκ εἰσῄεις>
οὐκ εἰσήρχου AS
[<οὐκ εἰσμένησαν>
οὐκ ἐχάρησαν]
*<οὐκ εἰῶ>
οὐκ ἐῶ (Δ 55) As
<οὐκ ἑκών>
οὐ βουλόμενος
*<οὐκ ἐλελήθεις>
οὐκ ἔλαθες ASvg
*<οὐκ ἐκάθισεν>
οὐκ ἐνέμεινεν (Ps. 1,1) Ag
<οὐκ ἔμβαρος εἶ>
οὐ φρονεῖς. ἀπὸ τῆς ἐμβάρου φρονήσεως (Men. fr. 368 Koe.)
*<οὐκ ἐμφορούμενοι>
οὐ πληρούμενοι AS
<οὐκ ἔναιμος>
οὐ δίκαιος
<οὐκ ἐνασπιδώσομαι>
οὐ καθοπλισθήσομαι (Ar. Ach. 368)
*<οὐκ ἐνδέχεται>
οὐ δυνατόν ἐστιν (Luc. 13,33) An
*<οὐκ ἐνδώσει>
οὐ χαυνώσει AS
<οὐκ ἐνῆν>
οὐκ ἠδύναντο
*<οὐκ ἐνήνοχά σοι>
οὐκ ἀγήοχα vg. οὐκ ἤνεγκά σοι (Gen. 31,39) ASvg
*<οὐκ ἐνόν>
οὐ δυνατόν g
*<οὐκ ἔξωροι>
οὐκ ἄκαιροι ASgn. [οὐκ ἄκληροι]
*<οὐκ ἐπέοικεν>
οὐ πρέπον ἐστί (Α 126) n
<οὐκ ἕπεται>
οὐκ ἀκολουθεῖ
*<οὐκ ἐπέπυστο>
οὐκ ἀκηκόει (Ν 674) n(s)
[<οὐκ ἐπέφετο>
οὐκ ἠκολούθει]
<οὐκ ἐπιεικτόν>
οὐ μέτριον (Ε 892)
<οὐκ ἐπιγλωττήσομαι>
οὐ βλασφημήσω (Ar. Lys. 37)
*<οὐκ ἐπιλήσομαι>
οὐκ ἐπιλαθήσομαι (Χ 387) ASvgn
*<οὐκ ἐπιτεύξεται>
οὐκ ἐπιτυγχάνει (Prov. 12,27) ASvgnh
*<οὐκ ἐρηρεισμένος>
οὐκ ἐστηριγμένος (A) gn
*<οὐκ ἔσθενον>
οὐκ ἴσχυον (3. Maccab. 3,8) Ag
<οὐκ ἐτάλασσεν>
οὐκ ἐτόλμησεν (Callim. h. Dian. 62)
<οὐκ ἔστερξεν>
οὐχ ὑπέμεινεν
*<οὐκ ἔσφαλεν>
οὐκ ἐκινδύνευσεν (Iob 21,10) ASvg
<οὐκ ἐτός>
οὐ ματαίως. οὐκ ἀληθῶς
<οὐκέτι>
οὐχί, ἢ οὔ
[<οὐκ ἐτυρώθη>
οὐκ ἐπαισχύνθη]
*<οὐκ εὐδιάθετος>
οὐ δυναμένη εὐχερῶς γήμασθαι AS [ἢ εὐμα- ρῶς γίνεσθαι]
*<οὐκ εὐθὺ σκοποῦ>
οὐκ ἀκριβῶς ASvgn. [ἢ ὀρθῶς βλέποντος]
*<οὐκ ἐφέπετο>
οὐκ ἠκολούθει (Eur. Hipp. 1307) ASn
*<οὐκ ἐφίενται>
οὐκ ἐπιθυμοῦσι ASvgn
<οὐκ ἐφικνεῖται>
οὐ φθάζει
*<οὐκ ἔχαδε>
οὐκ ἐχώρησεν (Δ 24) ASn
<οὐκ ἥκιστα>
μάλιστα
<οὐκ ἤμειψεν>
οὐκ ἤλλαξεν
*<οὐκ ἠσμένισαν>
οὐκ ἐχάρησαν (1. Regn. 6,19) ASvg
<οὐκί>
οὐχί (Β 238)
<οὐ κιγχάνει>
οὐχ εὑρίσκει
*<οὐκ ὄθεται>
οὐκ ἐπιστρέφεται (Ο 166) ASn
*<οὐκ ἐφάτην>
οὐκ εἶπον. δυϊκῶς (Eur. Hec. 128) ASvg
*<οὐκ οἷόν τέ ἐστιν>
οὐ δυνατόν ἐστιν ASvgn
*<οὐκ οἰστά>
οὐ φορητά ASn
<οὐκ ὀλεῖσθαι>
οὐ φθαρήσεσθαι
*<οὐκ ἐτυλώθη>
οὐκ ἐπαχύνθη ASh. οὐκ ἐτραυματίσθη (Deut. 8,4) Avgh
*<οὐκ ὀνησιφόρον>
οὐκ ὠφέλιμον ASn
<οὐκοῦν>
ἐπειδή. ἢ *[λοιπόν gn
*<οὐκ ᾤετο δεῖν>
οὐκ ἐνόμιζε συμφέρειν ASvg
<οὐκ ὤν>
οὐχ ὑπάρχων. οὐκ ἐγένετο
*<οὐκ ὦπται>
οὐκ ἐφάνη A
<οὐ κωφεῖ>
οὐ βλάπτει, οὐ πηροῖ (Callim. fr. 195,34)
<οὐλάδες>
πῆραι, θύλακοι
†<οὐλαίνει>
οὐ σχολάζει
*<οὐλαμός>
τάξις στρατιωτική. θόρυβος vg(A). ἢ ἄθροισμα (Δ 251 ..) (Ag)
<οὐλάς>
*κριθάς AS. ἐνίοτε δὲ καὶ τὸ μαλακόν, ὅ ἐστι τὸ ἁπαλόν· ὅθεν καὶ τὰ ἐπάνω τῶν ὀδόντων πάνυ μαλακὰ ὄντα <οὖλα> καλεῖται. καὶ ἡ γαστήρ
<οὖλε>
ὑγίαινε. ἀφ' οὗ καὶ τὸ ὑγιὲς γενόμενον ἕλκος <οὐλὴν> λέγουσι (ω 402)
<οὖλα>
τὰ τῶν ὀδόντων
<οὐλαφηφορεῖ>
νεκροφορεῖ
<οὔλαφος>
νεκρός
<οὐλείοιεν>
ἐν ὑγείᾳ φυλάσσοιεν
<οὐλή>
ἐπιπόλαιον ἕλκος εἰς ὑγεῖαν ἧκον (τ 391 ..) vg. ἢ χλανὶς μαλακή (Κ 134). ἢ σῆψις ὀστέου
<οὐ λήγουσαν>
οὐ παυομένην
*<οὔλη λευκή>
θρὶξ λευκή ASg
<οὔλια>
ὀλέθρια (Greg. Naz. c. 1,2,2,217)
[<οὐλιᾶσθαι>
ὄνησίν τινα ἔχεται]
*<οὔλιμος>
ὀλέθριος Ag
*<οὐλίμων>
ὀλεθρίων S
†<οὔλιμα>
μαχηοτανμεμιγμενος†
<οὔλιος ἀστήρ>
ὀλέθριος καὶ χαλεπός. λέγει δὲ τὸν κύνα (Λ 62)
†<οὐλοβάται>
οἱ κολοβοί
<οὐλόθυμος>
σχέτλιος. δεινόθυμος
*<οὐλόμεν' αι...>
ὀλέθριαι πληγαί (Eur. Phoen. 1529) ASn
*<οὐλομένην>
ὀλεθρίαν. ἐξώλη (Α 2) v
*<οὐλόμενος>
ὀλέθριος (κ 394) (vg)n
<ουλοι>
[οὖλα.] δράγματα
<οὐλοθέσια>
τελεία θυσία
<οὐλομελές>
[οὐλοσελές.] ὑγιές, ὁλόκληρον
<οὐλομελίῃ>
καθόλου. συλλήβδην. ἄλλοι ἐπὶ τῆς ἀθρόας [τῆς] τῶν ὅλων φύσεως· τὸ γὰρ ὅλον <οὖλον> λέγει
*<οὖλον>
ποτὲ μὲν τὸ [μαλακὸν AS. καὶ ἁπαλόν (Π 224) (g). ποτὲ δὲ τὸ [ὑγιὲς καὶ ὁλόκληρον (ρ 343) v. καὶ τὸ ὀλέθριον (Β 6) Av. κυρίως δὲ τὸ [συνεστραμμένον <καὶ ταραχῶδες οὖλον> AS
<οὖλος Ἄρης>
ἀντὶ τοῦ ὀλετὴρ δεινός (Ε 461) [καὶ ταραχῶδες οὖλον]
<οὐλοχόϊον>
ἀγγεῖον, εἰς ὃ αἱ ὀλαὶ ἐμβάλλονται πρὸς ἀπαρχὰς τῶν θυσιῶν
<οὐλόχυτα>
τὰ κατάργματα
<οὐλοχύτας>
ὁτὲ μὲν τὰ κανᾶ, ἐν οἷς τὰς οὐλάς, αἵ εἰσι κριθαί, τῶν ἱερείων κατέχεον. φαίνεται δὲ ἀγγεῖα δηλοῦσθαι (γ 445)· ἢ [κριθὰς πεφρυγμένας (Α 449 ..) ASg
*<οὐ μά>
<οὐ> μὰ τόν (Α 86) ASn
<οὑμαί>
ὑμέτεραι
<οὐ μάλα κικκάς>
παροιμία τὸ μηδὲν σημαίνουσα· "ὠνήτης δὲ κικκὰς οὐ μάλα φαίνεται" καὶ Στράττις ἐν Ζωπύρῳ περι- καιομένῳ (fr. 10) "τῶν οὐ μάλα τέθηκα †κεκυκκᾶν Ἐπικράτη"
*<οὐ μάν>
οὐ μήν (Μ 318) AS
*<οὔ μ' εἴας>
οὐ συνεχώρεις με (Ε 819) A
<οὐ μὰ τήν>
οὐκ ἀληθῶς. Μένανδρος ἐν Ὀργῇ (fr. 311 Koe.)
*<οὐ μεθείς>
οὐκ ἐῶν ASn
<οὔ με γάμος δέ>
οὐδαμῶς δὲ γάμος με (Greg. Naz. c. 2,1,1,63)
*<οὐ μὲν οὖν>
οὐδαμῶς Avgn
<οὐ μέμ πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης>
ὑπόληψιν εἶχον οἱ παλαιοί, ὡς ἐκ δρυῶν καὶ πετρῶν τῶν ἀνθρώπων γεγονότων (Χ 126)
<οὐ μετὰ δήν>
οὐ μετὰ πολὺν χρόνον (Greg. Naz. c. 1,2,2,148)
<οὐ †μεταψέφεις>
οὐ μεταμελῇ, οὐ μετανοεῖς
*<οὐ μετρίως>
μεγάλως AS
*<οὐ μήν>
ἀλλὰ μήν. οὐδαμῶς An
*<οὐ μὲν ἀλλά>
ἔτι γε μήν ASvg
*<οὐ μὴν δέ>
οὐδαμῶς δέ Avg
*<οὐ μὴ πρόωμαι>
οὐ παραχωρήσω (Iob 27,6) Avgn
*<οὐ μήν>
οὐ μόνον g
*<οὐ μή σε ἀνῶ>
οὐκ ἄν σε ἐάσω AS. οὐκ ἄν σε ἐῶ. [οὐ μή σε ἐάσω (Hebr. 13,5) vgps
*<οὐ μόνον>
οὐχ ἕως τούτου ASvg
*<οὑμός>
<ὁ> ἐμός (Θ 360) Avgnps
*<οὐ μὴν δέ>
οὐδαμῶς δέ v
[<οὐ μ' ἰᾶς>
οὐ συγχωρῆ]
<οὔνη>
δεῦρο. δράμε. Ἀρκάδες
*<οὕνεκα>
διότι (Α 111 ..) AS
*<οὕνεκα>
οὗ χάριν n
*<οὐ νέμεσις>
οὐ μέμψις (Γ 156) n
<οὔνεσθε>
ὄνησίν τινα ἔχετε (Ω 241 v. l.)
<οὐ νέομαι>
οὐ πορεύσομαι (Σ 101)
a) <οὔνης>
κλέπτης. b) ...· κλεπτοσύνη, †φαρεια
*<οὔνομα>
ὄνομα (ζ 194) vgs
<οὖνον>
[ὑγιές.] Κύπριοι δρόμον
<οὔνιος, οὔνης>
δρομεύς. κλέπτης
[<οὔνοσθε>
ὄνησίν τινα ἔχετε. κατ' εἰρωνείαν]
<οὔ νύ τοι>
τοῦ σοῦ, ἢ σοῦ. ἢ οὐδαμῶς
<οὔ οἱ>
οὐδαμῶς αὐτῷ
†<οὔου>
σχεδόν
<οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ' ὁ πλοῦς>
Ἀριστο- φάνης (fr. 902 a), ἐπεὶ δοκεῖ τοῖς ἐς Κόρινθον εἰσπλέουσι ξένοις χαλεπή τις ἡ πόλις εἶναι, διὰ τὴν τῶν ἑταιρῶν γοητείαν. ἐσπούδαζον γὰρ περὶ τοῦτο οἱ Κορίνθιοι, καὶ ῥᾳθύμως διὰ τοῦτο διῆγον
*<οὐ παρελεύσεται>
οὐ παρέλθῃ AS. οὐ παραλείψει (2. Paral. 25,7 v. l.) S
<οὐ παρεξήνεγκεν>
οὐ παρῆλθεν
*<οὐ παρομαρτεῖ>
οὐ παρακολουθεῖ ASn
<οὐ πεπλασμένον>
ἄπλαστον (Aesch. Prom. 1030?)
*<οὐ περανοῦσιν>
οὐ τελειοῦσιν (1. Regn. 12,21) AS
*<οὐ περιέσται>
οὐ περιγενήσεται ASvg
*<οὔποθι>
οὐδαμοῦ (Ν 309) A
<οὐ πολιᾷ>
οὐ γηράσκει
*<οὔποτε>
οὐκ ἄν ποτε vg, οὐδέ ποτε (Α 234) AvgN
<οὐ προσαμύνει>
οὐ βοηθεῖ (Ε 139)
*<οὐ προσείλοντο>
οὐκ ἠθέλησαν (Prov. 1,29) ASvg(ns)
*<οὐ προσεποιήσαντο>
οὐκ ἠγάπησαν (Iob 19,14 v. l.) AS
*<οὐ προσήκαντο>
οὐ προσεποιήσαντο (Greg. Naz. or. 4 p. 89 C) Agnh
*<οὐ προσίεντο>
οὐ προσεδέχοντο A. οὐκ ἠρέσκοντο vg
*<οὐ προσίεταί με>
οὐκ ἀρέσκει με (Ar. Equ. 359) AN
*<οὐ προσώχθισαν>
οὐκ ἀπεστράφησαν (Ps. 21,25) (A)
<οὐ πρὸς σέ>
οὐ κατὰ σέ. οὐκ ἄξιόν σου
<οὐ προτιμᾷ>
οὐκ ἔχει λόγον (Eur. Med. 343)
<οὔπω>
οὐδέπω
<οὔπω ποτέ>
οὐδέ ποτε (Α 106)
<οὐρά>
ἡ κέρκος. καὶ τὸ αἰδοῖον (Eupol. fr. 440)
<οὖρα>
ὁρμήματα (Ψ 431)
*<οὐρα>
ὅρια. τὸ τῆς στρατιᾶς τέλος A
*<οὐραγεῖ>
ὑστερίζει (Sir. 32,11) Ag
<οὐραγία>
στρατηγίας οὐρά, τουτέστι τὸ τέλος τῆς στρατιᾶς καὶ τῆς τάξεως
*<οὐράγιον>
ἔσχατον A
<οὐραγός>
τῆς οὐρᾶς ὁ ἔσχατος ἡγεμών. καὶ τοῦ εὐωνύμου κέρατος φύλαξ· ὁ δὲ τοῦ δεξιοῦ <δεξιοφύλαξ>
*<οὐ ῥᾴδιον>
οὐκ εὐχερές (2. Macc. 2,26) An
*<οὐραγίαν>
τὴν ὄπισθεν ἀκολουθοῦσαν vg στρατιάν (Deut. 25,18) vgA
<οὐ ῥᾳδίως>
κακῶς. Θουκυδίδης (6, 57,4)
<οὐρανίαν>
ὅταν τὴν σφαῖραν ἀναβάλωσιν. καὶ τὴν τοιαύτην δὲ καθόλου παιδιὰν <οὐρανίαν> καλοῦσι καὶ <οὐρανιάζειν>. παρὰ τοῦτο οὖν ἔπαιξεν Ἀριστοφάνης
[<οὐραί>
ἡ κέρκος. καὶ τὸ αἰδοῖον]
<Οὐρανίδην>
ἀπὸ τοῦ [οὐ<νο>ῦ ἢ] οὐρανοῦ
<οὐρανία αἴξ>
ὡσεὶ λέγοι τις τὸ τῆς Ἀμαλθείας κέρας. ὅ τι γάρ τις εὔξαιτο, ἐλάμβανεν ὁ ἔχων τοῦτο. ἐπήκοος δέ ἐστιν αὐτή. ἴσως, ὅτι κατ' ἐνίους ἡ Σελήνη τῇ αἰγὶ ἐποχεῖται. ταύτῃ δὲ τὰ γύναια ηὔχετο διὰ τὸ καὶ αὐτὴν ἐπὶ τῷ Ἐνδυμίωνι τὰ αὐτὰ παθεῖν, ὅθεν καὶ <εὐκταίαν> φασὶν αὐτὴν ἔνιοι (Cratin. fr. 244) h
<οὐρανίζετο>
πρὸς τὸν οὐρανὸν διϊκνεῖτο (Aesch. fr. 436)
<οὐράνιον ἄχος>
τὸν κονιορτόν. δηλοῖ δὲ καὶ τὸ μέγα, καὶ ὑψηλόν (Soph. Ant. 418)
<οὐράνιοι>
οἱ τὸν οὐρανὸν κατοικοῦντες (Eur. Hel. 1499)
<Οὐρανίωνας>
τοὺς ὑπὸ τὴν Οὐρανοῦ ἀρχὴν τεταγμένους
*<οὐρανόθι <πρό>>
πρὸ τοῦ οὐρανοῦ (Γ 3) A
<οὐρανομήκη>
ὑψηλὸν λίαν
<οὐρανός>
ὁ κατηστερισμένος τόπος. Πέρσαι δὲ τὰς βασιλείους σκηνὰς καὶ αὐλάς, ὧν τὰ καλύμματα κυκλοτερῆ, <οὐρανούς> .....
<οὐρανοσκόπος>
ἰχθῦς ποιός
<οὐρανοφοιτᾶν>
ἐν οὐρανῷ διατρίβειν (Greg. Naz.?)
<οὐ ῥᾷστα>
οὐκ εὐχερῆ
*<οὖρα>
δίσκου ἐπιφερομένου ... A
*<οὔρεα>
ὄρεα (Α 157) Avgn
<οὐρέας>
ἡμιόνους
<οὐρεῖς>
φύλακες
*<οὔρεος ἐμ βήσσῃσιν>
ἐν τοῖς βασίμοις τόποις τοῦ ὄρους An. [ἐπιτήδειος ἄνεμος] (Λ 87)
<οὐρεσίφοιτος>
ἐν τοῖς ὄρεσι πλανώμενος (Greg. Naz. c. 1,2, 17,43)
<οὐρῆας>
ἡμιόνους An, παρὰ τὸ ὀρούειν, ὁρμητικούς τινας ὄντας· ἢ ἐπεὶ οὔριον τὸ ζῷον, οἷον ἄγονον (Α 50). οἱ δὲ *[<οὐρήων> τῶν φυλάκων An
<οὔρια>
ἠνεμισμένα ἢ ὀξέως πνέοντα· ἢ ἄγρια
*<οὐρίαχον>
τὸν σαυρωτῆρα. ἔστι δὲ σιδήριον ἐγκεκαμμένον εἰς τὸ ἕτερον μέρος τοῦ δόρατος (Ν 443) A
<οὐρίζει>
ὑπεπιφέρει. ἢ ὁρίζει
<οὐρίη>
ὀπισθία
*<οὐριθρέπταν>
ἐν ὄρεσι τραφεῖσαν (Eur. Hec. 205) An
<οὔριομ βῖκον>
τὴν ἀμίδα. ἢ <οὐροδόχην> (Antisthenes?)
<οὔριον>
σωτήριον. ἢ ὄπισθεν πνέον
<οὐράνιον νέφος>
κατ' οὐρανὸν [ὄπισθεν] ἐρχόμενον. ἢ ὑπὸ οὔρων ἐλαυνόμενον (Cratin. fr. 138)
*<οὔριος>
ἐπιτήδειος, ἐπιδέξιος <ἄνεμος> Avgn
<Οὐρίας>
φωτισμὸς θεοῦ
<οὐρίσαι>
ὁρίσαι. παρασκευάσαι
<οὐροδόχην>
τὴν ἀμίδα (Xenoph. com.?)
*<οὖρος>
ἄνεμος (γ 176) (A)nps
<ὄριον>
φυλακή. σημεῖον
*<οὖρον ἀρούρης>
ὅρον τῆς χώρας (Φ 405) An
<οὖρος>
βασιλεύς. *[φύλαξ. σωτήρ (Θ 80) An
*<οὖρος Ἀχαιῶν>
τὰ αὐτά (Θ 80) An
<οὔρους>
φύλακας. ἢ [τὰ νεώρια n. τὰ περιτειχίσματα. ἢ τὰ προορίσματα τῶν πλοίων, ἢ τὰ ὁρμητήρια, δι' ὧν καθέλ- κονται
<οὕς>
ἄρθρον ἀρσενικὸν πληθυντικόν, πτώσεως αἰτιατικῆς, [οὕστινας n. καὶ ἀντωνυμία τρίτου προσώπου· "οὓς ἑτάρους στέλλοντα" (Δ 294)
<οὖς>
ὠτίον
<οὖσα>
σχοινία, νεὼς ὅπλα (Antim. fr. 57,2 Wyss)
<οὖς Ἀφροδίτης>
οἱ ἁλιεῖς ὄστρεόν τι οὕτω καλοῦσιν
<οὔ σε>
οὐ δή σε (π 202)
<οὐ σθενῶ>
οὐκ ἰσχυράν ... <Eur. Alc. 267)
<οὐσία>
ἐξουσία. οὐσιότης. *[πλοῦτος. ὕπαρξις Avgs. εἶδος ὑφεστός, βίος. κτῆσις
*<οὐσιώδης>
ὢν ἀεὶ Avgn ἐν αὐτῷ An κατ' οὐσίαν vgn
*<οὕς ῥα>
οὓς δή g
<οὐσιώσαντος>
τὸ ἡνωμένον ἄκρως (Greg. Naz. or. I p. 499 c/d)
<οὐ συγγινωσκόμενοι>
οὐ συγκατατιθέμενοι (Hdt. 3, 99,1)
<οὐ σύ>
μὴ σύ
<οὐ συμβαίνει>
οὐ συμφωνεῖ
*<οὐ συνιστορῶ>
οὐκ οἶδα. <οὐ σύνοιδα> A
*<οὐ συνέσχεν ὀργήν>
οὐ κατεκράτησεν ὀργῆς (Mich. 7,18) A
<οὐ σὺν ἱδρῶτι>
οὐ σὺν καμάτῳ
<οὐ σχολαίτερον>
ταχέως (Thuc. 2, 75,6)
<οὔτα>
ἔτρωσεν. ἔπληξεν. ἐκέντησεν (Ν 192)
*<οὐτάζοντο>
ἐτιτρώσκοντο (Η 273) A
*<οὐτάμεναι>
τρῶσαι (Φ 68) An
*<οὔτ' ἄρ>
οὐ δή (Α 93) An
<οὔτ' ἂρ φρένας>
οὔτε κατὰ σύνεσιν (Α 115)
<οὐτάσαι>
τρῶσαι, ἐκ χειρὸς νύξαι (Ξ 424)
*<οὔτασεν>
ἔβαλε An. καὶ τὰ ὅμοια (Ε 56)
*<οὔτε τῳ>
οὔτε τινί An
<οὐτηθείς>
τρωθείς (Θ 537)
*<οὔτι>
οὐδέν Σ
*<οὔτι>
οὐδαμῶς (Α 153) n
*<οὐτιδανός>
οὐδαμινός v. ἀσθενής p. ἄψυχος. [οὐδενὸς ἄξιος gn οὐδὲ λόγου (Α 293) (A)
<οὔτι κράτεΐ γε>
οὐ τῇ δυνάμει (Η 142)
<οὔτι μάλα δήν>
καὶ οὐκ ἐπὶ πολύ (Α 416)
<οὔτι μέλει>
οὐ μέλει (Β 338)
<οὔτι μοι ὔμμες>
οὔκ ἐστέ μοι ὑμεῖς (Α 335)
*<οὗτινος οὖν>
οἵου δήποτε Avg
*<οὔτι που>
οὐδαμῶς Avg
<οὔτις>
*οὐδείς An. ἢ εἶδος ὀρνέου. καὶ οὐρανός
<οὔτοι ἀπόβλητον>
οὐκ ἀποβληθῆναι ἄξιον (Β 361)
[<οὐτόν>
κακὸν μόρον, θάνατον A]
[<οὗτος>
τοῦτος]
*<οὑτοσί>
διὰ τοῦ <ι>, καὶ <ὁδί> Ag
[<οὖταρ>
οὔτε δή]
[<οὐτρηρώ>
δραστικοί. σπουδαῖοι]
<οὕτως>
τοιούτως, ὁμοίως
<οὑτωσί>
οὕτως. *<Οὕτω> δὲ χωρὶς τοῦ <σ>, ὅτε σύμφωνον ἐπι- φέρηται Avg. *[Τέσσαρα σημαίνει τὸ [<ὁμοῦ>· χρόνον· τόπον· ἐγγύτητα· ἀριθμόν n]
*<οὐ τῷ τυχόντι>
οὐ τῷ μικρῷ Avg. οὐ τῷ οἵῳ δήποτε vg
<οὐ φατός>
ἄφατος
<οὐ φαικά>
οὐκ ἀρεστῶς. οὐ κούφως
†<οὐφέλλαν>
γῆν τὴν εἰς τὰ ἱμάτια
<οὑφίδρωμα>
τοῦ σάγματος ἡ πρὸς τῇ πλευρᾷ διφθέρα
*<οὐ φοιβήσεται>
φοιβᾶν ἐστι τὸ ἐπὶ νεκρῷ ἢ δαιμονικῷ μαντεύεσθαι (Deut. 14,1) A
*<οὐ φορητόν>
μέγα. βαρύ. οὐκ ἐλαφρόν Avg. οὐ βαστακτόν (Eur. Hipp. 443) vg(A)
<οὐ φροντὶς Ἱπποκλείδῃ>
παροιμία, ἧς μέμνηται καὶ Ἕρμιπ- πος Δημόταις (fr. 17). [μὴ πρὸς ὀργὴν ὁμιλεῖν. καὶ] ἀντὶ τοῦ ἐμοί
<οὔχ>
οὐχί. οὐχ οὕτως
*<οὐχ ἅζομαι>
οὐ σέβομαι. οὐκ ἐντρέπομαι (Eur. Or. 1116) An
*<οὐχ ἅλις>
οὐχ ἱκανῶς (Eur. Androm. 582) n
†<οὐ χάζεις>
οὐ πιέζεις συνεχῶς
<οὐχ ἕδος>
οὐ καιρὸς τοῦ καθέζεσθαι, οὐ καθέδρας φροντίς (Ψ 205)
[<οὐχ εἴκων>
οὐχ ὑποχωρῶν]
*<οὐχ ἥκιστα>
μάλιστα Avgn
*<οὐχί>
οὐδαμῶς A. οὐ δῆτα
*<οὐχ ἑκών>
οὐ βουλόμενος Avg, οὐ θέλων g
*<>οὐ χειαί>
φωλεοί A
<οὐχ ἕπεται>
οὐκ ἀκολουθεῖ
*<οὐχ οἷόν τε ἐστίν>
οὐ δυνατόν ἐστι vgn
*†<οὐχ ὑπὲρ ἀλόγου>
οὐχ ὑπὲρ λόγον n
*<οὐχ οἷοί τε>
οὐ δυνατοί Avg
<οὐχ οἷός τε εἰπεῖν>
μὴ δυνάμενος εἰπεῖν
<οὐχ ὁρέοντα>
οὐ ζῶντα (Greg. Naz. c. 1,2, 29,15)
*<οὐ χραίσμῃ>
οὐ βοηθῇ (Α 28) n
*<οὐ χρή>
οὐ δεῖ (Β 24) n
*<οὐχ ὑπελείπω>
οὐχ ὑστέρησας. οὐ κατέλειπας (Gen. 27,36 v. l.) Avg
*<οὐχ ὑποίσω>
οὐχ ὑπενέγκω. οὐ βαστάσω (Iob 31,23) Avg
<οὐχ ὑφίεται>
οὐκ ἐνδίδωσιν
*<οὐχ ὑφίσταται>
οὐχ ὑπομένει Avg. οὐχ ὑποφέρει (Prov. 13,8) vg
<ὄφατα>
δεσμοὶ ἀρότρων. Ἀκαρνᾶνες
<ὀφείλει>
δεῖ γενέσθαι κατὰ ἀνάγκην
*<ὀφειλή>
χρέος, δάνειον Avgn. ἀνάγκη (Matth. 18,32)
<ὀφειλέτης>
χρεώστης (Matth. 18,24)
<ὄφεις>
τὰ δρακοντώδη γινόμενα ψέλλια. Μένανδρος Παρακα- ταθήκῃ (fr. 329 Koe.) <τοὺς ὄφεις>, λέγει, <καλῶς γέ μοι ἠγόρασας>
<ὀφέλλει>
ὠφελεῖ. [αὔξει (Γ 62) v
<ὀφέλλειν>
αὔξειν (Π 631) [καὶ ὀφέλλειν]
<ὀφέλλεται>
αὔξεται (γ 367) r
<ὄφελες> ὤφειλες (Α 415), ᾧ συζυγεῖ τὸ <ἔφελον> (Σ 367). [καὶ <ὄφελον>] καὶ ἐπίῤῥημα ὅπερ ἔχει χαρακτῆρα ὁριστικοῦ παρα- τατικοῦ· ὅμοιον γάρ ἐστι τῷ ἔλεγον, ἔλεγες
<ὀφέλλουσα>
θρασύνουσα. σώζουσα. παρασκευάζουσα
<ὄφελμα>
αὔξημα (Soph. fr. 975). κάλλυμα. κάλλυντρον
<ὀφέλμασι>
σαρώμασιν
a) <ὄφελλον>
ὤφειλον. *b) <ὄφελον·> εἴθε. μακάρι (Σ 367) r Avg
<ὄφελος>
αὔξησις A. ὄνησις (n). ἐπικούρημα. [κέρδος (Ν 236) A
<ὄφελτρον>
κάλλυντρον
*<ὀφθαλμιᾶσαι>
φθονῆσαι. ἐπιβαλεῖν ὀφθαλμόν Avg
*<ὀφθῇ>
εὑρεθῇ. φανῇ Avg
<ὀφθαλμὸς βασιλέως>
ὁ πεμπόμενος κατάσκοπος (Ar. Ach. 92)
<Ὀφικοί>
οἱ νῦν Ὀπικοί
[<ὀφιδεύειν>
σχολάζειν, διατρίβειν, οἰκεῖν]
<ὀφικιάλιος>
......
<ὀφειλόντως>
πρεπόντως. δεόντως
*<ὀφιομάχης>
ἰχνεύμων n. καὶ ἀκρίδων γένος, μὴ ἔχον πτερά (Lev. 11,22) A
<ὀφίουρος>
ὄρνις ποιὸς ἐν Αἰθιοπίᾳ
<Ὀφιοῦσσα>
ἡ Ῥόδος· διὰ τὸ πλῆθος τῶν ὄφεων
<ὄφις>
ποιὸς ἰχθῦς. καὶ τὸ χρυσοῦν περιβραχιόνιον. καὶ ὁ δράκων ὁ φυλάσσων τὰ χρυσᾶ μῆλα, ὃν ἀπέκτεινεν Ἡρακλῆς
*<Οφλα>
ὄνομα χωρίου, ὅπου ἦν τεῖχος Ἰερουσαλήμ (2. Esdr. 13,27 v. l.) n
<ὀφλάνειν>
ὀφλισκάνειν. ὀφείλειν
*<ὄφλῃ>
ὀφείλῃ n
<ὀφλεῖν>
ὀφείλειν ἐκ καταδίκης
<ὄφλημα>
χρεώστημα
*<ὀφλήμασι>
χρεωστήμασιν Avgn
*<ὄφλησιν>
χρεώστησιν (Bar. 3,8) A
*<ὀφλήσουσι>
χρεωστήσουσιν A
*<ὀφλισκάνοντες>
χρεωστοῦντες Ap(n). ὑπομένοντες (A)
*<ὄφλοι>
ὀφείλοι An. [ὀφειλέται. ὀφειλαί]
<ὀφνίς>
ὕννις, ἄροτρον
<ὄφρα>
ἵνα, ὅπως. ἕως, μέχρι. ἐάν [τόφρα]
<ὄφρα ἴδητε>
ὅπως ἴδητε, ἵνα θεάσησθε (Δ 249)
*<ὄφρα μὲν οὖν>
ἕως μὲν οὖν (Ι 550) n
<ὄφρ' εὖ εἰδῶ>
ὅπως καλῶς εἰδῶ (Α 515)
*<ὄφρ' ἄν>
ἕως ἄν (ρ 10 ..) A
<ὄφρυα>
τὰ ὑψηλὰ καὶ ὑπερκείμενα χωρία. τινὲς αἱμασιάς
<ὀφρυάζει>
ταῖς ὀφρύσι νεύει (Amips. fr. 36)
<ὀφρυγνᾷ>
ὅλως ... Βοιωτοί [οἱ δὲ †μέσον, καὶ ὑψηλόν]
<ὀφρύγη>
χῶμα. λόφος. αἱμασιά
<ὀφρύκνηστον>
ἐρυθριῶντα. οἱ γὰρ ἐρυθριῶντες κνῶνται τὰς ὀφρῦς
<ὀφρυόεντα>
λοφώδη. ὑψηλόν
*<ὀφρυόεντες>
ὑπερήφανοι vgn
<ὀφρυόεσσα>
ὑψηλή. ἀλαζών (r). ἐφ' ὕψους καὶ ἄκρας κειμένη (Χ 411)
<ὀφρύη>
μετέωρον (Eur. Heraclid. 394)
<ὀφρῦς>
τὰ κρημνώδη καὶ τραχέα τῶν ὀρῶν. καὶ ἔπαρσις, [ὑπερηφανία r
*<ὄχα>
ἐξόχως (Γ 110) r. np
[<ὀχαεῦνται>
ἠρέμα κινοῦνται]
<ὄχανον>
ὁ τῆς ἀσπίδος πόρπαξ r. καὶ ὁ δεσμός. καὶ ὅπου ἐμβάλλουσι τὰς τρίχας
<ὀχάνοις>
δεσμοῖς· ἀπὸ τοῦ συνέχειν. ἔνθεν καὶ τὸ <ὀχμάζειν>
*<ὄχ' ἄριστος>
ἐξοχώτατος (Α 69) n(g)
<ὀχᾶσθαι>
ἀνάλλεσθαι. ὁ λόγος ἐπὶ Ἀχιλλέως· οὐ <βαρυσκε- λῆ ποιεῖ> (trag. ad. 250) ὁ τῶν νεβρῶν μυελός
*<ὄχεα>
ἅρματα np, ὀχήματα (Ε 745)
<ὀχέεσθαι>
ἡνιοχεῖσθαι (Κ 403)
<ὀχέεσκον>
ἔφερον, ὑπέμενον (λ 619)
*<ὀχεία>
ἡ μίξις, καὶ ἡ συνουσία (Sir. 33,6 v. l.) Avg
<ὀχεῖα ποντία>
ἡ ἄγκυρα. παρὰ τὸ ὀχεῖν ἐν τῷ πόντῳ τὰς ναῦς (trag. ad. 251)
<ὀχεῖον>
*ἅρμα Avg. καὶ τόπον εἰς ὀχείαν ἀνειμένον, Ἀττικοί
<ὀχεῖς>
κλῇθρα. Κερκυραῖοι
<ὀχεῖται>
μετέωρος φαίνεται
<ὀχέοντας ὀϊζύν>
ἔχοντας κακοπάθειαν, ἢ ἐχομένους ὑπὸ κακοπαθείας, ἢ ἀναδεχομένους κακοπάθειαν (η 211)
<ὀχέοντες>
ἐν αὑτοῖς ἔχοντες
<ὄχεσκον>
ὑπέμενον, ἔφερον
*<ὄχεσφιν>
τοῖς ὀχήμασιν n, ἢ τοῖς ἅρμασιν (Δ 297) Anp
<ὀχετεύει>
ἐπιχέει. *[σαλεύει. μεταφέρει Agn
<ὀχετηγός>
*ὁ τὸ ὕδωρ ἄγων A, ὑδραγωγός Avg, κηπουρός, ἢ ὁ ἄρδων (Φ 257)
<ὄχετλα>
τὰ ὀχήματα. οἱ δὲ τὰ συντεθραυσμένα
<ὀχετός>
*σωλήν, ἀγωγός, ῥύαξ vg. ὕδωρ. ὑδραγωγεῖον. οὐ χείμαῤῥος [ἤγουν αὖλαξ], ἀλλ' ἀεὶ ῥέων
<ὀχεύς>
ὁ τῆς περικεφαλαίας ἱμάς (Γ 372) n <καὶ ὁ τῆς θύρας μοχλός> r
<ὀχή>
τρώγλη. τροφή. καὶ ὄρος Εὐβοίας v. καὶ [τροχός r
*<ὀχῆα>
συνέχοντα ... (Μ 121) A (n)
<ὀχῆες>
οἱ συνέχοντες τὴν θωρακοζώνην κρίκοι (Δ 132). καὶ οἱ <μοχλοί>· ἀπὸ τοῦ συνέχειν (Μ 455)
*<ὄχημα>
ἅμαξα, ἅρμα vg, δίφρος (Eur. Med. 1321) g
[*<ὀχῆς>
ὀμίχλη καὶ φωνή A]
*<ὄχησις>
ἱππασία. φόρησις v
*<ὀχήσομαι>
βασταχθήσομαι r. A
<ὄχθα>
χεῖλος ποταμοῦ. ἢ <ὄχθαι> (Φ 10)
<ὀχθεῖσθαι>
ἀπὸ τοῦ ὄχθη. οἱ γὰρ στένοντες ἑαυτοὺς μετεωρί- ζουσιν
*<ὀχθεῖ>
στένει, στενάζει v
<ὄχθη>
χεῖλος ποταμοῦ r. ps
<ὄχθησαν>
ἠγανάκτησαν
<ὀχθήσας>
στενάξας. βαρυνθείς· <ἄχθος> γὰρ βάρος. ἢ μετεω- ρισθεὶς τὴν ψυχήν, ἀπὸ τῶν <ὄχθων>, ὅ ἐστι τοῦ ἀναστήματος (Α 517)
<ὄχθησις>
θόρυβος, τάραχος
*<ὄχθοι>
αἱ τραχεῖαι καὶ δύσβατοι τόποι Avgn. καὶ αἱ ἐξοχαὶ vg τῶν πετρῶν
<ὄχθοιβοι>
περιάπτειν τινὰ εἰώθασι περὶ τοὺς χιτῶνας, ἃ καλοῦσιν <ὀχθοίβους>· εἰσὶ δὲ τὰ λεγόμενα <λώματα> (Ar. fr. 320,2)
<ὄχθος>
κρημνός. πέτρα. τὸ ὑψηλὸν τοῦ ποταμοῦ ἢ τῆς γῆς. ἢ τὸ ἀπόκρημνον στόμα τῆς θαλάσσης. κυρίως δὲ ποταμῶν †καὶ κροχρημένων†
*<ὀχλαγωγῆσαι>
θορυβῆσαι Avgp, ἢ συναγαγεῖν ὄχλον, ἢ [ταράξαι vgp
<ὀχλεῖ>
στένει. λυπεῖ. κωλύει μετὰ ὄχλου
*<ὀχλεῦνται>
κινοῦνται n. κυλινδοῦνται (Φ 261)
[<ὀχλεύονται>
ὁμοίως]
<ὀχλεύς>
μοχλός r. στρόφιξ. δεσμός. ἕρμα. πόρπη
<ὄχλησις>
ἀσχολία
<ὀχλημῶν>
μοχλῶν
*<ὀχλίσειαν>
κινήσειαν (Μ 448) r. n
<ὀχλίζειν>
κινεῖν. μοχλεύειν
*<ὀχλιζομένων>
συναγομένων A
*†<ὀχλοισίαν>
ἱκεσίαν. ἐκκλησίαν A †
<ὄχλον>
ἐνόχλησιν (Eur. Med. 337)
†<ὀχλόγος>
κατάλογος λαοῦ
<ὄχμα>
πόρπημα
<ὀχμάζει>
*†μάχεται. βαστάζει Avgn. ἐρείδει. θάλπει. [*συνέχει (An), κατέχει, [*πιέζει (An)
*<ὀχμοί>
σταχύων φυτεῖαι An
*<ὀχμὸν ἐλαύνουσι>
τὴν ἐπὶ στίχον φυτείαν (Λ 68) A
*<ὄχνη>
εἶδος [κύστου, ἢ] κουστουμίνου Agn
<ὀχοί>
οἱ συνέχοντες τὰς ναῦς (ε 404)
<ὀχοί>
ἐφ' ὧν ὀχοῦνται αἱ ναῦς. καὶ οἱ συνέχοντές τι καὶ διακρα- τοῦντες
<ὄχος Ἀκεσταῖος>
ἐπεὶ αἱ Σικελικαὶ ἡμίονοι σπουδαῖοι. ἦν δὲ Ἀκέστη Σικελίας (Soph. fr. 611)
†<ὀχρός>
ὀχούμενος, φερόμενος
<ὀχεύει>
βαίνει
*<ὀχυρά>
ἰσχυρά Avg, ἀσφαλῆ (Deut. 28,52) g
<ὀχύρωμα>
τεῖχος ἀσφαλές. ὀχυρόν. [*κάστρον. φρούριον ἢ ἀσφάλισμα (Gen. 39,20 ..) Avg
<ὀχύρωσεν>
ἠσφαλίσατο. ἐφυλάκισεν (2. Chron. 11,11 ..)
<ὀχῶν>
ὀχευτικῶς ἔχων. ἢ [*τροχῶν ἁρμάτων An
<ὄψ>
ὄψις. ὀφθαλμός. ἢ [φωνή (Antim. fr. 96 W.) r. ps
[<ὄψανον>
ὄψιν]
*<ὄψα>
προσφάγια r. vg. μαγειρεύματα (γ 480)
<ὄψανον>
ὄψις [φωνή] (Aesch. Choe(. 534)
<Ὀψαλίδαι>
οἱ ἀρχηγέται τῶν Αἰτωλῶν
*<ὀψαρτυτής>
μάγειρος r. vg(A) p
*<ὀψέ>
μετὰ πολὺν χρόνον A. βραδέως (Δ 161) Avg
*<ὀψέ ποτε>
μετὰ χρόνον ποτέ, ἐπ' ἐσχάτων (Greg. Naz. c. 2,1,13,197) vg
<ὄψεαι>
θεωρήσεις (Δ 353) (n)
<ὄψεως>
θέας
<ὀψὲ δύων>
ὀψὲ καταδυόμενος (Φ 232) (n)
<ὀψείοντες>
ὀπτικῶς ἔχοντες, ἰδεῖν θέλοντες ... κλαυσείοντες, βρωσείοντες (Ξ 37)
<ὀψὲ δύοντα>
βραδέως δύοντα, διὰ τὸ τῇ ἄρκτῳ ἀκολουθεῖν (ε 272)
<ὄψεις>
ὄνειροι. ὀφθαλμοί. ὁράσεις
<ὀψέ ποτε>
μόλις ποτέ r. p
<ὄψεσθαι>
θεωρήσεσθαι, ἰδέσθαι (Ε 120)
<ὄψ' ἦλθες, ἀλλ' εἰς τὸν Κολωνὸν ἵεσο>
ἐπὶ τῶν μισθωτῶν ἔλεγον. τοὺς ἐπὶ τὸ ἔργον ἐλθόντας ὀψέ, ἀπέλυον πάλιν εἰς τὸ μισθωτήριον· τὸ δὲ ἦν ἐν Κολωνῷ
*<ὀψίας>
ἑσπέρας (Matth. 8,16 ..) A
*<ὀψιγενές>
καὶ [<ὀψιγενῆ> τὰ βραδέως γεννηθέντα Avgn
<ὀψίγονοι>
οἱ ὕστερον γενόμενοι
*<ὀψιγόνων>
τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσομένων Avgn, μεταγενεστέρων (Γ 353)
*<ὀψιμαθής>
βραδυμαθής (r) Avg
<ὄψιμον, ὀψιτέλεστον>
ὀψὲ γεννώμενον. ἢ ὀψὲ ἀρξάμενον καὶ ὀψὲ τελεσθησόμενον (Β 325)
*<ὄψιμον>
χρόνιον. ὕστερον (Ioe(l 2,23 ..)
<ὄψιμος>
χρόνιος. βραδύς
<ὄψιοι>
δειλινοί. ὕστεροι
*<ὀψίοντες>
ὀπτικῶς ἔχοντες. παρακολουθοῦντες τοῖς γινομένοις. κατοπτεῦσαι βουλόμενοι A
<ὀψιπέδωνας>
τοὺς ἕως ζῶσιν ἄξοντας πέδας, βράδιον <λελυ- μένους> (Com. ad. 1049)
*<ὀψίσθην>
ὤψισα Avn
*<ὄψις>
θεωρία, ὅρασις (A)
<ὀψιτέλεστον>
μετὰ πολὺν χρόνον τελεσθησόμενον (Β 325) A
*<ὄψον>
προσφάγιον (Λ 630)
<ὀψίχα>
ὀψέ. Βυζάντιοι
<ὄψον> δὲ βλέψον r, ὅρασιν
*<ὄψος>
μοχθηρός Σ
*<ὄψου>
παντὸς προσεψήματος Ap
<ὀψῶνα>
τὴν πρὸς τὸ ὀψωνεῖν σπυρίδα
<ὀψώνιον>
δαπάνη. *κέρδος (Ep. Rom. 6,23) s(np)
<ὀψοφαγία>
εὐωχία
*<ὁ ὠγύγιος>
ὁ ἀρχαῖος A
*<ὁ ὠκύμορος>
ὁ ταχυθάνατος Avg
*<ὁ ὠκύπλοος>
ὁ ταχέως πλέων A
*<ὁ ὠκυπόρος>
ὁ ταχέως πορευόμενος A
*<ὁ ὠκύτατος>
ὁ ταχύτατος Avg, ὀξύτατος
*<ὁ ὠμηστής>
ὁ ὠμὰ κρέα ἐσθίων Avg
*<ὁ ὤν>
θεός, ἀεὶ ζῶν, ὑπάρχων (Exod. 3,14) Avg
*<ὁ ὠνούμενος>
ὁ ἀγοράζων A
[<ὀώρων>
γυναικῶν παρὰ τὸ ὀαρίων]