Πρόκλου περὶ Ὁμήρου
Πρόκλος
Βίοι Ομήρου
Βιογράφοι. Vitarum scriptores graeci minores. Edidit Antonius Westermann. Brunsvigae, 1845, σελ. 24-27.


Αυτός ο βίος προέρχεται από τη Χρηστομάθεια του Πρόκλου, ένα έργο που έχει πλέον χαθεί, αλλά ο βίος διατηρείται στην εισαγωγή ορισμένων ομηρικών χειρογράφων.[1]

[1] Ἐπὼν ποιηταὶ γεγόνασι πολλοί· τούτων δ᾽ εἰσὶ κράτιστοι Ὅμηρος, Ἡσίοδος, Πείσανδρος, Πανύασσις, Ἀντίμαχος.

[2] Ὅμηρος μὲν οὖν τίνων γονέων ἢ ποίας ἐγένετο πατρίδος οὐ ῥᾴδιον ἀποφήνασθαι· οὔτε γὰρ αὐτός τι λελάληκεν, ἀλλ᾽οὐδ' οἱ περὶ αὐτοῦ εἰπόντες συμπεφωνήκασιν, ἀλλ᾽ ἐκ τοῦ μηδὲν ῥητῶς ἐμφαίνειν περὶ τούτων τὴν ποίησιν αὐτοῦ μετὰ πολλῆς ἀδείας ἕκαστος οἷς ἐβούλετο ἐχαρίσατο. καὶ διὰ τοῦτο οἱ μὲν Κολοφώνιον αὐτὸν ἀνηγόρευσαν, οἱ δὲ Χῖον, οἱ δὲ Σμυρναῖον, οἱ δ᾽ Ἰήτην, ἄλλοι δὲ Κυμαῖον, καὶ καθόλου πᾶσα πόλις ἀντιποιεῖται τἀνδρός, ὅθεν εἰκότως ἂν κοσμοπολίτης λέγοιτο.

[3] οἱ μὲν οὖν Σμυρναῖον αὐτὸν ἀποφαινόμενοι Μαίονος μὲν πατρὸς λέγουσιν εἶναι, γεννηθῆναι δ᾽ ἐπὶ Μέλητος τοῦ ποταμοῦ, ὅθεν καὶ Μελησιγένη ὀνομασθῆναι, δοθέντα δὲ Χίοις εἰς ὁμηρείαν Ὅμηρον κληθῆναι. οἱ δ᾿ ἀπὸ τῆς τῶν ὀμμάτων πηρώσεως τούτου τυχεῖν αὐτόν φασι τοῦ ὀνόματος· τοὺς γὰρ τυφλοὺς ὑπ᾿ Αἰολέων ὁμήρους καλεῖσθαι.

[4] Ἑλλάνικος δὲ καὶ Δαμάστης καὶ Φερεκύδης εἰς Ὀρφέα τὸ γένος ἀνάγουσιν αὐτοῦ. Μαίονα γάρ φασι τὸν Ὁμήρου πατέρα καὶ Δῖον τὸν Ἡσιόδου γενέσθαι Ἀπέλλιδος τοῦ Μελανωποῦ τοῦ Ἐπιφραδέος τοῦ Χαριφήμου τοῦ Φιλοτέρπεος τοῦ Ἰδμονίδα τοῦ Εὐκλέους τοῦ Δωρίωνος τοῦ Ὀρφέως. Γοργίας δ᾽ ὁ Λεοντῖνος εἰς Μουσαῖον αὐτὸν ἀνάγει.

[5] περὶ δὲ τῆς τελευτῆς αὐτοῦ λόγος τις φέρεται τοιοῦτος. ἀνελεῖν φασιν αὐτῷ τὸν θεὸν χρωμένῳ περὲ ἀσφαλείας τάδε·

ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι.

λέγουσιν οὖν αὐτὸν εἰς Ἴον πλεύσαντα διατρῖψαι μὲν παρὰ Κρεωφρύλῳ, γράψαντα δ᾽ Οἰχαλίας ἅλωσιν τούτῳ χαρίσασθαι· ἥτις νῦν ὡς Κρεωφύλου περιφέρεται. καθεζόμενον δ᾽ ἐπί τινος ἀκτῆς, θεασάμενον ἁλιεῖς προσειπεῖν αὐτοὺς καὶ ἀνακρῖναι τοῖσδε τοῖς ἔπεσιν·

ἄνδρες ἀπ᾿ Ἀρκαδίης θηρήτορες, ἆρ᾽ ἔχομέν τι;

ὑποτυχόντα δ᾽ αὐτῶν ἕνα εἰπεῖν·

οὗς ἕλομεν λιπόμεσθ᾽, οὗς δ᾽ οὐχ ἕλομεν φερόμεσθα.

οὐκ ἐπιβάλλοντος δ᾽ αὐτοῦ διελέσθαι τὸ αἴνιγμα, ὅτι ἐπὶ ἰχθυίαν καταβάντες ἀφήμαρτον, φθειρισάμενοι δ᾽ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες ἀπολείπουσιν, ὅσοι δ᾽ αὐτοὺς διέφυγον τούτους ἀποκομίζουσιν, οὕτω δ᾽ ἐκεῖνον ἀθυμήσαντα σύννουν ἀπιέναι τοῦ χρησμοῦ ἔννοιαν λαμβάνοντὰ, καὶ οὕτως ὀλισθέντα περιπταῖσαι λίθῳ καὶ τριταῖον τελευτῆσαι. ἀλλὰ δὴ ταῦτα μὲν πολλῆς ἔχεται ζητήσεως· ἵνα δὲ μηδὲ τούτων ἄπειρος ὑπάρχῃς, διὰ τοῦτ᾿ εἰς ταῦτα κατεχώρησα.

[6] τυφλὸν δ᾿ ὅσοι τοῦτον ἀπεφήναντο, αὐτοί μοι δοκοῦσι τὴν διάνοιαν πεπηρῶσθαι· τοσαῦτα γὰρ κατεῖδεν ἄνθρωπος ὅσ᾿ οὐδεὶς πώποτε. εἰσὶ δ᾽ οἵτινες ἀνεψιὸν αὐτὸν Ἡσιόδου παρέδοσαν ἀτριβεῖς ὄντες ποιήσεως· τοσοῦτον γὰρ ἀπέχουσι τοῦ γένει προσήκειν, ὅσον ἡ ποίησις διέστηκεν αὐτῶν. ἄλλως δ᾽ οὐδὲ τοῖς χρόνοις συνέβαλον ἀλλήλοις. ἄθλιοι δ᾽ οἱ τὸ αἴνιγμα πλάσαντες τοῦτο·

Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ᾽ ἀνέθηκεν,
ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.

ἀλλὰ γὰρ ἐπλανήθησαν ἐκ τῶν Ἡσιοδείων Ἡμερῶν· ἕτερον γάρ τι σημαίνει.

[7] τοῖς δὲ χρόνοις αὐτὸν οἱ μὲν περὶ τὸν Ἀρίσταρχόν φασι γενέσθαι κατὰ τὴν τῆς Ἰωνίας ἀποικίαν, ἥτις ὑστερεῖ τῆς τῶν Ἡρακλειδῶν καθόδου ἔτεσιν ξ'· τὸ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεται τῶν Τρωικῶν ἔτεσιν π'. οἱ δὲ περὶ Κράτητα ἀνάγουσιν αὐτὸν εἰς τοὺς Τρωικοὺς χρόνους.

[8] φαίνεται δὲ γηραίὸς ἐκλελοιπὼς τὸν βίον· ἡ γὰρ ἀνυπέρβλητος ἀκρίβεια τῶν πραγμάτων προβεβηκυῖαν ἡλικίαν παρίστησιν. πολλὰ δ᾽ ἐπεληλυθὼς μέρη τῆς οἰκουμένης ἐκ τῆς πολυπειρίας τῶν τόπων εὑρίσκεται. τούτῳ δὲ προσυπονοητέον καὶ πλούτου πολλὴν περιουσίαν γενέσθαι· αἱ γὰρ μακραὶ ἀποδημίαι πολλῶν ἀναλωμάτων δέονται, καὶ ταῦτα κατ᾿ ἐκείνους τοὺς χρόνους οὔτε πάντων πλεομένων ἀκινδύνως οὔτε μισγομένων ἀλλήλοις πω τῶν ἀνθρώπων ῥᾳδίως.

[9] γέγραφε δὲ ποιήσεις δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν, ἣν Ξένων[2] καὶ Ἑλλάνικος ἀφαιροῦνται αὐτοῦ. οἱ μέντοι γ᾽ ἀρχαῖοι καὶ τὸν κύκλον ἀναφέρουσιν εἰς αὐτόν. προστιθέασι δ᾽ αὐτῷ καὶ παίγνιά τινα, Μαργίτην, Βατραχομυομαχίαν, Ἐντεπάκτιον, Αἶγα,[3] Κέρκωπας, Κενούς.[4]

Σημειώσεις

Επεξεργασία
  1. West, Martin L. (2003). Homeric hymns. Homeric apocripha. Lives of Homer, LOEB Classical Library, σελ. 306-307.
  2. Pauly-Wissowa, «Xenon 15».
  3. West: Ἑπτάπεκτον αἶγα.
  4. Wilamowitz: Καμίνους; West: Εἰς ξένους.