Ψευδο-Πλουτάρχου Βίος Ομήρου
←Ψευδο-Ηροδότου Βίος | Βίος Ὁμήρου ἐκ τῶν Πλουτάρχου βιβλίων περὶ τοῦ βίου καὶ τῆς ποιήσεως Ὁμήρου Συγγραφέας: Βίοι Ομήρου |
Πρόκλου Βίος→ |
Βιογράφοι. Vitarum scriptores graeci minores. Edidit Antonius Westermann. Brunsvigae, 1845, σελ. 21-24. |
Ο βίος Ομήρου του Ψευδο-Πλουτάρχου αποτελείται από δύο ξεχωριστές βίοι, που προέρχονται και οι δύο από την πραγματεία Περὶ τοῦ βίου καὶ τῆς ποιήσεως Ὁμήρου, που κατά λάθος αποδίδονται στον Πλούταρχο.[1]
Βίος α'
ΕπεξεργασίαΑυτός ο βίος[2] του Ομήρου προέρχεται από τα πρώτα οκτώ κεφάλαια του έργου Περί του βίου και της ποίησης του Ομήρου, που μας έρχεται με το όνομα Πλούταρχος και προορίζεται ως πρόλογος της Ιλιάδας. Ακολουθούν τρία ακόμη κεφάλαια, τα οποία δε σχετίζονται με του βίου του Ομήρου και παραλείπονται από όλους τους εκδότες των βίων.[1]
[1] Περιττὸν μὲν ἴσως δόξειέ τισι πολυπραγμονεῖν περὶ Ὁμήρου, ποίων τ᾽ἦν γονέων καὶ πόθεν, ἐπεὶ μηδ᾽αὐτὸς ἠξίωσεν εἰπεῖν τὰ περὶ αὑτοῦ, ἀλλ᾿οὕτως ἐγκρατῶς ἔσχεν, ὡς μηδὲ τὴν ἀρχὴν τοῦ ὀνόματος ἐπιμνησθῆναι. ἐπεὶ δ᾽ὡς πρὸς εἰσαγωγὴν τῶν ἀρχομένων παιδεύεσθαι χρήσιμος ἡ ποτλυπειρία, πειρασόμεθα εἰπεῖν ὅσα ἱστόρηται τοῖς παλαιοῖς περὶ αὐτοῦ.
[2] Ἔφορος μὲν οὖν ὁ Κυμαῖος ἐν συντάγματι τῷ ἐπιγραφομένῳ Ἐπιχωρίῳ Κυμαῖον αὐτὸν ἀποδεικνύναι πειρώμενός φησιν ὅτι Ἀπελλῆς καὶ Μαίων καὶ Δῖος ἀδελφοὶ Κυμαῖοι τὸ γένος· ὧν Δῖος μὲν διὰ χρέα μετῴκησεν εἰς Ἄσκρην κώμην τῆς Βοιωτίας κἀκεῖ γήμας τὴν Πυκιμήδην ἐγέννησεν Ἡσίοδον, Ἀπελλῆς δὲ τελευτήσας ἐν τῇ πατρίδι Κύμῃ κατέλιπε θυγατέρα Κριθηίδα τοὔνομα, προστησάμενος αὐτῇ τὸν ἀδελφὸν Μαίονα, ὃς διακορεύσας τὴν προειρημένην καὶ τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῷ γεγονότι δείσας κατάγνωσιν ἔδωκεν αὐτὴν πρὸς γάμον Φημίῳ Σμυρναίῳ, διδασκάλῳ γραμμάτων. φοιτῶσα δ᾽αὐτὴ ἐπὶ τοὺς πλυνούς, οἳ ἦσαν παρὰ τῷ Μέλητι, ἀπεκύησε τὸν Ὅμηρον ἐπὶ τὸν ποταμόν, καὶ διὰ τοῦτο Μελησιγένης ἐκλήθη· μετωνομάσθη δ᾽Ὅμηρος, ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη. οὕτω δ᾽ἐκάλουν οἵ τε Κυμαῖοι καὶ οἱ Ἴωνες τοὺς τὰς ὄψεις πεπηρωμένους παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι τῶν ἡγουμένων. ταῦτα μὲν Ἔφορος.
[3] Ἀριστοτέλης δ᾽ἐν τῷ τρίτῳ περὶ ποιητικῆς ἐν Ἴῳ φησὶ τῇ νήσῳ, καθ᾽ὃν καιρὸν Νηλεὺς ὁ Κόδρου τῆς Ἰωνικῆς ἀποικίας ἡγεῖτο, κόρην τινὰ τῶν ἐπιχωρίων γενομένη ὑπό τινος δαίμονος τῶν συγχορευτῶν Μούσαις ἐγκύμονα, αἰδεσθεῖσαν τὸ συμβὰν διὰ τὸν ὄγκον τῆς γαστρὸς ἐλθεῖν εἴς τε χωρίον τὸ καλούμενον Αἴγιναν· εἰς ὃ καταδραμόντας λῃστὰς ἀνδραποδίσαι τὴν προειρημένην καὶ ἀγαγόντας εἰς Σμύρνων οὖσαν ὑπὸ Λυδοῖς τότε τῷ βασιλεῖ τῶν Λυδῶν ὄντι φίλῳ, τοὔνομα Μαίονι, χαρίσασθαι, τὸν δ᾽ἀγαπήσαντα τὴν κόρην διὰ τὸ κάλλος γῆμαι· ἣν διατρίβουσαν παρὰ τῷ Μέλητι καὶ συσχεθεῖσαν ὑπὸ τῆς ὠδῖνος ἔτυχεν ἀποκυῆσαι τὸν Ὅμηρον ἐπὶ τῷ ποταμῷ. ὃν ἀναλαβὼν ὁ Μαίων ὡς ἴδιον ἔτρεφε, τῆς Κριθηίδος μετὰ τὴν κύησιν εὐθέως τελευτησάσης. χρόνου δ᾽οὐ πολλοῦ διελθόντος καὶ αὐτὸς ἐτελεύτησεν. τῶν δὲ Λυδῶν καταπονουμένων ὑπὸ τῶν Αἰολέων καὶ κρινάντων καταλιπεῖν τὴν Σμύρναν καὶ κηρυξάντων τῶν ἡγομόνων τὸν βουλόμενον ἀκολουθεῖν ἐξιέναι τῆς πόλεως, ἔτι νήπιος ὢν Ὅμηρος ἔφη καὶ αὐτὸς βούλεσθαι ὁμηρεῖν, ὅθεν ἀντὶ Μελησιγένους Ὅμηρος προσηγορεύθη.
[4] γενόμενoς δ᾽ἐν ἡλικίᾳ καὶ δόξαν ἐπὶ ποιητικῇ κεκτημόνoς ἤδη ἐπηρώτα τὸν θεόν, τίνων τ᾽εἴη γονέων καὶ πόθεν· ὁ δ᾽ἀνεῖλεν οὕτως·
- ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
- δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἰνιγμα φύλαξαι.
φέρεται καὶ ἕτερος χρησμὸς τοιοῦτος·
- ὄλβια χαὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ᾽ἀμφοτέροισι,
- πατρίδα δίζηαι, μητρὸς δέ τοι, οὐ πατρός ἐστι
- μητράπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης,
- Μίνωος γαίης, οὔτε σχεδὸν οὔτ᾽ἀποτηλοῦ.
- ἐν τῇ σὴ μοῖρ᾽ἐστὶ τελευτῆσαι βιάτοιο,
- εὖτ᾽ἂν ἀπὸ γλώττης παίδων μὴ γνῷς ἐπακούσας
- δυσξύνετον σχολιοῖσι λόγοις εἰρημένον ὕμνον.
- δοιὰς γὰρ ζωῆς μοίρας λάχες, ἣν μὲν ἀμαυρὰν
- ἤελίων δισσῶν, ἣν δ᾽ἀθανάτοις ἰσόμοιρον,
- καὶ ζῶα καὶ φθίμενος, φθίμενος δ᾽ἔτι πολλὸν ἀγήρως.
μετ οὐ πολὺν δὲ χρόνον πλέων εἰς θήβας ἐπὶ τὰ Κρόνια (ἀγὼν δ᾽οὗτος ἄγεται παρ᾿αὐτοῖς μουσικός) ἦλθεν εἰς Ἴον. ἔνθα ἐπὶ πέτρας καθεζόμενος ἐθεάσατο ἁλιεῖς προσπλέοντας, ὧν ἐπυνθάνετο, εἴ τε ἔχοιεν. οἱ δ᾽ἐπὶ τῷ θηρᾶσαι μὲν μηδέν, φθειρίζεσθαι δὲ διὰ τὴν ἀπορίαν τῆς θήρας οὕτως ἀπεκρίναντο,
- ὅσσ᾿ἕλομεν λιπόμεσθ᾽, ὅσα δ᾽οὐχ ἕλομεν φορόμεσθα,
αἰνισσόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν, ἀποκτείναντες κατέλιπον, οὓς δ᾽οὐκ ἔλαβον, ἐν τῇ ἐσθῆτι φέροιεν. ὅπερ οὐ δυνηθεὶς συμβαλεῖν Ὅμηρος διὰ τὴν ἀθυμίαν ἐτελεύτησεν. θάψαντες δ᾽αὐτὸν οἱ Ἰῆται μεγαλοπρεπῶς τοιόνδ᾽ἐπέγραψαν αὐτοῦ τῷ τάφῳ·
- ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει,
- ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.
εἰσὶ δ᾽οἳ καὶ Κολοφώριον αὐτὸν ἀποδεικνύναι πειρῶνται, μεγίστῳ τεκμηρίῳ χρώμενοι πρὸς ἀπόδειξιν τῷ ἐπὶ τοῦ ἀνδριάντος ἐπιγεγραμμένῳ ἐλεγείῳ. ἔχει δ᾽οὕτως·
- υἱὲ Μέλητος, Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ
- καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον,
- καὶ τάσδ᾽ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
- δισσὰς ἡμιθέων γραψάμενος σελίδας.
- ὑμνεῖ δ᾽ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον,
- ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.
- υἱὲ Μέλητος, Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ
ἄξιον δὲ μηδὲ τὸ ὑπὸ τοῦ Ἀντιπάτρου γραφὲν ἐπόγραμμα παραλιπεῖν ἔχον οὐκ ἀσέμνως· ἔχει δ᾽οὕτως·
- οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε,
- οἱ δὲ καλὰν Σμύρναν, οἱ δ᾽ἐνέπουσι Χίον,
- οἱ δ᾽Ἴον, οἱ δ᾽ἐβόασαν ἐΰκλαρον Σαλαμῖνα,
- οἱ δέ νυ τὰν Λαπιθᾶν ματέρα θεσσαλίαν,
- ἄλλοι δ᾽ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με Φοίβου
- χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύναν,
- πάτρα τοι τελέθει μέγας Οὐρανός, ἐκ δὲ γυναικὸς
- οὐ θνατᾶς, ματρὸς δ᾽ἔπλεο Καλλιόπας.
- οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε,
[5] γενέσθαι δ᾽αὐτόν φασι τοῖς χρόνοις οἱ μὲν κατὰ τὸν Τρωικὸν πόλεμον, οὗ καὶ αὐτόπτην γενέσθαι, οἱ δὲ μετὰ ρ´ ἔτη τοῦ πολέμου, ἄλλοι δὲ μετὰ ρν΄. ἔγραψε δὲ ποιήματα δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν, ὡς δέ τινες οὐκ ἀληθῶς λέγοντες, γυμνασίας καὶ παιδιᾶς ἕνεκα καὶ Βατραχομυομαχίαν προσθεὶς καὶ Μαργίτην.
Βίος β'
ΕπεξεργασίαΑυτός ο βίος[3] αποτελεί μια σύντομη βιογραφική ενότητα (4 κεφάλαια) στην αρχή του δεύτερου μέρους της πραγματείας, που αποτελείται από 218 κεφάλαια. Σχετίζεται στενά με τη Vita Romana.[1]
[1] Ὅμηρον τὸν ποιητήν χρόνῳ μὲν τῶν πλείστων δυνάμει δὲ πάντων πρῶτον γενόμενον εἰκότως ἀναγιγνώσκομεν πρῶτον, ὠφελούμενοι τὰ μέγιστα εἴς τε τὴν φωνὴν καὶ τὴν διάνοιαν καὶ τὴν τῶν πραγμάτων πολυπειρίαν. λέγωμεν δὲ περὶ τῆς τούτου ποιήσεως, πρότερον μνησθέντες διὰ βραχέων τοῦ γένους αὐτοῦ.
[2] Ὅμηρον τοίνυν Πίνδαρος μὲν ἔφη Χῖόν τε καὶ Σμυρναῖον γενέσθαι, Σιμωνίδης δὲ Χῖον, Ἀντίμαχος δὲ καὶ Νίκανδρος Κολοφώνιον· Ἀριστοτέλης δ᾿ὁ φιλόσοφος Ἰήτην· Ἔφορος δ᾿ὁ ἱστορικὸς Κυμαῖον. οὐκ ὤκνησαν δέ τινες καὶ Σαλαμίνιον αὐτὸν εἰπεῖν ἀπὸ Κύπρου, τινὲς δ᾿Ἀργεῖον· Ἀρίσταρχος δὲ καὶ Διονύσιος ὁ θρᾷξ Ἀθηναῖον. υἱὸς δὲ ὑπ᾿ἐνίων λέγεται Μαίονος καὶ Κριθηΐδος, ὑπὸ δέ τινων Μέλητος τοῦ ποταμοῦ.
[3] ὥσπερ δὲ τὰ τοῦ γένους αὐτῷ διαπορεῖται, οὕτω καὶ τὰ περὶ τῶν χρόνων, καθ᾿οὓς ἐγένετο. καὶ οἱ μὲν περὶ Ἀρίσταρχόν φασιν αὐτὸν γενέσθαι κατὰ τὴν τῶν Ἰώνων ἀποικίαν, ἥτις ὑστερεῖ τῆς τῶν Ἡρακλειδῶν καθόδου ἔτεσιν ἑξήκοντα· τὰ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεται τῶν Τρωϊκῶν ἔτεσιν ὀγδοήκοντα. οἱ δὲ περὶ Κράτητα καὶ πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου λέγουσιν αὐτὸν γενέσθαι, ὡς οὐδὲ ὅλα ἔτη ὀγδοήκοντα ἀπέχειν τῶν Τρωϊκῶν. ἀλλὰ παρὰ τοῖς πλείστοις πεπίστευται μετὰ ἔτη ἑκατὸν τῶν Τρωϊκῶν γεγονέναι, οὐ πολὺ πρὸ τῆς θέσεως τῶν Ὀλυμπίων, ἀφ᾿ἧς ὁ κατὰ Ὀλυμπιάδα χρόνος ἀριθμεῖται.
[4] εἰσὶ δὲ αὐτῷ ποιήσεις δύο, Ἰλιὰς καὶ Ὀδύσσεια, διῃρημένη ἑκατέρα εἰς τὸν ἀριθμὸν τῶν στοιχείων, οὐχ ὑπ᾿αὐτοῦ τοῦ ποιητοῦ, ἀλλ᾿ὑπὸ τῶν γραμματικῶν τῶν περὶ Ἀρίσταρχον.
Σημειώσεις
Επεξεργασία- ↑ 1,0 1,1 1,2 West, Martin L. (2003). Homeric hymns. Homeric apocripha. Lives of Homer, LOEB Classical Library, σελ. 305-306.
- ↑ Αντιστοιχεί με Allen (1912) σελ. 238 = Wilamowitz (1916) σελ. 21 = West (2003) σελ. 405.
- ↑ Αντιστοιχεί με Allen (1912) σελ. 244 = Wilamowitz (1916) σελ. 24 = West (2003) σελ. 415.