Χρονογραφία
Συγγραφέας:
Τόμος Έκτος, Ζωή και Θεοδώρα – Κωνσταντίνος Θ΄ ο Μονομάχος


6.1 Περιΐσταται οὖν ἡ βασιλεία ταῖς δυσὶν ἀδελφαῖς, καὶ τότε πρῶτον ὁ καθ' ἡμᾶς χρόνος τεθέαται γυναικωνῖτιν μετασχηματισθεῖσαν εἰς βασιλικὸν βουλευτήριον, καὶ τό τε πολιτικὸν πλῆθος τό τε στρατιωτικὸν συμφωνοῦντας ὑπὸ δεσπότισι καὶ μᾶλλον αὐταῖς πειθομένους, ἢ εἴ τις βλοσυρὸς αὐτοῖς προεκάθητο καὶ ἐπέταττε σοβαρώτερον. Οὐ γὰρ οἶδα εἴ τι ἕτερον γένος ὡς τὸ περὶ ἐκείνας ἠγάπηται τῷ Θεῷ, καὶ θαυμάζω κατανοῶν, ὅτι, μὴ ἐννόμως αὐταῖς τῆς ῥίζης παγείσης καὶ φυτευθείσης, ἀλλὰ φόνοις καὶ αἵμασιν, οὕτω τὸ φυτευθὲν ἐξηνθήκει καὶ τοσαύτας προὐβάλλετο βλάστας, καὶ ἑκάστην μετὰ τοῦ βασιλείου καρποῦ, ὡς μὴ ἔχειν ἑτέρας ἀντισυγκρῖναι ταύταις, οὔτε πρὸς κάλλος οὔτε πρὸς μέγεθος· ἀλλὰ τοῦτο μὲν ὡς λόγος ἕτερος παρεμβέβληται τῷ συγγράμματι.
6.2 Αἱ γοῦν ἀδελφαὶ μόναι τέως βασιλεύειν ἑλόμεναι, οὔτε διὰ νέων προστατῶν καθίστασαν τὰ βασίλεια οὔτε καινοτομεῖν ἀθρόον τὰ ὑπάρξαντα ἐπεχείρησαν, ἀλλὰ μόνους τοὺς ἀπὸ τοῦ τυραννικοῦ γένους μεταστησάμεναι, τοῖς ἄλλοις, ὡς πιστοτάτοις καὶ πατρῴαν αὐταῖς τηροῦσιν εὔνοιαν, ἐχρῶντο πρὸς τὰς ἀρχάς· οἳ δεδιότες μή τινα ἑαυτοῖς ἐς τὸν μέλλοντα χρόνον προενεχθείη ἐγκλήματα, ἢ τῆς τῶν καθηκόντων καινοτομίας, ἢ βουλευμάτων ἀλογίστων, ἢ πράξεων ἀθεμίτων, περὶ πάντων ἠκρίβουν στρατιωτικῶν τε ὁμοῦ καὶ πολιτικῶν πραγμάτων, καὶ ὡς ἐνὸν ἀμφοτέραις τὸ καθῆκον ἀπένεμον.
6.3 Σχῆμα δὲ βασιλείας ταῖς ἀδελφαῖς ἐποιοῦντο ὁποῖον καὶ τοῖς φθάσασιν εἴθιστο αὐτοκράτορσι· προὐκάθηντο γὰρ ἄμφω τοῦ βασιλικοῦ βήματος ἐπὶ μιᾶς ὥσπερ γραμμῆς βραχύ τι πρὸς τὴν Θεοδώραν παρεγκλινούσης, καὶ ἀγχοῦ μὲν οἱ ῥαβδοῦχοι καὶ ξιφηφόροι καὶ τὸ γένος ὅσοι τὸν πέλεκυν ἀπὸ τοῦ δεξιοῦ ὤμου κραδαίνουσι· τούτων δὲ ἐνδοτέρω μὲν τὸ ἄγαν εὐνούστατον καὶ οἱ διαχειριζόμενοι τὰ καθήκοντα· περιεστεφάνου δὲ αὐτὰς ἔξωθεν ἑτέρα τις δορυφορία δευτέραν ἔχουσα τάξιν τῆς πιστοτέρας, σὺν αἰδοῖ ξύμπαντες καὶ βλέμματι ἀπερειδομένῳ πρὸς γῆν· μεθ' οὓς ἡ πρώτη βουλὴ καὶ ἡ τάξις ἡ ἔκκριτος, καὶ ἐφεξῆς οἱ τὰ δευτερεῖα λαχόντες καὶ αἱ τριττύες, στιχηδὸν πάντες καὶ συνηρμοσμένοι ἐκ διαστήματος. Καὶ ἐπὶ τούτοις τἄλλα ἐγίνετο, δικῶν διαλύσεις, δημοσίων ἀμφισβητήσεις, ἢ συνεισφοραὶ, χρηματισμοὶ πρέσβεων, ἀντιλογίαι, ἢ συνομολογίαι, καὶ τἄλλα ὁπόσα τὴν βασιλείαν οἶδε πληροῦν. Καὶ ὁ μὲν πλείων λόγος παρὰ τῶν τὴν ἀρχὴν διατιθεμένων ἐγίνετο, δεῆσαν δέ ποτε καὶ αἱ βασιλίδες ἠρεμαίᾳ φωνῇ προσέταττον, ἢ ἀπεκρίνοντο, τὸ μέν τοι καὶ διδασκόμεναι καὶ παρὰ ξυνιέντων λαμβάνουσαι, τὸ δέ τοι καὶ τοῖς οἰκείοις λογισμοῖς ἀποχρώμεναι.
6.4 Ἵνα δέ τι καὶ περὶ τῶν ἠθῶν ταῖν βασιλίδαιν ἀναδιδάξω τοὺς οὐκ εἰδότας, ἡ μὲν πρεσβυτέρα τὴν ἡλικίαν Ζωὴ ἑτοιμοτέρα ἦν τὴν ψυχὴν πρὸς ἐνθύμημα, βραδυτέρα δὲ τὴν γλῶτταν πρὸς ὁμιλίαν· τῇ δέ γε Θεοδώρᾳ ἄμφω ἀντίστροφα, οὔτε γὰρ ταχὺ ἐπεδείκνυ τὸ βούλευμα τῆς ψυχῆς, καὶ ἅπαξ εἰς ὁμιλίαν ἑαυτὴν ἀφιεῖσα ἐστωμύλλετο δοκίμῳ καὶ διεγηγερμένῃ φωνῇ· καὶ ἡ μὲν Ζωὴ ἐπιρρεπὴς ἦν πρὸς ὅ τι καὶ βουληθείη, καὶ τὴν χεῖρα πρὸς ἄμφω ἡτοίμαστο κατὰ τὸ ἴσον ὀξύτατα, θάνατον φημὶ καὶ ζωήν, καὶ ἐῴκει κατὰ τοῦτο τὸ μέρος κύμασι θαλαττίοις καὶ ἀπαιωροῦσι τὴν ναῦν καὶ αὖθις βαπτίζουσιν· οὐ μέντοι γε ἐκ τοιούτων ἡ Θεοδώρα κεχαρακτήριστο, ἀλλ' ὁμαλὸν εἶχε τὸ φρόνημα καὶ καθ' ἕτερον μέρος, ἵν' οὕτως εἴπω, ἀμβλύ· καὶ ἡ μὲν ἀφειδὴς ἦν τὴν χεῖρα καὶ οἵα θάλατταν αὐθημερὸν ἐξαντλῆσαι ψηγμάτων χρυσῶν περιπλήθουσαν, ἡ δὲ ἠρίθμει τοὺς στα τῆρας διδοῦσα, τὸ μέν τοι οὐδ' ἔχουσα τῶν πηγῶν ἀπαντλεῖν ἀφθόνως, τὸ δὲ καὶ ἐγκρατεστέραν πως περὶ τούτῳ κληρωσαμένη ψυχήν.
6.5 Καὶ ἵνα γε μηδὲν περικαλυψάμενος εἴπω, οὐ γὰρ ἐγκωμιάζειν νῦν ἐπιβέβλημαι, ἀλλ' ἱστορίαν ἀκριβῆ ξυντιθέναι, οὐδεμιᾷ τὸ φρόνημα πρὸς ἀρχὴν αὔταρκες· οὔτε γὰρ οἰκονομεῖν ᾔδεσαν οὔτε στερροτέροις λογισμοῖς χρῆσθαι περὶ τὰ πράγματα, τὰ πλεῖστα δὲ τὰ τῆς γυναικωνίτιδος παίγνια τοῖς βασιλικοῖς κατεκίρνων σπουδάσμασι· καὶ αὐτὸ δὲ τὸ τῆς πρεσβυτέρας τῶν ἀδελφῶν παρὰ πολλοῖς τήμερον εὐφημούμενον, ὅτι δὴ πολλοῖς καὶ ἐπὶ πολλοῖς χρόνοις ἀφθόνως διδοῦσα ἐξήρκεσε, τοῖς μὲν εἰληφόσιν ἤδη ἐξ ὧν εὖ πεπόνθεσαν εἰς ἔπαινον καθέστηκεν ἀφορμὴ, τὸ δὲ τὰ πάντα διαλυμηνάμενον καὶ τὴν Ῥωμαίων τύχην εἰς τὸ ὕστατον καθελὸν, οὐδὲν ἄλλο ἢ τοῦτο πρωταίτιον γέγονεν· χαρακτηριστικωτάτη μὲν γὰρ τὸ εὐεργετεῖν τοῖς βασιλεύουσιν ἀρετὴ, ἀλλ' εἰ μὲν συγκρίσει τὸ πρᾶγμα γίνοιτο καὶ παραλαμβάνοιτο καιρός τε καὶ τύχη καὶ ἡ τῶν προσώπων διαφορὰ, ἡ πρᾶξις ἀξιοζήλωτος, τούτων δὲ μὴ διακρινομένων, ἡ δαπάνη κενόσπουδον.
6.6 Τοῖς τε ἤθεσιν οὕτως αἱ ἀδελφαὶ διῃροῦντο, καὶ τὴν μορφὴν ἐπὶ πλέον παρήλλαττον· ἡ μὲν γὰρ τῷ χρόνῳ πρεσβεύουσα περιπληθεστέρα τὴν φύσιν ἐτύγχανεν οὖσα, καὶ τὴν ἡλικίαν οὐ πάνυ ἀναδεδράμηκεν, ὀφθαλμός τε αὐτῇ μέγας ὑπὸ βλοσυρᾷ τῇ ὀφρύϊ διέσχιστο, καὶ ἡ ῥὶς ἀπεκρέματο βραχύ τι καμπτομένη καὶ ὅσον μὴ κάμπτεσθαι, τήν τε κόμην εἶχε ξανθὴν καὶ τὸ σῶμα δι' ὅλου λάμπον λευκότητι· αἱ δὲ τῶν χρόνων αὐτῇ περίοδοι ἐν ὀλίγοις τισὶ συμβόλοις ἀπεσημαίνοντο· εἰ δέ τις αὐτῇ τὴν εὐρυθμίαν τῶν μελῶν διαθρήσειε, μήπω εἰδὼς ὅτι ὁρῴη, ἡβῶσαν ἄρτι προσεῖπεν· ἐρρυσσοῦτο γὰρ οὐδὲν αὐτῇ μέρος τοῦ σώματος, ἀλλὰ λεῖον τὸ ξύμπαν καὶ ἀποτεταμένον, καὶ ῥυτὶς οὐδαμοῦ χαλαρά. Ἡ δέ γε Θεοδώρα ἐπιμηκεστέρα τε τὴν ἡλικίαν ἐτύγχανεν οὖσα, καὶ περιεπτισμένη τὸ σῶμα, τό τε πρόσωπον ἐνδεῶς ἔχουσα καὶ πρὸς τὸ λοιπὸν σῶμα ἀσύμμετρον, ἑτοιμοτέρα δὲ καὶ τὴν φωνὴν, ὥς μοι εἴρηται, καὶ τὴν κίνησιν· καὶ γοργὸν μὲν οὐχ ὁρῶσα, ἐπιχαρὲς δὲ καὶ σὺν γέλωτι καὶ πρὸς πᾶσαν φωνὴν ἐπιτρέχουσα.
6.7 Τοιαῦτα μὲν ἀμφοῖν καὶ τὰ φρονήματα καὶ τὰ σώματα· τὸ δὲ τῆς ἀρχῆς ἀξίωμα ἐδόκει μὲν τηνικαῦτα σεμνότερον ἀποδεικνύεσθαι καὶ πρὸς ἀξίωσιν αἴρεσθαι, τῶν πλειόνων ἀθρόως ὥσπερ ἐν σκηνικοῖς σχήμασι μεταμορφουμένων πρὸς τὸ λαμπρότερον, τό τε τῶν ἐπιδόσεων μέγεθος οἷον οὐδέποτε, τῆς βασιλίδος μάλιστα Ζωῆς οὐ τὰς πηγὰς μόνον ἀναστομούσης τῶν βασιλικῶν θησαυρῶν, ἀλλὰ καὶ εἴ τις λιβὰς ἐν αὐτοῖς κατεκέκρυπτο καὶ ταύτην προχεούσης ἐκτός· τὰ δὲ οὐδὲ παρείχετο, ἀλλ' ἐσυλᾶτο ἢ διηρπάζετο· ἦν δ' ἄρα τὸ ξύμπαν καὶ ὁ ἐς τὸ ἄγαν μετεωρισμὸς ἀρχὴ τῆς τῶν πραγμάτων ἐς τὸ ἀντίθετον καταγωγῆς τε καὶ ταπεινώσεως· ἀλλὰ τοῦτο μὲν οἷον ἐν μαντείαις καὶ τῶν συνετωτέρων ταῖς ὑπολήψεσι.
6.8 Τὰ μέντοι γε τῶν στρατιωτῶν ἆθλα καὶ οἱ τῆς στρατηγίας πόροι ἐφ' ἑτέρους οὐδὲν δέον μετεκινοῦντο καὶ μετετίθεντο (πλῆθος οὗτοι κολάκων καὶ ἡ τηνικαῦτα τῶν βασιλίδων δορυφορία), ὥσπερ ἐπὶ τούτοις τοῦ αὐτοκράτορος Βασιλείου τοὺς βασιλείους θησαυροὺς χρημάτων ἐμπεπληκότος.
6.9 Τοῖς μὲν οὖν πολλοῖς δοκεῖ νῦν πρῶτον τὰ πέριξ ἡμῶν ἔθνη ἐπὶ τὰ Ῥωμαίων κεχύσθαι ὅρια ἀθρόον καὶ παρ' ἐλπίδα ἐπεισκωμάσαντα, ἐμοὶ δὲ τότε τὸ δωμάτιον καταλέλυται, ὁπηνίκα καὶ οἱ περισφίγγοντες τοῦτο δεσμοὶ διαλύονται· εἰ δὲ οἱ πολλοὶ μὴ ᾐσθάνοντο τὴν ἀρχὴν τοῦ κακοῦ, ἀλλ' ἐκεῖνό γε ἐκ τῆς πρώτης ἐκείνης ὑποθέσεως ἐπεφύετο καὶ συνίστατο, καὶ ἡ τηνικαῦτα τῶν νεφῶν συνδρομὴ τὸν μέγαν νῦν προκατεσκεύακεν ὑετόν· ἀλλ' οὔπω περὶ τούτων.
6.10 Περὶ τῆς βουλῆς τῆς αὐγούστης Ζωῆς τοῦ τίνα ἀναγάγοι εἰς τὰ βασίλεια. Εἰρήσεται δὲ ἐν τοῖς ἑξῆς ἀληθέστερόν τε καὶ συνετώτερον. Ἔδει μὲν γὰρ εὐθὺς τοῖς πράγμασι γενναίας καὶ ἔμφρονος διοικήσεως καὶ ἐπιστασίας ἀνδρὸς, καὶ κατὰ χεῖρα γενναίου καὶ δοκιμωτάτου τοῖς πράγμασιν, μὴ τὸ ἐνεστὼς μόνον ὁρῶντος, ἀλλὰ καὶ εἴ τι ἀλόγιστον παρελήλυθεν καὶ ὅ τι ἐκεῖθεν ἀναφυήσεται, καὶ προσεπιχειρεῖν τοῦ μέλλοντος καὶ πόρρωθεν ἵστασθαι καὶ πρὸς πᾶσαν ἐμβολήν τε καὶ ἔφοδον· ἀλλὰ τὸ φίλαρχον ἢ τὸ ἄναρχον, καὶ ἡ δοκοῦσα ἐλευθερία καὶ τὸ μὴ ὑπὸ λογισμοῖς εἶναι καὶ ἡ τοῦ πλείονος ἔφεσις τὸν βασιλικὸν ἀνδρῶνα γυναικωνῖτιν πεποίηκεν.
6.11 Ἀλλ' οὐδὲ οὕτω τοῖς πολλοῖς ἥδραστο τὰ βουλεύματα· ἀλλ' ἐπειδὴ ἄλλη τις ἐπ' ἄλλῃ φήμη διεθρυλλεῖτο, ἢ συμβαίνουσα ἢ ἐναντίως ἔχουσα (οἳ μὲν γὰρ τῇ Θεοδώρᾳ τὴν ἀρχὴν προσήκειν ἐνόμιζον, ἅτε καὶ αἰτίῳ τῆς τῶν πολλῶν σωτηρίας καὶ οὔπω εἰς πεῖραν ἐλθούσῃ ἀνδρὸς, τοῖς δὲ ἡ ἑτέρα τῶν ἀδελφῶν καταλληλοτέρα ἐδόκει τῷ κράτει, ὡς καὶ τὸ σεμνότερον ἤδη προειληφυῖα καὶ τὸ φιλότιμον ἀνυπέρβλητον ἔχουσα), ἐπεὶ τοιγαροῦν οὕτω τοῖς πολλοῖς αἱ φῆμαι διεμερίζοντο, προλαμβάνει τὰς τῶν πολλῶν δόξας ἡ πρεσβεύουσα ἀδελφὴ καὶ εἰς αὑτὴν αὖθις ὅλην ἀναρτᾷ τὴν ἀρχήν· εἶτα δὴ ἐσκοπεῖτο καὶ ἐκρίνετο ὁ καὶ τῷ γένει λαμπρότερος καὶ τὴν τύχην ἐπισημότερος, εἴτε ἐκ τῶν συγκλητικῶν θρόνων οὗτος εἴη, εἴτε τῶν στρατιωτικῶν καταλόγων.
6.12 Ἦν δέ τις ἀνὴρ τὸ τηνικαῦτα μετὰ τῶν ἄλλων, καὶ τὸ εἶδος οἷος οὐκ ἄλλος, ᾧ πατρὶς μὲν ἡ ∆άλασσα, χωρίον ἐπισημότατον, Κωνσταντῖνος δὲ τοὔνομα, ὥσπερ εἰς ἀρχικὸν ὄγκον παρεσκευασμένος παρὰ τῆς φύσεως· οὔπω γὰρ δεκαέτης ἐγεγόνει καὶ ἡ φήμη τοῦτον εἰς τὴν κρείττω ἦρεν ὑπόληψιν· ἐδεδοίκεσαν γοῦν τὸν ἄνδρα οἱ βασιλεύοντες καὶ πάντες αὐτῷ τὴν εἰς τὰ βασίλεια πορείαν ἀπέφραττον, ὁ δέ γε Παφλαγὼν Μιχαὴλ καὶ κατακλείσας εἶχεν, οὐ μᾶλλον ἐκεῖνον δεδιὼς ἢ τοὺς πολλοὺς ἐπ' αὐτῷ· ὀρθὴ γὰρ ἡ Πόλις ἐγεγόνει ἰδοῦσα τὸν ἄνδρα καὶ μετεώριστο ὡς αὐτίκα τι ὑπὲρ αὐτοῦ διαπράξουσα· ἀλλ' ὁ μὲν ἐν φρουρίῳ καθείρξας ἐφύλαττεν· ὁ δέ γε μετ' ἐκεῖνον βασιλεύσας ἀνεψιὸς, ὁμοῦ τε τοῖς βασιλικοῖς θρόνοις ἐγκαθιδρύθη καὶ σβεννύει τούτῳ τὴν τῆς βασιλείας ὑπόληψιν· μετασχηματίζει γὰρ αὐτῷ τὴν περιβολὴν καὶ μετὰ τῶν μελαμφορούντων ἱστᾷ, οὐχ ὡς εὔνους συμβιβάζων Θεῷ, ἀλλ' ὡς δύσνους ἀπάγων τοῦ ὑπονοουμένου σκοποῦ· ἀλλ' ὁ μὲν ἔστεργε τὴν ψυχὴν, ὁ δὲ καιρὸς τοῦτον ἐκάλει πρὸς τὴν ἀρχὴν, καὶ εἶχε τοῦ τὸ σχῆμα μεταβαλεῖν ἐγγὺς τὸ παράδειγμα· ἡ γὰρ βασιλὶς τὸ πρῶτον παθοῦσα ἐπεποιήκει τὸ δεύτερον· καὶ προήχθη ταύτῃ ἐπ' ἄλλο τι μετακεκλημένος· ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ γενναιοτέρων ἐνθυμημάτων περὶ τῆς βασιλείας ἁψάμενος, καὶ μηδέν τι τοῦ γενναίου καθυφεὶς λήματος, δυσχερέστερος τοῖς πολλοῖς ἔδοξε καὶ τὸ ἦθος βαρύτερος, καὶ τῶν προσδοκιῶν ἀπώσθη ὑποπτευθείς.
6.13 Αὖθις οὖν αἱ ψῆφοι μετεκυβεύθησαν· ἀνὴρ οὗτος τὴν μὲν τύχην οὐ πάνυ διάσημος, τὸ δὲ εἶδος ἀξιωματικὸς καὶ λαμπρός· ὑπογραμματεύων δὲ τῷ βασιλεῖ Ῥωμανῷ, οὐκ ἐκείνῳ μόνῳ προσήκων ὦπτο τοῖς πράγμασιν, ἀλλὰ καὶ τῇ βασιλίδι ἐρασμιώτατος ἔδοξεν, ἔνθεν τοι καὶ αἰτίαν ἔσχεν, ὡς λεληθότως τῷ ἀνδρὶ πλησιάζοι. Ὁ μὲν οὖν Ῥωμανὸς, οὐ πάνυ ζηλότυπος ὢν, καὶ πρὸς τὴν τοιαύτην φήμην λασιόκωφος γέγονεν· ὁ δέ γε Μιχαὴλ μεθιστᾷ τοῦτον τῶν βασιλείων, καὶ σχήματι σεμνοτέρας ἀρχῆς ἀπάγει τῆς Πόλεως· ἐνενεύκει γοῦν πρὸς τοῦτον ἡ βασιλὶς, καὶ μετάκλητος γεγονὼς ὡμίλησε τῇ βασιλίδι, πρὸς τὸ ἐκείνῃ ἀρέσκον τὸ ἦθος μεταμορφώσας· καὶ ἤδη που πρὸς αὐτὸν πάντες ἐπιρρεπεῖς ἐγεγόνεισαν, ἀλλ' ἀφαρπάζει νόσος ἀθρόον καὶ τῶν ἐλπίδων ἀπάγει.
6.14 Ἔμελλε δ' ἄρα τῶν σκήπτρων ἐγκρατὴς ἔσεσθαι ὁ τοῦ Θεοδοσίου παῖς Κωνσταντῖνος, ῥίζης ἀρχαίων τῶν Μονομάχων τελευταῖος κατὰ τὴν οἰκείαν τάξιν βλαστὸς, περὶ οὗ δὴ πολὺς ἡμῖν ἐπιρρεύσει λόγος, ἐπειδὰν εἰς τὸ τῆς ἡγεμονίας ἐκείνου πέλαγος ἀφῶμεν αὑτούς· χρόνον τε γὰρ πλείω τῶν μετὰ τὸν Βασίλειον ἀρξάντων βεβασιλεύκει, καὶ πλεῖστα τῶν ἄλλων ἐπεπράχει, τὰ μὲν ἐκείνων κρείττονα, τὰ δὲ καὶ χείρω κατὰ πολύ· τί γὰρ δεῖ μὴ τἀληθῆ λέγειν; ἐγώ τε εὐθὺς ἐκείνῳ βεβασιλευκότι ὑπηρετηκὼς διὰ πάντων καὶ εἰς τὴν κρείττω τάξιν ταχθεὶς, πιστευθείς τε τὰ τιμιώτατα, ὥστε μηδὲν ἀγνοεῖν μήθ' ὧν εἰς προὖπτον ἐτετελέκει, μήθ' ὧν ἀφανῶς πεποιήκει, τὸ μέτρον εἰκότως τῶν εἰς τοὺς ἄλλους βασιλέας λόγων ὑπερβήσομαι.
6.15 Περὶ τοῦ πῶς καὶ τίνι τρόπῳ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνήχθη παρὰ τῆς αὐγούστης εἰς τὰ βασίλεια. Ἀλλ' οὔπω μὲν περὶ τούτων· εἰρήσθω δὲ ὅπως κἀκ τίνων αἰτιῶν, τίσι τε χρησάμενος τύχαις ἐπὶ τὸ βασιλεύειν ἐλήλυθεν. Οὗτος γὰρ γένους ἕνεκεν τὰ πρῶτα τῆς βασιλείας φερόμενος, πολλῷ τε πλούτῳ κομῶν, καὶ κάλλει διαπρεπὴς ὢν, ἀμφήριστος εἰς κηδείαν ταῖς ὑπερτίμοις ἔδοξε γενεαῖς, καὶ κηδευθεὶς τὰ πρῶτα τῷ πρώτῳ τῶν ἐπισήμων ἀνδρῶν, ἐπειδὴ νόσῳ τὴν γυναῖκα ἀπέβαλεν, εἰς δεύτερον κῆδος αὖθις ἁρπάζεται· ὁ γὰρ αὐτοκράτωρ Ῥωμανὸς, εἰς τὸν ἰδιωτικὸν βίον ἔτι τελῶν, ἐπισημότατος δὲ παρὰ πᾶσιν ὢν ἀξιώματος ἕνεκα καὶ τῆς κρείττονος ὑπολήψεως, ἠγαπήκει τὸν ἄνδρα τοῦ τε ἄνθους τῆς ἡλικίας καὶ τῆς τοῦ γένους μεγαλοπρεπείας, καὶ ἐγκεντρίζει τοῦτον τῷ γένει νεόφυτον κάλλιστον εἰς πιότατον καλλιέλαιον· τὸ δὲ ἦν ἡ τῆς ἀδελφῆς ἐκείνου Πουλχερίας θυγάτηρ, ἥτις πάλαι Βασιλείῳ τῷ Σκληρῷ συζευχθεῖσα, ὃν ὕστερον ἡ τύχη τῶν ὀφθαλμῶν ἀπεστέρησε, μονογενοῦς θυγατρὸς ἐγεγόνει μήτηρ. Ἐπεὶ δὲ συνήφθη ταύτῃ ὁ Κωνσταντῖνος, τῷ μὲν γένει ὑπὲρ τοὺς ἄλλους διέλαμπεν, οὔπω δὲ τῶν ὑπερηφάνων τετυχήκει ἀρχῶν· οἱ γὰρ περὶ τὸν αὐτοκράτορα Βασίλειον ἐμεμήνεσαν τούτῳ, μίσους ἕνεκα πατρικοῦ· ὁ γάρ τοι πατὴρ, ἐπὶ τυραννικαῖς αἰτίαις ἁλοὺς, μῖσος παρὰ τῶν βασιλέων ὥσπερ κληροδοτεῖ τῷ παιδί· διὰ ταῦτα οὔθ' ὁ αὐτοκράτωρ Βασίλειος οὔθ' ὁ Κωνσταντῖνος ταῖς πολιτικαῖς τοῦτον προῆγον ἀρχαῖς, ἀλλ' ἀφωσιοῦντο, δεινὸν μὲν οὐδὲν τούτῳ ἐπάγοντες, ἀλλ' οὐδὲ τῆς κρείττονος ἀξιοῦντες μοίρας.
6.16 Ἐπεὶ δὲ ὁ Ῥωμανὸς βεβασιλεύκει, οὐδ' οὗτος μὲν μεγαλοπρεπές τι ἐπ' αὐτὸν ἐπεπράχει, οἷος ἐκεῖνος διημαρτημένος περὶ τὰς κρίσεις, ἀλλ' οὖν ἔν τε ταῖς βασιλείοις εἶχεν αὐλαῖς, καὶ εἰ δι' ἄλλο μηδὲν διά γε τὴν πρὸς τὸν Ῥωμανὸν ἀγχιστείαν ἐπισημότατος ἦν. Ἐπεὶ δὲ ἀνθοῦν εἶχε τὸ πρόσωπον καὶ οἷον ἐαρινή τις ὀπώρα τῷ καθ' ἡμᾶς βίῳ ἐχρημάτιζε, χάριτός τε ἔμπλεω τὴν ὁμιλίαν ἐκέκτητο, ἐστωμύλλετό τε ὑπὲρ τοὺς ἄλλους, ἠγαπήκει τοῦτον ἡ βασιλὶς καὶ πολλάκις ἐβούλετο ὁμιλεῖν· καὶ ὃς, παντοδαπὸς εἰς αὐτὴν γινόμενος καὶ οἷς ἐκείνην χαίρουσαν ἴδοι χρώμενος δεξιῶς, ὅλην εἰσποιεῖται, καὶ διὰ ταῦτα βασιλικῶν χαρίτων τῶν παρ' ἐκείνης ἀπήλαυεν· τοῖς δέ γε πολλοῖς καὶ λοιδορίας κατ' αὐτῶν βέλος ἐπέμπετο, καὶ οὐ πάνυ τι τούτοις ἡ κρύφιος ἔστιν οὗ προσλαλιὰ ἤρεσκεν.
6.17 Ἐντεῦθεν γοῦν καὶ πρὸς τὸ κράτος ἐπίδοξος ἔδοξε, καὶ ὑπώπτευε τοῦτον ὁ Μιχαὴλ, ὃς δὴ μετὰ Ῥωμανὸν εἰς τὸ κράτος ἀναβεβήκει· ἔνθεν τοι καὶ βασιλεύσας οὐδ' οὕτω τὸ κατ' ἐκείνου ἀφῆκε ζηλότυπον, ἀλλὰ τὰ μὲν πρῶτα εὐμενῶς εἶδεν, εἶθ' ὕστερον αἰτίας τινὰς ἐπ' ἐκεῖνον πλασάμενος καί τινας σχεδιάσας λογοποιοὺς, ἀπελαύνει τῆς Πόλεως καὶ περιγράπτοις τοῦτον ὁρίοις κολάζει· ἡ νῆσος δὲ Μυτιλήνη τὸ ὅριον, ἔνθα δὴ ἑπταετῆ διήθλησε συμφορὰν, τὸ μέτρον τῆς τοῦ Μιχαὴλ βασιλείας διηνυκώς· κληρονομεῖ δὲ τὸ κατ' αὐτοῦ μῖσος καὶ ὁ δεύτερος Μιχαήλ.
6.18 Ἐπεὶ δὲ εἰς τὴν εὐγενῆ βασιλίδα τὸ κράτος ἀπονενεύκει, πρῶτα μὲν ἥδ', ὥς μοι προείρηται, τὴν τοῦ καιροῦ εὐλαβουμένη ὀξύτητα οὐ πόρρωθεν, ἀλλ' ἐγγύθεν τὴν ἰσχὺν ἑαυτῇ ἐμνηστεύετο· ἐπεὶ δὲ ὁ μὲν διὰ τύχην ἠτίμαστο, ὁ δὲ διὰ γένος καταπεφρόνητο ἀκλεὲς, ὁ δὲ ὡς δεινὸς ὑπωπτεύετο, καὶ ἄλλος ἐπ' ἄλλῳ λόγος ἐπλάττετο, ἀπογνοῦσα πάντων ἡ βασιλὶς ἀνατυποῖ τὸν Κωνσταντῖνον τοῖς λογισμοῖς, ἀνακαλύπτει δὲ καὶ τῇ γλώττῃ πρὸς τὸ περὶ ἑαυτὴν δορυφορικὸν καὶ οἰκίδιον, καὶ ἐπειδὴ πάντας ὥσπερ ἀπὸ συνθήματος εἶδεν εἰς τὸ κράτος τὸν ἄνδρα ψηφιζομένους, καταγγέλλει καὶ τῇ ἐκκρίτῳ τὸ δόξαν βουλῇ· φανέντος δὲ καὶ παρ' αὐτοῖς θεοκινήτου τοῦ δόγματος, μετακαλεῖται τῆς ὑπερορίας ὁ Κωνσταντῖνος, ἐκεῖθεν μὲν οὔπω λαμπρῶς.
6.19 Ἐπεὶ δὲ ἐγγὺς ἐγεγόνει τῆς Πόλεως πολυτελεστέρα τε αὐτῷ καταγωγὴ εὐτρεπίζεται, καὶ βασιλικὴ μὲν σκηνὴ πήγνυται, βασιλικὴ δὲ περιΐσταται δορυφορία, καὶ μεγαλοπρεπὴς λαμπρότης πρὸ τῶν βασιλείων ὑπαντᾷ τῷ ἀνδρὶ, πάσης ἡλικίας καὶ τύχης, ἄλλων ἐπ' ἄλλοις ἐπιρρεόντων αὐτῷ καὶ φωναῖς ἀνακηρυττόντων εὐφήμοις· ἐῴκει δὲ ἡ Πόλις δημοτελῆ ἐπιτελοῦσα πανήγυριν, μᾶλλον δὲ πρὸς τῇ πρώτῃ καὶ βασιλίδι καὶ δευτέρα τις ἐσχεδίσατο· καὶ γὰρ ἐξεκέχυτο τῶν τειχῶν ἄχρι πλῆθός τε ἀστικὸν, καὶ πανηγύρεις καὶ ἀγοραί· ἐπεὶ δὲ πάντα προκαθειστήκει καὶ ἡτοίμαστο ὡς ἔδει τὰ προεισόδια, ἐγκελεύεται τούτῳ τὸ σύνθημα τῆς εἰσόδου, καὶ σὺν λαμπρᾷ τῇ πομπῇ εἰς τὰ βασίλεια εἴσεισιν ἄδυτα.
6.20 Ἐπεὶ δὲ τοῖς κοινοῖς ἔδει περὶ τὴν συνάφειαν ἀποχρήσασθαι νόμοις, εὐλαβεῖται τούτους ὁ πατριάρχης Ἀλέξιος, καὶ συγχωρεῖ μὲν τῷ καιρῷ, εἰπεῖν δὲ καὶ τῷ Θεῷ ὁπόσα βούλοιτο, αὐτὸς δὲ τὴν χεῖρα τοῖς στεφανουμένοις οὐκ ἐπιτίθησι, συζυγέντας δὲ καὶ στεφανωθέντας ἀσπάζεται· τοῦτο δὲ οὐκ οἶδα εἴθ' ἱερατικὸν, εἴτε κολακικὸν καὶ πρὸς τὸν καιρόν.
6.21Καὶ γίνεται ταῦτα ταῖς μὲν βασιλίσσαις τέλος τοῦ δι' ἑαυτῶν τι ποιεῖν καὶ αὐτοκρατεῖν ἐν τοῖς πράγμασιν, ἀρχὴ δὲ τῷ Μονομάχῳ Κωνσταντίνῳ καὶ πρώτη τῆς βασιλείας κατάστασις. Αἱ μὲν οὖν τρίτον μῆνα συνάρξασαι παύονται τῆς ἀρχῆς, ὁ δέ γε Κωνσταντῖνος, ἀλλὰ μήπω περὶ αὐτοῦ, βραχέα δέ τινα καθίσταμαι πρὸς τὴν φιλήκοον ἀκοήν.
6.22 Πολλοί με πολλάκις πρὸς τήνδε τὴν ξυγγραφὴν κατηνάγκασαν, οὐ τῶν ἐν τέλει μόνον καὶ τῶν πρώτων τῆς γερουσίας, ἀλλὰ καὶ τῶν ἄλλων εἰς τὰ τοῦ Λόγου τελούντων μυστήρια, καὶ τῶν ὅσοι θειότεροι καὶ ὑπερτελεῖς τὴν ψυχήν· ἐπειδὴ γὰρ χρόνῳ ἤδη τὸν λόγον ἡ τῆς ἱστορίας συναγωγὴ ἐπιλέλοιπεν, ὡς κινδυνεύειν τε μακρῷ τῷ χρόνῳ καλυφθῆναι τὰ πράγματα, καὶ ὅσον ἐπὶ τούτῳ τῷ μέρει τοὺς ἄνω χρόνους μὴ ἐσχηκέναι ὑπόστασιν, διὰ ταῦτά με βοηθῆσαι ἠξίουν τῇ φύσει τοῦ πράγματος, καὶ μὴ τὰ μὲν ἄνω που πρὸ ἡμῶν ἀναγραφῆς παρὰ τῶν μεταγενεστέρων ἠξιῶσθαι, τὰ δὲ ἐφ' ἡμῶν πεπραγμένα λήθης καλυφθῆναι βυθοῖς· οἱ μὲν οὖν οὕτως καὶ μετὰ τοιούτων λογισμῶν πρὸς τὸ πρᾶγμα ὑπῆγον, ἐγὼ δὲ οὐ πάνυ τι τὴν τοιαύτην πραγματείαν ὑπεδεχόμην, οὐ καθυφεὶς τὴν ὑπόθεσιν ῥᾳθυμίᾳ, ἀλλὰ δυοῖν θατέρῳ δεδιὼς διακινδυνεῦσαι· ἢ γὰρ ὑπερβὰς δι' ἃς αἰτίας ἐρῶ τὰ πεπραγμένα τισὶν, ἢ μεταβάλλων ἑτέρως, οὐχ ἱστορίαν ποιῶν, ἀλλὰ πλάττων ὥσπερ ἐπὶ σκηνῆς πράγματα ᾤμην ἁλώσεσθαι, ἢ τὸ ἀληθὲς ἐκ παντὸς τρόπου θηρώμενος ἀφορμὴ σκώμματος τοῖς φιλαιτίοις γενήσεσθαι, καὶ οὐ φιλίστωρ, ἀλλὰ φιλολοίδορος νομισθήσεσθαι.
6.23 Ἔνθεν τοι οὐ πάνυ τι περὶ τὰς καθ' ἡμᾶς ὑποθέσεις ἐσπούδασα, καὶ μάλισθ' ὅτι περ ἐν πολλοῖς τοῦ αὐτοκράτορος Κωνσταντίνου καθάψεσθαι ᾔδειν, ὑπὲρ οὗ αἰσχυνοίμην ἂν, εἰ μὴ πᾶσαν εὐφημίαν τούτῳ συνεισενέγκαιμι· ἀγνώμων γὰρ ἂν εἴην καὶ πάντη ἀλόγιστος, εἰ μὴ ὧν ἐκεῖθεν τὰ μὲν ἐν αὐτοῖς ἔργοις, τὰ δὲ εἰς ἀφορμὴν κρειττόνων ἔσχηκα, πολλοστὸν ἀντιδοίην μέρος, τὴν διὰ τῶν λόγων εὐγνωμοσύνην· διὰ τοῦτον γοῦν ἐγὼ τὸν ἄνδρα τὴν ἱστορίαν ἀπεπεμπόμην ἀεὶ, ἥκιστα βουλόμενος προστρίψασθαί τινα μῶμον αὐτῷ, καί τινα τῶν οὐ καλῶς αὐτῷ πεπραγμένων καὶ ἃ λανθάνειν καλὸν ἀνακαλύψαι τῷ λόγῳ, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς διεφθορυῖαν πιστεῦσαι διήγησιν, καὶ ὃν ὑπόθεσιν εἰς λόγους ἔσχηκα κρείττονας, τοῦτον εἰς χείρονας κτήσασθαι ἀφορμὴν, καὶ ἣν ἐκάθηρα γλῶτταν ἀφ' ὧν ἐκεῖνός με πρὸς τοῦτο παρώρμησε, ταύτην ἐπ' αὐτῷ θήξασθαι.
6.24 Εἰ γὰρ καὶ φιλοσόφῳ ἀνδρὶ καταπεφρόνηται πᾶν τὸ ἐνταῦθα περιττὸν καὶ περίεργον, καὶ ὅρος αὐτῷ τῆς ζωῆς ἡ τῶν ἀναγκαίων τῇ φύσει περίληψις, τὰ δ' ἄλλα προσήρτηται ἔξωθεν τῇ τοιαύτῃ ζωῇ, ἀλλ' ἐμοὶ οὐ διὰ ταῦτα ἀγνωμονητέον τῷ ὑπερβαλλόντως τετιμηκότι καὶ ὑπὲρ τοὺς ἄλλους ὑψώσαντι· τὸ μὲν οὖν βουλόμενόν μοι ἢ ἐν τοῖς κρείττοσι λόγοις ἐκείνου μεμνῆσθαι, ἢ σεσιγῆσθαι τὰ ἐκείνου εἰ μὴ ἀπὸ τῆς κρείττονος ὥρμηνται ὑποθέσεως· ἀλλ' εἰ μὲν προθέμενος τὸν ἐκείνου βίον ἐγκωμιάζειν, εἶτα τὰς τῶν κρειττόνων ἀφεὶς ἀφορμὰς, τὰς τῶν χειρόνων ὑποθέσεις ἐφαινόμην συνειλοχὼς, κακοηθέστατος ἂν εἴην, ὥσπερ δὴ ὁ τοῦ Λύξου τὰ χείριστα τῶν Ἑλλήνων ἐν ταῖς ἱστορίαις παραλαμβάνων.
6.25 Εἰ δὲ τοῦτο μὲν οὐκ ἐργάζομαι νῦν, ἱστορεῖν δὲ τοὺς τῶν αὐτοκρατόρων ἐπιβέβλημαι βίους, πῶς ἃ τῶν ἱστοριῶν ἐστιν ὑπερβαίνων, ἃ τῶν ἐγκωμίων ἐστὶν ἐργάσωμαι, ὥσπερ ἐπιλαθόμενος τῆς ἐπιχειρήσεως, ἢ διαγράφων τὴν τέχνην, μὴ διακρίνων τὰς ὑποθέσεις, ἀλλ' εἰς ταὐτὸ τέλος συνελαύνων, ὧν διάφοροι οἱ σκοποί; ἐπεὶ τοί γε πρὸς τῆσδε τῆς πραγματείας πολλοὺς ἐκείνῳ καὶ καλοὺς λόγους πεποίημαι, καὶ τάς γε ὑπερβολὰς τῶν ἐγκωμίων ἐθαύμασαν οἱ πολλοὶ, καὶ οὐκ ἐψευσάμην τὸν ἔπαινον, ἀλλὰ τοὺς ἄλλους ἔλαθον οὕτω ποιῶν. Οἱ μὲν γὰρ, ἀναμὶξ ἐχόντων τῶν πραγμάτων τοῖς βασιλεῦσι καὶ διαπεπλεγμένων αὐτοῖς χειρόνων τε καὶ κρειττόνων πράξεων, οὔτε ψέγειν καθαρῶς ἴσασιν, οὔτε εἰλικρινῶς ἐπαινεῖν, ἀλλ' ἐξαπατᾷ τούτους ἡ τῶν ἐναντίων γειτνίασις· ἐγὼ δὲ ψέγειν μὲν ἀφωσιωσάμην, εἰ μὴ ὅσον ἐν πλάσμασιν, ἐπαίνους <δὲ> ξυντιθεὶς, οὐκ ἐξ ἁπάντων ἅπαντα συλλαμβάνειν εἴωθα, ἀλλ' ἀφεὶς μὲν τὰ χείρονα, ἀφαιρούμενος δὲ τὰ κρείττονα, ξυναρμόζω ταῦτα κατὰ τὴν οἰκείαν τάξιν καὶ ξυγκολλῶ καὶ διὰ μιᾶς τῆς ἀρίστης ποιότητος ἐξυφαίνω τὴν εὐφημίαν.
6.26 Ἐν μὲν οὖν τοῖς πρὸς ἐκεῖνον ἐγκωμίοις οὕτω τοὺς ὑπὲρ αὐτοῦ λόγους ξυντέθεικα, ἱστορεῖν δὲ ἐπιβεβλημένος ἐκεῖνον, οὐκ ἂν δυναίμην οὕτω ποιεῖν· οὐ γὰρ ἂν ψευσαίμην τὴν ἱστορίαν, ἧς τὸ κράτιστον ἡ ἀλήθεια, τῆς τῶν πολλῶν ἕνεκα δυσφημίας, εὐλαβούμενος μή με λοίδορος γλῶσσα αἰτιάσαιτο, ὅτι εὐφημεῖν δέον κατηγορῶ· ἀλλ' οὐ κατηγορία τοῦτο, οὐδὲ γραφὴ, ἀλλ' ἀληθῶς ἱστορία. Ἔπειτα εἰ μὲν ἑώρων ὅτι τῶν ἄλλων αὐτοκρατόρων ἀπὸ τῆς κρατίστης ἕξεως πάντα διαπεπραχότων καὶ ἐν πᾶσιν εὐδοκιμηκότων, τούτῳ μόνῳ ἡ βασιλεία ἀπὸ τῶν ἐναντίων κεχαρακτήρισται, ὑπερέβην ἂν τὸν ὑπὲρ ἐκείνου λόγον· ἐπεὶ δὲ οὐδείς ἐστι τῶν πάντων ἀνάλωτος, ἀλλ' ὁ χαρακτὴρ ἑκάστῳ ἀπὸ τοῦ πλείονος, πῶς ἂν ἐξειπεῖν αἰσχυνθείην εἴ τι μὴ καὶ τούτῳ δικαίως καὶ προσηκόντως εἴργασται;
6.27 Οἱ μὲν οὖν πολλοὶ ταῖς τῶν βασιλέων προσεσχηκότες ἀναγραφαῖς, θαυμάζουσιν ὅτι μηδεὶς αὐτῶν διὰ τέλους εὐδόκιμος, ἀλλὰ τῷ μὲν οἱ ἄνω χρόνοι καλλίους, τῷ δὲ ἡ πρὸς τῷ τέλει βελτίων ζωή· καὶ οἳ μὲν τὸν ἀπολαυστικὸν εἵλοντο βίον, οἳ δέ τι καὶ φιλοσοφεῖν ἐπεβάλοντο, ἔπειτα συνέχεον τὰς αἱρέσεις σὺν οὐδενὶ κόσμῳ καὶ τοὺς βίους ἀκαταλλήλως ἀπέδοσαν ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν ἀγασθείην, τὸ δ' ἐναντίον εἴ τῳ συμβέβηκεν· ἰδιώτην μὲν γὰρ βίον ἴσως εὕροι τις ἐκ πρώτης τῆς ἀρχῆς εἰς ἔσχατον τέλος διὰ μιᾶς καὶ τῆς αὐτῆς ἀπευθυνθέντα γραμμῆς, καὶ τοῦτο ἐν ὀλίγοις τοῖς παραδείγμασιν, ἀνὴρ δὲ ἡγεμονικὴν τάξιν παρὰ τοῦ Κρείττονος εἰληχὼς, εἶτα δὴ καὶ πλείους χρόνους ἐπιβιοὺς, οὐκ ἄν ποτε δυνηθείη διὰ τῶν καλλίστων ἁπάντων τὴν ἀρχὴν τελεώσασθαι· τῷ μὲν γὰρ ἰδιώτῃ αὔταρκες ἴσως εἰς ἀρετὴν ἥ τε τῆς ψυχῆς φύσις καὶ ἡ πρώτη τοῦ βίου ἔνστασις, ὅτι μὴ πολλὰ τούτῳ τὰ ἀντιπίπτοντα ἔξωθεν, μηδ' ἀλλοιοῖ τὴν ψυχὴν τὰ συμβαίνοντα, βασιλεῖ δὲ τοῦτο πῶς δώσομεν, ᾧ μηδὲ τὸ βραχύτατον μέρος τῆς οἰκείας ζωῆς τῶν ὀχλούντων ἐστέρηται; ἀλλ' ὥσπερ θάλασσα βραχὺ μὲν κατεστόρεσται καὶ γαληνιᾷ, τὰ δ' ἄλλα τοῦτο μὲν πλημμυρεῖ, τοῦτο δὲ καὶ τινάσσεται κύμασι, νῦν μὲν βορέου διαταράττοντος, νῦν δ' ἀπαρκτίου, νῦν δ' ἄλλου τινὸς τῶν ἐγειρόντων κλυδώνιον, ὅπερ αὐτὸς ἐπὶ πολλοῖς ἑωράκειν· διὰ ταῦτα γοῦν, ἢ γλυκυθυμίας αὐτοῖς δεῆσαν, εὐθὺς ἐπιλήψιμον τουτὶ τὸ μέρος αὐτοῖς, ἢ φιλανθρωπίᾳ τι καθυφεῖσιν ἀνεπιστημοσύνη προστρίβεται, ἢ διεγερθεῖσι πρὸς ἐπιμέλειαν ἡ φιλοπραγμοσύνη προσάπτεται, ἢ κινηθεῖσι πρὸς ἄμυναν καί τι τῶν αὐθεκάστων πεποιηκόσιν, ὀργὴ τὸ σύμπαν καὶ θυμὸς τὸ λοιδόρημα, κἂν εἴ τι τῶν κρυφιωτέρων ἐπιχειρήσωσι διαπράξασθαι, μᾶλλον ἂν λάθοι τοὺς πολλοὺς ὁ Ἄθως ἢ τὸ πεπραγμένον ἐκείνοις. Οὐδὲν οὖν θαυμαστὸν εἰ μηδενὶ τῶν βασιλέων ὁ βίος ἀνέγκλητος.
6.28 Ἐγὼ μὲν γὰρ ἐβουλόμην, εἰ καὶ μηδέ τῳ τῶν πάντων, ἀλλὰ τῷ γε ἐμῷ αὐτοκράτορι τοῦτο προσεῖναι τὸ μέρος, ἀλλ' οὐχὶ κατὰ τὰς ἡμεδαπὰς αἱρέσεις αἱ τῶν πραγ μάτων ἀκολουθίαι· διὰ ταῦτα ἵλεά μοι τὰ παρὰ σοῦ εἴη, θειοτάτη ψυχή· κἂν μὴ μετρίως περὶ τῶν χρόνων εἴποιμι, ἀλλ' ἀνεπικαλύπτως καὶ ἀληθῶς, σύγγνωθί μοι καὶ τοῦτο. Ὥσπερ γὰρ οὐδέν σοι τῶν κρειττόνων συνεπικρύψομαι, ἀλλ' εἰς τοὐμφανὲς ἄξω, οὕτως εἴ τί σοι μὴ ἀπὸ τῆς αὐτῆς εἴρηται ἕξεως καὶ τοῦτο δὴ τῷ λόγῳ δῆλον ποιήσομαι. Καὶ τὰ μὲν πρὸς ἐκεῖνον ὦσι ταῦτα.
6.29 Παραλαβὼν δὲ ὁ ἀνὴρ οὗτος τὸ κράτος, οὔτε ἐγκρατῶς οὔτε εὐλαβῶς εἶχε περὶ τὰ πράγματα, ἀλλ', ὡς ἔοικεν, εὐδαιμονίαν καινήν τινα καὶ ἀσυνήθη τῷ βίῳ ἀναπλαττόμενος πρότερον καὶ πραγμάτων ἀθρόαν μετάθεσιν καὶ μεταποίησιν σὺν οὐδενὶ λόγῳ καὶ τάξει, ἐπειδὴ βασιλεύειν ἔλαχεν, ἔργῳ τὰς ἀναπλάσεις ποιεῖν εὐθὺς ἐπεχείρησε. ∆ύο τοίνυν τούτων τὴν Ῥωμαίων συντηρούντων ἡγεμονίαν, ἀξιωμάτων φημὶ καὶ χρημάτων, καί τινος ἔξω τρίτου, ἔμφρονος περὶ ταῦτα ἐπιστασίας καὶ τοῦ λογισμῷ χρῆσθαι περὶ τὰς διανεμήσεις, οὗτος τοὺς μὲν τῶν χρημάτων θησαυροὺς αὐτόθεν ἐκχεῖν ἐπιβέβλητο, ὡς μηδὲ τοῖς πυθμέσι καταλιπεῖν τι· τιμῶν δὲ καὶ πλεῖστοι μὲν ἀλόγως εὐθὺς παραπήλαυον, μάλιστα δὲ οἵ τε φορτικώτερον καταδυσωποῦντες τὸν ἄνδρα, καὶ οἱ πρὸς τὸν καιρόν τι παραφθεγξάμενοι ὥστε ἐκεῖνον κινῆσαι πρὸς γέλωτα· ἀμέλει τοι τάξιν ἐχούσης τῆς τιμῆς ἐν τῷ πολιτικῷ δήμῳ, καὶ ὅρου τινὸς ἐπικειμένου ἀμεταθέτου τῆς ἀναβάσεως, οὗτος ἐκείνην μὲν συγχέας, τοῦτον δὲ ἀφελὼν, μικροῦ δεῖν τὸν ἀγοραῖον καὶ ἀγύρτην δῆμον ξύμπαντα κοινωνοὺς τῆς γερουσίας πεποίηκε, καὶ τοῦτο οὔ τισιν ἢ πλείοσι χαρισάμενος, ἀλλ' εὐθὺς ἀπὸ μιᾶς φωνῆς ἅπαντας εἰς τὰς ὑπερηφάνους μετενεγκὼν ἀρχάς· τοῦτο μὲν οὖν τηνικαῦτα τελετὰς καὶ πανηγύρεις ἀπέτεκε, καὶ ἡ Πόλις ξύμπασα μετεώριστο, ὡς φιλοτιμοτάτου βασιλέως ἐπιστάντος τοῖς πράγμασι, καὶ ἀσύγκριτα τὰ παρόντα ἐδόκει τοῖς πρότερον· τὸ γὰρ αἰσθανόμενον τῆς τῶν ὅλων συνέσεως ἐν Πόλει τρυφῶσι βραχὺ, καὶ οἱ τὴν σύνεσιν δὴ ἔχοντες ἀμελοῦσι τῶν καθηκόντων ἐν οἷς ὧν ἐρῶσιν ἐπιτυγχάνουσι.
6.30 Κατὰ βραχὺ δὲ διηλέγχθη τὸ πρᾶγμα, ὁπηνίκα τῶν πάλαι ζηλωτῶν ἀδιορίστως ὑπερχυθέντων, ἡ σεμνότης ἀφῃρέθη τοῖς κτησαμένοις· ἀλλὰ τοῦτο οὔπω τηνικαῦτα εἰς γνῶσιν ἐγίνετο τοῖς πολλοῖς· διὰ ταῦτα πάντ' ἐσπαθᾶτο καὶ ἀνηλίσκετο εἰς οὐδὲν δέον· καὶ οὐκ ἀγνοῶ, ὅτι τισὶν ὕστερον συγγραφεῦσιν ἀφορμὴ τοῦτο ἐγκωμίου γενήσεται τῷ ἀνδρί· ἀλλ' ἔμοιγε ἐν πᾶσιν εἴθισται οὔτε τι τῶν δόκησιν ἐχόντων καλοῦ οὔτε <τι> τῶν κακῶς οἰομένων πεπρᾶχθαι, ἕκαστον ἐφ' ἑαυτοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰς αἰτίας ζητεῖν καὶ πρὸς ὅ τι τὸ γινόμενον ἀποτελευτήσοι, καὶ μάλιστα εἰ καὶ ὁ τὰς ὑποθέσεις χορηγῶν ἐπὶ τοιούτων λογισμῶν ἵσταται· ὅτι δὲ ἐμοὶ κάλλιον τοῦτο ἠκρίβωται, ἢ ἐκείνοις ἴσως λελέξεται, ἡ πεῖρα παρέστησε.
6.31 Τοῦτο μὲν οὖν πρῶτον ἐκείνου, ἵν' οὕτως εἴποιμι νεανίευμα, δεύτερον δὲ, ὃ καὶ αὐτὸς καὶ τότε ἐπαινῶν οἶδα καὶ νῦν δὲ οὐδὲν ἧττον ἐν καλοῖς τίθεμαι, οὔτε ἀλαζὼν ὤφθη τισὶν, οὔτε βαρὺς τὴν ὀφρὺν, ἀλλ' οὐδ' ὑπέρογκόν τι σεμνολογούμενος, οὐδὲ μνησικακήσας ἐκείνοις παρ' ὧν οὔτε τι πρότερον πρᾳότερον ἔσχηκεν, ἀλλὰ καὶ πρὸς τὸ κράτος οὐ τῶν μετρίων τετύχηκεν, ἀλλὰ πᾶσι τὰ πρὸς αὐτὸν ἐγκλήματα παρεικὼς, ἐκείνοις μάλιστα σπένδεται οἷς καὶ μᾶλλον ἐδόκει ἐν ἅπασι μηνιεῖν.
6.32 Εὐφυέστατος δὲ εἴπερ τις ἄλλος εἰς ἑαυτὸν μεταθεῖναι τὸ ὑπήκοον γεγονὼς, οἰκείως ἕκαστον ᾕρει οἷς ᾔδει θηρώμενον, καὶ ῥᾷστα μετεποικίλλετο, οὔτε κατασοφιζόμενος, οὔτε μὴν εἰρωνευόμενος πρὸς τὸν ἁλισκόμενον, ἀλλὰ φιλαλήθως σπεύδων ἑλεῖν ἕκαστον ἀφ' ὧν χαριεῖσθαι ἐκείνῳ ἠσπάσατο.
6.33 Εἶχε δὲ καὶ τὴν γλῶτταν χαρίτων μεστὴν, εὐκίνητός τε ἦν πρὸς μειδίαμα, καὶ ἱλαρὸν εἶχε τὸ πρόσωπον, οὐκ ἐν παιδιαῖς μόνον ὁπότε αὐτῷ καὶ τούτου ἐδέησεν, ἀλλὰ καὶ ἐν οἷς σπουδάζων ἐδείκνυτο, καὶ τῶν ἠθῶν δ' ἐκείνοις συνανεκίρνατο ὁπόσοις ἡ ἁπλότης συνέπρεπε καὶ τὸ δεινὸν κατεστοιβασμένον οὐκ ἦν· εἰ δέ τις αὐτῷ προσῄει, σύννουν ἐπιδεικνὺς τὴν ψυχὴν, ὡς δή τι πλέον τῶν ἄλλων ὁρῶν καὶ ὡς ἥκοι φροντίσων ἐκείνῳ καὶ συνδιασκεψόμενος περὶ τῶν συνοισόντων, τοῦτον δὴ κακοηθέστατόν τε ᾤετο καὶ ἐναντιώτατα πρὸς τὸ ἦθος αὐτοῦ διαπεπλασμένον· ἔνθεν τοι εἰς τὴν αὐτὴν τῆς γνώμης ἰδέαν οἱ ὁμιλοῦντες ἐκείνῳ μετεποιήθησαν· κἂν εἴ τις σπούδασμά τι γενναῖον ἐβούλετο παρεισενεγκεῖν, οὐκ εὐθὺς τοῦτο προὐτίθει, ἀλλ' ἤ τινας παιδιὰς προλαμβάνων, ἢ ταύταις τοῦτο συναναπλέκων, ὥσπερ τινὶ κακοσίτῳ ἡδύσμασί τισι καταμεμιγμένον τὸ καθάρσιον πόμα ἐπώρεγεν.
6.34 Ἐδόκει γὰρ ἐκ κυμάτων πολλῶν καὶ κλύδωνος, φημὶ δὴ τῶν ἐν τῇ ὑπερορίᾳ δεινῶν, εἰς τοὺς λιμένας τῶν βασιλείων κατᾶραι, καὶ διὰ τοῦτο πάσης μὲν ἀναπαύλης, πάσης δὲ ἐδεῖτο ἀναψυχῆς, καὶ κεχαρισμένος αὐτῷ ὁ τὰς ὀφρῦς διαλελυμένος καὶ εἰπεῖν μέν τι τῶν καθηδυνόντων ψυχὴν πρόχειρος, περὶ δὲ τῶν μελλόντων πραγμάτων τὰ χαριέστερα προμαντεύσασθαι.
6.35 Λόγοις δὲ οὐ πάνυ καθωμιληκὼς, οὐδέ τινα ἕξιν κτησάμενος λογιότητος, ἀλλ' ὅμως ἐζήλου τοῦτο τὸ μέρος, καὶ τοὺς ἐλλογιμωτέρους πανταχόθεν συνήνεγκεν εἰς τὰς βασιλείους αὐλὰς, ὧν οἱ πλείους ἐν ἐσχάτῃ εἴδοντο πολιᾷ.
6.36 Ἐγὼ δὲ τηνικαῦτα εἰκοστὸν πέμπτον ἔτος ἄγων τῆς ἡλικίας τοῖς σπουδαιοτέροις προσανεῖχον μαθήμασι· περὶ δύο γὰρ ταῦτα ἐσπουδακὼς, ῥητορικοῖς μὲν λόγοις τὴν γλῶτταν πλάσασθαι πρὸς εὐπρέπειαν, καὶ φιλοσοφίᾳ καθᾶραι τὸν νοῦν, τοὺς μὲν ῥητορικοὺς λόγους οὐ πάλαι ἠκριβωκὼς, ὥστε καὶ διελεῖν δύνασθαι τὸ ἄρθρον τῆς ὑποθέσεως καὶ τοὺς πρώτους καὶ δευτέρους λόγους εἰς τοῦτο συνενεγκεῖν, καὶ μὴ πάντα τὴν τέχνην δεδιέναι, μηδ' ἕπεσθαι ταύτῃ ὥσπερ τι θρέμμα ἐν ἅπασιν, ἀλλὰ καὶ πλέον τι συνεισενεγκεῖν ἐν τοῖς μέρεσι, φιλοσοφίας εἰχόμην, καὶ τοῦ συλλογίζεσθαι ἱκανῶς ἔχων, ἢ ἄνωθεν καὶ ἀμέσως, ἢ ἐκ τῶν μετέπειτα καὶ παντοδαπῶς, τῶν τε φυσικῶν λόγων ἡψάμην καὶ πρὸς τὴν πρώτην φιλοσοφίαν διὰ τῆς μέσης ἀνεπτερούμην γνώσεως.
6.37 Καὶ εἰ μή μέ τις φορτικὸν ἐντεῦθεν νομίζοι, ἀλλὰ συγχωρεῖ δὴ τῷ λόγῳ, καὶ τοῦτο δὴ τῶν ἐμῶν προσθήσω, ὃ δὴ καὶ μόνον μάλιστα εἰς εὐφημίαν τοὺς σπουδαιοτέρους κινήσει· καί μοι συμμαρτυρήσετε οἱ τήμερον τὸν λόγον ἀναγινώσκοντες, ὅτι ἐκπνεύσασαν τὴν σοφίαν καταλαβὼν ὅσον ἐπὶ τοῖς μετέχουσιν, αὐτὸς ἀνεζωπύρησα οἴκοθεν, οὔτε διδασκάλοις ἀξιολόγοις περιτυχὼν, οὔτε σπέρμα σοφίας ἐν τῇ Ἑλλάδι ἢ τῇ βαρβάρῳ τὸ ξύμπαν διερευνησάμενος εὑρηκώς· ἀλλ' ἐπειδὴ μέγα τι περὶ φιλοσοφίας ἐν τῇ Ἑλλάδι ἀκούων, ἐν φωναῖς τισὶν ἁπλαῖς καὶ προτάσεσι κατεμάνθανον, καὶ ἦν ταῦτα ὡσανεὶ στῆλαι καὶ ὅρια, καταγνοὺς τῶν περὶ ταῦτα σμικρολογουμένων ἐζήτησά τι πλέον εὑρεῖν· ὡς δέ τισι τῶν ἐξηγησαμένων τὴν ἐπιστήμην ἐνέτυχον, τὴν ὁδὸν παρ' αὐτῶν ἐδιδασκόμην τῆς γνώσεως, καί με ἄλλος εἰς ἄλλον παρέπεμπον, ὁ χείρων πρὸς τὸν κρείττονα, κἀκεῖνος αὖθις εἰς ἕτερον, καὶ οὗτος εἰς Ἀριστοτέλην καὶ Πλάτωνα, ὧν δὴ καὶ οἱ πρὸ ἐκείνων ἠγάπησαν εἰ εὐθὺς τὰ δευτερεῖα μετ' ἐκείνους εἰλήχασιν.
6.38 Ἐντεῦθεν οὖν ὁρμηθεὶς αὖθις ὥσπερ περίοδον ἐκπληρῶν ἐς Πλωτίνους καὶ Πορφυρίους καὶ Ἰαμβλίχους κατῄειν, μεθ' οὓς ὁδῷ προβαίνων εἰς τὸν θαυμασιώτατον Πρόκλον ὡς ἐπὶ λιμένα μέγιστον κατασχὼν, πᾶσαν ἐκεῖθεν ἐπιστήμην τε καὶ νοήσεων ἀκρίβειαν ἔσπασα· μέλ λων δὲ μετὰ ταῦτα ἐπὶ τὴν πρώτην ἀναβαίνειν φιλοσοφίαν καὶ τὴν καθαρὰν ἐπιστήμην μυεῖσθαι, τὴν περὶ τῶν ἀσωμάτων θεωρίαν προὔλαβον ἐν τοῖς λεγομένοις μαθήμασιν, ἃ δὴ μέσην τινὰ τάξιν τετάχαται, τῆς τε περὶ τὰ σώματα φύσεως καὶ τῆς ἀσχέτου πρὸς ταῦτα νοήσεως, καὶ αὐτῶν δὴ τῶν οὐσιῶν, αἷς ἡ καθαρὰ συμβαίνει νόησις, ἵν' ἐντεῦθεν εἴ τι καὶ ὑπὲρ ταῦτα ὑπέρνουν ἢ ὑπερούσιον καταλήψομαι.
6.39 ∆ιὰ ταῦτα ἀριθμῶν τε μεθόδοις ἑαυτὸν ἐντείνας καὶ γεωμετρικὰς ἀποδείξεις ἀναλαμβάνων, ἃς ἀνάγκας τινὲς ὀνομάζουσιν, ἔτι τε μουσικοῖς καὶ ἀστρονομικοῖς ἐνδιδοὺς λόγοις καὶ εἴ τινες ἄλλαι μαθήσεις ταύταις ὑπόκεινται, οὐδὲ τούτων οὐδεμίαν ἀπολείπων, καὶ πρῶτα μὲν κατὰ μίαν ἑκάστην διεξιὼν, εἶθ' ἁπάσας συνάψας, ὡς δι' ἀλλήλων ἡκούσας εἰς ἓν, ὡς ἡ Ἐπινομὶς βούλεται, οὕτω διὰ τούτων τοῖς ὑψηλοτέροις ἐπέβαλλον.
6.40 Ἐπεὶ δὲ τῶν τελεωτέρων ἠκηκόειν φιλοσόφων, ὅτι ἔστι τις καὶ ὑπὲρ τὴν ἀπόδειξιν σοφία, ἣν μόνος εἶδεν ὁ σωφρόνως ἐνθουσιάζων νοῦς, οὐδὲ ταύτην παρέδραμον, ἀλλά τισι βιβλίοις ἀρρήτοις ἐντετυχηκὼς, ὁπόσον εἰκὸς καὶ ἡ φύσις μοι ἔρρωτο, καὶ ταῦτ' εἰσεδεξάμην. Τὸ γὰρ δι' ἀκριβείας ταῦτα εἰδέναι, οὔτ' ἂν αὐτὸ περὶ ἑαυτοῦ σεμνολογήσαιμι, οὔτ' ἄλλῳ πιστεύσαιμι λέγοντι, τὸ δὲ μίαν τῶν πασῶν ἐπιστήμην ὥσπερ ἑστίαν φίλην ἑαυτῷ πεποιηκότα τινὰ, ἐντεῦθεν οἱονεὶ καθ' ἱστορίαν ἐξιόντα καὶ τῶν ἄλλων ἐν περινοίᾳ γίγνεσθαι, καὶ αὖθις ἐπαναστρέφειν ἀφ' ἧς κεκίνηται, τοῦτο δὴ οὐ πάνυ τι τὴν φύσιν ἡμῶν ὑπεράλλεται.
6.41 Ἑωρακὼς δὲ ὅτι δύο μερίδες τῶν λόγων εἰσὶ, καὶ τὴν μὲν ἡ ῥητορικὴ συμπληροῖ, τὴν δὲ φιλοσοφία ἀπέτεμε, καὶ ἡ μὲν οὐδέν τι τῶν σεμνοτέρων εἰδυῖα καχλάζει μόνον τῷ μεγάλῳ τῶν λέξεων ῥεύματι, καὶ περὶ τὴν συνθήκην τῶν τοῦ λόγου μορίων στρέφεται, καί τινας λόγους ἀναπτύξεων τῶν πολιτικῶν ὑποθέσεων καὶ διαιρέσεων προβέβληται, καὶ κοσμεῖ τὴν γλῶτταν, καὶ ὅλως διαπρεπής ἐστιν ἐν τοῖς πολιτικοῖς λόγοις, ἡ δὲ φιλοσοφία τοῦ περιπτυσσομένου τὸν λόγον κάλλους ἧττον φροντίζουσα, τάς τε φύσεις ἀνιχνεύει τῶν ὄντων καὶ τὰς ἀρρήτους θεωρίας παρίστησι, καὶ οὐδὲ μέχρις οὐρανοῦ ὑψηλολογουμένη προβαίνει, ἀλλὰ καὶ εἴ τις ἐκεῖθεν κόσμος, καὶ τοῦτον ἐξυμνεῖ ποικιλώτερον, οὐκ ᾠήθην δεῖν, ὥσπερ δὴ οἱ πλεῖστοι πεποιήκασιν ἢ πεπόνθασιν, ἢ τὴν τέχνην ξυνειλοχότα τῆς ἐπιστήμης καταμελεῖν, ἢ ταύτην διαμελετῶντα καὶ ἐν θαυμασίοις πλουτοῦντα νοήμασι τῆς τῶν λέξεων κατολιγωρεῖν ἄνθης καὶ τῆς κατὰ τέχνην διαιρέσεώς τε καὶ τάξεως· διὰ ταῦτα, καὶ ὅπερ ἤδη μοι πολλοὶ προσωνείδισαν, καὶ ῥητορικὴν ὑπόθεσιν μελετῶν, ἔστιν οὗ καὶ ἀπόδειξίν τινα ἐπιστήμονα οὐκ ἀκόμψως εἰσάγω, καὶ αὖθις φιλόσοφόν τι ἀποδεικνύων θέμα, καθωραΐζω τοῦτο ταῖς τεχνικαῖς χάρισιν, ἵνα μὴ πρὸς τὸ μέγεθος τοῦ νοήματος ἡ τοῦ ἀναγινώσκοντος ψυχὴ δυσπαραδεκτήσασα τοῦ φιλοσοφουμένου λόγου στερίσκοιτο.
6.42 Ἐπειδὴ δὲ ἐστί τις καὶ ὑπὲρ ταύτην ἑτέρα φιλοσοφία, ἣν τὸ τοῦ καθ' ἡμᾶς λόγου μυστήριον συμπληροῖ, (καὶ τοῦτο δὲ διπλοῦν καὶ φύσει καὶ χρόνῳ μεμερισμένον, ἵνα μὴ τὴν ἑτέραν λέγω διπλόην τήν τε ἐν ἀποδείξεσιν καὶ ὅση ἐξ ἐπινοίας καὶ τεθειασμένης ἐγγίνεταί τισι γνώσεως), περὶ ταύτην μᾶλλον ἢ περὶ τὴν ἑτέραν ἐσπούδασα, τὰ μὲν τὰ ἐκπεφασμένα περὶ ταύτης τοῖς μεγάλοις Πατράσιν ἑπόμενος, τὰ δὲ καὶ αὐτός τι τῷ θείῳ συνεισφέρων πληρώματι· καὶ εἴ μέ τις, λέγω δὲ ἁπλῶς καὶ οὐ κομψευόμενος, ἐπαινεῖν ἐπὶ τοῖς λόγοις βούλοιτο, μή με ἐντεῦθεν, μηδ' ὅτι πολλοῖς βιβλίοις ὡμίλησα, οὐ γὰρ ἐκ φιλαυτίας ἠπάτημαι, οὐδὲ τὸ ἐμὸν μέτρον ἠγνόηκα, ὅτι πολλοστόν ἐστι τῶν ὑπὲρ ἐμὲ σοφιστευσάντων ἢ φιλοσοφησάντων, ἀλλ' ὅτι μὴ ἐκ ῥεούσης πηγῆς εἴ τί μοι σοφίας μέρος συνείλεκται ἠρανισάμην, ἀλλ' ἐμπεφραγμένας εὑρηκὼς ἀνεστόμωσά τε καὶ ἀνεκάθηρα, καὶ ἐν βάθει που τὸ νᾶμα κείμενον σὺν πολλῷ ἀνείλκυσα πνεύματι.
6.43 Νῦν γὰρ οὔτε Ἀθῆναι, οὔτε ἡ Νικομήδεια, οὔτε ἡ πρὸς Αἰγύπτῳ Ἀλεξάνδρεια, οὔτε Φοινίκη, οὔτε μὴν ἑκατέρα Ῥώμη, ἥ τε πρώτη καὶ ἥττων καὶ ἡ μετ' ἐκείνην καὶ κρείττων, οὔτ' ἄλλη τις πόλεων ἐπί τινι τῶν λόγων σεμνύνεται τανῦν, ἀλλὰ καὶ αἱ χρυσίτιδες φλέβες καὶ αἱ μετ' ἐκείνας καὶ ἀργυρίτιδες, καὶ εἴ τινες ἄλλαι τῆς ἀτιμοτέρας τούτων ὕλης, ἐμπεφραγμέναι ξύμπασαι πᾶσι τεθέανται· ὅθεν μὴ αὐτοῖς δὴ τοῖς ζῶσι νάμασιν ἐντυχεῖν ἔχων, ταῖς εἰκόσιν ἐκείνων προσεσχηκὼς, εἴδωλα ἄττα καὶ αὐτὰ δεύτερα τῇ ἐμῇ συνεσπασάμην ψυχῇ, καὶ συλλαβὼν οὐδενὶ τούτων ἐβάσκηνα, ἀλλ' ἃ δὴ πόνῳ συνειλόχειν πολλῷ, τούτων πᾶσι μετέδωκα, οὐ μισθοῦ τοὺς λόγους πωλῶν, ἀλλὰ καὶ προσεπιδιδοὺς εἴ τις λαμβάνειν ἐβούλετο· ἀλλὰ ταῦτα μὲν ὕστερον.
6.44 Ἐμοὶ δὲ καὶ πρὸ τοῦ τελείου καρποῦ ἡ ἄνθη τὸ μέλλον προεμαντεύετο· καὶ ὁ μὲν βασιλεὺς οὔπω ἐγνώκει, ἡ δὲ περὶ ἐκεῖνον δορυφορία ξύμπασά με ᾔδει, καὶ ἄλλος ἄλλο τι τῶν ἐμῶν διηρίθμει τῷ βασιλεῖ, προστιθέντες ὅτι μοι καὶ χάρις διαπρέπει τοῖς χείλεσιν. Ἐρῶ δὲ καὶ περὶ τούτου τοῦ μέρους· φυσικαί τινες ἀρεταὶ, ἢ τοὐναντίον, τῇ γενέσει ἡμῶν συνεκδίδονται· λέγω δὲ ἀρετὴν ἐνταῦθα, οὔτε τὴν ἠθικὴν, οὔτε τὴν πολιτικὴν, οὔθ' ἥ τις ὑπὲρ ταύτας καὶ ἄχρι τοῦ παραδείγματος, ἢ τῆς δημιουργικῆς τελειότητος· ἀλλ' ὥσπερ τὰ τῶν γενομένων σώματα, ἃ μὲν μεθ' ὥρας εὐθὺς ἀποτίκτεται, τοῖς δὲ ἡ φύσις σπίλους τινὰς ἐξ ἀρχῆς καὶ ῥυτίδας ἐντέθεικεν, οὕτω δὴ καὶ τῶν ψυχῶν ἡ μέν τις εὐθὺς χαριεστάτη καὶ ἱλαρωτάτη διέγνωσται, ἡ δὲ συννεφὴς καὶ πολλήν τινα τὴν ἀχλὺν ἐπισύρουσα· καὶ τοῦ χρόνου δὲ προϊόντος ταῖς μὲν χάριτες συνεκφαίνονται, ταῖς δὲ τά τε ἄλλα ἐξήμβλωται καὶ οὐδὲ τὰ περὶ τὸν λόγον αὐταῖς εὖ διωργάνωται.
6.45 Ἐπιμαρτύρεται γοῦν ἐμοὶ ὅτι μοι ἡ γλῶττα κἀν ταῖς ἁπλαῖς διήνθισται προφοραῖς, καὶ οὐδὲν ἐπιτηδευομένῳ φυσικαί τινες ἐκεῖθεν ἡδύτητες ἀποστάζουσιν· ἐγὼ γοῦν οὐκ ἂν τοῦτο εἰδείην, εἰ μή με πολλοὶ προσεῖπον διαλεγόμενον, καὶ διακέχυντο εἴ τινες τῶν ἐμῶν λόγων ἀκούσειαν. Τοῦτό με τοίνυν πρῶτον εἰς βασιλέα συνίστησι, καὶ ἡ πρόδρομος χάρις τῆς γλώττης προτέλεια ἐκείνῳ καὶ περιρραντία τῶν ἐμῶν ἀδύτων ἐγένετο.
6.46 Καὶ εἰρήκειν μὲν εἰσιὼν τὴν πρώτην οὔτε στωμύλον οὔτε κομψὸν, ἀλλ' ἐγὼ μὲν τὸ γένος κατέλεγον καὶ οἵαις ἐχρησάμην περὶ τοὺς λόγους παρασκευαῖς, ὁ δὲ, ὥσπερ οἱ θεοφορούμενοι ἀδήλως τοῖς ἄλλοις ἐνθουσιῶσιν, οὕτω δὴ κἀκείνῳ αἰτίαν οὐκ εἶχεν ἡ ἡδονὴ, καὶ μικροῦ με δεῖν κατεφίλησεν, οὕτω μου τῆς γλώττης εὐθὺς ἀπῃώρητο. Τοῖς μὲν οὖν ἄλλοις καιρὸν εἶχε καὶ μέτρον ἡ πρὸς αὐτὸν εἴσοδος, ἐμοὶ δὲ καὶ αἱ τῆς καρδίας αὐτῷ πύλαι ἀνεπετάννυντο, καὶ κατὰ βραχὺ προϊόντι ξύμπαντα ἐπεδείκνυτο. Καὶ μή μέ τις αἰτιάσαιτο, εἴ τι βραχὺ τὸν τοῦ λόγου σκοπὸν παρεκβέβηκα, μηδὲ περιαυτολογίαν οἰηθείη τὴν παρέκβασιν· εἰ γάρ τι καὶ τοιοῦτον εἴρηται, ἀλλὰ πρὸς τὸν εἱρμὸν τοῦ λόγου πάντα ξυμβέβληται· τοῦτο δὲ οὐκ ἦν ἄλλως ἐνδείξασθαι μὴ τὴν αἰτίαν προειρηκότι, ταύτην δὲ βουλόμενος προειπεῖν; ἀναγκαῖον καὶ τῶν κατ' ἐμὲ μνημονεῦσαί τινα· διὰ ταῦτά μοι τὰ πολλὰ ἐκεῖνα προείρηται, ἵνα μοι προχωροίη κατὰ τέχνην ὁ λόγος εἰς ἀρχήν τε ἀναβαίνοντι καὶ προκαθιστῶντι καὶ τὰ ἑξῆς συμπεραίνοντι. Ἐπειδὴ οὖν ἐμαυτὸν τούτῳ δὴ τῷ μέρει τῆς ἱστορίας ἀκριβῶς ἀνεβίβασα, ἐρῶ οὐδέν τι διαψευδόμενος· ἀλλ' εἴ τι μὲν οὐ λεχθήσεται, ἀποκέκρυπται, τῶν δὲ ῥηθησομένων οὐδέν τι εἴη ἀμφισβητήσιμον πρὸς ἀλήθειαν.
6.47 Οὐ πάνυ τι τὴν φύσιν τῆς βασιλείας ὁ αὐτοκράτωρ οὗτος κατείληφεν, οὔθ' ὅτι λειτουργία τίς ἐστι λυσιτελὴς εἰς τὸ ὑπήκοον, οὔθ' ὅτι ἐγρηγορυίας δεῖται ἀεὶ ψυχῆς πρὸς τὴν βελτίονα τῶν πραγμάτων διοίκησιν, ἀλλὰ κόπων ἀνάπαυσιν καὶ ἐφετοῦ ἀποπλήρωσιν καὶ συντονίας ἀνάπαυσιν τὴν ἀρχὴν ἡγησάμενος, καὶ ὥσπερ ἐπὶ τούτῳ καταπλεύσας ἵνα μηκέτι τὰ τῆς κυβερνήσεως ἐνεργοίη, ἀλλ' ἀπολαύοι τῶν ἡσυχίας καλῶν, τὸ μὲν ὅσον ἐπὶ τὴν τοῦ δημοσίου ὁρᾷ ἐπιμέλειαν, τό τε τοῦ δικάζειν ἀξίωμα καὶ τὸ τῶν καταλόγων ἐπιμελεῖσθαι, ἑτέροις φέρων ἀνέθετο, βραχεῖάν τινα τούτων μερίδα ἀποτεμόμενος ἑαυτῷ· τὸν δὲ φιλήδονον καὶ ἀπολαυστικὸν βίον ὥσπερ τινὰ οἰκειότατον κλῆρον ἀπεμερίσατο ἑαυτῷ· ἔτυχε μὲν γὰρ καὶ τοιοῦτον ἔθος κεκληρωμένος παρὰ τῆς φύσεως, μᾶλλόν γε μὴν τοῦτο ἐπέτεινεν, ἀποχρῶσαν ὕλην πρὸς τοῦτο τὴν ἡγεμονίαν λαχών.
6.48 Ὥσπερ δὲ ἐρρωμένον ζῷον καὶ τοῖς πᾶσιν ἰσχυρῶς ἔχον οὐκ ἀθρόον ἀλλοιοῦσιν αἱ τῶν μελλόντων παθημάτων ἀρχαὶ, οὕτω δὴ καὶ τούτῳ, οὐ πάνυ τι δυσθανατούσης τῆς βασιλείας, ἀλλ' ἔτι πνεῦμα καὶ τόνον ἐχούσης, βραχύ τι τὸ κατολιγωρεῖν διεφαίνετο, ἕως ἂν κατὰ βραχὺ τὸ κακὸν αὐξηθὲν καὶ κορυφωθὲν τὸ πᾶν ἀνέτρεψε καὶ συνέχεεν· ἀλλ' οὔπω τοῦτο· καὶ ὁ βασιλεὺς φροντίδων μὲν ὀλίγων μεταλαγχάνων, πλειόνων δ' ἐρασμίων τε καὶ ἀπολαύσεων, πολλὰ δὴ νοσοποιὰ αἴτια τῷ τότε ὑγιεῖ τῆς βασιλείας προκατεβάλλετο σώματι.
6.49 Γεγόνασι δὲ τούτῳ μερὶς οὐ μετρία πρὸς τὴν τοιαύτην ἀμετρίαν τὰ ῥᾴθυμα τῶν βασιλίδων ἤθη, καὶ τὸ κατ' ἐκείνας ἐθέλειν εἰς τρυφὰς ἀνεῖσθαι καὶ γέλωτας· τὴν γοῦν κοινωνίαν τῶν ἀπολαύσεων θεραπείαν ἐκεῖνος ὠνόμαζε, καὶ ἐβούλετο μὲν οὐδὲν ἐκείναις ἐναντιώσασθαι, ἀλλὰ πᾶσαν ταύταις εἰσάγειν γλυκυθυμίαν, ἀφορμῆς δέ τινος προηγησαμένης, προσκεκρούκει ταύταις εὐθὺς, εἰ μὴ καὶ οὕτω τῇ ὁμευνέτιδι ἔδοξεν, εἴτε ἀποκρυψαμένῃ τὸ ζηλότυπον, εἴτε διὰ τὴν ἡλικίαν τοῦτο ἀφαιρεθείσῃ.
6.50 Πῶς καὶ τίνι τρόπῳ ἡ σεβαστὴ Σκλήραινα εἰσήχθη εἰς τὴν βασιλεύουσαν. Ἐγεγόνει γὰρ τοιοῦτον· τῆς δευτέρας τετελευτηκυίας τῷ βασιλεῖ γαμετῆς ἣν ἐκ τοῦ τῶν Σκληρῶν ἐπιφανεστάτου γένους ἠγάγετο, εἰς τρίτους μὲν ἀποκλῖναι γάμους οὕτως ἰδιωτεύων ἔτι ᾐσχύνετο, ἅτε μηδὲ τοῖς Ῥωμαίων νόμοις δοκοῦν, χείρονι δὲ πράγματι, τῷ συγκεχωρημένῳ εἰ λαθεῖν τις αἱροῖτο, ἠλλάξατο· τὴν γάρ τοι τῆς μετηλλαχυίας ἀνεψιὰν, ὡραίαν τε οὖσαν καὶ τἄλλα σώφρονα, εἰς παρανομωτάτην ἑαυτῷ μετῆξε συμβίωσιν, ἢ δώροις πείσας, ἢ λόγοις θέλξας ἐρωτικοῖς, ἤ τισιν ἑτέραις δυνάμεσι πρὸς τοῦτο χρησάμενος.
6.51 Εἰς τοσοῦτον δὲ ἔρωτος ἀλλήλοις ἀνεκεράσθησαν, ὡς μηδένα θατέρου μέρους ἐστερῆσθαι βούλεσθαι, μηδὲ ἐν οἷς κακοδαιμονεῖν ἐδόκουν καιροῖς· καὶ ὑπερορίῳ γὰρ γεγονότι τῷδε τῷ βασιλεῖ, ὡς ὁ λόγος φθάσας ἱστόρησε, συμ παρῆν ἡ γυνὴ, τά τε ἄλλα ὑπερθεραπεύουσα καὶ τὰ ἑαυτῆς προτιθεῖσα ἐκείνῳ, καὶ πάντα τρόπον παραμυθουμένη τοῦτον καὶ τῆς συμφορᾶς τὸ πλεῖστον ἀποφορτίζουσα· ὑπέθαλπον γὰρ κἀκείνην ἐλπίδες ἡγεμονίας, καὶ τοῦ συμβασιλεύειν ὕστερον τῷ ἀνδρὶ τἄλλα ἐτίθετο δεύτερα· τηνικαῦτα γὰρ ᾤετο καὶ τὸν γάμον αὐτοῖς ἐπιτελῆ ἔσεσθαι καὶ τἄλλα γενήσεσθαι ὁπόσα βούλοιντο, τυραννήσαντος τοὺς νόμους τοῦ βασιλείου σκοποῦ. Ἐπεὶ δὲ θάτερον μὲν ἐγεγόνει τῶν ἠλπισμένων, φημὶ δὲ τὸ βασιλεῦσαι τὸν Κωνσταντῖνον, θάτερον δὲ οὐκ ἔδωκεν ὁ καιρὸς, ἀλλ' ἡ βασιλὶς Ζωὴ τὴν ἐξουσίαν πᾶσαν συνείληφεν, ἡ μὲν παντάπασιν ἀπεγνώκει οὐ τὰς χρηστοτέρας μόνον ἐλπίδας, ἀλλὰ δὴ καὶ τὴν σωτηρίαν, ἐδείμαινε γὰρ τὴν βασιλίδα καὶ βαρυμηνιεῖν ἐπ' αὐτῇ ᾤετο.
6.52 Ἀλλ' ὅ γε αὐτοκράτωρ οὐδ' ἐν αὐτῇ τῇ πρὸς τὴν βασιλείαν εἰσόδῳ τῆς γυναικὸς ἐπιλέληστο, ἀλλὰ τοῖς μὲν αἰσθητοῖς ὄμμασι τὴν βασιλίδα τεθέαται, τὴν δὲ ἐκείνης μορφὴν τοῖς ἀπὸ τῆς ψυχῆς συνήθρει καὶ συνελάμβανε, καὶ τὴν μὲν ἠγκάλιστο, τὴν δὲ ἐγκόλπιον εἶχεν ἐν τῇ ψυχῇ. Καὶ οὔτε τὸν καιρὸν δείσας, οὔτε τὸ τῆς βασιλίδος ζηλότυπον, οὔτε τινὸς παραινέσεως ἐντρεπόμενος, ἀλλὰ πᾶσαν συμβουλὴν ἐν δευτέροις τιθέμενος τοῦ βουλεύματος, τῆς ἀδελφῆς μάλιστα Εὐπρεπίας, συνετωτάτης τῶν καθ' ἡμᾶς γυναικῶν, ἀντιπραττούσης αὐτῷ καὶ τὰ συνοίσοντα βουλευομένης, πάντων οὖν κατολιγωρήσας, εὐθὺς ἐκ πρώτης συνοδίας τῇ βασιλίδι περὶ τῆς γυναικὸς διαλέγεται, οὐχ ὡς περὶ γαμετῆς, οὐδ' ἄλλως παλλακευθησομένης αὐτῷ, ἀλλ' ὡς χρησαμένης πολλαῖς μὲν ταῖς ἐκ τοῦ γένους συμφοραῖς, πολλαῖς δὲ ταῖς ἐφ' ἑαυτοῦ, καὶ ἠξίου ἀνακλήσεώς τε ταύτην ἀξιοῦσθαι καὶ τῶν μετρίων τυχεῖν.
6.53 Πείθεται γοῦν αὐτίκα ἡ βασιλίς· οὐκ ἔτι γὰρ αὐτῇ ἐτρέφετο τὸ ζηλότυπον, πολλοῖς ἤδη καταπονηθείσῃ κακοῖς, καὶ δὴ καὶ τὴν ἀπὸ τοῦ χρόνου ἡλικίαν ἐχούσῃ οὐκ ἔτι τὰ τοιαῦτα πάθη προσδεχομένην. Ἡ μὲν οὖν προσεδόκα τὰ δεινότατα πείσεσθαι· ἀθρόον δὲ οἱ μετακαλέσοντες ταύτην εἰς τὸ Βυζάντιον μετὰ βασιλικῆς δορυφορίας ἐφίστανται, γράμματα ταύτῃ διδόντες τὰ μὲν ἐκ τοῦ αὐτοκράτορος, τὰ δ' ἐξ αὐτῆς τῆς βασιλίδος, εὐμενῆ τε αὐτῇ ψυχὴν ὑπισχνούμενα καὶ παραθαρρύνοντα πρὸς τὴν εἴσοδον. Καὶ οὕτως ἥδε πρὸς τὴν βασιλίδα τῶν πόλεων ἀφικνεῖται.
6.54 Τὰ μὲν οὖν πρῶτα εὐτελεστέρας ἀξιοῦται καταγωγῆς, καὶ δορυφορίας οὐ πάνυ λαμπρᾶς. Ἵνα δὲ πρόφασις εἴη τῷ βασιλεῖ ἐκεῖσε φοιτᾶν, οἶκον ἑαυτοῦ πεποίηται τὴν σκηνὴν, καὶ ἵνα δὴ μεγαλοπρεπὴς γένοιτο καὶ πρὸς βασιλικὴν ὑποδοχὴν ἐπιτήδειος, θεμελίους τε ἔξωθεν μείζονας καταβάλλεται καὶ πρὸς λαμπροτέρας ἑτοιμάζει τοῦτον οἰκοδομίας.
6.55 Προσεποιεῖτο γοῦν ἑκάστοτε ὅ τι δήποτε τῶν οἰκοδομουμένων, καὶ τοῦ μηνὸς πολλάκις ἀπῄει, πρόφασιν μὲν ὀψόμενός τι τῶν γιγνομένων, τὸ δ' ἀληθὲς τῇ γυναικὶ συνεσόμενος. Ἐπεὶ δὲ καί <τινες> τῶν ἐκ τῆς ἑτέρας μερίδος τούτῳ παρείποντο, αὐτοῖς, ἵνα μὴ περιεργότεροι εἶεν, τράπεζάν τε ἐτίθει πολυτελῆ ἔξωθεν καὶ συμποσιάζειν ἠξίου, καὶ ὅ τι δήποτε πρότερον ἀξιούμενον τούτοις ἦν, τηνικαῦτα τέλος ἐλάμβανεν· καὶ οὗτοι τὸν σκοπὸν τῶν τελουμένων ἐπιστάμενοι, οὐ μᾶλλόν τι περὶ τῇ δεσπότιδι ἐδυσχέραινον ἢ περὶ ἑαυτοῖς ἠγαλλίων ἐπιτυγχάνουσιν ὧν ἐσπούδαζον· καὶ ὁπηνίκα γνοῖεν σφαδάζοντα μὲν ἐκεῖσε ἀπιέναι τὸν αὐτοκράτορα, ἀποκνοῦντα δὲ τὴν πρόοδον καὶ δὴ αἰσχυνόμενον τὰ πολλὰ, ἄλλος ἄλλο τι πλαττόμενοι ἐξωμάλιζον τούτῳ τὴν πρὸς τὴν ἐρωμένην ὁδὸν, καὶ τούτῳ τῷ τρόπῳ μάλιστα ἑαυτοῖς ᾠκειοῦντο τὸν βασιλέα.
6.56 Τὰ μὲν οὖν πρῶτα οὕτως τὰ πρὸς τὴν γυναῖκα ἐπλάττετο, καὶ ἦν τέως οὐκ ἀνερυθρίαστος ὁ ἔρως αὐτῷ· κατὰ βραχὺ δὲ προϊὼν ἀφαιρεῖται τὴν αἰδῶ καὶ τὸ διεσχηματισμένον ἀνακαλύπτει, καὶ τὴν σκηνὴν καταστρέψας, εἰς ὕπαιθρον αὐτῇ, ὁσάκις βούλοιτο, παρεγίγνετό τε καὶ συνεγίγνετο· καὶ ἵνα δὴ πάντα τὸν περὶ ταύτης προλάβω λόγον, τῶν ἀπίστων ἐδόκει τὸ πρᾶγμα ὁρώμενόν τε καὶ ἀκουόμενον· οὐκ ἔτι γὰρ αὐτῇ ὡς παλλακῇ προσεφοίτα, ἀλλ' ὡς καθαρῶς ὁμευνέτιδι.[1]
6.57 Ἐξήντλει δὲ αὐτῇ τῶν βασιλικῶν θησαυρῶν ὁπόσα καὶ βούλοιτο· πίθον οὖν χαλκὸν ἐν τοῖς βασιλείοις ἐφευρηκὼς, ἔξωθεν καταπεποικιλμένον τύποις δή τισι καὶ γλύμμασι, τοῦτον χρημάτων πεπληρωκὼς δῶρον ἀποστέλλει τῇ γυναικί· ἐποίει δὲ ταῦτα οὐκ ἐκ διαστημάτων μακρῶν, ἀλλὰ συνεχῶς ἄλλα ἐπ' ἄλλοις τῇ ἐρωμένῃ ἀπεκομίζοντο.

Πώς η σεβαστή έγινε δεκτή στο παλάτι

Επεξεργασία


6.58 Περὶ τοῦ πῶς ἀνήχθη ἡ σεβαστὴ ἐπὶ τὰ βασίλεια. Τέως μὲν οὖν ἡμιφανῶς ἡ ἐρωτικὴ αὕτη ὁμιλία ἐπράττετο· ἐπεὶ δὲ προϊὼν ὁ χρόνος τὸ κεκρυμμένον κατὰ βραχὺ ἀνεκάλυπτε, δημοσιεύει εἰς προὖπτον τὸν ἔρωτα, καὶ ποικιλώτερον ὁμιλήσας τῇ βασιλίδι, τὴν μετ' αὐτῆς αἱρεῖσθαι πείθει συμβίωσιν· καὶ ἐπεὶ κατανεύσασαν ἔσχεν, οὐ μέχρι τούτου τὸ τῆς ψυχῆς ἱστᾷ βούλημα, ἀλλὰ καὶ συγγραφὰς φιλίας ποιεῖται, καὶ σκηνὴν ἐπὶ τούτῳ βασιλικὴν διατίθεται· καὶ οἱ μὲν προὐκάθηντο, ἡ δὲ σύγκλητος ἐπὶ τῷ καινῷ εἰσῄεσαν γράμματι, ἐρυθριῶντες μὲν καὶ τὰ πολλὰ ὑποτονθορύζοντες, ἐπαινοῦντες δὲ ὅμως τὴν συγγραφὴν ὡς ἐξ οὐρανίων καταχθεῖσαν δέλτον, κρατῆρά τε φιλίας ταύτην κατονομάζοντες καὶ τἄλλα τῶν ἡδίστων ὀνομάτων ὁπόσα δὴ κολακεύειν ἢ ἐξαπατᾶν εἴωθεν ἐλαφρὰν καὶ κούφην ψυχήν.
6.59 Ἐπεὶ δὲ ἡ σπονδὴ ἐγεγόνει καὶ ἀπετελέσθη τὰ ὅρκια, ἐντὸς τῶν βασιλικῶν ἀδύτων ἡ τέως ἐρωμένη εἰσάγεται, οὐ τοῦτο μετὰ ταῦτα καλουμένη τὸ ὄνομα, ἀλλὰ δεσπότις καὶ βασιλὶς ἄντικρυς, καὶ τό γε θαυμασιώτατον, ὅτι οἱ μὲν πλείους πεπληγότες ἐτύγχανον τὰς ψυχὰς ἐφ' οἷς ἡ βασιλὶς ἐξαπατηθεῖσα παρῶπτό τε καὶ καταπεφρόνητο, ἡ δὲ οὐδέν τι μᾶλλον ἠλλοίωτο, ἢ μειδιῶσα πᾶσι καθωρᾶτο καὶ ἐπαγαλλομένη τῷ πράγματι· κατεφίλησε γοῦν πολλάκις προσφῦσα τὴν συμμερῖτιν τοῦ κράτους, καὶ ἄμφω δὴ παρεγενέσθην τῷ βασιλεῖ καὶ περὶ τῶν αὐτῶν διελεγέσθην πραγμάτων. Ὁ δὲ νῦν μὲν ἐπίσης ἀμφοῖν ἐζυγοστάτει τοὺς λόγους, ἔστι δ' οὗ τὸ πλέον τῇ δευτέρᾳ βασιλίδι ἀπένεμε.
6.60 Τὸ μὲν οὖν εἶδος αὐτῇ οὐ πάνυ θαυμάσιον, ἀλλ' οὐδὲ πρόχειρον εἰς κακήγορον γλῶτταν καὶ λοίδορον, τὸ δέ γε ἦθος καὶ τὸ τῆς ψυχῆς φρόνημα, τὸ μὲν καὶ θέλξαι λίθους δυνάμενον, τὸ δὲ πρὸς πᾶσαν ἐπιβολὴν πραγμάτων ἀξιολογώτατον, τὸ δὲ φθέγμα οἷον οὐκ ἄλλο· λεπτὸν γὰρ αὐτῇ τοῦτο καὶ διηνθισμένον καὶ σοφιστικὴν ἀρετὴν ἔχον ἐν τοῖς ῥυθμοῖς· ἐπέτρεχε δέ τις τῇ γλώττῃ καὶ γλυκεῖα λέξις αὐτόματος, διηγουμένην δὲ ἀδιήγητοι χάριτες περιέθεον. Ἐμὲ γοῦν ᾕρει ἐπανερωτῶσα πολλάκις μύθους ἑλληνικοὺς, καὶ αὐτὴ προστιθεῖσα εἴ τινος τῶν ἀκριβούντων περὶ ταῦτα ἀκήκοεν· εὐήκοος δὲ εἰ καί τις ἄλλη γυναικῶν ἐγεγόνει (τοῦτο δὲ, οἶμαι, αὐτῇ οὐ παρὰ τῆς φύσεως προσεκτήθη, ἀλλ' ἐπειδὴ πάσας ᾔδει γλώσσας ἐπ' αὐτὴν φερομένας), καὶ τὸ ὑπ' ὀδόντα τινὰ γρῦξαι λαλιὰν ἐκείνη ἐποίει, καὶ εἴκαζε τὸ τονθορυζόμενον εἰς τὸ ἔργον τῆς ὑπολήψεως.
6.61 Ἀμέλει τοι συνειλεγμένων ποτὲ τῶν ὑπογραμματευομένων ἡμῶν, πομπὴν αἱ περὶ τὴν βασιλίδα ἐποιοῦντο· προῄεσαν δὲ αὐτή τε καὶ ἡ ἀδελφὴ Θεοδώρα, καὶ μετ' ἐκείνην ἡ σεβαστή (τούτῳ γὰρ αὐτὴν τῷ καινῷ ἀξιώματι αἱ βασιλίδες, δόξαν οὕτω τῷ αὐτοκράτορι, τετιμήκεσαν)· ὡς δ' οὖν προῄεσαν, ἦγε δὲ αὐτὰς ἡ πομπὴ ἐπὶ θέατρον, καὶ τότε ταύτην οἱ πολλοὶ πρώτως ἐθεάσαντο συμπαριοῦσαν ταῖς βασιλίσι, τῶν τις περὶ τὴν κολακείαν πολὺς τοῦτο δὴ τὸ ποιητικὸν ἠρέμα πως ἀπεφθέγξατο, τὸ· «Οὐ νέμεσις», περαιτέρω μὴ συντείνας τὸ ἔπος· ἡ δὲ τότε μὲν οὐδὲν πρὸς τὸν λόγον ἐπεσημήνατο, ἐπεὶ δὲ ἡ πομπὴ ἐτελέσθη, διέκρινέ τε τὸν εἰρηκότα, καὶ τὸν λόγον ἀνέκρινε, μηδὲν ὑποσολοικίσασα τὴν φωνὴν, ἀλλ' ὀρθοεπήσασα τὸ ὄνομα ἀκριβῶς· ὡς δ' ὁ εἰρηκὼς τὴν ἱστορίαν τῷ ἀκριβοῦντι κατέλεξε, καὶ οἱ πολλοὶ ἅμα τῷ λόγῳ πρὸς τὴν ἑρμηνείαν κατένευσαν, φρονήματος αὐτίκα ἐκείνη πλησθεῖσα, ἀμείβεται τοῦ ἐγκωμίου τὸν ἐπαινέτην οὐκ ὀλίγοις τισὶν, οὐδὲ φαύλοις, ἀλλ' οἷς ἐκείνη κεχρῆσθαι καὶ ἀμείβεσθαι εἴωθεν. Καὶ ἵνα γε αὐτῇ οἵ τε ἄλλοι καὶ αἱ βασιλίδες συμπνέωσι μάλιστα, τὸ ἑκάστῳ ἢ ἑκάστῃ οἰκεῖον ἐδίδου παρέχειν ὁ αὐτοκράτωρ.
6.62 Ἐπεὶ δὲ τῶν δυοῖν ἀδελφῶν, ἡ μὲν χρυσίου πολλοῦ ἥττητο, οὐχ ἵνα ἔχοι ἢ θησαυρίζοι, ἀλλ' ἵνα εἰς ἄλλους μετοχετεύοι τὸ ῥεῦμα, καὶ τούτων δὴ τῶν ἰνδικωτάτων ἀρω μάτων τῶν τε ἄλλων καὶ μάλιστα τῶν ἔτι τὴν φυσικὴν λιβάδα μὴ ἀπολιπόντων ξύλων, ἐλαῶν τέ τινων σμικροτάτων καὶ δαφνείων καρπῶν λευκοτάτων, ἡ δ' ἑτέρα καὶ νεωτέρα δαρεικῶν ὁσημέραι μυρίων, ὧν δὴ καὶ θήκας χαλκὰς ἐπεποίητο, ἑκάστῃ τούτων κατάλληλος ἔδοξε τὰ ἐρασμιώτερα διανέμουσα. Ἡ μὲν γὰρ πρώτη βασιλὶς τὸ ζηλότυπον ἤδη διὰ τὴν τῆς ἡλικίας παρακμὴν καταλύσασα, οὐκ ἔτι πρὸς αὐτὴν ἐμηνία, οὐδὲ δυσόργως εἶχε τὸ πάθος τῆς βασκανίας, ὑποσυληθεῖσα τῷ χρόνῳ· καὶ ἡ ἀδελφὴ δὲ, ἀπολαύουσα ὧν ἐβούλετο, τῆς ἀδελφῆς ἐφρόντιζεν ἔλαττον.
6.63 Ἔνθεν τοι ἃ πολλοῖς ἱδρῶσι καὶ πόνοις ὁ βασιλεὺς Βασίλειος ἐν τοῖς βασιλείοις ἀπεθησαύρισε, ταῦτα εἰς ἱλαρὰν ἐκείναις προέκειτο παιδιάν· ἄλλα γὰρ ἐπ' ἄλλοις ἠμείβετό τε καὶ ἀντεδίδοτο, τὰ δὲ καὶ εἰς ἑτέρους μετωχετεύετο, καὶ ὀλίγου χρόνου ἀνηλώθη πάντα καὶ διεφθάρη· ἀλλ' οὔπω νῦν ὁ λόγος εἰς τοῦτο κατέληξε, συμπληρούτω δὲ τὴν ὑπόθεσιν. ∆ιανειμάμενοι δὲ τὰς οἰκήσεις, ὁ μὲν βασιλεὺς τὸ μέσον ἔλαχε τῶν τριῶν, αἱ δὲ πέριξ ἐσκήνουν, τὸ δὲ ἄδυτον εἶχεν ἡ σεβαστή· καὶ ἡ βασιλὶς οὐκ ἄλλως προσεφοίτα τῷ αὐτοκράτορι, εἰ μὴ μεμαθήκοι πρότερον ὡς ἐφ' ἑαυτοῦ σκηνοῖτο καὶ πόρρω που καθῆστο τῆς ἐρωμένης, εἰ δ' οὒ, τὸ ἑαυτῆς ἔπραττε· τί ποτε τοῦτο;
6.64 Ἐκείνη γυναικείων μὲν παντάπασιν ἔργων ἀπείχετο, οὔτε γὰρ ἀτράκτῳ ποτὲ τὰς χεῖρας ἠσχόλησεν, οὔτε ἱστουργεῖν ἐπεβάλλετο, οὔτε ἄλλου τινὸς ἐπεβάλλετο· κατωλιγώρει δὲ καὶ βασιλείων καλλωπισμῶν, εἰ μὲν καὶ ἐν ὥρᾳ τῆς ἀκμῆς οὐκ οἶδα, παρηκμακυῖα δ' οὖν τὸ φιλότιμον ἅπαν κατέλυσεν· περὶ τοῦτο δὲ μόνον ἐπόνει καὶ τὴν πᾶσαν πραγματείαν συνέτεινεν, τὰς τῶν ἀρωμάτων φύσεις μεταβάλλειν, καὶ μυρεψεῖν, τὰ δὲ πλάττειν τε καὶ τυποῦν, τὰ δ' ἄλλως ἐργάζεσθαι, καὶ ὁ ἀποτετμημένος αὐτῇ οἶκος εἰς εὐνὴν οὐδέν τι σεμνότερος ἦν τῶν ἐπὶ τῆς ἀγορᾶς ἐργαστηρίων, ἐφ' ὧν αἱ βάναυσοι τῶν τεχνῶν καὶ ἐμπύριοι τὴν ξυντέλειαν ἔχουσι· πυρὰ γοῦν πολλὰ πέριξ τοῦ δωματίου αὐτῆς ὑπανήπτετο, καὶ τῶν ἀμφιπόλων ἑκάστη ἡ μὲν τὰ μεγέθη τῶν ἀρωμάτων διῄρει, ἡ δὲ ταῦτα συνέπλαττεν, ἡ δ' ἄλλο τι τοιοῦτον εἰργάζετο· τοῦ μὲν οὖν χειμῶνος ἐδόκει τι πρὸς ἐκείνης εἶναι τὰ ὑπουργούμενα, καὶ τὸ πολὺ πῦρ τὸν ψυχρὸν ἐκείνῃ ἀέρα διήμειβε, θερείας δὲ οὔσης τῆς ὥρας, τοῖς μὲν ἄλλοις βαρύ τι καὶ ἀγχοῦ παριέναι ἐκεῖσε ἐδόκει, ἡ δὲ ὥσπερ ἀναισθήτως τοῦ καύματος ἔχουσα ὑπὸ πολλοῖς ἐδορυφορεῖτο πυρσοῖς· ἀλλόκοτος γὰρ αὐτῇ τε καὶ τῇ ἀδελφῇ ἡ φύσις ἐδόκει· ὀλιγώρως εἶχον καὶ εὐπνουστέρου ἀέρος, καὶ οἰκήματος λαμπροτέρου, καὶ λειμώνων, καὶ παραδείσων, καὶ οὐδὲν αὐτὰς τῶν τοιούτων ἔθελγεν, εἰ δὲ ἔνδον εἶεν τῶν ἀποτετμημένων αὐταῖς οἰκημάτων, καὶ ἡ μὲν τὸ χρυσοῦν ῥεῦμα ἐπισφραγίζοι, ἡ δὲ τὴν ὁδὸν διακαθαίροι τῷ ῥεύματι, τοῦτο αὐταῖς ἀντὶ πάσης ἀπολαύσεως ἦν.
6.65 Τὰ μὲν οὖν ἄλλα τῆς πρώτης βασιλίδος (λεγέσθω γάρ τι πλέον περὶ αὐτῆς, ἕως ἂν τῇ σεβαστῇ αὐτοκράτωρ συναναπαύηται), οὐ λίαν ἐπαινεῖν ἔχων, ἓν τοῦτο θαυμάζων διατελῶ, ὅτι δὴ φιλοθεΐᾳ πάσας μὲν γυναῖκας, πᾶσαν δὲ φύσιν ὑπερεβάλλετο ἄρρενα· ὥσπερ γὰρ οἱ ἀνακραθέντες διὰ θεωρίας Θεῷ, μᾶλλον δὲ οἱ καὶ ὑπὲρ τοῦτο γεγονότες καὶ ἀκριβῶς ἐνθεάσαντες, τοῦ τελείου μόνον ἐφετοῦ ἔχονται, κἀκεῖθεν ᾐώρηνται, οὕτω δὴ καὶ ταύτην τὸ περὶ τὸ θεῖον θερμότατον σέβας τῷ πρώτῳ καὶ ἀκραιφνεστάτῳ φωτὶ ἀκριβῶς, ἵν' οὕτως εἴπω, συνεκέρασεν· οὐδὲν γὰρ ὅτι μὴ τὸ τοῦ Θεοῦ ὄνομα διὰ παντὸς ἐπὶ γλώττης ἐκείνῃ.

Περὶ τοῦ Ἀντιφωνητοῦ

Επεξεργασία


6.66 Περὶ τοῦ Ἀντιφωνητοῦ. Ἀμέλει τοι καὶ τὸν ἐκείνης, ἵν' οὕτως εἴποιμι, Ἰησοῦν διαμορφώσασα ἀκριβέστερον, καὶ λαμπροτέρᾳ ὕλῃ ποικίλασα, μικροῦ δεῖν ἔμπνουν εἰργάσατο τὸ εἰκόνισμα· ἐπεσημαίνετο γὰρ τοῖς χρώμασι τὰ αἰτούμενα, καὶ ἐδήλου τὰ μέλλοντα ἡ χροιά· πολλὰ γοῦν ἐκείνη ἐντεῦθεν τῶν ἐσομένων κατεμαντεύετο· εἴ τε γοῦν τι θυμῆρες προσεγεγόνει αὐτῇ, εἴ τε δυσχερές τι προσεπεπτώκει, εὐθὺς ἀφικνεῖτο πρὸς τὴν εἰκόνα, τὰ μὲν ἀνθομολογουμένη, τὰ δὲ ἐξιλεουμένη. Ἐγὼ γοῦν ἐθεασάμην αὐτὴν πολλάκις ἐπὶ δυσχερεστέρων καιρῶν, νῦν μὲν τὴν θείαν ἀγκαλιζομένην εἰκόνα καὶ καταθεωροῦσαν ταύτην, καὶ ὡς ἐμψύχῳ διαλεγομένην καὶ <τὰ> κάλλιστα τῶν ὀνομάτων συνείρουσαν, νῦν δὲ ἐπ' ἐδάφους κειμένην καὶ δάκρυσι μὲν τὴν γῆν πιαίνουσαν, τυπετοῖς δὲ τὰ στέρνα διασπαράττουσαν· καὶ ἢν μὲν ὠχριακότα ἴδοι, ἀπῄει στυγνάζουσα, εἰ δὲ πυρράζοντα καὶ φανοτάτῃ αἴγλῃ καταλαμπόμενον, διήγγελλέ τε αὐτίκα τῷ βασιλεῖ τὸ πρᾶγμα καὶ προκατήγγειλε τὸ ἐσόμενον.
6.67 Οἶδα μὲν ἀναγνοὺς λόγους ἑλληνικοὺς, ὡς ὁ ἀναπεμπόμενος εἰς ἀέρα τῶν ἀρωμάτων ἀτμὸς ἀπελαύνει μὲν τὰ πονηρὰ πνεύματα, ἐπεισκρίνει δὲ ταῖς ὑποκειμέναις ὕλαις τὰς τῶν κρειττόνων παρουσίας, ὅπερ δὴ ἐπ' ἄλλοις καὶ λίθοι καὶ πόαι καὶ τελεταὶ τὰς θεοφανίας ἐνδείκνυνται· οὔτε δὲ πρῶτον ἀναγνοὺς προσηκάμην τὸν λόγον, καὶ μετὰ ταῦτα οὐκ ἔργοις πιστεύσας, ἀλλὰ βαλὼν λίθοις ἀπήλασα· ἐκείνη δὲ οὔτε ἑλληνικώτερον, οὔτ' ἄλλως περιεργότερον τὴν περὶ τὸ θεῖον ἐποίει τιμὴν, ἀλλὰ τὸν τῆς ψυχῆς πόθον ἐπιδεικνυμένη, καὶ καθοσιοῦσα Θεῷ τῶν παρ' ἡμῖν δοκούντων ἀγαθῶν τὰ τιμιώτερα καὶ σεμνότερα.
6.68 Ἐς τοσοῦτον γοῦν τῇ βασιλίδι ἀγαγόντες τὸν λόγον, ἐπανακαλέσωμεν αὖθις εἰς τὴν σεβαστὴν καὶ τὸν αὐτοκράτορα, καὶ, εἰ δοκεῖ, διεγείρωμέν τε καὶ διέλωμεν, καὶ τὸν μὲν ἐς τὸν μέλλοντα λόγον ταμιευσώμεθα, τῇ δὲ διὰ τοῦ παρόντος συνέλωμεν τὴν ζωήν.

Ο θάνατος της Σεβαστής

Επεξεργασία

6.69 Περὶ τῆς τελευτῆς τῆς σεβαστῆς. Ὁ μὲν γὰρ αὐτοκράτωρ ἴσως, καὶ λόγος περὶ τούτου διέρρει πολὺς, μέλλουσαν αὐτῇ βασιλείαν προεμνηστεύετο, οὐκ οἶδ' ὅπως γενησομένην, ἀλλ' ὅμως ἐτρύφα τοῖς λογισμοῖς· τὸ δὲ ἐκείνῳ τε τὰς ἐνθυμήσεις κἀκείνῃ τὰς ἐλπίδας διέτεμε, καὶ νόσος ἀθρόον αἱρεῖ πρὸς πᾶσαν παρασκευὴν καὶ τέχνην ἀντίθετος· πρὸς γὰρ πᾶσαν παραγωγὴν θεραπείας ἀνένδοτος ἦν, ἀλγεινῶς τε εἶχε τοῦ θώρακος, καὶ τὸ ἆσθμα ἐνόσει δεινῶς, καὶ προαναρπάζεται τῶν ἐλπίδων ἡ τέως φαντασθεῖσα τὰ μείζονα.
6.70 Ὁπόσα μὲν οὖν ἐπὶ τῷ ἐκείνης θανάτῳ ἐπεποιήκει ὁ αὐτοκράτωρ, τούς τε θρήνους οὓς ἀπωδύρατο καὶ τὰς πράξεις ἃς κατεπράξατο, ὅσα τε τῷ πάθει νικώμενος μειρακιωδῶς ἀνωλοφύρατο, παρέλκον ἂν εἴη εἰς τὴν τῆς ἱστορίας καταλέγειν ὑφήν· τὸ γὰρ ἐφ' ἑκάστῳ τῶν πραττομένων ἢ λεγομένων σμικρολογεῖσθαι καὶ οἷον λεπτολογεῖν, οὐχ ἱστορούντων ἐστὶν ἀλλ' ἢ καταιτιωμένων εἰ φαῦλα τὰ σμικρολογούμενα εἴη, ἢ ἐγκωμιαζόντων εἰ τόπους ἐγκωμίων ἐπέχοιεν· εἰ δ' αὐτὸς ἐνιαχοῦ τοιούτοις ἐχρησάμην οἷς ἀποτρέπομαι μὴ κεχρῆσθαι τοὺς ἱστοροῦντας, θαυμάζειν οὐ χρή· ὁ γὰρ τῆς ἱστορίας λόγος οὐχ οὕτως ὥρισται, ὡς ἀπεξέσθαι πέριξ παντάπασιν, ἀλλ' ὅπη παρείκοι καὶ διεκδρομάς τινας ἔχειν καὶ παρεκβάσεις· δεῖ δὲ τὸν ἱστοροῦντα ταχὺ αὖθις ἐπανακαλεῖν <τὸ> διαδραμὸν μέρος, καὶ τοῖς μὲν ἄλλοις ἐν παρέργοις χρᾶσθαι, πάντα δὲ πρὸς τὴν ὑπόθεσιν συμπεραίνειν.
6.71 Τὰ μὲν οὖν ἄλλα ἐάσειν μοι δοκῶ, τὸ δέ γε κεφάλαιον τῶν ἐκείνου παθῶν, ἣν δὴ πραγματείαν ἐπὶ τῷ ἐκείνης τάφῳ πεποίηται, νῦν μὲν ἀναβάλλομαι, ποιήσομαι δὲ ἐν καιρῷ, προϊστορήσας ὁπόσα τῆς ὑποθέσεως ταύτης προ γέγονεν· ὁ γάρ τοι λόγος τοῦ περὶ τὴν σεβαστὴν ἁψάμενος πράγματος, καὶ φιλοτιμηθεὶς δι' ὅλου τὴν περὶ ταύτης ἱστορίαν ἐμφανηθῆναι, πολλὰ τῶν ἄνω ταύτης ἀξιολογουμένων παρῆκεν, ἵνα μὴ καθ' ἕκαστον τῶν πεπραγμένων μνημονεύειν ἐκείνης ἐπαναγκάζωμαι καὶ τὸ συνεχὲς διακόπτειν τῶν ὑποθέσεων· ὁ μὲν οὖν περὶ ἐκείνης λόγος εἰς αὐτὸ δὴ τὸ μέρος τῆς ἐκείνης κατέληξε λήξεως· ἐπανιῶμεν οὖν αὖθις ἐπὶ τὸν αὐτοκράτορα, ὃν δὴ καὶ ὑπόθεσιν τοῦ παρόντος μέρους τῆς ἱστορίας ποιούμεθα.
6.72 Ἐβούλετο μὲν οὖν οὗτος, ὥσπερ δὴ πολλάκις μοι εἴρηται, ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς καὶ λιμένας ἀκλύστους τῆς βασιλείας καθορμισάμενος, μὴ πάλιν ἀφεῖναι πρὸς πέλαγος· τοῦτο δέ ἐστιν εἰρηνικῶς, ἀλλ' οὐ πολεμικῶς τὴν ἀρχὴν διεξάγειν, ὅπερ δὴ καὶ τῶν ἄνωθεν αὐτοκρατόρων οἱ πλεῖστοι διενοήθησαν· ἀλλ' ἐπειδὴ μὴ κατὰ τὰς ἡμεδαπὰς αἱρέσεις τὰ πράγματα ἀπαντᾶν εἴωθεν, ἀλλ' ἐφειστήκει τις ἔξωθεν κραταιοτέρα ἀρχὴ κινοῦσα τὸν βίον ὅπως ἂν ἐθέλοι, τὰ μὲν ὁμαλῶς, τὰ δὲ καὶ πρὸς ἀνωμάλους ἀνακυκλήσεις, οὐδ' ἐκείνῳ κατὰ σκοπὸν συμβεβήκει τὰ πεπραγμένα, ἀλλ' ἐπ' ἄλλοις ἄλλα διεκυμάνθησαν· νῦν μὲν γὰρ ἐμφύλιοι πόλεμοι τὴν ἀρχὴν διετάραξαν, αὖθις δὲ βαρβαρικαί τινες ἐπιδρομαὶ τὰ πλεῖστα τῶν ἡμετέρων ληϊσάμεναι, παντοδαπὰς ὠφελείας καὶ λείαν ὅσην ἐβούλοντο περιβαλλόμεναι ἀπήλασαν εἰς τὰ σφέτερα.
6.73 Τὰ μὲν οὖν ἐφεξῆς πάντα διεξιέναι, ἕκαστόν τε ἐξακριβοῦσθαι ἀφ' οἵων ἀρχῶν εἰς οἷα τέλη κατήντησε, συντάξεις τε καταλέγειν καὶ στρατοπεδείας, ἀκροβολισμούς τε καὶ ἁψιμαχίας καὶ τἄλλα ὁπόσα εἴθισται λέγειν τοῖς ἀκριβέσι τῶν συγγραφέων, ὡς μακροῦ καιροῦ καὶ λόγου δεόμενα εἰς τὸ παρὸν ἀναβάλλομαι· οὐ γάρ με τὴν συγγραφήν, φίλτατε πάντων ἀνδρῶν, φιλοτιμοτέραν, ἀλλὰ κεφαλαιωδεστέραν ἀπῄτησας· διὰ τοῦτό σοι κἀγὼ πολλὰ τῶν ἀξίων εἰρῆσθαι παρῆκα τῇ ἱστορίᾳ, μήτε πρὸς ὀλυμπιάδα ἐτῶν ταύτην ἀναμετρήσας, μήθ' ὡς ὁ συγγραφεὺς πεποίηκεν εἰς τὰς τοῦ ἔτους ὥρας αὐτὴν διελόμενος, ἀλλ' ἁπλῶς οὑτωσὶ τὰ ἐπικαιρότατα ταύτης ὑπαγορεύσας καὶ ὁπόσα μοι ἱστοροῦντι κατὰ μνήμην συνήθροισται· ἀλλ' ὅπερ εἴρηκα, τὸ μὲν πᾶσαν πρᾶξιν λεπτολογεῖν ἀφίημι νῦν, μέσην δὲ ὁδὸν βαδίζειν προῄρημαι τῶν τε ἀρχαιολογησάντων τὰς τῆς πρεσβυτέρας Ῥώμης ἡγεμονίας τε καὶ πράξεις καὶ τῶν εἰωθότων ἐν τοῖς καθ' ἡμᾶς χρόνοις χρονογραφίας συντίθεσθαι, οὔτε τὸ περιρρέον ἐκείνων ἐν τοῖς λόγοις ζηλώσας οὔτε τὸ συντετμημένον τῶν λοιπῶν μιμησάμενος, ἵνα μήτε κόρον ἔχοι τὸ σύγγραμμα μήτε παραλίποι τὰ καίρια.
6.74 Καὶ τοῦτο μὲν ἐς τοσοῦτον εἰρήσθω· ὁ δὲ λόγος τῆς ἀκολουθίας τῶν πεπραγμένων ἐχόμενος τὸν πρώτως συστάντα τῷ αὐτοκράτορι πόλεμον πρῶτον τῆς ἱστορίας τῶν ἄλλων ποιήσεται· μικρὸν δὲ καὶ τούτοι ἄνωθεν ἀναδραμοῦμαι, κεφαλὴν ὥσπερ τῷ ὑφαινομένῳ παρεχόμενος σώματι. Χαλεπὰ τὰ καλὰ, φασὶν οἱ παροιμιαζόμενοι, ἀλλὰ καὶ οὕτως ἐχόντων ἕρπει καὶ κατὰ τῶν ὀλίγων ὁ φθόνος, καὶ εἴ πού τις ἄνθη, λέγω δὴ ἐν πᾶσι τὸ πλεῖστον καιροῖς, ἢ γονίμου ἀναβλαστήσειε φύσεως, ἢ φρονήσεως ἀκριβοῦς, ἢ μεγαλοφυΐας, ἢ ψυχῆς καρτερᾶς καὶ ἀνδρείας, ἢ ἀγαθοῦ τινος ἄλλου, εὐθὺς ἐφέστηκεν ὁ τομεὺς, καὶ τοῦτο μὲν τὸ μέρος τῆς βλάστης ἐκκέκοπται, παραβλαστάνουσι δὲ τὰ ὑλώδη καὶ ἄκαρπα, καὶ ὑλομανεῖ ἐπὶ πλέον ἡ ἄκανθα· καὶ οὐ τοῦτο δεινὸν, εἴ τις ἔλαττον ἔχων τῶν θαυμασίων φύσεων, ἔπειτα τούτοις βασκαίνειν εἴωθεν. Ἀλλ' ὁρῶ τὸ πάθος καὶ βασιλέων ἁπτόμενον· οὐ γὰρ ἀρκεῖ τούτοις ἡ ταινία καὶ ἁλουργὶς, ἀλλ' ἢν μὴ τῶν σοφῶν σοφώτεροι εἶεν καὶ τῶν ἀκριβούντων δεινότεροι, καὶ ἁπλῶς εἰπεῖν ὑπερτελεῖς κορυφαὶ τῶν ἁπασῶν ἀρετῶν, ἐν δεινῷ ποιοῦνται τὸ πρᾶγμα· καὶ εἰ μὴ ὡς θεοὶ ἡμῖν ἐφεστήκοιεν, οὐκ ἂν ἄλλως ἄρχειν ἐθέλωσιν· ἐνίους δὲ αὐτὸς καθεώρακα ὡς ἐθέλουσιν ἥδιστ' ἂν ἀποθανεῖν, μὴ συμμαχούντων ἐνίων αὐτοῖς, ἢ δι' ἐκείνους κρατύνεσθαι· καὶ δέον σεμνύνεσθαι ὅτι χεὶρ αὐτοῖς βοηθὸς παρὰ Θεοῦ πέπλασται, οἱ δ' ἀποτέμνειν ταύτην αἱροῦνται, ὅτι παρ' αὐτῆς βεβοήθηται.
6.75 Πεπροοιμίασται δέ μοι ταυτὶ τὰ πολλὰ ἀφορῶντι πρὸς τὸν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις ἀνθήσαντα καὶ δείξαντα ὁπόσα μὲν ἡ στρατηγία δεδύνηται, οὐδὲν δὲ ἧττον καὶ στρατιωτικαῖς τόλμαις καὶ ἐμπειρίαις τὰς μὲν τῶν βαρβάρων ὁρμὰς πεδήσαντα, τοῖς δέ γε Ῥωμαίοις ἐλευθερίαν ἀκίνδυνον μνηστευσάμενον.

Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας

Επεξεργασία


6.76 Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας. Ὁ Μανιάκης οὗτος Γεώργιος οὐκ ἀθρόον ἀπὸ τῶν σκευοφόρων εἰς τὸ στρατηγεῖν παρεληλυθὼς, οὐδὲ χθὲς μὲν τῇ σάλπιγγι χρώμενος καὶ τὴν τοῦ κήρυκος τάξιν ἀναπληρῶν, σήμερον δὲ τὴν φάλαγγα πιστευθεὶς, ἀλλ' ὥσπερ ἀπὸ σημείου ἀρξάμενος καὶ κατὰ βραχὺ προϊὼν καὶ τοὺς βαθμοὺς βραβευόμενος, ἕως δὴ πρὸς τὸ κεφάλαιον τῆς στρατηγικῆς ἀπήντησε τάξεως· ἀλλ' ὁμοῦ τι κατώρθου, καὶ στεφανηφορῶν αὖθις δεσμὰ περιέκειτο, ἐπανῄει νικηφόρος τοῖς βασιλεῦσι καὶ ᾤκει τὸ δεσμωτήριον, προεπέμπετο στρατηγήσων καὶ τῆς ὅλης ἀρξόμενος δυνάμεως καὶ ἐκ θατέρου πλευροῦ παρειστήκεισαν οἱ τῶν κορυφαίων τοῦ στρατεύματος ὑπογενειάζοντες καὶ κινοῦντες οὐχ ὅπη δέον χωρεῖν, ἀλλ' ἔνθα πρὸς τοὐναντίον ἡμῖν τε κἀκείνῳ χωρήσει τὰ πράγματα. Ἔδεσσα ἥλω, καὶ ἐν γραφαῖς ἦν, Σικελίαν αἱρήσων ἐπέμπετο, καὶ ἵνα μὴ παρ' ἐκείνου ἁλοίη, ἀτίμως αὖθις ἀνεκαλεῖτο.
6.77Τοῦτον ἐγὼ τὸν ἄνδρα καὶ τεθέαμαι καὶ τε θαύμακα· συνενήνοχε γὰρ αὐτῷ ἡ φύσις ὁπόσα συμπρέπει τῷ στρατηγήσοντι· ἦν γὰρ τὴν ἡλικίαν εἰς δέκατον ἀνεστηκὼς πόδα, καὶ οἱ πρὸς αὐτὸν ὁρῶντες ὥσπερ εἰς κολωνὸν ἢ κορυφὴν ὄρους ἀνέβλεπον· τὸ δὲ εἶδος αὐτῷ οὐ τρυφερὸν καὶ ἐπιτερπὲς, ἀλλ' οἷον ἐοικὸς πρηστῆρι· ἐβρόντα δὲ καὶ τῷ φθέγματι, αἵ τε χεῖρες οἷαι διασεῖσαι τείχη καὶ πύλας συντρῖψαι χαλκᾶς, τὸ δὲ ὅρμημα τούτῳ ὁποῖον λέοντος, καὶ τὸ ἐπισκύνιον βλοσυρόν· καὶ τἄλλα δὲ τῷ ἀνδρὶ συνῳδὰ τούτοις καὶ σύνδρομα, καὶ ἡ φήμη πλείων τῶν ὁρωμένων, καὶ πᾶς ἐδεδίει τὸν ἄνδρα βάρβαρος, ὁ μὲν καὶ ἰδὼν καὶ θαυμάσας, ὁ δὲ τῶν ἱστορούντων ἐκεῖνον ἀκούσας καὶ ἐκ πλαγείς.
6.78 Ἐπεὶ δὲ τὴν Ἰταλίαν ἀποσεσυλήμεθα καὶ τὸ σεμνότατον τῆς ἀρχῆς ἀφῃρήμεθα μέρος, πέμπει τοῦτον ὁ δεύτερος Μιχαὴλ πολεμήσοντα μὲν τοῖς ἡρπακόσιν αὐτὴν, τῷ δὲ κράτει τὸ μέρος ἐπανασώσοντα· λέγω δὲ νῦν Ἰταλίαν, οὐ τὴν ἀκτὴν ξύμπασαν, ἀλλὰ μόνον δὴ τὸ πρὸς ἡμᾶς τμῆμα τὸ κοινὸν ἰδιωσάμενον ὄνομα. Ὁ μὲν οὖν τοῖς ἐκεῖσε μέρεσι μετὰ παντὸς ἐπιστὰς τοῦ στρατεύματος, πᾶσιν ἐχρᾶτο τοῖς στρατηγήμασι, καὶ δῆλος ἦν τοὺς μὲν κατασχόντας ἀπελάσων, τὴν δὲ αὐτοῦ χεῖρα ἀντ' ἄλλου τινὸς ἐρύματος ἀντιστήσων ταῖς ἐκείνων ἐπιδρομαῖς.
6.79 Ἐπεὶ δὲ ὁ μὲν Μιχαὴλ ἐξώσθη τοῦ κράτους, εἰς δὲ τὸν αὐτοκράτορα Κωνσταντῖνον, περὶ οὗ γράφειν προῄρημαι, τὰ τῆς ἀρχῆς ἀπεῖδε πράγματα, δέον εὐθὺς πάσαις ἀποστολιμαίαις ἐκεῖνον καταγεραίρειν γραφαῖς καὶ στεφάνοις ἀναδεῖσθαι μυρίοις καὶ τἄλλα ποιεῖν ὁπόσα δὴ ἐκεῖνον θεραπεύσειν ἔμελλεν, ἀλλ' ὅ γε αὐτοκράτωρ παντάπασι τούτου κατολιγωρήσας τοῦ μέρους, ἐκείνῳ τε ὑποψίας κατέσπειρεν ἀφορμὰς, καὶ τῇ βασιλείᾳ πόρρωθεν κατεβάλλετο πράγματα· ἐπεὶ δέ ποτε καὶ εἰς μνήμην αὐτοῦ ἐλήλυθεν ὁ ἀνὴρ, καὶ ἐν κακοῖς ἐγνωρίζετο, τυραννικά τε φρονῶν ἐγινώσκετο, οὐδ' οὕτω δεξιῶς τὰ πρὸς ἐκεῖνον μετεχειρίσατο· οὐ γὰρ προσποιεῖται τὸ τέως μελετώμενον ἀγνοεῖν, ἀλλ' ὡς πρὸς ἤδη τυραννήσαντα ἀναρρήγνυται.
6.80 Πέμπει γοῦν πρὸς αὐτὸν οὔτε τοὺς θεραπεύσοντας, οὔτε τοὺς ἄλλως ἐξομαλίσοντας καὶ πρὸς τὸ δέον μεταρρυθμίσοντας, ἀλλ', ἵν' οὕτως εἴποιμι, τοὺς ἀποκτενοῦντας, ἢ, τό γε μετριώτερον, ἐξονειδίσοντας αὐτῷ τὴν δυσμένειαν καὶ μονονοὺ μαστιγώσοντας καὶ δεσμήσοντας καὶ τῆς Πόλεως ἐξελάσοντας· καὶ ὁ κορυφαῖος τῶν πρέσβεων οὐ τῶν ἐν τοιούτοις ἐξητασμένων, οὐδὲ τῶν προλαβόντων τῷ χρόνῳ πολιτικῶν ἢ στρατιωτικῶν πραγμάτων ἐπιμέλειαν, ἀλλὰ τῶν ἐκ τριόδων ἀθρόον ἐπεισπεσόντων εἰς τὰ βασίλεια.
6.81 Καταπλεύσας γοῦν πρὸς τὸν τέως τυραννεῖν ἐπειλημμένον, στρατευμάτων ἤδη κατάρχοντα, καὶ τὴν ἐκείνου ὑποπτεύσαντα ἄφιξιν, οὔτε προδιασαφεῖ τούτῳ ὡς εἰρηνικὰ ἀπαγγέλλων ἐλήλυθεν, οὔθ' ὅλως προδιαγγέλλει ὅτι ἐλήλυθεν, ἀλλ' ὥσπερ λαθὼν τὴν ἔφοδον ἱππότης αὐτῷ ἀθρόον προσήλασε, καὶ τῶν ἐξομαλιζόντων οὐδὲν εἰρηκὼς, οὐδὲ τοιοῦτόν τι προοιμιασάμενος δι' οὗ καταστήσειν ἑαυτῷ τὴν πρὸς τὸν ἄνδρα ἐντυχίαν ἔμελλε, παίει αὐτίκα λαμπρῶς τοῖς ὀνείδεσι καὶ ἐπαπειλεῖται τὰ χαλεπώτατα. Ὁ δὲ τοῦτο αὐτὸ ἤδη κατειληφὼς ὅπερ ὑπώπτευεν, εἶτα δὴ καὶ δείσας περὶ τῶν λανθανόντων, διαπυροῦται τῷ θυμῷ καὶ ἐπανατείνει τὴν χεῖρα τούτῳ, οὐχ ὡς πλήξων, ἀλλ' ὡς φοβήσων· ὁ δὲ ὥσπερ ἐπ' αὐτοφώρῳ τοῦτον ἐντεῦθεν ἑλὼν τύραννον, διεμαρτύρατο τὴν θρασύτητα, καὶ προστίθησιν ὡς οὐκ ἀποφεύξεται ἐπὶ τηλικούτοις ἁλούς· ἀπογνωστέα γοῦν τούτῳ τε καὶ τῷ μετ' αὐτοῦ στρατῷ τὰ πράγματα ἔδοξε, καὶ συγκινηθέντες, τὸν μὲν πρεσβευτὴν ἀναιροῦσιν, ὡς δ' οὐκ ἂν ἄλλως αὐτοῖς χρησομένου τοῦ αὐτοκράτορος, τυραννεῖν ἤδη κατάρχονται.
6.82 Οἷα δὴ ἀνδρὶ γενναίῳ καὶ κορυφαίῳ τὴν στρατηγικὴν τέχνην πολλοὶ συνερρυήκεσαν, οὐχ ὅσοι στρατεύσιμον εἶχον τὴν ἡλικίαν, ἀλλ' ἤδη καὶ οἱ ἐφ' ἑκάτερα τῆς ἀκμῆς· ὁ δὲ, ἐπειδὴ μὴ τοῖς πλήθεσιν, ἀλλὰ ταῖς τέχναις καὶ ταῖς ἐμπειρίαις ᾔδει τὰ τρόπαια κατορθούμενα, τοὺς ἐμπειροτάτους πρὸς πόλεμον συλλεξάμενος καὶ μεθ' ὧν ἐκεῖνος πολλὰς μὲν διεπόρθησε πόλεις, πλειόνων δὲ χρημάτων τε καὶ σωμάτων γέγονεν ἐγκρατὴς, ἅμα τούτοις συντεταγμένος, ἐπὶ τὴν ἀντιπέρας γίνεται ἤπειρον, πάντας μὲν διαλαθὼν τῆς ὄχθης φύλακας, οὐδενὸς τῶν ἀντιστρατευομένων ἐκείνῳ ἐξιέναι τολμήσαντος, ἀλλὰ πάντων ὑποπτηξάντων ἐκεῖνον καὶ ἐκποδὼν γεγονότων.
6.83 Τὰ μὲν οὖν περὶ ἐκεῖνον τοιαῦτα· ὁ δέ γε αὐτοκράτωρ, ἐπειδὴ καὶ τὴν τοῦ πρέσβεως ἐμεμαθήκει ἀναίρεσιν, καὶ τὴν τοῦ τυραννοῦντος ἀπόνοιαν, στράτευμα κατ' ἐκείνου μυρίανδρον συγκροτεῖ· εἶτα δὴ δείσας περὶ τοῦ τῶν δυνάμεων ἄρξοντος, μὴ ἐκεῖνον τροπωσάμενος ἐπ' αὐτὸν χρήσηται τὸν πεπομφότα τῷ κατορθώματι καὶ τύραννος αὐτῷ ἐπιστῇ τοῦ προτέρου βαρύτερος, ἀπείρου συλλεγέντος στρατεύματος καὶ πρὸς ὅπερ ἂν ἐφορμήσειεν εὐθὺς κατορθώσαντος, τῶν μὲν γενναιοτέρων οὐδένα ταῖς τάξεσι δίδωσιν, ἐφίστησι δὲ ταύταις ἄνδρα, πιστὸν μὲν τὰ πρὸς ἐκεῖνον καὶ ἐκτομίαν, οὐδενὶ δὲ τῶν πάντων σεμνολογούμενον. Οὗτος ἄρας ἐντεῦθεν ἐπὶ τὸν τυραννοῦντα σὺν πολλῷ χωρεῖ τῷ στρατεύματι. Ὁ δὲ, ἐπειδὴ ἐμεμαθήκει ὡς εἴη συγκεκινημένον ἐπ' αὐτὸν τὸ Ῥωμαϊκὸν ξύμπαν στρατόπεδον, οὔτε ἀποδειλιᾷ τὸ πλῆθος οὔτε τὴν συγκίνησιν ὑποπτήσσει, ἀλλὰ πάντα κατόπιν τῶν τυραννικῶν πεποιηκὼς λογισμῶν, πειρᾶται ἀσυντάκτους καταλαβεῖν, καὶ σὺν εὐζώνῳ τῇ στρατιᾷ οὔπω προσδοκηθεὶς τούτοις ἐφίσταται.
6.84 Ἐπεὶ δὲ κἀκεῖνοι κατὰ βραχὺ συνταχθέντες ἀντέστησαν, θεαταὶ μᾶλλον τοῦ ἀνδρὸς ἢ ἀγωνισταὶ ἐγεγόνεισαν, τοῖς δὲ πολλοῖς καὶ τὴν θέαν ὑπετέμνετο· οὕτως ἀστραπαῖος αὐτοῖς ἔδοξε, βροντῶν μὲν τοῖς στρατηγικοῖς ἐμβοήμασι, καθιππεύων δὲ τὰς φάλαγγας, καὶ οἷς ἂν ὀφθείη ἐκταράσσων τούτους εὐθύς. Τὸ μὲν οὖν πλῆθος ἐκ προοιμίων τροποῦται τῇ γενναιότητι, ἡττᾶται δὲ τῶν ἄνωθεν διοικήσεων καὶ ὧν ἡμεῖς τοὺς λόγους οὐκ ἴσμεν· ὡς γὰρ ἐπειδὴ περιϊὼν τὰς ἡμετέρας διετάραττε φάλαγγας, καὶ ὅπη δ' ἂν ἐκεῖνος ὁρμήσειε διελύετο ὁ συνασπισμὸς καὶ εἰς τοὐπίσω τὸ συντετειχισμένον ἐχώρει τοῦ στρατοπέδου, καὶ τὸ ξύμπαν ἤδη κατὰ μέρη διετέμνετό τε καὶ κατεφθείρετο, πληγὴν ἀθρόως κατὰ τῆς δεξιᾶς λαγόνος εἰσδέχεται, οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' εἰς βάθος, ὅθεν ἀθρόον πλεῖστον ἐκεῖθεν αἷμα κατέρρει· καὶ ὃς, ὥσπερ οὐκ αἰσθανθεὶς τῆς πληγῆς, ἀλλὰ τὸ αἷμα καταρρέον ἰδὼν, εἶτα δὴ τὴν χεῖρα ἐπιθεὶς ὅθεν κεκένωτο, καὶ καιρίαν γνοὺς τὴν βολὴν, τοῖς ὅλοις ἀπειρηκὼς, ἐπειρᾶτο μὲν ἐπὶ τὸν οἰκεῖον ἐπανιέναι χάρακα, καὶ βραχὺ δή τι τῶν στρατευμάτων ἀπῆγεν ἑαυτόν· ὡς δ' οὐκ εἶχεν ἤδη ὅπως μετενέγκοι τὸν ἵππον, τοῦ σώματος αὐτῷ πάντη ἐξασθενήσαντος, καὶ ἀχλύος πληρωθείσης τῆς κεφαλῆς, ἠρέμα ἐπιστενάξας καὶ ὅσον παρεῖχεν ἡ δύναμις, ἀκρατής τε εὐθὺς τοῦ χαλινοῦ γίνεται, καὶ τῆς ἕδρας ἀπολισθήσας, θέαμα ἐλεεινὸν τῇ γῇ κατέρριπτο.
6.85 Τὸ δέ γε ἡμεδαπὸν στράτευμα οὐδ' οὕτως ἐθάρρει τὸν κείμενον, ἀλλὰ καὶ αὖθις ἐπεῖχον τοὺς χαλινοὺς, δεδοικότες μή ποτε κλέμμα εἴη τὸ θέαμα· ὡς δ' ὅ τε ἱπποκόμος ἀπῆν, καὶ ὁ ἵππος ἐλευθέρῳ ποδὶ ἀτάκτως ἀνὰ τὸ μεταίχμιον ἔθει, παμπληθεὶ πάντες ὁρμήσαντες ἐπὶ τὸν νεκρὸν, εἶτα δὴ ἰδόντες καὶ θαυμάσαντες ὁπόσον μέρος τῆς γῆς ἐπεῖχεν ἐκτεταμένος, τὴν κεφαλὴν ἀποτεμόντες τῷ τῆς φάλαγγος ἡγεμόνι προσάγουσιν. Εἶτα δὴ ἐπὶ τούτῳ πολλοὶ οἱ τὸν ἄνδρα ἀπεκτονότες ἐσχεδιάσθησαν, καὶ λόγοι ἐπὶ τούτῳ συνετίθεντό τε καὶ συνεπλάττοντο· ὡς δ' οὐκ ἦν ἀποδείκνυσθαι τὰ λεγόμενα, ἀγνώστους τινὰς ἱππέας ἐπ' ἄντην ὡρμηκότας ἐλογοποίουν ἐκκεφαλίσαι· καὶ πολλῶν οὕτω πλαττομένων λόγων, ἀπόδειξις οὐδεμία τοῖς λεγομένοις ἐπῆν· ἀλλ' ὅτι μὲν τὴν λαγόνα διῄρητο, τομὴν ἐντεῦθεν κατηγόρουν αἰχμῆς, ὁ δὲ τρώσας ἀφανὴς τέως ἐστὶν ἄχρι τῆσδε τῆς συγγραφῆς.
6.86 Ἐκεῖνος μὲν οὖν οὕτω δὴ τὰ μὲν παθὼν, τὰ δὲ καὶ ποιήσας τῶν κατηγορίαν ἐχόντων, τοιούτῳ δὴ τέλει τὸν βίον κατέλυσε· τὸ δὲ περὶ ἐκεῖνον στρατόπεδον, μέρη μέν τινα ἐπὶ τὰς οἰκείας πατρίδας ἀπεληλύθεσαν ἀφανῶς, τὸ δὲ πλεῖστον μέρος τοῖς ἡμετέροις προσέθετο· καὶ πρὶν ἢ πρὸς τὸν αὐτοκράτορα ἐπανελθεῖν τὰ στρατεύματα, ἡ τοῦ τυραννήσαντος ἐκπέμπεται κεφαλή· καὶ ὃς καθαπερεί τινος καλύπτοντος ἀπαλλαγεὶς κύματος καὶ βραχύ τι ἐξαναπνεύσας, τῷ μὲν Θεῷ εὐχαριστηρίους ἀναπέμπει φωνὰς, τὴν δέ γε κεφαλὴν ἐν μετεώρῳ τοῦ μεγάλου θεάτρου πήγνυσιν, ὡς ἂν ἔχοιεν ξύμπαντες καὶ πόρρωθεν ταύτην διὰ πολλοῦ μέσον τοῦ ἀέρος ὁρᾶν. 6.87 Ὡς δὲ καὶ ἡ φάλαγξ ἐπανεληλύθει, ἀριστείοις στεφάνοις τῶν πλειόνων κεκοσμημένων, καὶ πρὸ τοῦ Ἄστεος ἤδη ηὐλίσαντο ἀγχοῦ τῶν τειχῶν, ὁ αὐτοκράτωρ θρίαμβον δεῖν ἔγνω ἐπὶ τοῖς τροπαίοις καταγαγεῖν· καὶ οἷα ἐκεῖνος σκηνὰς πλάττειν εἰδὼς καὶ μεγαληγορεῖν ἐν τοῖς πράγμασιν, οὑτωσὶ διατίθεται τὴν πομπήν· διατάττεται γὰρ τὸ μὲν ψιλὸν τῆς φάλαγγος μεθ' ὅπλων προϊέναι συμμίγδην καὶ ἀσυντάκτως, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντας, καὶ ἐπὶ τούτοις τοὺς ἐπιλέκτους ἱππέας ὅπλοις καταφράκτους ἕπεσθαι, φοβεροὺς ἰδεῖν ἀπό τε τοῦ σχήματος ἀπό τε τῆς στρατιωτικῆς τάξεως· εἶτα δὴ τὸ μετὰ τοῦ τυράννου στρατόπεδον, οὐκ ἐν τάξει, οὐδ' ἐν καλῷ σχήματι, ἀλλ' ἐπ' ὄνων πρὸς οὐρὰν ἀντεστραμμένους καὶ ἐξυρημένους τὰς κεφαλὰς, καὶ πολύν τινα συρφετὸν αἰσχύνης περὶ τὸν τράχηλον φέροντας, ἐφ' οἷς ἡ τοῦ τυράννου δὶς ἐθριαμβεύετο κεφαλὴ, καὶ μετ' ἐκείνην ἄλλο τι τοῦ τυραννικοῦ σχήματος, μεθ' ἃ ξιφηφόροι τινὲς καὶ ῥαβδοῦχοι καὶ οἱ τοὺς πελέκεις ἀπὸ τοῦ δεξιοῦ σείοντες ὤμου, πολύ τι πλῆθος προϊόντες τοῦ τῶν στρατευμάτων ἡγεμονεύσαντος, καὶ ἐπὶ πᾶσιν ἐκεῖνος ἐπίσημος καὶ ἵππῳ καὶ τῇ στολῇ, καὶ ἐπὶ τούτῳ τὸ δορυφορικὸν ξύμπαν.
6.88 Οὗτοι μὲν οὖν οὕτω προῄεσαν, ὁ δὲ αὐτοκράτωρ λαμπρὸς πάνυ καὶ ὑψηλὸς προὐκάθητο τῆς οὕτως λεγομένης Χαλκῆς Φυλακῆς ἐπ' αὐτοῦ δὴ τοῦ θείου τεμένους, ὃ ὁ μέγας ἐν βασιλεῦσιν Ἰωάννης ἐκεῖνος ὁ μετὰ Φωκᾶν Νικηφόρον ἐδείματο· αἵ τε βασιλίδες ἑκατέρωθεν αὐτῷ συγκαθίσασαι θεωροὶ τοῦ θριάμβου ἐγίγνοντο. Καὶ οὕτω δὴ τὴν τοιαύτην ξυντελέσας πομπὴν, σὺν ἐγκωμίοις λαμπροῖς στεφανηφορῶν ἐχώρει πρὸς τὰ βασίλεια· ὥσπερ δὴ ἐκείνῳ τὸ ἦθος, μέχρι τούτου τῇ λαμπρότητι τῆς νίκης καταχρησάμενος, εἰς τὴν οἰκείαν αὖθις μετριοφροσύνην ἐπανελήλυθεν. 6.89 Λαμπρὸν γὰρ δή τι τοῦτο τὸ μέρος καὶ πλῆρες ἐγκωμίων τῷ βασιλεῖ· οὔτε γὰρ ἐπὶ τοῖς κατωρθωμένοις αὑτῷ ἐσεμνολόγει, οὔτε ἀλαζόνας ἠφίει φωνὰς, ἀλλ' ἀπολαύων τῶν πεπραγμένων ὅσον ἐξῆν, τῶν οἰκείων αὖθις ἠθῶν ἦν· καὶ τοῦτο μὲν οὕτως ἦν αὐτῷ. Ἐγρηγόρει δὲ οὐ μάλα, ἀλλ' ὥσπερ ἐπὶ πολλοῖς ἀγῶσιν ἀναπαύλης δεόμενος ἐπερραθύμει τῷ λείποντι μέρει, διὰ τοῦτο ἄλλο τι αὐτῷ ἐπ' ἄλλῳ τῶν δεινῶν ἐπεκύμαινεν.
6.89 Λαμπρὸν γὰρ δή τι τοῦτο τὸ μέρος καὶ πλῆρες ἐγκωμίων τῷ βασιλεῖ· οὔτε γὰρ ἐπὶ τοῖς κατωρθωμένοις αὑτῷ ἐσεμνολόγει, οὔτε ἀλαζόνας ἠφίει φωνὰς, ἀλλ' ἀπολαύων τῶν πεπραγμένων ὅσον ἐξῆν, τῶν οἰκείων αὖθις ἠθῶν ἦν· καὶ τοῦτο μὲν οὕτως ἦν αὐτῷ. Ἐγρηγόρει δὲ οὐ μάλα, ἀλλ' ὥσπερ ἐπὶ πολλοῖς ἀγῶσιν ἀναπαύλης δεόμε νος ἐπερραθύμει τῷ λείποντι μέρει, διὰ τοῦτο ἄλλο τι αὐτῷ ἐπ' ἄλλῳ τῶν δεινῶν ἐπεκύμαινεν.

Η επανάσταση των Ρώσων (και η ανταρσία τού Τορνικίου)

Επεξεργασία

6.90 Περὶ τῆς τῶν Ῥώσων ἐπαναστάσεως [καὶ τῆς τοῦ Τορνικίου ἀνταρσίας]. Ἔνθεν τοι καὶ τὴν τῆς τυραννίδος κατάλυσιν βαρβαρικὸς διαδέχεται πόλεμος, καὶ σκάφη Ῥωσικὰ καὶ ἀριθμοῦ, ἵν' οὕτως εἴποιμι, πλείονα, τοὺς πόρρωθεν ἀνείργοντας ἢ λαθόντα ἢ βιασάμενα τὴν Προποντίδα[2] καταλαμβάνουσι, καὶ νέφος ἀθρόον ἀπὸ θαλάσσης ἀρθὲν ἀχλύος τὴν βασιλίδα πληροῖ. Ἐνταῦθα δὲ καὶ τοῦ λόγου γενόμενος, βούλομαι τὰς αἰτίας ἐρεῖν ἀφ' ὧν ἐκεῖνοι μηδὲν ἐναντιωθέντι τῷ αὐτοκράτορι τὴν ἐπιθαλάττιον ξυγκίνησιν καὶ στρατοπεδίαν πεποίηνται.
6.91 Τὸ βάρβαρον τοιγαροῦν τοῦτο φῦλον ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν τὸν πάντα χρόνον λυττᾷ τε καὶ μέμηνε, καὶ ἐφ' ἑκάστῳ τῶν καιρῶν τοῦτο ἢ ἐκεῖνο εἰς αἰτίαν πλαττόμενοι, πρόφασιν καθ' ἡμῶν πολέμου πεποίηνται· καὶ ἐπειδὴ ἐτεθνήκει μὲν ὁ καταδειματῶν τούτους αὐτοκράτωρ Βασίλειος, καὶ ἐπ' ἐκείνῳ ὁ ἀδελφὸς Κωνσταντῖνος τὸ λαχὸν αὐτῷ τοῦ αἰῶνος μέρος πεπλήρωκε, <δι'> ὃ τὸ εὐγενὲς κράτος ἀπεληλύθει, ἀνανεοῦνται αὖθις καθ' ἡμῶν τὸ παλαιὸν μῖσος καὶ κατὰ βραχὺ πρὸς μέλλοντας πολέμους γυμνάζονται. Ἐπεὶ δὲ καὶ ἡ τοῦ Ῥωμανοῦ βασιλεία λαμπρά τις αὐτοῖς νενόμιστο καὶ περιφανὴς, ἀσύντακτοί τε ἔτι ταῖς παρασκευαῖς ἦσαν, ἐπειδὴ κἀκεῖνος βραχύν τινα χρόνον ἐπιβιώσας τῇ βασιλείᾳ μετήλλακτο, καὶ εἰς ἄσημόν τινα τὸν Μιχαὴλ τὸ κράτος μετέπεσεν, ἐπ' αὐτὸν καὶ δὴ τὰς οἰκείας δυνάμεις ἐξώπλιζον, καὶ δεῖν ἐγνωκότες διὰ θαλάττης πρὸς ἡμᾶς ἐμβαλεῖν, ὑλοτομήσαντες ἄνωθεν καὶ σκάφη μικρά τε καὶ μείζω διαγεγλυφότες, καὶ λανθανόντως κατὰ βραχὺ ἱκανῶς παρασκευασάμενοι, μεγάλῳ δὴ στόλῳ ἐπὶ τὸν Μιχαὴλ καταπλεῖν ἔμελλον· ἐν ὅσῳ δὲ ταῦτα ἐκείνοις ηὐτρέπιστο καὶ ὁ πόλεμος ἔμελλε, προλαμβάνει τὸν ἐκείνων κατάπλουν καὶ οὗτος ὁ βασιλεὺς τῶν ἐντεῦθεν ἀπαναστάς· ὡς δὲ καὶ ὁ μετ' ἐκεῖνον οὐ πάνυ τι τὸ ἴχνος ἐρείσας τοῖς βασιλείοις ἀπεληλύθει, ἥδραστο δὲ τὸ κράτος ἐπὶ τὸν Κωνσταντῖνον, εἰ καὶ μηδὲν οἱ βάρβαροι τοῦτον εἶχον ἐπὶ τῷ πολέμῳ καταιτιᾶσθαι, ἀλλ' ἵνα μὴ ἄπρακτος αὐτοῖς ἡ παρασκευὴ νομισθείη, ἀπροφάσιστον πρὸς ἐκεῖνον ἀναρρήγνυνται πόλεμον· ἡ μὲν οὖν ἀναίτιος αἰτία τῆς ἐπὶ τὸν αὐτοκράτορα ἐκείνων ὁρμῆς αὕτη.
6.92 Ὡς δὲ ἤδη λαθόντες τῆς Προποντίδος ἐντὸς ἐγεγόνεισαν, τὰ μὲν πρῶτα ἐφ' ἡμῖν ἐτίθουν τὸ σπένδεσθαι, εἴ γε βουλοίμεθα μεγάλους αὐτοῖ τῶν σπονδῶν ἀποδιδόναι μισθοὺς, καὶ τὸν ἀριθμὸν περιετίθεσαν, ἐφ' ἑκάστῳ σκάφει στατῆρας χιλίους, ὡς συμβαίνειν μὴ ἄλλως αὐτοῖς τούτους ἀπαριθμεῖσθαι, ἢ ἑνί τῳ δὴ σκάφει τῶν παρ' αὐτοῖς· ἐβούλετο δὲ αὐτοῖς ταῦτα, ἢ τῷ οἴεσθαι πηγάς τινας παρ' ἡμῖν εἶναι χρυσίτιδας, ἢ ἐκ παντὸς τρόπου ἑλόμενοι μάχεσθαι, ἀνηνύτους ὑποθέσεις παρείχοντο, ἵν' εὐπροφάσιστος αὐτοῖς ὁ πόλεμος γίγνοιτο. Ὅθεν, ἐπεὶ μηδ' ἀποκρίσεως οἱ πρέσβεις αὐτῶν ἠξιώθησαν, οὕτω δή τοι πρὸς ἀλλήλους συνεσκευάσθησαν, καὶ τοσοῦτον ἐπὶ τῷ σφετέρῳ πλήθει ἐθάρρουν, ὡς αὔτανδρον οἴεσθαι τὴν Πόλιν ἑλεῖν.
6.93 Ἦν δὲ τηνικαῦτα ἡμῖν καὶ τὸ διὰ θαλάσσης μάχιμον πάντη ἐνδεῶς ἔχον, αἵ τε πυρφόροι νῆες ἐπὶ τοῖς παραλίοις διεσκίδναντο τόποις, ἄλλο τι ἄλλαι τοῦ καθ' ἡμᾶς μέρους φυλάττουσαι. Ὅθεν ὁ αὐτοκράτωρ λείψανά τινα τοῦ παλαιοῦ στόλου συνηθροικὼς, καὶ ταῦτα δὴ ζεύξας, ὁλκάδας τε τῶν βασιλικῶν συναγηοχὼς, καί τινας δὴ τριήρεις συμπαρασκευασάμενος, καὶ μαχίμους τινὰς ἄνδρας ἐπ' αὐτῶν δὴ παρατάξας, χορηγήσας τε ταῖς ναυσὶ πολὺ τὸ δίυγρον πῦρ, καὶ ταύτας δὴ κατέναντι τῶν βαρβαρικῶν σκαφῶν ἐπὶ τοῦ κατ' ἀντιπέραν λιμένος συντάξας, καὶ αὐτὸς δὴ μοῖράν τινα τῆς συγκλήτου βουλῆς τὴν ἔκκριτον μεθ' ἑαυτοῦ ἔχων, ἐπ' αὐτοῦ δὴ τοῦ λιμένος βραχύ τι ἄνωθεν τῆς νυκτὸς ναυλοχεῖ, καὶ λαμπρῶς τοῖς βαρβάροις κηρύξας τὸν ἐπιθαλάττιον πόλεμον, ἅμα πρωῒ τὰς ναῦς ἱστᾷ κατὰ φάλαγγα. Καὶ οἱ βάρβαροι δὲ ἀπάραντες ὥσπερ ἀπὸ στρατοπεδείας καὶ χάρακος τῶν κατέναντι λιμένων ἡμῖν, καὶ πολύ τι μετεωρισθέντες τῆς γῆς, τάς τε ναῦς αὐτῶν ξυμπάσας κατὰ μίαν ἐφεξῆς στήσαντες, καὶ τὸ πέλαγος ξύμπαν ἀφ' ἑκατέρων λιμένων ξυνδήσαντες, ὡς αὐτοί τε ἐπελευσόμενοι καὶ ἡμᾶς ἐπιόντας δεξόμενοι παρετάχθησαν. Οὐκ ἦν οὖν ὅστις ὁρῶν τὰ τότε γινόμενα οὐ πάνυ διατεθορύβητο τὴν ψυχήν· ἔγωγ' οὖν ἀγχοῦ τοῦ αὐτοκράτορος ἑστηκὼς <ἦν>, καθῆστο δὲ οὗτος ἐπί τινος λόφου πρὸς θάλατταν ἠρέμα ἐπικλινοῦς, καὶ θεωρὸς ἐξ ἀπόπτου τῶν γιγνομένων ἐτύγχανεν.
6.94 Ἡ μὲν οὖν παράταξις οὕτως ἑκατέρωθεν διεσκεύαστο, προῄει δὲ οὐδεὶς ὡς μαχούμενος, ἀλλ' ἑκατέρωθεν τὰ μέρη συνησπικότα ἀκίνητα ἔστησαν· ὡς δὲ πολύ τι τῆς ἡμέρας διεληλύθει, ὁ βασιλεὺς δυσὶ τῶν μεγάλων νεῶν σύνθημα δοὺς, ἐπὶ τὰ βαρβαρικὰ κατὰ βραχὺ προϊέναι σκάφη παρακελεύεται· καὶ ἐπειδὴ προῄεσαν ὁμαλῶς τε καὶ εὐκινήτως, ἠλάλαζόν τε ἄνωθεν οἱ λογχοφόροι καὶ πετροβόλοι, οἵ τε ἀκοντισταὶ τοῦ πυρὸς εὐσυντάκτως πρὸς τὴν βολὴν διετάξαντο, πλείω δὴ τῶν ἀπεσταλμένων ἀπὸ τῶν βαρβαρικῶν σκαφῶν ταχυναυτοῦντα ἐπὶ τὰς ἡμετέρας νῆας ἐξώρμησαν· εἶτα δὴ διαιρεθέντα, καὶ ἑκάστην τῶν τριηρῶν κυκλωσάμενά τε καὶ περιζώσαντα, κοντοῖς κάτωθεν διατιτρᾶν ἐπεχείρουν· οἱ δ' ἄνωθεν ἔβαλλον λίθοις τε καὶ κοπίσιν· ὡς δὲ καὶ τὸ πῦρ ἠκόντιστο ἐπ' αὐτοὺς, καὶ ἤδη τοὺς ὀφθαλμοὺς συνεχύθησαν, οἱ μὲν ἐπὶ τὸ πέλαγος ἐρριπτοῦντο, ὡς πρὸς τοὺς σφετέρους διανηξόμενοι, οἱ δ' οὐκ εἶχον ὅ τι καὶ δράσειαν, ἀλλὰ πρὸς πᾶσαν ἀπεγνώκεισαν μηχανήν.
6.95 Ἐπὶ τούτοις ἕτερον σύνθημα, καὶ πλείους τριήρεις ἀνήχθησαν καὶ νῆες ἕτεραι, ἢ ἐφεπόμεναι, ἢ ξυνελαύνουσαι· καὶ τὸ μὲν ἡμέτερον ἤδη μέρος ἐθάρρει, τὸ δ' ἐναντίον καταπεπληγότες εἱστήκεσαν· ἐπεὶ δὲ ἤδη τὸ πέλαγος διαβάλλουσαι αἱ τριήρεις πρὸς αὐτοῖς ἦσαν τοῖς βαρβαρικοῖς σκάφεσιν, ὅ τε σύνδεσμος αὐτοῖς διερράγη καὶ ὁ συνασπισμὸς διαλέλυτο, καὶ τὰ μὲν κατὰ χώραν ἐτόλμησαν μένειν, τὰ δὲ πλείω πρύμνας ἐκρούσαντο. Καὶ ὁ ἥλιος ἀθρόον νεφέλην ἐφελκυσάμενος κάτωθεν, ἐπειδὴ πολύ τι τοῦ ὁρίζοντος μετεώριστο, μετατίθησι τὸν ἀέρα, καὶ ὃς πνεῦμά τι τῶν ἰσχυρῶν ἐξ ἀνατολῆς ἐπὶ δύσιν κινεῖ, καὶ λαίλαπι χαράξας τὴν θάλασσαν ἐπὶ τὸ βάρβαρον ἐπαιγίζει τὰ κύματα· καὶ τὰ μὲν αὐτοῦ που καλύπτει, ἐπεγερθέντος αὐτοῖς τοῦ πελάγους εἰς τὸ μετέωρον, τὰ δὲ ἐπὶ πολύ τι τῆς θαλάσσης ἐλάσας εἰς σκοπέλους ἀπορριπτεῖ καὶ κρημνώδεις αἰγιαλοὺς, ὧν ἔνια αἱ τριήρεις καταδραμοῦσαι, τὰ μὲν τῷ βυθῷ παρέδωσαν αὔτανδρα, τὰ δὲ διατεμόντες οἱ ἐπ' αὐταῖς μάχιμοι ἡμίπρῳρα ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφειλκύσαντο. Γέγονέ τε τῶν βαρβάρων φόνος πολὺς, καὶ ὥσπερ ἐκ ποταμῶν ἄνωθεν ῥευμάτιον ὡς ἀληθῶς φόνιον τὴν θάλασσαν κατεφοίνισσεν.
6.96 Οὕτω τοιγαροῦν ὁ βασιλεὺς καταπολεμήσας τὸ βάρβαρον, τροπαιοφόρος εἰς τὰ βασίλεια ἀπὸ τῆς θαλάσσης ἐπανελήλυθεν. Ἐλέγετο γοῦν παρὰ πολλοῖς, ὧν ἐγὼ τοὺς λόγους διακριβούμενος οὐδεμίαν ἐπιστήμην ἢ ἀρχὴν εὕρισκον τῆς προρρήσεως, ἐλέγετο γοῦν ὡς πολλὰ μὲν μέλλει ἐπαναστήσεσθαι τῷ βασιλεῖ τούτῳ δεινὰ, τὰ μὲν ἔξωθεν καὶ παρὰ τῆς βαρβαρικῆς μερίδος, τὰ δ' ἀπὸ τῆς ὑπηκόου τέως χειρὸς, φροῦδα δὲ πάντα γενήσεσθαι, τύχης τινὸς δεξιᾶς συναντιλαμβανομένης τῷ αὐτοκράτορι καὶ πᾶσαν ἐπανάστασιν ῥᾷστα διαλυούσης· καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ, ὁπότε προφητείαις τισὶ καὶ οἰωνίσμασι τὴν ἑαυτοῦ ἡγεμονίαν ἐσεμνολόγει, ὀπτασιῶν τέ τινων καὶ ὀνειράτων παραδόξων ἐμέμνητο, τὰ μὲν ὡς αὐτὸς ἰδὼν, τὰ δ' ὡς ἄλλων μαντευομένων ἀκροασάμενος, καὶ τὸ περὶ τούτου μέρος παραδοξολογῶν ἦν. Ὅθεν ἤδη τοῦ δεινοῦ καθισταμένου, οἱ μὲν ἄλλοι ἐδεδίεσάν τε καὶ περὶ τοῦ μέλλοντος ἐπεφρίκεσαν τὰς ψυχὰς, ἐκεῖνος δὲ ὡς ἐπὶ δεξιῷ τῷ τέλει ἐθάρρει, καὶ τάς τε γνώμας τῶν δεδιότων ἐκούφιζε, καὶ ὡς οὐδενὸς κατειληφότος αὐτὸν χαλεποῦ, ἀφροντίστως εἶχε τῶν ἐπισυμβεβηκότων.
6.97 Ἐγὼ δὲ οὐδεμίαν μαντείας ἀφορμὴν παρὰ τῷ ἀνδρὶ ἐπιστάμενος, ψυχῆς τοῦτο ῥᾳθύμου καὶ ἀφρόντιδος τίθεμαι· ὅσοι μὲν γὰρ περὶ τὰ πράγματα ἐγρηγόρασι καὶ οἴδασί γε ὡς φαῦλαι πολλάκις ἀρχαὶ μεγίστας ἀπέτεκον συμφορὰς, οὗτοι πρὸς πᾶσαν ἄτοπον ὑπόθεσιν πεφροντίκασιν, ἐπακμασάντων δ' αὐτοῖς τῶν κακῶν, πεφόβηνταί τε περὶ τοῦ τέλους καὶ πρὸς πᾶσαν ἀκοὴν δύσκολον κατεπτήχασι, καὶ τῶν πραγμάτων μεταβαλλομένων, οὐκ ἔτι θαρροῦσιν· οἱ δὲ χρηστότεροι, οὔτε τὰς ἀρχὰς τῶν μελλόντων κακῶν ὑποπτεύουσιν, οὔτε πρὸς τὴν ἀρχὴν τῶν συμφορῶν διανεστήκασιν, ἀλλ' εἰς ἡδονὰς ἀποκεκλικότες ταύταις τε ἀσμενίζειν ἐθέλουσιν ἐς ἀεὶ, καὶ τοὺς ἔξωθεν συλλαμβάνειν εἰς τὴν ὁμοίαν κατάστασιν, καὶ, ἵνα καὶ ῥᾳθύμως ἔχοιεν πρὸς τὰ ῥᾴθυμα, καταμαντεύονται τούτοις ἀπαλλαγὰς ταχείας τῶν ἐπισυμβάντων ἀνιαρῶν· ἔστι δὲ καὶ τρίτη μερὶς ψυχῆς βελτίονος, ἣν ἐπειδὰν λάθῃ παρεισρυὲν τὸ κακὸν, ἀγνώμονα μὲν τοῦ γενομένου οὐκ ἀποδείκνυσιν, οὐ μέντοιγε δὴ καὶ περιψοφεῖ τοῖς ἔξωθεν πατάγοις, οὐδὲ καταπτοεῖ καὶ δουλαγωγεῖ, ἀλλὰ, πάντων ἀπαγορευσάντων, πρὸς τὰ δεινὰ ἕστηκεν ἐκείνη ἀκλόνητος, οὐ φυσικοῖς ἐστηριγμένη τοῖς ἕρμασιν, ἀλλὰ στερρότητι λογισμοῦ καὶ κρίσει βελτίονι. Ἀλλὰ τοῦτο δὴ τὸ μέρος οὔπω δὴ ἐν τῇ κατ' ἐμὲ κατανενόηκα γενεᾷ, ἀλλὰ τὸ παρ' ἡμῖν κρεῖττόν ἐστιν εἴ τις τέως ὑποπτεύει τὸ μέλλον καὶ πρός τε τὴν ἀρχὴν τοῦ κακοῦ ἵσταται καὶ γεγονότος πρὸς ἄμυναν διανίσταται. Ἀλλ' ὅ γε αὐτοκράτωρ τὸ <μὴ> κατεστυγηκέναι αὐτὸν πολλάκις τὰ πράγματα τοὺς πολλοὺς ἔπειθεν, ὡς μεμαθήκει παρά του τῶν κρειττόνων τοῦ ἐπισυμβάντος τὴν τελευτὴν, καὶ διὰ τοῦτα καταφρονοίη καὶ ὀλιγώρως ἔχοι παντάπασι.
6.98 Τοσοῦτον δὲ προανεβαλλόμην τῶν διηγήσεων, ἵν', ὁπότε λέγοιμι ἀφηγούμενος ὡς προειρήκει ἢ ἀπεγνώκει ταῦτα ἢ ἐκεῖνα, μὴ μαντικὸν τὸν ἄνδρα ἡγήσωνται οἱ πολλοὶ, ἀλλὰ τοὺς μὲν λόγους συμφώνους τῷ ἐκείνου ἤθει νομίσωσι, τὰ δὲ πράγματα ὡς τετελευτήκασιν, ἐς τὸ δόξαν τῷ Κρείττονι ἀναφέρωσι. Βουλόμενος δὲ ἑτέραν δεινοτέραν καὶ τῆς προλαβούσης ἐπαναστάσεως κατὰ τοῦ αὐτοκράτορος διηγήσασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον, ὁπόθεν τε γέγονε προλαμβάνων καὶ τίνας ἀρχὰς ἔσχηκε, καὶ ἡ ἀποστασία τίς προὔλαβε καὶ ἥτις αὕτη καὶ ὅθεν, τίς τε ὁ τολμήσας ἀμφότερα καὶ τίσι τεθαρρηκὼς τὴν τυραννίδα διαμεμελέτηκε.
6.99 Λέγω δὲ ἐκ τῶν ὑστάτων τοῦ λόγου ἀρχόμενος, ὅτι τῷ αὐτοκράτορι τούτῳ ἐξανέψιός τις ἐκ μητρικῆς ἐγεγόνει ῥίζης, τὸ μὲν ὄνομα Λέων, τὸ δὲ γένος Τορνίκιος, τὴν Ἁδριανούπολιν οἰκῶν, καὶ Μακεδονικὴν ἐρυγγάνων μεγαλαυχίαν, ἀνὴρ τὸ μὲν εἶδος οὐ φαῦλος, τὸ δὲ ἦθος ὑποκαθήμενος, καὶ πρὸς ἐνθυμήσεις ἀεὶ καινοτέρας ἀνελίττων τὰς γνώμας· τούτῳ γοῦν τῷ ἀνδρὶ οὔπω ἀκμάσαντι τύχην τινὰ λαμπρότητος, οἷα δὴ πολλὰ εἴωθεν ἀλόγως περί τινων λέγεσθαι, οἱ πλεῖστοι κατεμαντεύοντο· καὶ ἐπειδὴ ἀνὴρ ἐγεγόνει καί τινας ἐδείκνυ τοῦ ἤθους στερρότητας, ἡ Μακεδονικὴ μερὶς καθάπαξ αὐτῷ προσετέθη· καὶ τολμῆσαι μέν τι πολλάκις παραβολώτερον ἐπεχείρησαν, διαμαρτάνοντες δὲ τῶν καιρῶν, καὶ νῦν μὲν τοῦτον ἐμφιλοχωροῦντα τούτοις μὴ ἔχοντες, νῦν δὲ μὴ εὐποροῦντες εἰς ἀποστασίαν ἀρκούσης προφάσεως, ὑποβρύχιον ἐν ταῖς ψυχαῖς τὴν γνώμην τῆς τυραννίδος ἐφύλαττον· εἶτα δή τι ἐπισυμβεβήκει τοιοῦτον, ὃ δὴ αὐτοὺς ὁμοῦ εἰς ἀποστασίαν καὶ ἐπανάστασιν διηρέθισε.
6.100 Τῷ αὐτοκράτορι Κωνσταντίνῳ δύο ἐγεγόνεισαν ἀδελφαὶ, Ἑλένη μὲν ἡ πρεσβυτέρα τὸ ὄνομα, Εὐπρεπία δὲ ἡ μετ' ἐκείνην· τῆς μὲν οὖν Ἑλένης οὐδένα ἐπεποίητο λόγον, <τὴν δ'> οὔτε τι λαμπρὸν ἐξ ἀρχῆς κομῶσαν καὶ εἰς περιφάνειαν τύχης ἐληλυθυῖαν, φρονήματός τε πλήρη τυγχάνουσαν, καὶ γυναικῶν ἁπασῶν ὧν ἐγὼ τεθέαμαι σταθηροτάτην τε οὖσαν καὶ δυσπαράγωγον, ταύτην τοιγαροῦν εὐλαβεῖτο μὲν ὁ ἀδελφὸς, ὥς μοι εἴρηται, οὐκ ἔστεργε δὲ παραγωγὸν, ἀλλ' ἐδεδίει μᾶλλον ἢ περιεῖπεν. Αὕτη τοιγαροῦν τῶν ἐπὶ τῷ ἀδελφῷ διημαρτηκυῖα ὑπερηφάνων ἐλπίδων, βουλεύσασθαι μέν τι κατὰ τοῦ αὐτοκράτορος τῶν ἀτοπωτάτων ἀπεῖχε παντάπασιν, οὐ πολλάκις δὲ τούτῳ προσῄει, οὐδ' ἐθάρρει ἀδελφικῶς, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐκείνῳ ἑαυτὴν καταστήσασα, ὑπερηφάνως τε διελέγετο καὶ μετὰ τῆς ἀρχαίας ὀφρύος ἀπήλεγχέ τε τὰ πολλὰ τοῦτον καὶ προσωνείδιζε, καὶ ὁπότε θυμούμενον ἴδοι, ὑπανεχώρει καταφρονοῦσα, τὴν ἐπ' αὐτὸν ὕβριν τοῖς χείλεσιν ὑποτονθορύζουσα· καὶ ἐπειδὴ ᾔδει τὸν ἀδελφὸν πρὸς τὸν ἤδη ῥηθέντα Τορνίκιον ἀστόργως πάντη ἢ ἀπεχθῶς ἔχοντα, τοῦτον ἐκείνη ἐδεξιοῦτο καὶ φίλτατον εἶχε, καὶ θαμὰ προσωμίλει, οὐχ οὕτως ἀσπαζομένη τὸ πρότερον. Ὁ δέ γε βασιλεὺς ἐμεμήνει μὲν, βαθεῖς δὲ εἶχε περὶ τούτου τοὺς λογισμούς· οὔπω γὰρ οὐδὲ προφάσεις ἔσχεν ἀρκούσας εἰς κάκωσιν· ὅθεν ἵνα πόρρωθεν ἀπ' ἀλλήλων γένοιντο, ἐκείνῃ μὲν τέως ἔκρυψε τὸ ἀπόρρητον, αὐτὸν δὲ τῆς Πόλεως μεθιστᾷ, μετ' εὐπρεποῦς σχήματος· τὴν γὰρ Ἰβηρικὴν ἐπιτρέψας ἀρχὴν, ἐπίδοξον ὑπερορίαν τούτῳ κατεσκευάκει.
6.101 Ἀλλὰ καὶ ἀποδεδημηκότι τῷ ἀνδρὶ ἡ φήμη αὖθις συνείπετο· μᾶλλον δὲ ταύτην οἱ πλείους ἀφορμὴν κατηγορίας προσειληφότες, λόγους ἐπὶ τὸν ἄνδρα ὡς τυραννεῖν μέλλοι συνέπλαττον, καὶ προλαβεῖν τὸ δεινὸν τὸν αὐτοκράτορα συνηνάγκαζον· ὁ δὲ τούτων ἀκούων, οὐ πάνυ μὲν διατετάρακτο τὴν ψυχὴν, ὡς δὲ τὴν ἀδελφὴν συνηγοροῦσαν τεθέαται, καί πού τι καὶ τοιοῦτον εἰπούσης ἠκηκόει, ὡς· «Οὐδὲν ἄρα δεινὸν ὁ ἀνεψιὸς αὐτῇ πείσεται, τοῦ Κρείττονος αὐτὸν ἄνωθεν περισκέποντος», ἐκπλαγὴς ἐπὶ τῷ λόγῳ γενόμενος, καὶ τὴν ὁρμὴν οὐκέτι δυνάμενος κατασχεῖν, οὐδ' οὕτως μὲν ἐπεχείρησεν ἀνελεῖν, ὑφελεῖν δὲ αὐτῷ τοὺς θεμελίους τῆς τυραννίδος σκεψάμενος, στέλλει κατὰ τάχος τοὺς ἀποκεροῦντας καὶ τὸ μέλαν τριβώνιον ἐπενδύσοντας. Καὶ οὕτως ἐκεῖνος ἐκκοπεὶς τῶν ἐλπίδων, ὁ πάλαι λαμπροφορῶν ἀθρόον ῥακοδυτῶν ἐπὶ τὸν βασιλέα ἐπάνεισιν· ὁ δὲ οὐδ' οὕτως εὐμενῶς εἶδεν, οὐδὲ τῆς τύχης ᾠκτείρησεν, ἥτις αὐτὸν ταῖς ἐλπίσιν ὑψώσασα ἀθρόον κατήνεγκεν, ἀλλὰ καὶ προσιόντα οἷ πολλάκις δυσμενῶς ἀπεπέμψατο καὶ κατεγέλασεν ἐλεεινῶς ἔχοντα. Μόνη δὲ ἡ Εὐπρεπία, εἴτε συγγενικοῖς ἤθεσιν, εἴτε καὶ καθ' ἕτερον τρόπον ἐξένιζέ τε τοῦτον καὶ φιλοφρόνως ἠσπάζετο, πρόφασιν ἀδιάβλητον τῆς φιλοφροσύνης τὴν συγγένειαν ἔχουσα.
6.102 Ἔτυχε δὲ τὸ τηνικαῦτα καὶ Μακεδονική τις περὶ τὴν Πόλιν φιλοχωροῦσα πληθὺς καὶ μάλιστα ὅσοι τὴν Ἁδριανούπολιν ᾤκησαν ἐξ ἀρχῆς, ἄνδρες δεινοὶ τὰς γνώμας καὶ τὴν γλῶτταν ἀντίστροφον ταῖς ἐνθυμήσεσιν ἔχοντες, βουλεύσασθαί τι τῶν ἀτόπων ἑτοιμότατοι καὶ καταπράξασθαι δραστικώτατοι, κρύψαι τε λογισμοὺς ἀκριβέστατοι, καὶ τὰς πρὸς ἀλλήλους ὁμολογίας πιστότατοι. Ὁ μὲν οὖν αὐτο κράτωρ ὡς ἤδη κατατεθυμένου τοῦ λέοντος καὶ τάς τε τῶν ὀνύχων ἀφῃρημένου ἀκμὰς κατωλιγώρει παντάπασιν, οἱ δὲ Μακεδόνες τοῦτον ἐκεῖνον εἶναι νομίσαντες τὸν καιρὸν ὃν εἰς ἀποστασίαν πολλάκις ἐζήτησαν, βραχέα διαλεχθέντες ἀλλήλοις, ὡς τοῦ σκοποῦ πάλαι καθομολογηθέντος αὐτοῖς, καὶ τόν τε Τορνίκιον εἰς παράλογον τόλμαν διερεθίσαντες, ἑαυτούς τε πρὸς τὴν ὁμολογίαν τοῦ τολμήματος ῥώσαντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες, ὀλίγων δή τινων καὶ τούτων παντάπασιν ἀφανῶν κοινωνησάντων αὐτοῖς τοῦ δράματος, τὴν εὐθὺ Μακεδονίας ἐλαύνουσι· καὶ ἵνα μή τινες αὐτοῖς κατόπιν ἐξιππασάμενοι προλάβωσί τε τὰς εἰσβολὰς τούτων, ἢ θηράσωσιν ἰχνηλατήσαντες, τὴν δημοσίαν ἵππον ἐπειδὴ καταλύσαιεν ἀπεκτόνασι, καὶ οὕτως ἀπνευστὶ τὸν δρόμον συντείναντες Μακεδονίας τε ἐντὸς γίνονται, καὶ τὴν Ἁδριανοῦ κατειληφότες ὥσπερ ἀκρόπολιν, ἔργου εὐθὺς ἔχονται.
6.103 Ἐπεὶ δὲ συλλογῆς αὐτοῖς στρατευμάτων ἔδει, χρημάτων δὲ αὐτοῖς οὐχ ὑπῆρχε παρασκευὴ, οὐδ' ἄλλο τι τὸ πεῖθον τοὺς ἡγεμόνας τῶν στρατοπέδων εἰς ταὐτὸ συναγαγεῖν τὰ στρατεύματα καὶ πρὸς τὰ ἐκείνων ὑπείκειν βουλεύματα, πρῶτα μὲν λογοποιοὺς εὐθὺς ἁπανταχῆ καθιᾶσιν, οἳ δή που παρ' ἑκάστους τῶν στρατιωτῶν παραγενόμενοι, ἐξεπίτηδες τὸν μὲν βασιλέα τεθνάναι διεβεβαίουν, τὴν δέ γε Θεοδώραν ἐγκρατῆ γενομένην τοῦ κράτους, τὸν ἐκ Μακεδονίας πρὸ πάντων αἱρεῖσθαι Λέοντα συνετώτατόν τε ὁμοῦ καὶ δραστήριον καὶ λαμπρὰς ἔχοντα τοῦ ἄνω γένους τὰς ἀφορμάς· εἶτα δὲ καὶ αὐτοὶ οἱ καθηγεμόνες τοῦ πλάσματος διὰ τῆς τοιαύτης μηχανῆς τὰ πανταχόθεν τῆς ἑσπέρας ἐν ὀλίγαις δή τισιν ἡμέραις στρατόπεδα συναθροίζουσιν· ἦν δὲ οὐ τὸ πλάσμα μόνον τὸ συλλέξαν ἐκείνους, ἀλλὰ δή τι καὶ μῖσος αὐτοῖς παρατρεφόμενον πρὸς τὸν αὐτοκράτορα ἦν, ὅτι τε αὐτῶν βραχὺν λόγον ἐτίθετο, καὶ ὑποπτεύσας αὐτοὺς ἀπό τινος γενομένης καινοτομίας, ἔμελλε κατὰ βραχὺ τιμωρήσασθαι· διὰ ταῦτα πρὶν ἢ κατειλῆφθαι τούτους, προκαταλαβεῖν ἐκεῖνον ἔργον ἐτίθεντο.
6.104 Συλλεγέντες οὖν ἀθρόον καὶ παρ' ἐλπίδα, καὶ εἰς ταὐτὸ τὰς γνώμας συνεληλυθότες, βασιλεύειν ἐπ' αὐτοῖς αἱροῦνται τὸν Λέοντα, καὶ ὁπόσα δὴ αὐτοῖς ὁ καιρὸς ἐδίδου ἐπὶ τῇ ἀναρρήσει πλασάμενοι, διαπρεπεῖ ἐσθῆτι κοσμήσαντες αἴρουσιν ἐπ' ἀσπίδος· ὁ δὲ ἅπαξ ἐν τῷ σχήματι καταστὰς, ὡς ἤδη τοῦ πράγματος αὐτοῦ τετυχηκὼς, καὶ οὐχ ὡς ἐπὶ σκηνῆς οἷον δραματουργῶν ἢ πλαττόμενος, ἀρχικῶς καὶ τῷ ὄντι βασιλικῶς τῶν βασιλευσάντων κατάρχει, βουλομένων κἀκείνων ἀκριβέστερον αὐτῷ τὴν ἀρχὴν διευθύνεσθαι. Τὸ μὲν οὖν πολὺ πλῆθος, ἐπεὶ μήτε διανεῖμαι εἶχε μηδὲ χρήμασι καθυπάγειν, διά τε φόρων ἀνέσεως ὑπήκοον ἀπεργάζεται, καὶ τοῦ καθάπαξ αὐτοὺς ἀφιέναι εἰς προνομὰς ἐξιέναι, καὶ κέρδος ἅπαν οἰκεῖον τὸ ἀναλισκόμενον τίθεσθαι· τῶν δέ γε ἐν τέλει καὶ τῆς πρώτης βουλῆς ἅπαξ ἀρχαιρεσιάσας, τοὺς μὲν ἡγεμόνας τῶν στρατευμάτων ποιεῖ, τοὺς δὲ ἐγγὺς ἱστᾷ τοῦ βασιλικοῦ βήματος, καὶ ἄλλοις τὰς πρώτας βουλὰς ἀνατίθεται, καὶ ξύμπαντας, ὡς αὐτῷ τε κἀκείνοις αἱρετὸν ἦν, καταλλήλως ἑκάστῳ τοῖς πράγμασι διελόμενος, τῆς πρὸς τὴν Πόλιν εὐθὺς πορείας εἴχετο. Οὕτω γὰρ αὐτοῖς ἐβούλετο ἀθρόον προκαταλαβεῖν τὰς γνώμας τοῦ αὐτοκράτορος, καὶ πρὶν ἢ τὸ τῆς ἑῴας ἐπ' αὐτοὺς μετακινῆσαι στρατόπεδον, ἐπ' ἐκεῖνον τούτους μετακινήσασθαι· ᾤοντο δὲ μηδὲ τοὺς ἐν τῇ Πόλει τῷ βασιλεῖ προσθήσεσθαι, τούτοις δὲ ἀντιστήσεσθαι, δι' ὀργῆς τε τὸν αὐτοκράτορα ἔχοντας, ἐπειδὴ καὶ καινοτομεῖν τι κατ' αὐτῶν ἤρξατο, καὶ τὴν προεδρίαν αὐτοῦ δυσχεραίνοντας, καὶ βουλομένους στρατιώτην ἰδεῖν αὐτοκράτορα, σφῶν τε προκινδυνεύοντα καὶ τὰς ἐπιδρομὰς τῶν βαρβάρων ἀνείργοντα.
6.105 Ἀμέλει καὶ πρὶν ἢ προσπελάσαι τοῖς τείχεσι, πολλή τις αὐτοῖς μερὶς κατὰ τὴν πορείαν ἐθελουσίοις ὁρμαῖς προσετίθετο, πληθύς τε στρατιωτικὴ ἀπὸ τῶν ὑψηλοτέρων μερῶν προσεγίνετο, καὶ τὰ μέχρι τῆς Πόλεως κατάντη πάντα πρὸς τὸν σκοπὸν καὶ ἐπίφορα. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, τῷ δὲ αὐτοκράτορι εἰς τοὐναντίον περιειστήκει τὰ πράγματα· οὔτε γὰρ οἰκεῖον στράτευμα, οὔτε συμμαχικὸν αὐτοῦ που συνείλεκτο, εἰ μή τις ὀλίγη μερὶς ξενικὴ, ὁπόση τις εἴωθεν ἐφέπεσθαι ταῖς βασιλείοις πομπαῖς· ὅ γέ τοι τῆς ἑῴας στρατὸς οὐδὲ κατεσκήνουν ἐφ' ἑαυτῶν ἕκαστοι, ἵνα δή τι καὶ κατὰ σύνθημα ταχὺ συλλεγέντες βοηθήσαιεν τῷ αὐτοκράτορι κινδυνεύοντι, ἀλλ' ἐς τὰ βαθύτερα τῆς Ἰβηρίας ἐστρατοπεδεύκεισαν, ἐπιδρομήν τινος βαρβάρου ἀνακρουόμενοι· διὰ ταῦτα ἀπολώλεισαν τῷ βασιλεῖ αἱ ἐλπίδες, καὶ τοσοῦτον μόνον ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυεν· ὅθεν περὶ τοῦτο ἐπόνει, τά τε κατερρᾳθυμημένα τῶν μερῶν ἀνακτώμενος καὶ λιθοβόλοις καταπυκνῶν μηχανήμασιν.
6.106 Ἔτυχε δέ πως αὐτῷ τηνικαῦτα καὶ τὰ ἄρθρα ἐς τοσοῦτον νοσήσαντα, ὡς τάς τε χεῖρας αὐτῷ πάντη διαλελύσθαι, τούς τε πόδας μετὰ τοῦ μὴ βαδίζειν δύνασθαι, ἔτι τε καὶ ἀλγηδόσι σφοδραῖς διατείνεσθαι· ξυμπεπονήκει δὲ αὐτῷ καὶ ἡ γαστὴρ διαρρυεῖσα καὶ πάντη διαφθαρεῖσα, καὶ τὸ σύμπαν δὲ αὐτῷ σῶμα τηκεδών τις ὑπεσμύχετο καὶ διεβόσκετο, ὥστε μήτε προϊέναι δύνασθαι, μήτε δὴ τοῖς πολλοῖς εἰς ὁμιλίαν καθίστασθαι. Ἔνθεν τοι καὶ ἡ τῆς Πόλεως πληθὺς τεθνηκέναι οἰηθέντες ἐκεῖνον, κατὰ πλῆθος ἐπὶ μέρους ξυνιόντες περὶ τοῦ δεῖν ἐντεῦθεν ἀποδράσασθαι καὶ πρὸς τὸν τύραννον ἀπιέναι βουλὴν ἐποιοῦντο· ὅθεν καὶ παρὰ φύσιν ὁ αὐτοκράτωρ κατεβιάζετο ὁμιλεῖν τε τοῖς πολλοῖς ἐκ διαστήματος, ἢ καὶ πόρρωθεν ὁρᾶσθαι, καὶ ὅτι μὴ ἐτεθνήκει διαβεβαιοῦσθαι τοῖς σχήμασι.
6.107 Τοῦτο μὲν οὕτως εἶχε, καὶ ὁ τύραννος πνεύματος δίκην διαδραμὼν μετὰ παντὸς τοῦ στρατεύματος αὐτοῦ που πρὸ τῆς Πόλεως ἐναυλίζεται, καὶ ἦν τὸ γιγνόμενον οὐ πόλεμος, οὐδ' ἀντίστασις, ἀλλὰ πολιορκία καθαρὰ καὶ τειχομαχία. Ἐγὼ γοῦν καὶ στρατιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς οὐδεὶς ποτὲ τῶν τυραννευσάντων εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε καὶ μηχανήματα πρὸ τῆς Πόλεως στῆσαι παρασκευάζεσθαι καὶ τόξα τείνειν ἐπὶ τὰς ἐπάλξεις, τὴν πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν στρατῷ περιζωννύων· ἔκπληξις οὖν κατεῖχε καὶ θόρυβος ξύμπαντας, καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι. Ὁ δέ γε τύραννος τέως μὲν βραχύ τι πρὸ τῶν τειχῶν γεγονὼς, χάρακά τε βάλλεται καὶ στρατοπεδεύει λαμπρῶς, καὶ βραχύ τι μέρος ἐπ' αὐτοῦ τῆς νυκτὸς αὐλιζόμενος, τὸ λοιπὸν αὐτός τε ἐξιππασάμενος καὶ ταῖς δυνάμεσι τοῦτο παρακελευσάμενος, τό τε ψιλὸν διατάξας, βάδην τε προϊὼν, κατ' αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόοι καθίστανται, οὐ συμμίγδην, οὐδὲ κατὰ πλῆθος συνειλεγμένοι, ἀλλὰ στρατιωτικῶς διεσκευασμένοι καὶ πολέμου σχῆμα διατυπώσαντες· καὶ ἵνα δὴ ὡς ἀπειροπολέμους ἡμᾶς καταπλήξαιεν, ἐσιδηροφόρησαν ξύμπαντες, οἱ μὲν ἐντελέστεροι καὶ περικνημῖσι καὶ θώραξιν ἑαυτοὺς καθοπλίσαντες καὶ τὴν ἵππον κατάφρακτον στήσαντες, οἱ δ' ἄλλοι ὡς εἶχον ἕκαστοι καθωπλίσθησαν.
6.108 Αὐτὸς μὲν οὖν ὁ τύραννος λευκοῦ ἐπιβεβηκὼς ἵππου, τὸ μεσαίτατον εἶχε τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ· περιΐστατο δὲ αὐτὸν καὶ ψιλὸν, ἑκηβόλοι ξύμπαντες καὶ κοῦφοι καὶ εὔδρομοι, ἡ δὲ λοιπὴ φάλαγξ ἑκατέρωθεν διειστήκεισαν ὑφ' ἡγεμόσι παραταττόμενοι, οἱ δὲ λόχοι τὸ σχῆμα φυλάττοντες οὐ σὺν ἑκκαίδεκα ἀλλὰ σὺν ἐλάττοσι διῄρηντο, ἵν' ἐς μῆκος αὐτοῖς ἐκτείνοιτο ἡ πληθὺς, ὅθεν οὐδ' ἐπυκνοῦντο, οὐδὲ συνήσπιζον· τὸ δὲ κατόπιν πλῆθος πολύ τι καὶ δυσαρίθμητον τοῖς ἐκ τῶν τειχῶν ἔδοξε· διῄρηντο γὰρ κἀκεῖνοι, ἅμα δὲ καταθέοντές τε καὶ διϊππεύοντες οὐ μᾶλλόν τι ἰσχὺν παρατάξεως ἢ φαντασίαν πλήθους παρεῖχον.
6.109 Ἐκεῖνοι μὲν οὕτως· ὁ δέ γε αὐτοκράτωρ πολιορκούμενος ἔσωθεν, ἵνα τέως ὀφθείη τῷ ἐναντίῳ στρατεύματι ζῶν, ἐσθῆτι βασιλικῇ κοσμηθεὶς ἐπί τινος προβεβλημένου τῶν ἀνακτόρων οἰκήματος ἅμα ταῖς βασιλίσι καθῆστο, ὀλίγον μὲν ἐμπνέων, βραχὺ δ' ἀναστένων, καὶ τοσοῦτον ὁρῶν τοῦ στρατεύματος ὁπόσον εἱστήκει ἐγγύς τε καὶ κατὰ μέτωπον. Οἳ δ', ἐπειδὴ ἀγχοῦ που τῶν τειχῶν γενόμενοι διετάξαντο, τὰ μὲν πρῶτα τοὺς ἐπὶ τοῖς τείχεσιν ἑστηκότας ὧν τε παρὰ τοῦ βασιλέως δεινῶν ἐπεπόνθεισαν καὶ ὧν, εἰ μὲν ἁλοίη ἀπαλλαγήσονται, εἰ δ' ἀφεθείη πείσονται, ἀνεμίμνῃσκον κατὰ μέρος, καὶ ἠξίουν τὰς πύλας τε αὐτοῖς ὑπανοῖξαι καὶ εἰσδέξασθαι ἐπιεικῆ καὶ χρηστὸν αὐτοκράτορα, φιλανθρώπως τε αὐτοῖς χρησόμενον καὶ τὸ Ῥωμαίων κράτος τοῖς κατὰ τῶν βαρβάρων πολέμοις τε καὶ τροπαίοις αὐξήσοντα.
6.110 Ἐπεὶ δὲ οὐδὲν αὐτοῖς εὔφημον πρὸς οὓς ὁ λόγος ἀνταπεκρίναντο, ἀλλὰ πάσαις μὲν ὕβρεσι, πάσαις δὲ ἀτιμίαις αὐτούς τε καὶ τὸν ἐπ' αὐτοῖς τυραννοῦντα κατέπλυναν, τὰς ἐκ τοῦ πλήθους ἐλπίδας καθάπαξ ἀπογνόντες, ἀπαισίους ἀπερρίπτουν ἐπὶ τὸν βασιλέα φωνὰς, νῦν μὲν τὴν τοῦ σώματος αὐτῷ προσονειδίζοντες πάρεσιν, νῦν δ' ἐναγῆ ἀποκαλοῦντες καὶ πρὸς οὐχ ὁσίας ἀποκλίναντα ἡδονὰς, νῦν δὲ Πόλεως ὄλεθρον καὶ δήμου φθορέα, νῦν δ' ἄλλο τι τῶν ἀτοπωτάτων ἐπισυνείροντες τούτῳ καὶ καθυβρίζοντες· οἱ δὲ πλείους τῶν Μακεδόνων, δῆμος ὄντες αὐθαδείᾳ χαίροντες καὶ θρασύτητι, καὶ οὐ στρατηγικῆς ἀφελείας ἀλλὰ πολιτικῆς βωμολοχίας ὄντες ἐθάδες, τῶν ἵππων τε οἱ πλείους ἀπέβαινον, καὶ χορείας εἰς τοὐμφανὲς συνιστῶντες, αὐτοσχεδίους ἐποιοῦντο κωμῳδίας τῷ αὐτοκράτορι, τὴν γῆν τῷ ποδὶ σὺν ῥυθμῷ καὶ μέλει ἐπικροτοῦντες καὶ κατορχούμενοι. Ὁ δ' ἐπειδὴ τούτων τὰ μὲν ἑώρα, τὰ δὲ ἤκουεν, εἱστήκειν δ' ἐγὼ πλησίον αὐτῷ, τὰ μὲν ἐν δεινῷ τῶν λεγομένων ποιούμενος, τὰ δὲ λόγοις παραμυθούμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, τὴν ἐπὶ τῶν ἔργων αἰσχύνην ἐπὶ τῶν παρ' ἐκείνων ὑφιστάμενος λόγων.
6.111 Τῶν δέ γε πολιτῶν ἔνιοι ἐκτὸς τοῦ τείχους γενόμενοι τὴν ἵππον ἀνεῖργον αὐτοῖς, οἱ μὲν λίθους ἀπὸ σφενδόνης ἀπορριπτοῦντες, οἱ δ' ἐπιτοξάζοντες· οἱ δὲ καὶ φυγὴν ἐπιτετηδευμένην πλασάμενοι, ἐπειδὴ κατόπιν θέειν αὐτοὺς ἐξηπάτησαν, ἀθρόον ἐπιστραφέντες, ξίφεσι, δόρασιν ἀνῃρήκασι. Καί τις τῶν παρ' ἐκείνοις ἀφ' ἵππου τοξεύειν εἰδὼς, τοὺς ἡμετέρους λαθὼν ὀφθαλμοὺς πρὸς τοῖς τείχεσί τε γίνεται, καὶ καταντικρὺ τοῦ βασιλέως ἐπὶ μέτωπον τὴν τοῦ τόξου ἑλκύσας νευρὰν, ἐπ' αὐτὸν τὸ βέλος ἀφίησι· τὸ δὲ τὸν μεταξὺ ἀέρα εὐπετῶς περιπτυξάμενον, βραχύ τι παρεκνεύσαντος τοῦ αὐτοκράτορος, μειράκιον οὐκ ἀνώνυμον τῶν ἐκείνου κατευναστήρων βραχύ τι παραξέει τὴν πλευρὰν παρελάσαν, καὶ ἡμεῖς τῷ φόβῳ ἐπάγημεν, ὅ τε αὐτοκράτωρ τὴν καθέδραν διήμειψε καὶ πορρωτέρω τοῦ πολεμικοῦ ἐγεγόνει συστήματος. Οἱ δ' ἐπορθρευσάμενοι, ὥς μοι εἴρηται, μέχρις αὐτῆς μεσημβρίας, τὰ μὲν εἰπόντες, τὰ δ' ἀκούσαντες, καὶ νῦν μὲν θωπεύσαντες ἡμᾶς, νῦν δ' ἀπειλήσαντες, τοὺς ἵππους παραγαγόντες ἐπὶ τὸν χάρακα ᾔεσαν, μηχανάς τε παρασκευάσαντες καὶ τὴν Πόλιν πάλιν πολιορκήσαντες ἄντικρυς.
6.112 Ὁ δέ γε βασιλεὺς, ἐπειδὴ καθ' ἑαυτὸν ἐγεγόνει, δεινὸν ποιεῖται εἰ μή τινας αὐτοῖς στρατιώτας σχεδιάσοι, ἀποταφρεύσοι τε τούτοις τὰς εἰσβολὰς καὶ ἀποτειχίσοι τὴν εἴσοδον, πόρρω τε στήσοι ὥστε μὴ τῶν λεγομένων ἀκούειν, μηδ' ἐμφορεῖσθαι τῶν ὕβρεων· καὶ τοῦτο δὴ πρῶτον κακῶς λογισάμενος, εἶτα δὲ καὶ πρός τινας τῶν ἀπειροπολέμων ἐξενεγκὼν, ἐπειδὴ τοῖς πολλοῖς τὸ δόξαν ἤρεσεν, πρῶτα μὲν διερευνᾶται τὰ δεσμωτήρια καὶ εἴ πού τι φῦλον παρὰ τούτοις στρατιωτικὸν κατακέκλειστο, τούτους ἐξενεγκών τε καὶ καθοπλίσας, τόξα τε δοὺς καὶ δοράτια, ἑτοιμάζει πρὸς πόλεμον· ἔπειτα πλῆθος πολιτικῶν οὐκ ὀλίγων (ἐθελονταὶ δὲ οὗτοι τοῖς λόχοις ἑαυτοὺς ἐνεδίδοσαν, ὥσπερ τι τῶν ἄλλων καὶ τὸν πόλεμον παίζοντες), τῷ λοιπῷ στίφει συναριθμεῖ· καὶ διὰ πάσης τῆς νυκτὸς <τὸν> περὶ τῆς Πόλεως τόπον περιταφρεύσας, χάρακα ἐκεῖσε ἱδρύεται· καὶ ἅμα πρωῒ, πρὶν ἢ τοὺς πολεμίους ἐπιστῆναι τῷ Ἄστει, τὴν λογάδα τῶν παρ' ἡμῖν διατάξας καὶ κατ' ἀντικρὺ στήσας ἐκείνοις, τὸ μὲν ἱππέων μερίδας, τὸ δὲ συντάξεις ψιλῶν, ὅπλοις τε σκεπαστηρίοις πάντας περιφραξάμενος κατὰ λόχους ξύμπαντας ἵστησι, καὶ αὐτὸς αὖθις ἐν μετεώρῳ καθίσας ἐξ ἀπόπτου ἐγνώκει τὸ μέλλον ἰδεῖν.
6.113 Τούτων δὲ οὐδὲν ᾔδεσαν οἱ πολέμιοι, ἀλλ' ἐπειδὴ πλησιάσαντες ἀθρόοις τοῖς καθ' ἡμᾶς λόχοις ἐντετυχήκεσαν, πρῶτα μὲν τοὺς χαλινοὺς ἐπισχόντες ἠξίουν μαθεῖν ὁπόθεν ἡμῖν ἀθρόον οὕτω συνελέγη τὸ στρατόπεδον· ἐδεδοίκεσαν γὰρ μή τις ἀπὸ τῆς ἑῴας μερὶς ἐπιβοηθήσασα παραγέγονεν· ἐπεὶ δὲ ἐγνώκεισαν ὅτι ἀγυρτικὸς ὄχλος αἱ παρ' ἡμῖν δυνάμεις τυγχάνουσιν ὄντες, τήν τε ταφρίαν οὐδὲν ἔχουσαν βαθὺ καὶ δύσβατον ἐθεάσαντο, τῆς τοῦ κρατοῦντος ἀβελτερίας καταγελάσαντες, καὶ τοῦτον εἶναι αὐτοῖς τὸν ἐπιζητούμενον καιρὸν ἐγνωκότες, συνησπικότες ἀλλήλοις καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, ἀθρόοι κατ' ἴσον εἰσβαλόντες τοῖς ἵπποις καὶ ῥᾷστα τὴν ταφρίαν ὑπερπηδήσαντες, τρέπουσί τε εὐθὺς τοὺς τέως συντεταγμένους, καὶ κατὰ νώτου τούτοις γινόμενοι ἄρδην ἀνῄρουν τὰ μὲν ξίφεσι, τὰ δὲ δόρασιν· οἱ δὲ πλείους ὑφ' ἑαυτῶν συνωθούμενοι καὶ τῶν ἵππων ἐξολισθαίνοντες αὐτοῦ που συνεπατοῦντο καὶ διεφθείροντο· ἔφευγον δὲ οὐ μόνον ὅσοι τοῦ Ἄστεως ἐκτὸς ἐγεγόνεισαν, ἀλλὰ δὴ καὶ ὅσοι πρὸς τῷ βασιλεῖ ἑστῶτες ἐτύγχανον· ᾤοντο γὰρ αὐτίκα τὸν τύραννον εἰσιέναι καὶ πάντας διαφθαρήσεσθαι.
6.114 Καὶ εἴ τις τοὺς τῆς προνοίας λόγους ἐάσειε, οὐδὲν ἦν ἐμποδὼν ἐκείνοις ἐντός τε τῶν τειχῶν γενέσθαι καὶ τοῦ ἐφετοῦ τυχεῖν ἐλευθέρως· οἵ τε γὰρ ταῖς τῶν τειχῶν εἰσόδοις ἐφεστηκότες τὴν φρουρὰν ἀφέντες, ἐζήτουν ὅπη τις ἐκείνους φρουρήσειε· ἥ τε Πόλις ξύμπασα, οἱ μὲν εἰς αὐτοὺς ἀνακεχωρήκεσαν, οἱ δ' ὑπαντῆσαι τῷ τυράννῳ προεθυμήθησαν· ἀλλ' οὗτος τὴν εἴσοδον ἅπαξ ἀποδειλιάσας, ἢ μᾶλλον τεθαρρηκὼς ὡς παρ' ἡμῶν εἰς τὴν βασιλείαν παρακληθείη καὶ ὑπὸ προηγουμένῳ φωτὶ καὶ βασιλείῳ πομπῇ ἀναχθείη εἰς τὰ βασίλεια, τὴν μὲν εἴσοδον ἐς αὔριον ἀναβάλλεται, παρελαύνων δὲ τὸν ἵππον ἐφ' ἕκαστα τὰ μέρη τῶν οἰκείων δυνάμεων, μηδένα παίειν ἐβόα, μηδὲ πληροῦσθαι φόνου συγγενικοῦ, κἂν εἴ τινα ἴδοι τὸ ἀκόντιον ἐπισείοντα ἢ τῷ δόρατι βαλεῖν ἐθέλοντα τὸν ἀγχοῦ, ἐπεῖχε τὴν χεῖρα καὶ ἠλευθέρου τὸν φεύγοντα.
6.115 Ὁ τοίνυν βασιλεὺς, μόνος δὲ ἄρα καταλέλειπτο ὡς αὐτίκα τεθνηξόμενος, ἐπειδὴ τούτων ἤκουσε τῶν φωνῶν, καὶ τὸν τύραννον εἶδε τοὺς φόνους ἀποτρεπόμενον· «Τοῦτό με μόνον τῶν ἄλλων θράττει δεινῶς (πρὸς ἐμὲ στραφεὶς), ἔφησε, ὅτι τυραννεῖν ὁ δεινὸς ἀνὴρ ἐπιβαλλόμενος, φιλανθρώπους ἀφίησι καὶ ἡμέρους φωνάς· δέδοικα γὰρ μὴ ἐντεῦθεν τὴν θείαν ἑαυτῷ συνεπισπάσηται δύναμιν».
6.116 Τῆς δ' ἀδελφῆς ἀποδυρομένης, φημὶ δὴ τῆς πρεσβυτέρας (ἡ γὰρ Εὐπρεπία ὑπερορίαν καταδεδίκαστο), καὶ φυγεῖν αὐτὸν προτρεπούσης, εἴς τινά τε τῶν θείων ναῶν καταφυγεῖν, ταυρηδὸν πρὸς αὐτὴν ἀποβλέψας· «Ἀπαγέτω τις αὐτὴν, ἔφησεν, εἴ τις ἡμῖν καταλέλειπται, ἵνα καθ' ἑαυτὴν τὸν θρῆνον ποιοῖτο, καὶ μὴ τὴν ἐμὴν καταμαλθακίζοι ψυχήν· τὸ γὰρ εὐτύχημα, φησὶ, τῷ τυράννῳ (πρὸς ἐμὲ αὖθις ὑποστραφεὶς) τὴν τήμερον περιώριστο· τὸ δέ γε λοιπὸν, ὥσπερ ψάμμου ὑποπασθείσης αὐτῷ, πρὸς τοὐναντίον χωρήσει τὰ πράγματα».
6.117 Ὁ μὲν οὖν τύραννος ταῦτα διαπραξάμενος, αἰχμαλώτους τε οὐκ ὀλίγους ζωγρήσας, συντεταγμένος ἐπὶ τὸν χάρακα ἄπεισιν· ὁ δέ γε αὐτοκράτωρ οὐδὲν αὖθις καινοτομήσειν ἐπ' ἐκεῖνον ἐσκέψατο, ἀλλὰ τὰς τῶν τειχῶν εἰσόδους καθαρμοσάμενος, τό τε πλῆθος δημαγωγήσας τῆς Πόλεως καὶ τῆς προλαβούσης αὐτοὺς εὐνοίας ἀποδεξάμενος, τῆς δέ γε μελλούσης ἔπαθλα ὥσπερ ἐπ' ἀγωνίαις προθεὶς, εὐπετῶς τὴν πολιορκίαν διήνεγκεν· ὁ δέ γε τύραννος τὴν νύκτα μόνην ἐκείνην ἐπὶ τοῦ χάρακος αὐλισάμενος, ἐπειδὴ ὄρθρος ἐγεγόνει, τὰς δυνάμεις ἀναλαβὼν ὡς ἐπὶ προκειμένην τὴν βασιλείαν συνήλαυνε, τούς τε αἰχμαλώτους δεσμίους ἀπαγαγὼν πρὸ τῶν τειχῶν ἵστησι, διδάξας ὅ τι δὴ πρὸς τὸν καιρὸν φθέγξαιντο· οἱ δὲ διαστάντες, ἐλεεινοὶ καὶ ταῖς φωναῖς καὶ τοῖς σχήμασι, πρὸς μὲν τὸν βασιλέα οὐδένα ἐποιοῦντο λόγον, τὸ δέ γε πλῆθος ἠξίουν μὴ καταφρονῆσαι ὁμοφύλου καὶ συγγενικοῦ αἵματος, μηδὲ θέλειν τοῖς ὀφθαλμοῖς αὐτοὺς ἐπιδεῖν ἐλεεινὸν θέαμα, ὥσπερ ἱερεῖα μελιζομένους, μηδ' εἰς τοσοῦτον ἡμᾶς ἀτυχίας ἐλάσαι ὥστε τοιούτου καταφρονῆσαι αὐτοκράτορος, ὁποῖος οὐδεὶς ἐγεγόνει τῶν πάντων, οὗ δὴ αὐτοὶ πεπείρανται ἀκριβῶς· ἐξὸν γὰρ ἄχρι τοῦ νῦν ἀναιρήσειν αὐτοὺς καὶ διαχρήσασθαι ὡς πολεμίους, ὁ δὲ ἄχρι τοσούτου ἀναβάλλεται τὴν σφαγὴν, ἡμῖν τὰς ἐκείνων ψυχὰς χαριζόμενος· πρὸς τούτοις καὶ τὰ περὶ τοῦ παρ' ἡμῖν βασιλέως ἐπετραγῴδουν δεινὰ, καὶ ὡς κατ' ἀρχὰς τὰς ἐλπίδας τῆς Πόλεως ἐπάρας εἰς τοὔσχατον, ἐκ τῶν νεφῶν ἀφῆκεν ἐπὶ κρημνόν. Τὰ μὲν τῶν αἰχμαλώτων ὡς ἐπὶ κεφαλαίῳ τοιαῦτα, αἱ δὲ παρὰ τοῦ δήμου φωναὶ ὁποῖαι καὶ πρότερον.
6.118 Εἶτα δὲ καί τι τοιοῦτον ἐπισυμβεβήκει· λίθων ἀξιόλογα βάρη ἀπὸ τῶν ἐντὸς τειχῶν ἐπὶ τοὺς πολεμίους ἐπετοξεύοντο, κατευστόχουν δὲ οὐδενὸς, ἀλλὰ τοῦ σκοποῦ ἀπερριπτοῦντο ἐντός· τηνικαῦτα δὲ εὐτονώτερον οἱ ἀνθέλκοντες τὸ μηχάνημα, τὴν σφενδόνην ἀντανακλάσαντες, λίθον τινὰ τῶν ἁδροτέρων κατ' αὐτοῦ τοῦ τυράννου ἐπιρρίπτουσι, καὶ τούτου μὲν ἀποτυγχάνουσι, φυγὴν δὲ καὶ πτοίαν ἐκείνῳ τε καὶ τοῖς περὶ αὐτὸν ἐμβάλλουσιν· ὅθεν ἅπαξ κατασεισθέντες τῷ δέει καὶ πρὸς ἑαυτοὺς συγχυθέντες, τόν τε συνασπισμὸν ἔλυσαν καὶ πρὸς τὸν χάρακα ὑποστρέφουσιν.
6.119 Ἐντεῦθεν αὐτοῖς εἰς τοὐναντίον κεχωρήκει τὰ πράγματα, καὶ βραχύ τι ταῖς ἐλπίσι μετεωρισθέντες, εἰπεῖν δὲ καὶ τῷ πάσχοντι τοῦ καιροῦ, ταχὺ κατωλίσθησάν τε καὶ διερρύησαν· οὐκ ἔτι γοῦν αὖθις τῷ τείχει τῆς Πόλεως προσεπέλασαν, ἀλλ' ὀλίγας τινὰς ἐν ᾧ κατεσκήνωσαν ἡμέρας διαυλισάμενοι, παλινδρομοῦσιν ὅθεν προσήλασαν, οἱ πλείους ἀσύντακτοι καὶ ὡς φυγάδες· τηνικαῦτα γοῦν εἴ τινες αὐτοῖς ἑκκαίδεκα ἢ πλείους ὀλίγῳ ἱππόται ἐφάνησαν κατὰ νώτου γενόμενοι, οὐδὲ πυρφόρος ἂν ὑπελείφθη τῷ διεσπαρμένῳ ἐκείνῳ στρατοπέδῳ καὶ ἀσυντάκτῳ. Ἀλλ' ὁ αὐτοκράτωρ, καίτοι γε τὴν τούτων φυγὴν προειδὼς, οὐκ ἐπεχείρησε τῇ διώξει, ἀλλ' ἐπέσχεν αὐτὸν τὸ πρότερον δέος, καὶ διὰ ταῦτα κρίσιν οὐκ ἔλαβεν τοῦ καιροῦ.
6.120 Ἡμῖν μὲν οὖν καὶ ἡ ἐκ τοῦ χάρακος ἀναχώρησις τρόπαιον περιφανέστατον ἔδοξε, καὶ τὸ τῆς Πόλεως πλῆθος ἐκεῖσε χυθέντες πλείστοις ἐφοδίοις τῶν αὐτόθι κατασκηνωσάντων ἐπιτυγχάνουσιν· οὐ γὰρ εἶχον αὐτὰ τοῖς ὑποζυγίοις ἀναθέσθαι τε καὶ ἐπιφορτίσασθαι, πλείονα ποιούμενοι λόγον ὅπως ἂν λάθοιεν ἐκεῖθεν ὑποχωρήσαντες, ἢ τοῦ πλουσίως καὶ ἐμπαρασκεύως ποιήσασθαι τὴν φυγήν· ἐπεὶ δὲ ἀνακεχωρήκεσαν, δι' ὀργῆς εὐθὺς εἶχον τὸν ἄγοντα, καὶ ἕκαστος τῷ καθ' ἑαυτὸν δέει φεύγειν ἐκεῖνον ὡρμημένος, τῷ πρὸς ἀλλήλους φόβῳ καὶ τῷ δυσεπιτεύκτῳ τοῦ πράγματος αὖθις συνείχετο. Τέως γοῦν ὅσους ὁ καιρὸς ἐδίδου λαθεῖν, ἀπνευστὶ πρὸς τὸν αὐτοκράτορα καὶ τὴν Πόλιν κατέθεον, οὐ τῶν ἐν πλήθει μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν στρατηγούντων. Τῷ δὲ τυράννῳ καὶ δεύτερόν τι, καὶ τρίτον, καὶ ἄλλο ἐπ' ἄλλῳ προκεχωρήκει κακόν· τοῖς γὰρ πρὸς ἑσπέραν προσβαλὼν φρουρίοις, εὐαλώτοις ἄλλως τῇ τε τοῦ τόπου ἐπιτηδειότητι καὶ τῇ τῶν τειχῶν διαιρέσει, τῷ μὴ προσδοκᾶν πολλοῦ χρόνου πολέμιον, οὐδὲν τούτων ὤφθη ἐκ πολιορκίας παραστησάμενος, τῶν προστεταγμένων τειχομαχεῖν οὐ τοῦ πολιορκεῖν λόγον ἐχόντων, ἢ τοῦ παλινδρομεῖν, καὶ τοῦτο αὐτὸ δεικνύειν τοῖς πολιορκουμένοις, ὅτι μὴ βούλοιντο ἐκείνοις ἐναντιοῦσθαι, εἰ μὴ ὅσον ταῖς προσελάσεσι καὶ τοῖς σχήμασιν.
6.121 Ὁ μὲν οὖν τυραννήσας οὕτως αἰσχρῶς τῆς μεγάλης Πόλεως ἀπαλλάττεται, καὶ ἔτι αἴσχιον τοῖς ἐφεξῆς φρουρίοις προσβαλὼν ἀνεκρούετο· ὁ δέ γε αὐτοκράτωρ καὶ τὰς δυνάμεις ἐκ τῆς ἑῴας ἀνακαλεῖται, καὶ, ἐπειδὴ τάχιστα ἐπανεληλύθεσαν, κατὰ τῶν ἑσπερίων ὁμοφύλων ὁμοῦ καὶ βαρβάρων ἀφίησιν· οἱ δ' ἐπειδὴ ἐγνώκεσαν τὴν τῶν ἑῴων στρατευμάτων ἐπέλευσιν, οὐκ ἔτι βουλὴν περὶ τοῦ μάχεσθαι ἢ μὴ ἐποιήσαντο πρὸς αὐτοὺς, ἀλλὰ διασπαρέντες εὐθὺς καὶ κακῶς εἰπόντες τὸν τύραννον, οἱ μὲν ἐπ' οἴκου παλινοστοῦσιν, οἱ δέ γε πλείους τῷ αὐτοκράτορι προσερρύησαν, πολλὰ πρότερον ὀμωμοκότες καὶ καθ' ἱερῶν τὰ πιστὰ δόντες, ὥστε σὺν ἀλλήλοις καὶ μετ' ἀλλήλων ἐπὶ τοῖς τοῦ τυραννεύσαντος ἀποθανεῖν ὀφθαλμοῖς, ἀλλὰ τηνικαῦτα τῷ δέει παγέντες ἐλάχιστα τῆς συνωμοσίας ἐμέμνηντο.
6.122 Εἷς δὲ τῶν πάντων, συστρατιώτης ἄνωθεν τῷ τυράννῳ, Ἰωάννης τὸ ὄνομα, τὴν προσηγορίαν Βατάτζης, ἀνὴρ κατά τε σώματος φύσιν καὶ χειρῶν ἀκμὴν τοῖς θρυλλουμένοις ἐκείνοις ἐφάμιλλος ἥρωσι, μέχρι παντὸς παραμεμενήκει τῷ τυραννεύσαντι· ἀμέλει καὶ φυγόντι καὶ εἰς θεῖον καταπεφευγότι ναὸν συμπέφευγέ τε καὶ συγκατέφυγεν, ἐξὸν ἐκεῖνον λιπεῖν καὶ τὰς πρώτας ἔχειν τιμὰς, ὁ δὲ ἀλλ' ἐν δευτέρῳ τἄλλα θέμενος τὴν ἐπὶ τοῖς ὅρκοις πίστιν οὐ διεψεύσατο. Οἱ μὲν οὖν ἔς τι τῶν ἱερῶν ἀδύτων καταπεφεύγασι, καὶ τὰ ξίφη σπασάμενοι ἠπείλουν ἀποκτενεῖν ἑαυτοὺς, εἴ τις ἐκεῖθεν σὺν βίᾳ ἀπάγειν αἱροῖτο· δι' ὅρκων γοῦν τὸ πιστὸν εἰληφότες ἐκεῖθέν τε ἐξῄεσαν καὶ σφᾶς ἑαυτοὺς τῷ ἐγγυησαμένῳ παραδεδώκασιν· ἀλλ' ὁ μὲν τυραννεύσας εὐθὺς καταπεπτώκει πρὸς τὸν καιρὸν, καὶ τοῦτο μὲν ἐλεεινὰς ἀφίει φωνὰς, τοῦτο δὲ πρὸς λιπαρήσεις ἐτράπετο, καὶ τοῦτο δ' ἄλλο τι ποιῶν τῶν μὴ γενναίων ἐδείκνυτο· ὁ δέ γε Βατάτζης οὐδὲ ἐν τοῖς δεινοῖς γεγονὼς ἐπιλέληστο τοῦ φρονήματος, ἀλλὰ σοβαράν τε αὖθις εἷλκεν ὀφρὺν καὶ γενναῖος ὦπτο πᾶσι καὶ ἀκατάπληκτος.
6.123 Ἐπὶ τούτοις ὁ αὐτοκράτωρ ἐβούλετο μὲν μηδενὶ τῶν ὅλων μνησικακῆσαι, μηδέ τι δρᾶσαι τοὺς τετολμηκότας δεινὸν, Θεῷ τε τοῦτο ἐπαγγειλάμενος καὶ τὰ φρικωδέστατα ἐπαρασάμενος ἑαυτῷ, εἰ μὴ πᾶσι τοῖς ἀντάρασιν αὐτῷ χεῖρα φανείη πρᾷος καὶ ἵλεος· ἀλλ' ἐπειδὴ πρὸς τοῖς τείχεσιν οὗτοι ἐγένοντο, εὐθὺς ἐν μνήμῃ τῶν παρ' αὐτοῖς τολμηθέντων γενόμενος, οὐκ ἔτι γνωσιμαχήσας, οὐδὲ τοὺς λογισμοὺς κατασχὼν, ἀφαίρεσιν εὐθὺς αὐτοῖς τῶν ὀμμάτων καταψηφίζεται· κἀνταῦθα τοίνυν ὁ μὲν τύραννος γοερὰν ἀφῆκε φωνὴν καὶ ἀγενῶς ἑαυτὸν ἀποδύρεται, ἅτερος δὲ τοσοῦτον εἰρηκὼς, ὅτι στρατιώτην γενναῖον τὸ Ῥωμαίων κράτος ἀπόλλυσιν, ἐξυπτιάζει εὐθὺς τῷ ἐδάφει καὶ γενναίως τὴν τιμωρίαν ὑφίσταται. Ἐπὶ τούτοις θρίαμβον ὁ βασιλεὺς μέγιστον τῶν πώποτε θρυλλουμένων κατάγει, καὶ μέχρι τούτου στήσας τὴν ὁρμὴν τῆς ὀργῆς, εὐμενέστατα πρὸς τοὺς ἐπιβουλεύσαντας διαλύεται.
6.124Ὃ δέ με πρὸ τῶν ἄλλων διέλαθεν, ὅπως ἐκεῖνος ἔσχεν εὐθὺς βασιλεύσας τοῦ σώματος, ἐξ οἵας τε ἀκμῆς καὶ εὐτονωτάτης ἰσχύος εἰς ἐναντίαν ἕξιν μετήμειπτο, ὅπως τε ὥρας ἔχων ἀκριβῶς αὐτὴν μέχρι παντὸς οὐ διεσώσατο, ἀλλ' οἷα δή τις ἥλιος νέφεσι καλυφθεὶς ἀμυδρὰν ἐδίδου τοῖς ὁρῶσι τὴν λαμπηδόνα τῆς φύσεως, ἐνταυθοῖ θήσω ἀπὸ τῶν ἐναντίων ἀρξάμενος.

Το κάλλος τού βασιλιά

Επεξεργασία

6.125 Περὶ τοῦ εἴδους τοῦ βασιλέως. Ἄγαλμα κάλλους ἐκεῖνον ἡ φύσις τῷ βίῳ παρέδωκεν, οὕτω μὲν ἐμμελῶς συναρμόσασα, οὕτω δὲ εὐρύθμως ἀποτυπώσασα, ὡς μηδένα ἔχειν ἐν τῷ καθ' ἡμᾶς χρόνῳ τὸν παρισούμενον, τῇ δὲ εὐαρμοστίᾳ καὶ εὐτονίαν ἰσχύος ἐπέθηκεν, ὥσπερ οἴκῳ καλῷ θεμελίους ὑποθεῖσα στερρούς· ταύτην δὲ τὴν ἰσχὺν οὐκ ἐν μήκεσι χειρῶν, οὐδὲ ἐν μεγέθεσι τῶν ἄλλων μερῶν ἢ μελῶν φέρουσα ἔκλεισεν, ἀλλ' ἐν καρδίας, οἶμαι, βάθεσι κρύψασα, ἀφῆκε τοῦ σώματος τὰ φαινόμενα, κάλλεσι μᾶλλον καὶ ῥυθμοῖς διαπρέποντα, ἢ ἀλλοκότοις μεγέθεσιν· αἱ γάρ τοι χεῖρες αὐτῷ καὶ μάλισθ' οἱ δάκτυλοι συμμέτρως ἔχοντες, παρὰ τὴν συμμετρίαν τὴν ῥώμην ἐσχήκασι, καὶ οὐδὲν ἦν τι σῶμα τῶν ἁδροτέρων καὶ στεγανῶν, ὃ μὴ ῥᾷστα ταῖς ἐκείνου χερσὶ συσφιγγόμενον διεθρύπτετο· εἰ δ' ἀποθλῖψαι πῆχύν τινος αἱροῖτο, πολλῶν ἐκεῖνος ἡμερῶν ἐδεῖτο πρὸς ἴασιν· φασὶ γοῦν αὐτὸν καὶ ἱππάσασθαι κάλλιστα, καὶ δρομικώτατον ἀνθρώπων γενέσθαι, εὔστροφόν τε καὶ κοῦφον καὶ ὅλως πρὸς τὸ πένταθλον ἀπαράμιλλον· ἰσχύος μὲν δὴ οὕτως εἶχε καὶ σώματος εὐκινησίας καὶ ποδῶν ὠκύτητος.
6.126 Τὸ δὲ κάλλος αὐτῷ ὁποῖον τοῦ Ἀχιλλέως ἢ τοῦ Νιρέως ἀκούομεν· ἀλλ' ἐκείνους μὲν ἡ ποιητικὴ γλῶσσα ἐκ πάσης ὥρας τὸ σῶμα ἐπ' ἐξουσίας συμπλάσασα μόλις ἐξήρκεσε, τοῦτον δὲ ἡ φύσις ὡς ἀληθῶς πλάσασά τε καὶ ἀποξέσασα, καὶ ὥσπερ εὐτέχνως τορεύσασα καὶ καλλύνασα τῇ καθ' ἑαυτὴν εὐτεχνίᾳ τὴν μαγικὴν ἀγωνίαν ὑπερεβάλλετο· ἐπεὶ δὲ ἕκαστα ἐκείνου μελῶν ἀνάλογα πρὸς τὸ ὅλον σῶμα πεποίηκε, κεφαλὴν καὶ ὅσα μετ' ἐκείνην εὐθὺς, χεῖράς τε καὶ ὅσα δὴ μετὰ ταύτας, μηρούς τε καὶ πόδας, ἑκάστοις ἢ ἑκάστῳ τὰ προσήκοντα καταχεαμένη χρώματα, τὴν μὲν κεφαλὴν ἡλιῶσαν ἀπέδειξε καὶ πυρσὴν, τὸ δ' ὅσον ἐν στήθεσι καὶ γαστρὶ ἄχρι ποδῶν καὶ τοῖς ἀντιθέτοις μέρεσιν, τῆς ἀκραιφνεστάτης λευκότητος ὁπόσα δὴ μέτρα λαβοῦσα ἀπέδειξεν ἔμπλεων· καὶ εἴ τις δὴ ἐκεῖνον ἀκριβῶς ᾑρεῖτο ὁρᾶν, ὁπότε δὴ ἀκμαίως εἶχε καὶ οὔπω αὐτῷ τὰ μέρη παρείθησαν, κάλλεσι μὲν ἂν ἡλίου τὴν κεφαλὴν εἴκασεν, οἷα δή τισιν ἀκτῖσι ταῖς θριξὶ διαλάμπουσαν, κρυστάλλῳ δὲ τὸ λοιπὸν σῶμα τῷ καθαρωτάτῳ καὶ διαυγεῖ· ἐρρύθμιστο δὲ καὶ πρὸς ἐμμελὲς ἦθος, ἥ τε γὰρ γλῶσσα τούτῳ ἀστεῖον εἶχε τὸ φθέγμα καὶ ὁμιλοῦντι θέλγη προσείπετο, εἰ δέ γε προσμειδιάσειε, χαρίτων εὐθὺς εἶδες ἀκήρατα θήρατρα.

Η αρρώστια του βασιλιά

Επεξεργασία

6.127 Τοῦτο μὲν οὖν τὸ κάλλος καὶ βασιλεύσας ὁ αὐτοκράτωρ ἐκέκτητο· οὔπω δὲ χρόνος ἐνιαύσιος προβεβήκει, καὶ ἡ κοσμοῦσα τοῦτον φύσις πρὸς τοσοῦτον θαῦμα καὶ ἡδονὴν οἷον μὴ ἐξαρκέσασα, ἀλλ' ἐνδοῦσα καὶ ἀτονήσασα, τήν τε ἰσχὺν ἐκείνῳ καθεῖλε καὶ τὴν ὥραν διεσείσατο· αὐτίκα γοῦν αἱ τοῦ σώματος ἀρχαὶ, λέγω δὲ τὰς στοιχειώδεις συστάσεις, διαλυθεῖσαι καὶ συγχυθεῖσαι, καὶ νῦν περὶ τοὺς πόδας καὶ τὰ κοῖλα τῶν ἄρθρων, νῦν δὲ ἐπὶ τὰς χεῖρας συναπορρέουσαι, αὖθις δὲ αὐτούς τε τοὺς τένοντας καὶ τὰ περὶ τὸν νῶτον ὀστᾶ κατακλύζουσαι, ὥσπερ τινὰ φορτίδα ἰσχυρῶς ἐξ ἀρχῆς ἔχουσαν ῥεύματα ξυνερρυηκότα διέσεισαν.
6.128 Ἤρξατο μὲν οὖν τὸ κακὸν οὐκ ἀθρόον εὐθὺς, ἀλλ' οἱ πόδες πρότερον τὴν τῶν ῥευμάτων ῥύμην ὑπήνεγκαν· καὶ αὐτίκα κλινήρης τε ἐγεγόνει, καὶ εἴ πού τις ἀνάγκη βαδίζειν, οἷον ἑτεροκίνητος. Καὶ ἦν τοῦτο κύκλος τις καὶ περίοδος, καὶ ἐδόκει τὸ ῥεῦμα ἐν τοῖς αὐτοῖς ἀριθμοῖς ἡμερῶν καταβαίνειν, καὶ ἠρίθμητο ἡ ἀκινησία, εἶτα δὴ καὶ ὑπεδίδου τὰ διαστήματα, καὶ οὐ μακρὰ ἐγεγόνει τὰ διαλείμματα· καὶ τούτων οὕτω γιγνομένων ἐκ τοῦ σχεδὸν ἐπὶ τὰς χεῖρας τὸ ῥεῦμα ἠλαύνετο, καὶ αὖθις ἐπ' ὤμους ὥσπερ ἀνάρρουν ποιούμενον, καὶ τέλος ἅπαν τὸ σῶμα συγκατειλήφει· ἔνθεν τοι ἅπαν αὐτῷ μέλος τῷ δεινῷ ἐκείνῳ κατακλυζόμενον ῥεύματι ἀφῄρητο τὴν ἐνέργειαν, τῶν τε ἰνῶν αὐτῷ καὶ τῶν συνδέσμων διασπασθέντων, τὰ μέλη τῆς ἁρμονίας μετέστησαν, οἷς ἀρρυθμίαι καὶ ἀτονίαι συνείποντο. Καὶ εἶδον ἐγὼ τοὺς εὐφυεῖς ἐκείνῳ δακτύλους ἀπαρνησαμένους μὲν τὸ οἰκεῖον σχῆμα, ἀντικαμφθέντας δὲ <εἰς> εἰσοχάς τε καὶ ἐξοχὰς, ὡς μηδὲ τοῦ τυχόντος περιδράττεσθαι δύνασθαι· τῶν δὲ ποδῶν αὐτῷ συγκαμφθέντων, ὥσπερ τι ὠλέκρανον τὸ γόνυ ἐξώγκωτο· ἔνθεν τοι οὐδὲ στάσιμον εἶχε τὴν βάσιν, οὔθ' ὅλως ἐξώρθωτο, ἀλλὰ κλινοπετὴς τὰ πολλὰ ἦν, ὁπότε δὲ χρηματίζειν αἱροῖτο, ξυναρμοζόμενός τε καὶ ξυμπλαττόμενος.
6.129 Ἀποδιδόναι δὲ τὰς βασιλείους πομπὰς ὡς ἀπαραίτητά τινα χρέα τοῖς πολίταις βουλόμενος, ἐνταυθοῖ καὶ μάλιστα ἐσχετλίαζεν· ἀλλ' οὖν τέχνη τις ἡ ἱππικὴ ἐκεῖ ἐκεῖνον τῇ ἕδρᾳ συνήρμοζε καὶ συνέπλαττεν· εἶτα ἐπειδὴ ἐπιβαίη τοῦ ἵππου, μόλις δὲ οὗτος ἀνέπνει, καὶ ὁ χαλινὸς περιττός· ὀχηθέντα γοῦν ἱπποκόμοι τινὲς εὐμήκεις τε καὶ στερροὶ ἀντήρειδον ἑκατέρωθεν, καὶ οὕτω διαβαστάζοντες τοῦτον καὶ ἀντιβαστάζοντες ὥσπερ τινὰ φόρτον, οὗ κατασκηνοῦν ἔμελλεν ἀπεκόμιζον. Ὁ δὲ ἄρα καὶ ἐν τούτοις ὢν τοῖς δεινοῖς, οὐ πάνυ τι τοῦ συνήθους ἐπιλέληστο ἤθους, ἀλλὰ τήν τε ὄψιν χαριέστατα διετίθει, καὶ τότε δὴ μόνος μετεκινεῖτο καὶ μετετίθετο, ὡς τοὺς ὁρῶντας μὴ πάνυ πείθεσθαι ὡς ἐκεῖνος ἀλγοίη ἢ παρειμένως ἔχοι τοῦ σώματος. Τὰ μὲν ταῖς πομπαῖς αὐτῷ τοιαῦτα, καὶ οἱ λίθοι τῶν ἐδαφῶν ὑπεστρώννυντο ἵνα δὴ μὴ ὀλισθαίνοι περὶ ταῖς πλαξὶν ὁ ἵππος αὐτῷ· ἐν δέ γε τοῖς ἀδύτοις, ἀχθοφορούμενος τούς τε βασιλείους διήμειβε καὶ μετεκεκόμιστο ὅπη βούλοι το· εἰ δὲ ἐπιβάλοι τὸ ῥεῦμα, παπαὶ τῶν ἀλγηδόνων ἐκείνων.
6.130 Ἐγὼ δὲ καὶ ξυγγράφων τοῦτον ἔτι τὸν ἄνδρα ὑπερεκπέπληγμαι, ὅπως τηνικαῦτα ἐξήρκει τοσαύταις περιωδυνίαις βαλλόμενος· πάρεσις γὰρ ἐπὶ παρέσει τοῦτον εὐθὺς κατελάμβανε, καὶ κατεδαπάνα μὲν τὸ λειπόμενον τῶν σαρκῶν, ἐξήρθρου δὲ παντάπασι τὸ ἔτι ἐχόμενον. Οὐκ εἶχε δὲ ἐφ' ὅτῳ σχηματισθεὶς ἀποχρώντως ἐπαναπαυθείη τῇ κλίνῃ, ἀλλὰ πᾶσα θέσις τούτῳ ἀντίθετος· ὅθεν οἱ κατευναστῆρες, συνερείδοντες καὶ ἀντερείδοντες αὐτῷ τὸ σωμάτιον, μόλις που τῆς ἀναπαυούσης ῥοπῆς ἐπετύγχανον, εἶτα δὴ συνήρμοζον καὶ ἐπεῖχον ἀντοικοδομοῦντες καὶ ἀντιτεχνώμενοι τοῦτον, ὅπως ἂν ἐπὶ τοῦ σχήματος ἐκείνου στηρίζοιτο· τῷ δὲ ἦν ἀλγεινὸν οὐ τὸ μετατίθεσθαι μόνον, ἀλλὰ καὶ ἡ γλῶττα ἄχθος ἐκείνῳ ὁμιλοῦσα ἐδίδου, καὶ ἡ τῶν ὀφθαλμῶν νεῦσις μετεκίνει τὸ ῥεῦμα, ὅθεν παντάπασιν ἑαυτὸν ἀκίνητον ἐδίδου καὶ ἀρρεπῆ.
6.131 Λέγω δὲ ἐν τούτοις διατεινόμενος καὶ Θεὸν τοῦ λόγου ποιούμενος μάρτυρα, ὅτι τοσούτοις κακοῖς διαντλούμενός τε καὶ κυμαινόμενος καὶ οὕτως ἀθλίως ἔχων παντάπασιν, οὐδέποτε βλάσφημον πρὸς Θεὸν ἀφῆκε φωνὴν, ἀλλὰ καὶ εἴ τινα αἴσθοιτο ἐπὶ τοῖς ἐκείνου δεινοῖς δυσχεραίνοντα αὐστηροτέροις τοῦτον ἀπεπέμπετο ῥήμασιν, ἑαυτῷ δὲ καταδίκην ἐπιβεβλῆσθαι τὴν συμφορὰν ἀπεφαίνετο, μᾶλλον δὲ χαλινὸν ταύτην τῆς ἰδίας κατωνόμαζε φύσεως· ἐδεδίει γὰρ τὰς οἰκείας ὁρμὰς, καὶ· «Ἐπειδὴ, φησὶ, μὴ λογισμῷ εἴκουσιν, ὑποχωροῦσι τοῖς τοῦ σώματος ἀλγεινοῖς, καὶ ταλαιπωρεῖται μέν μου τὸ σῶμα, αἱ δὲ ἄτακτοι τῆς ψυχῆς πεπήγασιν ἔννοιαι». Οὕτως ἐκεῖνος ἐφιλοσόφει περὶ τὸ πάθος· καὶ εἴ τις ἐκεῖνον τῶν ἄλλων ἀφεὶς ἐπὶ τούτου καταθεωρήσει τοῦ μέρους, θεῖον ὡς ἀληθῶς ἄνδρα κατονομάσειε.
6.132 Τῷ δέ τι καὶ ἄλλο προσῆν ἀγαθὸν, ἐμοὶ μὲν οὐκ ἐν ἅπασιν ἐπαινούμενον, ἐκείνῳ δὲ διαφερόντως τιμώμενον, διαιτήσοι δὲ ὁ βουλόμενος· ἀφυλάκτως ἑαυτοῦ παντάπασιν εἶχε· κοιμωμένῳ μὲν οὔτε θύραι ἐπεζυγοῦντο, οὔτε τις ἐκτὸς ἐπηγρύπνει φρουρά· πολλάκις γοῦν καὶ οἱ κατευνάζοντες ἀπῄεσαν ξύμπαντες, καὶ παρώδευέ τις αὐτὸν ῥᾷστα καὶ αὖθις ἀντιπαρῄει, μηδενὸς τὴν πάροδον ἐκείνῳ κωλύοντος· εἴ τις γοῦν τὸ ἀνειμένον αὐτῷ ἐνταυθοῖ προσωνείδισεν, οὔτε ἠνιᾶτο, καὶ ὡς νοσῶν περὶ τὸ θεῖον τοὺς λογισμοὺς ἀπεπέμπετο· ἐβούλετο δὲ ὁ λόγος, ὡς παρὰ τοῦ Θεοῦ βασιλεύοι καὶ παρ' ἐκείνου μόνου φυλάττοιτο, καὶ ὅτι, τῆς τελεωτέρας φρουρᾶς τετυχηκὼς, τῆς ἀνθρωπικῆς καὶ ἀτελεστέρας καταφρονοίη.
6.133 Ἐγὼ γοῦν πολλάκις τοὺς κυβερνήτας καὶ οἰκοδόμους ἀντιπαραθεὶς, καὶ τελευτῶν τοὺς λοχαγοὺς καὶ στρατηγοὺς· «Οὐδεὶς μὲν οὖν τούτων, ἔφασκον, τῶν πρὸς Θεὸν ἐλπίδων ἔρημος τὸ οἰκεῖον ἔργον μεταχειρίζεται, ἀλλ' ὅμως ὁ μὲν πρὸς κανόνα ἰσάζει τὸ οἰκοδόμημα, ὁ δὲ τοῖς πηδαλίοις ἰθύνει τὴν ναῦν, καὶ τῶν ἐν τοῖς πολέμοις ἕκαστος ἀσπίδα τε φέρει καὶ ξιφηφορεῖ, καὶ τῇ μὲν κεφαλῇ κράνος ἀρκεῖ, τὸ δὲ λοιπὸν σῶμα ὁ θῶραξ ἀμπέχει»· εἶτα δὴ ἀπὸ τοῦδε μᾶλλον ἐπιχειρῶν, ὅτι τάδε μᾶλλον πρέπει τῷ βασιλεῖ οὐκ ἔπειθον παντοίως ἐπιχειρῶν· τοῦτο δὲ χρηστὸν μὲν τρόπον κατηγορεῖ, ἐνδόσιμον δὲ τοῖς ἐπιχειρεῖν ἐθέλουσι γίγνεται.

Η συνωμοσία κατά του βασιλιά

Επεξεργασία


6.134 Περὶ τῆς εἰς τὸν βασιλέα ἐπιβουλῆς. Ἀμέλει καὶ πλείστων τοῦτο κακῶν ἐγεγόνει ἀρχὴ, ὧν ἓν ἢ δύο θέμενος, ἐντεῦθεν καὶ περὶ τῶν ἄλλων εἰκάζειν τοῖς ἀναγινώσκουσι δίδωμι· ἐρῶ δὲ βραχύ τι τῆς ὑποθέσεως παρεκβατικώτερον, ὅτι ταῖς μὲν εὖ πραττούσαις πόλεσιν ἐκ τῶν ἀρίστων καὶ τῶν εὐγενῶν τε ἅμα καὶ ἀγενῶν οἱ κατάλογοι, κἂν ταῖς πολιτικαῖς τάξεσι, κἂν τοῖς στρατεύμασιν· οὕτω γοῦν Ἀθηναῖοι ἐπολιτεύσαντο καὶ ὁπόσαι πόλεις τὴν ἐκείνων δημοκρατίαν ἐζήλωσαν· παρ' ἡμῖν δὲ τουτὶ τὸ καλὸν ἔρριπται καὶ ἠτίμασται, καὶ λόγος οὐδεὶς εὐγενείας, ἀλλ' ἄνωθεν ἐκ κλήρου διαδοχῆς, Ῥωμύλου πρώτου ἀρξαμένου τῆς τοιαύτης συγχύσεως, ἥ τε σύγκλητος διέφθαρτο, καὶ ὁ βουλόμενός ἐστι δημοποίητος. Ἀμέλει πλείους ἂν εὕροι τις παρ' ἡμῖν σισυροφόρους τὴν στολὴν μεταλλάξαντας· ἄρχουσι γοῦν πολλάκις ἡμῶν οὓς ἐκ τῶν βαρβάρων ἐωνησάμεθα, καὶ τὰς μεγάλας πιστεύονται δυνάμεις οὐ Περικλεῖς, οὐδὲ Θεμιστοκλεῖς, ἀλλ' οἱ ἀτιμότατοι Σπάρτακοι.
6.135 Καὶ γέγονέ τις ἐν τῇ κατ' ἐμὲ ἡλικίᾳ, κάθαρμά τι βαρβαρικὸν, πᾶσαν ὑπεραναβεβηκὼς ἀγερωχίαν Ῥωμαϊκὴν, εἰς ὕψος δὲ τοσοῦτον ἐλάσας ὥς τινας καὶ τῶν γενομένων αὐτοκρατόρων αἰκίσασθαι πρότερον δι' ὑπεροψίαν δυνάμεως, εἶτα ἐπειδή περ εἰς τὸ κράτος ἀνήχθησαν, μεγαλαυχεῖν τοῦτον πρὸς ἐνίους, ὅτι· «Τοὺς βασιλέας Ῥωμαίων ταύτῃ τῇ χειρὶ πολλάκις τετύπτηκα (τὴν δεξιὰν ἐπιδεικνύς)»· πρὸς ταύτην οὖν ἐγὼ τὴν φωνὴν ἅπαξ δεινοπαθήσας, μικροῦ δεῖν τὸν μεγάλαυχον ἐκεῖνον βάρβαρον ταῖν χεροῖν ἀπηγχόνισα, οὐκ ἐνεγκὼν τὴν τοῦ λόγου πληγήν.
6.136 Τούτου δή τι οὐκ ἔλαττον μίασμα οὐ πολλῷ πρότερον τὸ τῆς παρ' ἡμῖν συγκλήτου κατέχρανεν εὐγενὲς, πρῶτον μὲν τῷ αὐτοκράτορι ὑπηρετηκὸς, ἔπειτα δὴ τοῖς ἐν τέλει παρεισφθαρὲν καὶ εἰς τὴν κρείττονα τάξιν ἀριθμηθὲν, ἀνὴρ καὶ τὸ γένος, ὥς μοι δεδήλωται, ἄσημος, καὶ εἴ τι ἄλλο τις εἰπεῖν βούλοιτο, ἀγενέστατος καὶ φαυλότατος· ἀλλ' ἐπειδὴ τῶν παρὰ Ῥωμαίοις ποτίμων ναμάτων ἐγεύσατο, δεινὸν ἄλλως πεποίηται, εἰ μὴ καὶ τῆς πηγῆς ἐγκρατὴς γένοιτο, καὶ βασιλεύσοι τῶν εὐγενεστάτων Ῥωμαίων ὁ ἀργυρώνητος. Τοῦτο τοιγαροῦν εἰς νοῦν ὁ ἀγενὴς ἐκεῖνος βαλλόμενος, ἕρμαιον πρὸς τὸν σκοπὸν τὸ τοῦ αὐτοκράτορος ποιεῖται ἀτείχιστον, καὶ μηδενὶ τῶν γενναιοτέρων φράσας τὸ μελετώμενον, ἀπραγμάτευτον τὴν ἐπιτυχίαν ποιεῖται τοῦ ἐφετοῦ· καὶ ἀπὸ τοῦ θεάτρου εἰς τὰ ἀνάκτορα τὴν πομπὴν ποιουμένῳ τῷ αὐτοκράτορι, τοῖς ὀπισθοφυλακοῦσιν ἑαυτὸν συντάξας συνείπετο, καὶ τῶν βασιλικῶν ἀδύτων ἐντὸς γεγονὼς, αὐτοῦ που παρὰ τοῖς ὀπτανείοις ἐνήδρευε, παντὸς οἰομένου τοῦ προστυγχάνοντος ὅτι τοι ὁ βασιλεὺς αὐτῷ τὴν προσεδρείαν εἰρήκει, καὶ διὰ ταῦτα οὐδεὶς τῶν πάντων τῶν βασιλείων τοῦτον ἔξωσεν αὐλῶν. Ἔμελλε δ' οὖν, ὡς ὕστερον τὸ ἀπόρρητον τῆς ψυχῆς ἐξεταζόμενος ἀνεκάλυψεν, ὑπνώττοντι τῷ βασιλεῖ ἐπιθήσεσθαι καὶ σιδήρῳ ἀποκτενεῖν, ὃ δὴ καὶ ὑπὸ κόλπον εἶχε, <καὶ> τὸ κράτος εἰς ἑαυτὸν μεταθέσθαι.
6.137 Τοῦτο γοῦν βουλευσάμενος, ἐπειδή περ ὁ βασιλεὺς ἀνεπαύσατο, ἐκκείμενος πᾶσιν, ὥς μοι προείρηται, ὁ τολμητίας ἐπὶ τὸ ἔργον χωρεῖ· βραχὺ δέ τι προεληλυθὼς πλανᾶται τὰς γνώμας, καὶ σκοτοδίνης καὶ ἰλίγγου πεπλήρωται, καὶ τῇδε κἀκεῖσε περιθέων ἁλίσκεται. Καὶ ὁ βασιλεὺς τὸν ὕπνον εὐθὺς ἀποσυληθεὶς, τῶν φυλάκων ἤδη συνειλεγμένων καὶ πικρῶς ἐξεταζόντων τὸν βάρβαρον, ἐν δεινῷ μὲν ποιεῖται τὴν τόλμαν καὶ βαρυθυμεῖ ὡς εἰκὸς, εἰ τοιοῦτος ἀνὴρ βασιλέως καταπεφρόνηκε. Καὶ τοῦτον μὲν εὐθὺς δεσμώτην ποιεῖται, εἰς τὴν αὔριον δὲ ἐξεταστὴς αὐτῷ πικρότατος περὶ τοῦ τολμήματος κάθηται, καὶ ἀνακρίνει, εἰ συνωμότας πρὸς τὴν ἐπιβουλὴν ἔσχηκεν, εἰ προηγήσατό τις τούτου τοῦ σκέμματος, εἰ προβεβούλευκέ τις τὴν τόλμαν αὐτῷ· ὡς δ' οὐδὲν ὑγιὲς πρὸς τὰς ἐν λόγοις ἀνακρίσεις ἀπήγγειλεν, βασάνοις αὐτὸν πικροτάταις αἰκίζεται, καὶ γυμνὸν ἐπὶ ξύλου μετεωρίσας ἀπὸ θατέρου ποδῶν ἡμιθανῆ ποιεῖται ταῖς μάστιξιν, ὑφ' ὧν ἐκεῖνος, ὡς οἶμαι, συμπιεζόμενος καταγγέλλει τῶν ἐν τέλει τινὰς ὡς κοινωνοὺς τοῦ τολμήματος, καὶ γεγόνασι πάρεργον βαρβαρικῆς ἀλογίας ἄνδρες ἐννομώτατοι καὶ ἀσφαλέστατοι· ἀλλ' ὅ γε μετὰ ταῦτα χρόνος ἐκεῖνον ὲν τοῖς ἀτιμοτάτοις ἔτι συναριθμεῖ, τούτους δὲ ἐς τὴν ἀρχαίαν τάξιν ἐπανεσώσατο.
6.138 Ὁ δέ γε αὐτοκράτωρ βραχύν τινα χρόνον τῆς τοῦ σώματος ἐπιμεληθεὶς φυλακῆς, αὖθις ἠμέλησε τῆς φρουρᾶς, ὅθεν μικροῦ δεῖν αὐτός τε ἀνήρπαστο καὶ ἡ Πόλις ἐν κλύδωνι ἐγεγόνει καὶ δεινῷ μείζονι· δηλώσει δὲ ὁ λόγος ὅθεν τε ἤρξατο τὸ κακὸν καὶ ἐφ' ὅσον κεχώρηκε, καὶ ὅπως ἀτυχήσας ὁ βασιλεὺς παρ' ἐλπίδας αὖθις εὐτύχηκεν. Ἱλαρὰν εἶχεν ὁ αὐτοκράτωρ πρὸς πᾶσαν παιδιὰν τὴν ψυχὴν καὶ ἐβούλετο ψυχαγωγεῖσθαι ἀεὶ, παρεμυθεῖτο δὲ τοῦτον οὔτε ὀργάνου φωνὴ, οὔτε ἦχος αὐλῶν, οὐ φωνὴ ἐμμελὴς, οὐκ ὀρχήματα, οὐχ ὑπορχήματα, οὐδέ τι ἄλλο τῶν οὕτως ἐχόντων· εἰ δέ τῳ ἡ γλῶττα ἐδέδετο φυσικῶς καὶ ὀρθοεπεῖν οὐκ ἠδύνατο, ἢ εἴ τις ἕτερος ἁπλῶς ἐφλυάρει τὸ ἐπιὸν ἅπαν φθεγγόμενος, ταῦτα ἐκεῖνον ὑπερφυῶς ηὔφρανεν, καὶ ὅλως τὸ διημαρτημένον, τῆς παιδιᾶς τοῦτο ἐκεῖνος ἐτίθετο σπούδασμα.
6.139Ἀμέλει καὶ ἐπεχωρίαζε τηνικαῦτα ἐντὸς τῆς βασιλείου αὐλῆς τοιοῦτόν τι ἡμίφωνον κάθαρμα, οἷ γὰρ ἐπείχετο παντάπασιν ὁμιλοῦντι ἡ γλῶσσα ἢ διωλίσθαινε κατατείνοντι· ὁ δὲ ἀνὴρ οὗτος καὶ προστιθεὶς τῷ τῆς φύσεως ἁμαρτήματι, εἰς ταὐτὸν τὸν λόγον τῇ ἀφωνίᾳ συνήλαυνεν· ἀνεπαίσθητος γὰρ ἐν ἀμφοῖν ὧν εἰπεῖν βούλοιτο ὁ ἀκροατὴς ἦν.
6.140 Τοῦτον πρῶτα μὲν ἀφελῶς εἶδεν ὁ αὐτοκράτωρ, καὶ παρεγίγνετο ἐκ διαστημάτων μακρῶν μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, εἶτα, οἷος ἐκεῖνος, θερμότερος ἐγεγόνει περὶ τὴν ἡδονὴν τῆς φλυαρίας, καὶ προστιθεὶς ἀκόρεστος ἦν τῆς τοῦ ἀνδρὸς ἐντυχίας· ὅθεν οὐδ' εἶχεν αὐτῷ καιρὸν ἡ παιδιὰ, ἀλλὰ καὶ χρηματίζοντι καὶ ἀρχαιρεσιάζοντι καὶ ἄλλο τι τῶν κοινῶν πράττοντι συνῆν ἐκεῖνος, τὴν φυσικὴν ἁμαρτίαν ἐπιδεικνύμενος καὶ τὴν τέχνην ὑποκρινόμενος. Ἀμέλει τοι καὶ πλάττει τὸν ἄνθρωπον, ἢ ἀναπλάττει ἀπὸ τοῦ κρείττονος σχήματος, καὶ ἀπὸ τῶν τριόδων εἰς τὸν Ῥωμαϊκὸν μεθιστᾷ ἄξονα, καὶ τοὺς ἐντίμους αὐτῷ σχεδιάσας βαθμοὺς μετὰ τῶν κορυφαίων ἱστᾷ, καὶ ἁπανταχοῦ τὸν ἄνδρα ποιεῖ, καὶ τὰ πρῶτα τῶν σωματοφυλάκων χειροτονεῖ. Ὃς δὴ τὸ ἀπραγμάτευτον αὐτῷ τῆς γνώμης ἐπιδεικνύμενος, οὐδ' ἐν καιρῷ προῄει τῷ αὐτοκράτορι, ἀλλ' ὁπότε ἡ γνώμη τούτῳ παρεκελεύσατο· ἐφίλησε γοῦν προσελθὼν καὶ στῆθος καὶ πρόσωπον, καὶ προσεφθέγξατο μὴ φθεγξάμενον, καὶ διαχέας εἰς γέλωτα ἐπὶ τῆς αὐτῆς καθῆστο κλίνης, καὶ τὰς πεπονηκυίας τοῦ κρατοῦντος χεῖρας συσφίγξας ἤλγυνεν ὁμοῦ τε καὶ ἔθελξεν.
6.141 Ἐγὼ γοῦν οὐκ εἶχον τίνα θαυμάσαιμι πρότερον, τὸν ἄνδρα τοῦτον μεταποιηθέντα πρὸς τὴν τοῦ βασιλέως γνώμην τε καὶ προαίρεσιν, ἢ τὸν αὐτοκράτορα πρὸς τοῦτον μεθαρμοσάμενον τὴν ψυχήν· ἅτερος γὰρ θατέρῳ ἐνδόσιμος ἐγεγόνει καὶ ἁλωτός· καὶ ὃ μὲν <ὁ> αὐτοκράτωρ ἐβούλετο, ὁ ὑποκριτὴς ἔπραττεν, ὃ δὲ οὗτος ἔπραττεν, ἐκεῖνος ἐβούλετο. Τὰ γοῦν πολλὰ καὶ συνιεὶς ὁ αὐτοκράτωρ τῆς ὑποκρίσεως, ὅμως ἠγάπα παρ' ἐκείνου παιζόμενος· ἔνθεν τοι καὶ κατετρύφα τῆς τοῦ κρατοῦντος ἀβελτερίας ὁ σκηνουργὸς, καὶ ἄλλο τι ἐπ' ἄλλῳ ἐπλάττετο πρὸς τὸ εὔηθες ἐκείνῳ οἰκείως συναρμοζόμενον.
6.142 Ἀμέλει ὁ μὲν βασιλεὺς οὐδὲ τὸ ἀκαριαῖον τῆς ἐκείνου συνουσίας ἀπολελεῖφθαι ἐβούλετο, ὁ δὲ δυσχεραίνων τὴν προσεδρείαν, ἠγάπα τὰς ἐλευθέρους διατριβάς· ἅπαξ γοῦν ἵππον ἀπολωλεκὼς τῶν πρὸς τὴν σφαῖραν ἐπιτηδείων, ἐπειδή περ ἀγχοῦ τῷ βασιλεῖ συνεκάθευδεν, ἀθρόον ἐξαναστὰς μέσης νυκτὸς ἐκεῖνόν τε ὑπνώττοντα ἤγειρε, καὶ ἑαυτὸν κατασχεῖν οὐχ οἷός τε ἦν ἐνθουσιῶντα ὑφ' ἡδονῆς· ὁ δὲ βασιλεὺς, μηδέν τι πρὸς τὴν ἀνάστασιν δυσχεράνας, ἠρωτήκει ὅ τι πεπόνθοι καὶ ὁπόθεν αὐτῷ προσεγεγόνει τὸ σκίρτημα· ὁ δὲ περιπτυχήσας αὐτοῦ τὸν αὐχένα καὶ πολλὰ καταφιλήσας τὸ πρόσωπον· «Εὕρηταί μοι, φησὶν, ὦ βασιλεῦ, ὁ ἀπολωλὼς ἵππος, ἐκτομίας δέ τις αὐτὸν ἐποχεῖται, ἔξωρος ἤδη καὶ ῥυτίδων ἀνάπλεως, καὶ εἴ γε βούλει, νῦν ἐντεῦθεν ἀφιππευσάμενος αὐτόν σοι μετὰ τοῦ ὀχήματος κομιοῦμαι». Ἐπὶ τούτοις ἡδέως πάνυ γελάσας ὁ βασιλεὺς· «Ἀλλ' ἀφίημί σε, φησὶ, σὺ δὲ ὡς τάχιστά μοι ἐπάνελθε ἀπαγγελλόμενος τῷ εὑρήματι.» Ἀπῄει γοῦν αὐτίκα ταῖς συγκειμέναις χρησόμενος ἡδοναῖς· καὶ ἐπειδὴ τέλος εἶχεν αὐτῷ τὰ συσσίτια, ἧκεν ἑσπέρας ἀσθμαίνων καὶ πνευστιῶν, καί τινα ἐκτομίαν ἐπισυρόμενος· «Οὗτος γοῦν, ἔφησεν, ὦ βασιλεῦ, ὁ τὸν ἐμὸν ἀπελαύνων ἵππον· ὁ δὲ ἔχων οὐ δίδωσιν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν αὐτὸν κεκλοφέναι ἐπόμνυται.» Ἐπὶ τούτοις ὁ μὲν γέρων ἐκεῖνος ἐῴκει δακρύοντι καὶ ἀπορουμένῳ πρὸς τὴν ἐπήρειαν, ὁ δὲ βασιλεὺς οὐκ εἶχεν ὅπως ἐπισχήσει τὸν γέλωτα.
6.143 Τὸν μὲν οὖν παρεμυθήσατο ἑτέρῳ ἵππῳ καλλίονι, τῷ δέ γε ἐκτομίᾳ τὸ πεπλασμένον ἀπέσβεσε δάκρυον, τοσαῦτα δοὺς ὁπόσα οὐδ' ὄναρ αὐτὸς προσεδόκησεν· ἦν δ' ἄρα οὗτος τῶν μάλιστα θεραπευόντων τὸν ἄνδρα τῆς ὑποκρίσεως, καὶ ὃν ὁ τεθεραπευμένος ἐβούλετο βασιλικῆς πρὸ πολλοῦ φιλοτιμίας τυχεῖν, ἐπεὶ δ' οὐκ εἶχεν ὅπως ὑπὲρ ἀγνῶτος ἀνδρὸς ἀξιώσει τὸν αὐτοκράτορα, τήν τε σκηνὴν τοῦ ὀνείρατος πλάττεται, κἀκεῖνον πάρεργον ποιεῖται τοῦ ἀνδρὸς ψευδοῦς τε ἐνυπνίου καὶ παχυτέρας ψυχῆς. Τὸ δέ γε δεινότερον, ὅτι πάντες μὲν ᾔδειμεν τὴν ὑπόκρισιν, ἐλέγχειν δὲ τὴν ὑπόκρισιν, πολλοῦ γε καὶ δεῖ, βασιλικῆς τε ἀλογίας καὶ ὑποκρίσεως ἐκκειμένης ἐτυγχάνομεν ὄντες θηράματα, καὶ γελᾶν ἠναγκάσμεθα ἐφ' οἷς ὁ καιρὸς ἐδίδου θρηνεῖν· καὶ εἴ γε μὴ σπουδαίων ἐπηγγειλάμην ἀναγραφὴν, ἀλλὰ φλυάρων καὶ ἀσπουδάστων, πολλὰ ἂν τῷ λόγῳ συνηγήοχα διηγήματα· ἀλλὰ τοῦτο μὲν ὡς ἐκ πολλῶν ἓν ἐκκείσθω, ὁ δέ γε λόγος τὰ ἑξῆς διηγήσεται.
6.144 Οὐ τοίνυν τὸν ἀνδρῶνα μόνον ὁ ἀνὴρ οὗτος κατέλαβεν, ἀλλὰ καὶ εἰς τὴν βασίλειον γυναικωνῖτιν παρεισφθαρεὶς ἄμφω τὰς βασιλίδας ὑποποιεῖται, καὶ τὸν λῆρον πάντη πλασάμενος, παρὰ μὲν τῆς μείζονος τετέχθαι διϊσχυρίζετο, τὴν δὲ νεωτέραν τεκεῖν ἀρρήτους ὅρκους ἀπώμνυτο, ὡς συμπεσούσης οὕτω τῆς γενέσεως, καὶ ὥσπερ ἀναμιμνῃσκόμενος ὅπως ἀποτεχθείη, τάς τε ὠδῖνας συνεῖρε καὶ τῆς μητρῴας θηλῆς ἀναισχύντως ἐμέμνητο· μάλιστα δὲ τὸν τῆς Θεοδώρας τόκον κατέλεγεν ἀστειότατα. ὅτι τε εἴποι ἐγκυμονουμένη αὐτῷ καὶ ὅπως ἀποτεχθείη· ἐφ' οἷς τὸ τῶν γυναικῶν ἐκείνων ἀβέλτερον τῷ ὑποκριτῇ θηραθὲν πᾶσαν αὐτῷ θύραν ἀπορρήτων εἰσόδων ἀνέῳξε, καὶ οὐκ εἶχέ τις ῥᾳδίως αὐτῷ ἀπαριθμήσασθαι ὁπόσα τούτῳ φοιτῴη ἀπό τε τοῦ ἀνδρῶνος ἀπό τε τῆς γυναικωνίτιδος.
6.145 Χρόνον μὲν οὖν τινα ἐπὶ τούτων μόνων εἱστήκει τὰ παίγνια· ἐπεὶ δὲ ἀπεληλύθει τῶν τῇδε ἡ βασιλὶς, περὶ οὗ δὴ αὐτίκα λέξομεν, ἀρχαὶ δὴ μεγάλων κακῶν τῷ ἁπλοϊκωτάτῳ τούτῳ ἐπονηρεύθησαν, ἐρῶ δὲ μέρος τι προαφαρπάσας ἧς ὁ μετὰ ταῦτα λόγος ἅψεται ὑποθέσεως. Ἐπαλλακεύετό τις μεῖραξ τῷ αὐτοκράτορι, ἐξ ἔθνους <οὐ> μεγίστου ὁμηρεύουσα παρ' ἡμῖν, γενναῖον μὲν οὐδὲν ἔχουσα, ἀλλ' ὡς ἐκ βασιλικοῦ αἵματος παρ' αὐτῷ σεβομένη καὶ τὰ πρῶτα τῆς τιμῆς ἔχουσα· ταύτης τῆς μείρακος ἔρωτα δεινὸν ὁ ὑποκριτὴς ἐκεῖνος ἐγκυμονεῖ· εἰ μὲν οὖν κἀκείνη ἑαυτὴν ἀπεδεδώκει τῷ ἐραστῇ οὐκ ἔχω διϊσχυρίσασθαι, ἀλλ' ὅμως ἐῴκει ἀντερασθῆναι· ἀλλ' ἡ μὲν ἴσως ἐσωφρόνει τὸν ἔρωτα, ὁ δὲ οὐκ εἶχεν ὅπως τοῦτο μόνον ὑποκριθείη· ἑώρα γοῦν ἀναιδῶς καὶ θαμὰ προσῄει, καὶ ἀτεχνῶς ἐπυρπολεῖτο τὰ στέρνα· ὡς δὲ οὐκ εἶχεν ὅπως ἂν ἐγκρατὴς τοῦ ἔρωτος γένοιτο καὶ ὅλην τὴν ἐρωμένην ἑαυτῷ εἰσποιήσαιτο βασιλίδα, ὃ δὴ καὶ ἀκουσθῆναι παράλογον πάντη καὶ ἄπιστον, ἀλλ' ὅμως ἐκεῖνος εἴτε συντυχίᾳ κακοήθων ἀνθρώπων χρησάμενος, εἴτε ἀφ' ἑαυτοῦ τὰς ὁρμὰς εἰληφὼς, εἰς νοῦν βάλλεται τῆς τῶν Ῥωμαίων ἡγεμονίας τυχεῖν. Ῥᾷστον γοῦν αὐτῷ τὸ βούλευμα καταφαίνεται, οὐ γὰρ τὸ ἀποκτεῖναι μόνον τὸν αὐτοκράτορα ἀπραγμάτευτον τούτῳ λελόγιστο· ὁ δὲ καὶ τὰς κλεῖς εἶχε τῶν ἀπορρήτων εἰσόδων καὶ πάντα αὐτῷ κατὰ τὸ βουλητὸν ἐπεζύγωτο καὶ ἀνέῳκτο· ἠπάτητο δὲ, ὅτι καὶ πολλοῖς τοῦτο βουλομένοις ἐστί· κολάκων γὰρ οὐκ ὀλίγη μερὶς αὐτῷ παρετρέφετο, καί τις <τῶν> παρ' αὐτῷ κορυφαίων ὅλον ἐκεῖνον εἰσποιησάμενος, τὰ πρῶτα τῶν μισθοφόρων ἐτύγχανεν ὤν.
6.146 Τοῦτο τοιγαροῦν τὸ βούλευμα πρῶτον μὲν ἀπόρρητον εἶχε, καὶ οὐδενὶ τῶν πάντων καταφανὴς ἦν περὶ τοῦ τοιούτου σκεπτόμενος· ἐπεὶ δὲ ὁ ἔρως αὐτὸν ἐξεκύμαινε, καὶ ὑπὲρ πάντα ἐγεγόνει, τολμᾷ δὴ τὸ πρᾶγμα καὶ ἀνακαλύπτει πολλοῖς τὴν γνώμην, ὑφ' οὗ δὴ καὶ τάχος ἁλίσκεται· ἥλω δὲ οὐ πρὸ μιᾶς ὥρας, ἀλλ' ἔλαττον τοῦ δει νοῦ ἐκείνου ἀποτελέσματος· ἐπειδὴ γὰρ ἑσπέρα κατέλαβε, καὶ ὁ βασιλεὺς ὡς εἰώθει ὑπνίαζεν, ὁ μὲν ἴσως τὸ φονουργὸν σιδήριον ἔθηγεν, ἐφοίτησε δέ τις αὐτίκα τῶν οἷς ἐκεῖνος τὸ σκέμμα διωμολόγησεν, ὡς ἔχων τι τῷ βασιλεῖ προσαγγεῖλαι, καὶ ἐπείπερ εἰσέδυ τὸ καταπέτασμα, πνευστιῶν ὅλως καὶ οὔπω τὸ ἆσθμα ἐπέχων· «Ἀποκτενεῖ σε, βασιλεῦ, αὐτίκα ὁ φίλτατος (τὸν ἄνδρα ὀνομαστὶ εἰρηκώς)· σκέψαι γοῦν ὅπως ἐκφεύξῃ ὑπόγυον θάνατον». Ταῦτα ὁ μὲν εἰρήκει, ὁ δὲ διηπόρει καὶ πιστεύειν οὐκ εἶχεν· ὁ δὲ γνοὺς, ῥίπτει μὲν τὸ σιδήριον, εἴσεισι δὲ τὸν ἐκεῖσε ναὸν καὶ τῇ ἱερᾷ προσφεύγει τραπέζῃ, καὶ ἀπαγγέλλει τὸ βούλευμα καὶ πᾶσαν τὴν ἐπὶ τούτῳ σκηνὴν, καὶ ὁπόσα προβεβουλεύκει καὶ <ὡς> ἔμελλεν αὐτίκα ἀναιρήσειν τὸν αὐτοκράτορα.
6.147 Ὁ δὲ οὐδ' ὅτι σέσωστο χάριν εἶχε Θεῷ, ἀλλ' ὅτι ἑαλώκει ὁ φίλτατος ἐβαρυμηνία τῷ προσαγγείλαντι καὶ προὐλάμβανε τῇ ἀπολογίᾳ τὴν κατηγορίαν. Ἐπεὶ δὲ οὐκ ἦν κρύψαι τὴν ἐπιβουλὴν εἰς τοὐμφανὲς ἀναρραγεῖσαν, καθιστᾷ μὲν ἐς τὴν ἐπιοῦσαν δικαστηρίου σκηνὴν, εἰσάγει δὲ πεδήτην <τὸν> ἁλόντα ὡς κριθησόμενον· καὶ ἐπειδὴ εἶδε δεδε μένον τὼ χεῖρε, μικροῦ δεῖν ἀνωλόλυξεν, ὡς ἐπὶ καινῷ καὶ ἀτόπῳ θεάματι, καὶ δακρύων τοὺς ὀφθαλμοὺς ὑποπλησθείς· «Ἀλλὰ λύσατέ μοι, φησὶ, τουτονί· μαλθακίζεται γάρ μοι ἐπ' αὐτῷ ἡ ψυχή.» Καὶ ἐπειδὴ λελύκασι τῶν δεσμῶν οἷς τοῦτο προστέτακτο, ἠρέμα πρὸς τὴν ἀπολογίαν προσβιβάζων καὶ αἰτίας εὐθὺς ἀφιείς· «Σοὶ μὲν ἐλευθέρα, φησὶν, ἡ γνώμη παντάπασιν· οἶδα γάρ σου τὸ ἁπλοϊκὸν καὶ ἐλεύθερον· ἀλλά μοι λέγε, τίνες οἱ πρὸς τὴν ἄτοπον γνώμην σεσυνελάσαντες; τίς ἔκλεψέ σου τὸ ἄπλαστον φρόνημα; τίς ἐσύλησέ σου τὸν ἀπερίεργον νοῦν; ἐπὶ τούτοις εἰπὲ καὶ τίνος ἐρᾷς τῶν ἐμῶν; τί δέ σε τῶν πάντων θέλγει; οὐ γὰρ ἀτυχήσεις οὐδενὸς ὧν λίαν ἐπιτεθύμηκας».
6.148 Ταῦτα μὲν ὁ αὐτοκράτωρ, διῳδηκὼς ἐπὶ πᾶσι τοῖς ὀφθαλμοῖς καὶ δακρύων τέγγων ῥοῇ. Ὁ δὲ πρὸς μὲν τὰς πρώτας ἐρωτήσεις, ὥσπερ μηδὲν ἠρωτημένος, οὐδ' ὁτιοῦν ἀπεκρίνατο, πρὸς δὲ τὰς δευτέρας ἔνθα τὰ περὶ τῆς ἐπιθυμίας καὶ τοῦ ἔρωτος ἔκειτο, θαυμασίως τὸ δρᾶμα ὑποκρινόμενος τοῦ σοφίσματος, τάς τε χεῖρας τοῦ αὐτοκράτορος κατεφίλησε καὶ τοῖς γόνασι τὴν κεφαλὴν ἐπιθείς· «Ἐπὶ τοῦ θρόνου με, φησὶ, κάθισον τοῦ βασιλικοῦ, καὶ μαργαρώδει στέμματι κατακόσμησον, χάρισαι δέ μοι καὶ τουτονὶ τὸν στρεπτὸν (τὸν περὶ τὸν τράχηλον ἐπιδείξας κόσμον), καὶ τῆς σῆς μοι κοινώνησον εὐφημίας. Τούτου γὰρ καὶ πρότερον ἤρων, καὶ νῦν διαφερόντως ἐρῶ.» 6.149 Ἐσκίρτησεν ἐπὶ τούτοις ὁ αὐτοκράτωρ καὶ λαμπρόν τι ἠγαλλιάσατο·
ἐβούλετο δὲ αὐτῷ ταῦτα, τὸ μνηστεῦσαι ἐκείνῳ ἐλευθερίαν τοῦ ἀτόπου τολμήματος, ὡς ὑπονοίας καὶ κατακρίσεως διὰ τὸ ἁπλοῦν τοῦ φρονήματος ἐλευθέρῳ παντάπασι· «Καὶ ταινιώσω σοι, φησὶ, καὶ τὴν κεφαλὴν, καὶ ἁλουργεῖ ἐσθῆτι περιβαλῶ, μόνον μοι κατάστηθι τὴν ψυχὴν καὶ κατεύνασόν μοι τὸν κλύδωνα καὶ, τὴν νύκτα τῆς ὄψεως ἀπελάσας, ἀπόδος μοι τὸ σύνηθες βλέμμα καὶ τὴν γλυκεῖαν ἡμέραν τῆς ὄψεως.» Ἐπὶ τούτοις καὶ οἱ σπουδάζοντες παίξαντες, καὶ οἱ δικάσαντες οὐδ' ὁτιοῦν ἐξετάσαντες, ἀλλὰ γελάσαντες ἅπαντες μεσοῦντος ἀπῆλθον τοῦ δράματος. Ὁ δέ γε βασιλεὺς, ὥσπερ αὐτὸς ἑαλωκὼς καὶ τῆς νίκης κεκρατηκὼς, σῶστρά τε ἔθυε τῷ Θεῷ καὶ τὰς εὐχαριστηρίους ἀπεδίδου φωνὰς, συμπόσιον ἐπὶ τούτοις τοῦ συνήθους λαμπρότερον, καὶ ἑστιάτωρ μὲν ὁ αὐτοκράτωρ καὶ συμποσίαρχος, τὰ δὲ πρῶτα τῶν δαιτυμόνων αὐτὸς οὗτος ὁ δραματουργὸς καὶ ἐπίβουλος.
6.150 Ἐπεὶ δὲ ἡ βασιλὶς Θεοδώρα καὶ ἡ ἀδελφὴ Εὐπρεπία κατὰ τὰς ποιητικὰς θεὰς τοῖς τελουμένοις δεινῶς ἐπεμύξαντο, οὐδὲν ἐπιδεικνύμεναι χαρίεν, ἀλλὰ μεμφόμεναι τὰ πλείονα τὴν τοῦ βασιλέως ἁπλότητα, αἰσχύνεται ταύτας ὁ βασιλεὺς καὶ ὑπερορίαν τοῦ ἑαλωκότος καταψηφίζεται, οὐ μακρὰν ἀποικίσας, ἀλλ' αὐτοῦ που ἐπὶ μιᾶς τῶν πρὸ τῆς Πόλεως νήσων ἐπιχωριάζειν προστεταχὼς, λούεσθαί τε ἐκεῖσε παρακελευσάμενος καὶ πάσης ἐμπίπλασθαι ἡδονῆς· οὔπω δὲ ἡμέραι δέκα παρεληλύθεσαν, καὶ ἀνακαλεῖται τοῦτον λαμπρῶς, καὶ μείζονος ἀξιοῖ παρρησίας καὶ χάριτος. Ἡ δὲ τοιαύτη διήγησις οὐκ ὀλίγα τῶν ἀτοπωτέρων παρεσιώπησεν, ὁπόσα αἰσχύνην τε τῷ γράφοντι φέρει καὶ ὄχλον τοῖς ἐντυγχάνουσιν. Ἐπεὶ δὲ οὐκ εἰς ἅπαν τέλος ὁ λόγος κατέληξε, δεῖται δὲ πλείονος ἐπιπλοκῆς πρὸς ἀπαρτισμὸν, ἑτέραν παρενείρας ὑπόθεσιν, ἧς ὁ λόγος δεῖται τοῦ διηγήματος, οὕτω δὴ αὖθις ἐπαναστρέψας τοῖς ὑφηγησομένοις τὸ λειπόμενον ἀποδώσω.
6.151 Ἔξωρος ἤδη πρὸς συνουσίαν ἀνδρὸς ἡ βασιλὶς καθειστήκει Ζωὴ, τῷ δέ γε βασιλεῖ τὰ τῆς ἐπιθυμίας ἐφλέγμαινεν· ἤδη γὰρ καὶ ἡ Σεβαστὴ τούτῳ τετελευτήκει, καὶ ὀαρισταίνων περὶ τὸν ἔρωτα ἐπὶ πολλὰς πεπλάνητο φαντασίας καὶ ἀνατυπώσεις ἀτόπους· φύσει δὲ ὢν περίερ γος τὰ ἐρωτικὰ καὶ μὴ εἰδὼς τὸ πάθος εἰς εὐκολίαν διαλύ σασθαι μίξεως, ἀλλ' ἀεί τινα ἐπεγείρων κύματα ἐπὶ ταῖς πρώταις εὐναῖς, ἐρᾷ τινος μείρακος, ὥς μοι καὶ ἄνω που τοῦ λόγου λέλεκται, ἐξ Ἀλανίας ὁμηρευούσης ἡμῖν· βασιλεία δὲ αὐτὴ οὐ πάνυ σεμνὴ, οὐδὲ ἀξίωμα ἔχουσα, τῷ δὲ Ῥωμαίων κράτει τὸ ἐχέγγυον ἀεὶ διδοῦσα τῆς πίστεως· ἡ τοίνυν μεῖραξ θυγάτριον τοῦ ἐκεῖσε βασιλεύοντος ἦν, οὔτε τὸ εἶδος ἀξιοθέατον, οὔτε τὴν θεραπείαν εὔδαιμον, δυσὶ δὲ μόναις κεκόσκητο χάρισι, λευκὸν ἦν τὴν χροιὰν καὶ καλλίστοις ἐπήστραπτεν ὄμμασιν· ἀλλ' ὅ γε βασιλεὺς ἅπαξ ἑαλωκὼς ταύτης, τοὺς μὲν ἄλλους κατέλυσεν ἔρωτας, σκηνοῖ δὲ παρ' αὐτῇ μόνῃ καὶ σφοδρὸν ἐπ' αὐτῇ πόθον ἐγκυμονεῖ.
6.152 Ἀλλ' ἕως μὲν ἡ βασιλὶς βιώσιμος ἦν, οὐ πάνυ τι ἀνερρήγνυτο, ἀλλ' ἠγάπα λανθάνειν καὶ συγκαλύπτεσθαι· ἐπεὶ δὲ ἐτεθνήκει, αἴρει τὴν φλόγα τοῦ ἔρωτος καὶ ἀναρριπίζει τὸν πόθον, καὶ μονονοὺ παστάδα πηξάμενος ἑαυτῷ τὴν ἐρωμένην νυμφαγωγεῖ, καὶ ὁ μετασχηματισμὸς ἀθρόος τε καὶ καινός· τήν τε γὰρ κεφαλὴν ἀσυνήθης κόσμος ἐκύκλου, καὶ ἡ δέρη χρυσῷ κατηγλάϊστο, ἐπικάρπιοί τε ὄφεις χρυσοῖ τοὺς βραχίονας αὐτῇ διενέμοντο, καὶ τῶν ὤτων μαργαρῖται βαρεῖς ἀπεκρέμαντο, ἡ δὲ ζώνη, χρυσὸς δὲ αὐτὴν καὶ μαργάρων ὁρμαθὸς ἐσχημάτιζέτε τε καὶ διεποίκιλλε· καὶ ἦν ἡ γυνὴ Πρωτεὺς ἀτεχνῶς ἐξαλλάττων καὶ ποικιλλόμενος.
6.153 Ἐβούλετο μὲν οὖν ταύτην καὶ βασιλικῇ ἀναδῆσαι ταινίᾳ, ἀλλ' ἐδεδίει δύο ταῦτα, τόν τε νόμον τὸν ἀριθμὸν αὐτῷ τῆς συζυγίας ἐπιμετρήσαντα, καὶ τὴν βασιλίδα Θεοδώραν ὡς οὐκ ἀνεξομένην τὸ ἄχθος, οὐδὲ βασιλεύειν τε αἱρησομένην καὶ βασιλεύεσθαι· διὰ ταῦτα τοίνυν τοῦ μὲν σχήματος αὐτῇ τῆς βασιλείας οὐκ ἐκοινώνησε, μεταδίδωσι δὲ τοῦ ὀνόματος, σεβαστὴν ἀνειπὼν, δορυφορίαν τε αὐτῇ βασιλικὴν διατίθεται, καὶ πάσας ἐπ' αὐτῇ θύρας αἰτήσεων ὑπανοίγνυσιν, ἐπιρρεῖ τε αὐτῇ χρυσῷ ποταμοὺς ῥέοντας καὶ ὀχετοὺς ὀλβίους καὶ εὐδαιμονίας ἄπειρα ῥεύματα. Αὖθις οὖν ἐσπαθᾶτο πάντα καὶ διεφθείρετο, καὶ τὰ μὲν ἐντὸς τῶν τειχῶν διεσκίδναντο, τὰ δὲ ἐξαγώγιμα εἰς τὴν βάρβαρον ἦν· καὶ τότε πρώτως ἡ τῶν Ἀλανῶν γῆ τῶν ἀπὸ τῆς ἡμετέρας Ῥώμης ἐμπέπληστο ἀγαθῶν· κατήγοντο οὖν νῆες καὶ αὖθις ἀνήγοντο φορτίδες ὅλαι τῶν παρ' ἡμῖν τιμίων καὶ οἷς πάλαι τὸ τῶν Ῥωμαίων ἐζηλοῦτο βασίλειον.
6.154 Ἐγὼ δὲ καὶ τότε μὲν ἐθρήνουν ὁρῶν τὰ πάντα οὕτω διατυφόμενα, καὶ νῦν οὐδὲν ἔλαττον ἀλγυνόμενος (εἰμὶ γὰρ εἴπερ τις ἄλλος φιλορώμαιος καὶ φιλόπατρις), ἔτι ἐπὶ τῷ ἐμῷ δεσπότῃ καὶ βασιλεῖ ἐπαισχύνομαι. Τοῦ γὰρ ἔτους δίς που καὶ τρὶς ἐξ Ἀλανίας πρὸς τὴν σεβαστὴν ταυτηνὶ μείρακα πατρῷοι ἐφοίτων θεράποντες, οἷς ὁ αὐτοκράτωρ ταύτην ἐπὶ θεάτρου δεικνὺς ὁμευνέτιν τε καὶ βασιλίδα ἐκήρυττε καὶ ὠνόμαζε· καὶ τὰ μὲν αὐτὸς ἐκείνοις ἐδίδου, τὰ δὲ τῇ καλῇ γαμετῇ διδόναι παρεκελεύετο.
6.155 Ταύτης τοιγαροῦν ὁ ὑποκριτὴς ἐκεῖνος ἀνὴρ, περὶ οὗ δὴ λέγων βραχύ τι ἐπεπαύμην, καὶ πρότερον ἤρα, καὶ τυχὼν, καὶ διὰ ταῦτα ἐπιβεβουλευκὼς, καὶ μὴ τυχὼν, ἐπειδὴ τῆς ὑπερορίας ἐπανεληλύθει, αὖθις ἤρα σφοδρότερον. Ἐγὼ δὲ τοῦτο δὴ ἀκριβῶς συνιεὶς ᾤμην ἠγνοηκέναι τὸν αὐτοκράτορα, μᾶλλον δὲ ἀμφίβολος ἦν, ἔστησε δέ μοι τὸν λογισμὸν ἐκεῖνος πλανώμενον· συνειπόμην δὴ ἅπαξ κομιζομένῳ ἐπ' ἐκείνην τῷ αὐτοκράτορι, μέρος δὲ τῶν ἀκολουθούντων καὶ ὁ ἐραστὴς ἐγεγόνει· ἡ δὲ τηνικαῦτα ἐτύγχανεν ἐν τοῖς ἀδύτοις παρά τισιν ἑστῶσα κιγκλίσιν. Οὔπω δὲ τὸν βασιλέα κατασπασάμενον, ἔστησέ τις φροντὶς, καὶ ὁ μὲν ἐπὶ ταύτης ἦν, ὁ δέ γε ἐραστὴς ἐπὶ τὴν ἐρωμένην ἐρρίπτει τὰ ὄμματα καὶ ἰδὼν ἠρέμα προσεμειδίασε, καὶ αὖθις ἄλλο τι ἐπεποιήκει ἐρωτικόν· ἐπεὶ δὲ πολλὴν πλάνην αὐτῷ ἐπεπορεύθη τὸ πρόσωπον, ὁ αὐτοκράτωρ ἠρέμα μοι τῇ χειρὶ νύξας τὴν πλευράν· «Ὁρᾷς, ἔφη, παμπόνηρον ἄνθρωπον, ἐρᾷ γὰρ ἔτι, καὶ οὐδὲν αὐτὸν τῶν προλαβόντων ἀνέστειλεν.» Ἐγὼ μὲν οὖν ἀκούσας ἐρυθήματος εὐθὺς ἐπληρώθην, τῶν δὲ ὁ μὲν προῄει, ὁ δὲ ἠναισχύντει μᾶλλον καὶ ἑώρα θαρραλεώτερον. Ἀλλ' ἀτελέστατα ἐγεγόνει πάντα· ὅ τε γὰρ αὐτοκράτωρ ἐτεθνήκει, ὡς ὕστερον ὁ λόγος ἐρεῖ, ἐκείνων δὲ ἡ μὲν σεβαστὴ εἰς ὁμηρείας αὖθις μερίδα λελόγισται, τὸν δὲ μέχρι φαντασμάτων ὁ τοῦ ἔρωτος ἀνάπτει πυρσός. 6.156 Ὥσπερ δέ που ἐν ταύτῃ τῇ γραφῇ εἴωθα πολλὰ τῶν ἐν μέσῳ τῆς ὑποθέσεως τῆσδε παραλελοιπὼς, αὖθις εἰς ἐκεῖνον ἄνειμι· καὶ πρῶτόν γε τὸν περὶ τῆς βασιλίδος Ζωῆς ἀποδοὺς λόγον καὶ τῷ ἐκείνης θανάτῳ τοῦτον συμπερατώσας, αὖθις ἑτέρας ἕξομαι ὑποθέσεως. Ἐκείνη γὰρ ὅπως εἶχεν ἐφ' ἥβης οὔπω σαφῶς οἶδα, εἰ μὴ ὅσον ἀκοῇ μεμαθηκὼς, ἄνω που τοῦ λόγου ταύτην ἐπίστευσα.

Περὶ τῶν φυσικῶν ἰδιωμάτων τῆς βασιλίδος Ζωῆς

Επεξεργασία


6.157 Ὡς δ' οὖν γηράσασα ἦν οὐ πάνυ τι εἶχε τοῦ φρονήματος ἐρρωμένως· λέγω δὲ οὐχ ὡς περὶ παραφόρου ταύτης ἢ ἐξεστηκυίας, ἀλλ' ὡς καὶ πραγμάτων μὲν παντάπασιν ἀδαοῦς, ὑπὸ βασιλικῆς δὲ ἀπειροκαλίας διεφθαρμένης παντάπασιν· εἰ δέ που καὶ ψυχικῷ προτερήματι ἐκεκόσμητο, ἀλλ' οὐδὲ τοῦτο διέσωσεν αὐτῇ καθαρὸν ἡ γνώμη, ἀλλὰ πλέον ἢ δεῖ ἔχειν ἐπιδεικνυμένη, οὐ φιλότιμον ἀλλ' ἀπειρόκαλον τοῦτο ὑπέφαινεν· ὑπεξῃρήσθω δὲ ταύτης τὸ περὶ τὸ θεῖον σέβας, οὐδὲ γὰρ ἔχω ἐνταῦθα τὸ πλέον ἐπαιτιᾶσθαι, ἀνυπέρβλητον δὲ αὐτῇ τὸ ἀγαθὸν τοῦτο ἐτύγχανεν ὂν, ἐξεκρέματο γὰρ ὅλη τοῦ θείου καὶ πάντα ἐκεῖθεν εἷλκέ τε καὶ ἐνόμιζεν· οὕτω μὲν οὖν καὶ ἄνωθί που τοῦ λόγου τῆς προσηκούσης ἔτυχεν εὐφημίας· ὁ δέ γε λοιπὸς αὐτῇ βίος πῆ μὲν ἁπαλός τε καὶ ἔκλυτος, πῆ δὲ σκληρὸς ἄγαν καὶ σύντονος, ἄμφω σὺν οὐδενὶ λόγῳ καὶ παρὰ βραχύ τι τοῦ χρόνου ἐπὶ ταὐτοῦ τὰ ἰδιώματα διηλλάττετο· εἰ γοῦν τις αὐτὴν ἀθρόον ἰδὼν ὑπεκρίθη τὸ πεσεῖν ἐξ ἀστραπῆς ὥσπερ πληγεὶς (τοῦτο γὰρ πολλοῖς ἐπαίζετο κατ' αὐτῆς), χρυσοῖς εὐθὺς ἐδεδώρητο ἀποδέσμοις· εἰ δὲ πλείοσι λόγοις εὐχαριστίας ἐχρήσατο, σιδηροῖς αὖθις κατεδεῖτο δεσμοῖς· καὶ ἐπειδὴ τὸν πατέρα αὐτῆς ἐγνώκει ἀφειδέστερον περὶ τὴν τῶν ὀμμάτων ἀφαίρεσιν, οὐκ ἔφθη τις τὸ βραχύτατον πλημμελήσας καὶ ἐπὶ τὴν τοιαύτην ἀπήγετο βάσανον, καὶ εἰ μὴ ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει τὸ ἔργον, πολλοῖς ἂν ἐπ' οὐδενὶ λόγῳ ἐξεχύθη τὰ ὄμματα.
6.158 Φιλοτιμοτάτη δὲ γενομένη πασῶν γυναικῶν, καὶ διὰ τοῦτο πάντα συνδιαφθείρουσα, ὅτι μὴ μέτρον εἶχε ταύτῃ τὸ καλὸν, ὁμοῦ τε τὰ χρήματα ἀπηρίθμει καὶ θατέρᾳ χειρὶ ἐδεξιοῦτο τῷ Κρείττονι κατὰ τοῦ λαμβάνοντος· εἰ δέ τις αὐτῇ κατὰ σπουδὴν τὰ τοῦ γένους διεξῄει καλὰ, καὶ μάλιστα ὁπόσα ὁ θεῖος Βασίλειος, ἠγάλλετό τε καὶ αὐτίκα μετέωρος ἦν τὴν ψυχήν. Ἑβδομηκοστὸν δὲ ἤδη ὑπερβᾶσα ἔτος τῆς ἡλικίας ῥυτίδα μὲν οὐκ εἶχεν ἐπὶ τοῦ προσώπου, ἀλλ' ἤνθει ὡς ἐπὶ νέῳ τῷ κάλλει· τῶν δέ γε χειρῶν οὐκ ἀτρόμως εἶχεν, ἀλλ' ἐκεκλόνητο, συνεκεκύφει δὲ καὶ τὰ νῶτα· τῶν δέ γε περὶ τὸ σῶμα καλλωπισμῶν ἠμέλει παντάπασι, καὶ οὔτε χρυσοπάστῳ ἐχρῆτο στολῇ, οὔτε ταινίαις, ἢ κόσμοις περιδεραίοις, ἀλλ' οὐδὲ φορτικῶς ἠμφίεστο, ἀλλ' ἐλαφρᾷ τῇ στολῇ τὸ σῶμα περιεκάλυπτε.
6.159 Τῶν μέντοιγε βασιλικῶν φροντίδων οὐδ' ἐκοινώνει τῷ αὐτοκράτορι, ἀλλ' ἐβούλετο πάντη ἄσχολος εἶναι τῶν περὶ ταῦτα πόνων· οὐδὲ τῶν ὅσα γυναῖκας περὶ αὑτὰ ἀσχολεῖ, ἱστόν φημι καὶ ἠλακάτην καὶ ἔριον καὶ τὸ ὑφαίνειν, οὐδὲ τούτων ἐφρόντιζεν· ἑνὸς δὲ μάλιστα εἴχετο καὶ περὶ τοῦτο σπουδὴν ἐτίθετο πᾶσαν, θυσίαν προσάγειν Θεῷ, οὔ φημι τοσοῦτον τὴν δι' αἰνέσεως λογικῆς τε προσαγωγῆς καὶ ἐξομολογήσεως, ἀλλὰ τὴν δι' ἀρωμάτων καὶ ὅσα τῆς Ἰνδῶν καὶ Αἰγυπτίων γῆς εἰς τὰ ἡμέτερα φοιτᾷ ὅρια.
6.160 Ἐπεὶ δὲ ὁ λαχὼν αὐτὴν αἰὼν ἀπήρτιστο καὶ θνῄσκειν ἔμελλε, βραχύ τι κατ' αὐτῆς ἡ τῆς φύσεως ἕξις προοιμιάζεται· μαραίνεται γὰρ αὐτῇ ἡ περὶ τὰς τροφὰς ἐπιθυμία, καὶ τὸ ἐνδεὲς προσθήκην λαμβάνον πυρετὸν αὐτῇ ἀνάπτει ἐπιθανάτιον, καὶ συντηκόμενον αὐτῇ τὸ σῶμα καὶ οἷον εἰπεῖν μαραινόμενον ἀγχοῦ τὸν θάνατον προεσήμαινεν· καὶ ἡ μὲν αὐτίκα τὰ δεσμωτήρια <ἐνθυμεῖται>, ποιεῖται δὲ χρεῶν ἀποκοπὰς, ἀπολύει δὲ συμφορῶν τοὺς ἐνόχους αὐταῖς, ταμιεῖά τε βασιλικὰ ὑπανοίγνυσι καὶ ποταμηδὸν χεῖσθαι ἐᾷ τὸν ἐν ἐκείνοις χρυσόν· ἀλλ' ὁ μὲν ἐν τούτοις οὕτως ἀφειδῶς, οὕτως ἀκρατῶς, ἡ δὲ βραχύ τι δυσθανατήσασα καὶ τὴν ὄψιν ἀλλοιωθεῖσα μετατίθησι τὴν ἐνταῦθα ζωὴν, δύο πρὸς τοῖς ἑβδομήκοντα ἔτη βιώσασα.
6.161 Ἐγὼ δὲ τὸν περὶ τῆς βασιλίδος συντελέσας λόγον, ἐπὶ τὸν βασιλέα αὖθις ἐπάνειμι, τοσοῦτον ἐπειπών· ἐβουλόμην μὴ ἱστορεῖν, μηδὲ φιλαλήθης ἐνταῦθα κατονομάζεσθαι, ἀλλ' ἐγκώμια τῷ αὐτοκράτορι τούτῳ ποιεῖν, πολλῶν γὰρ ἂν εὐπόρησα καὶ καλῶν λόγων εἰς εὐφημίας ἔρανον, ὧν ἐκεῖνος δαψιλεῖς ἐδίδου τὰς ἀφορμάς· ὁ μὲν γὰρ ἐγκωμιάζων, ὅσα πρόσεστι φαῦλα τῷ ἐγκωμιαζομένῳ παραιτούμενος, ἐκ τῶν σπουδαιοτέρων ἐκείνῳ πλέκει τὸν ἔπαινον· κἂν πλεῖστα τἀναντία ᾖ, ἀρκεῖ τῷ ῥήτορι καὶ μία ὑπόθεσις σπουδαίαν τὴν πρᾶξιν ἔχουσα εἰς εὐφημίαν ἀρκοῦσαν, ὁπότε καὶ τὰ φαῦλα σοφιστικῶς μεταχειρισάμενος εἰς εὐφημίας καταβιάσαιτο ἀφορμήν· ὁ δέ γε συντιθεὶς ἱστορίας, ὥσπερ ἀπροσωπόληπτος καὶ ἀδέκαστος δικαστὴς οὐχ ἑτεροκλινής ἐστι τοῖς τῶν πράξεων μέρεσιν, ἀλλ' ἴσῳ σταθμῷ τοῖς λόγοις ἑαυτὸν διδοὺς, οὐδεμίαν σοφίαν ἐπάγει οὔτε τοῖς σπουδαίοις οὔτε τοῖς φαύλοις, ἀλλ' ἁπλῶς τε καὶ καθαρῶς τὰ πεπραγμένα διέξεισι, κἂν τῶν ὑποβεβλημένων τῷ λόγῳ προσώπων, ὁ μέν τις αὐτὸν σπουδαῖος ὢν διεφαύλισεν, ὁ δὲ τῆς ἑτέρας μερίδος τυγχάνων χάριτάς τινας κατεβάλετο, οὐδέτερον τῶν εἰς αὐτὸν πεπραγμένων ἐν τῇ ἱστορίᾳ λογίσεται, ἀλλ' ἕκαστον ἀναθήσει τῷ λόγῳ μετὰ τῆς οἰκείας πράξεως· ἐπεὶ εἴ γε δι' εὔνοιαν ἢ ψυχῆς εὐγένειαν δοθείη τῷ ἱστοροῦντι τῷ εὐνοϊκῶς πρὸς αὐτὸν σχόντι ἀντιχαρίζεσθαι καὶ τοῦδ' εἵνεκα δεκάζειν τοὺς λόγους, τίς ἂν πρὸ ἐμοῦ ἕτερος ταῖς ἐκ τῶν λόγων εὐφημίαις τουτονὶ τὸν αὐτοκράτορα κατεκόσμησεν, ὅς γε οὔπω με πρὸ τοῦ κράτους ἑωρακὼς, ἐπειδὴ ἅπαξ εἶδεν, οὕτω μου ἑαλώκει τῶν λόγων ὡς δοκεῖν ἐκ τῶν ὤτων τῆς ἐμῆς γλώττης ἐκκρέμασθαι;
6.162 Ἀλλ' οὐκ οἶδ' ὅπως καὶ τὴν τῆς ἱστορίας διαφυλάξω ἀλήθειαν, κἀκείνῳ τὸ εἰκὸς σέβας ἀπομερίσομαι· ἡ δέ γε τῆς ἐμῆς ἀκριβείας περὶ τὴν ἀληθῆ ἱστορίαν ὑπερβολὴ καὶ μοῖράν τινα ἐκείνῳ σῴζει τῆς κρείττονος ὑπολήψεως· εἰ γὰρ, ἀπερικαλύπτως ἐμοῦ καὶ τὰ δοκοῦντα φαῦλα ἐκείνου διακριβοῦντος, σῴζεται ἐκ τῆς ἑτέρας μερίδος ἡ ἀρετὴ διαλάμπουσα, καὶ ὥσπερ ἐπὶ ζυγοῦ ἡ κρείττων πλάστιγξ κάτωθεν βρίθει ἀξιόλογόν τι βάρος τῶν πράξεων φέρουσα, πῶς οὐχὶ πάντας ἐκεῖνος ὑπερβαλεῖται τοὺς αὐτοκράτορας, ὧν ἐγκωμιαζομένων ὕποπτος ὦπται ἡ εὐφημία καὶ τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἀληθοῦς ἐχομένη; τίς δὲ τῶν πάντων ἀνθρώπων, ἵν' ὑπὲρ τῶν ἐκείνου ἐλαττωμάτων ἀπολογίσωμαι, καὶ μάλιστα τῶν βασιλεύειν λαχόντων, ἐκ πασῶν ὤφθη τῶν πράξεων ἀναδεδεμένος τὴν κεφαλὴν ἐγκωμιαστικῷ διαδήματι;
6.163 Ὁπότε γὰρ ὁρῶμεν τοὺς ὑμνουμένους ἐκείνους ἐν γνώμαις καὶ λόγοις καὶ πράξεσιν αὐτοκράτορας, Ἀλέξανδρον φημὶ τὸν Μακεδόνα καὶ τὼ διττὼ Καίσαρε, Πύρρον τε τὸν Ἠπειρώτην, καὶ Ἐπαμινώνδαν τὸν Θηβαῖον, καὶ Ἀγησίλαον τὸν Λακεδαιμόνιον, ἵνα μὴ λέγω τοὺς ἄλλους, οἷς βραχὺς ὁ ἔπαινος παρὰ τῶν ἐπαινούντων ἀνείλεκται, οὐκ ἴσῳ τῷ μέρει ἐς ἀρετὴν καὶ κακίαν διαμεριζομένους, ὡς ἔκ τε τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους ἐγνώκαμεν, ἀλλὰ παρὰ πολὺ ἐπικλινεστέρους πρὸς τὸ φαυλότερον μέρος, τί δ' ἄν τις ἐρῇ περὶ τῶν ἐκείνους μιμησαμένων, εἴ γε βραχεῖ τῷ μέρει κατόπιν ἐκείνων ὤφθησαν, λέγω δὲ οὐκ ἐν πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν, ἀλλ' ἐν οἷς ἐκεῖνοι τῶν ἄλλων μάλιστα κατωρθώκασιν;
6.164 Ἔγωγ' οὖν πρὸς ἐκείνους συγκρίνων τουτονὶ τὸν μέγιστον αὐτοκράτορα, ἐλάττονα μὲν πρὸς ἀνδρίαν οἶδα, μείζονα δὲ τοῖς ἄλλοις καλοῖς ἢ ὅσῳ τοῦ λοιποῦ μέρους τῶν καλλιστείων ἐκείνοις παρακεχώρηκεν· ὀξὺς γὰρ τὴν φύσιν ὢν, ἀγχίνους τε εἴ τις ἄλλος καὶ μνήμων διαφερόντως, τοσοῦτον τῆς θυμοειδοῦς ἐκράτει κινήσεως, ὡς δοκεῖν ἐξαίρετον τῶν ἄλλων λαχεῖν τὴν πρᾳότητα· ἐμὲ γοῦν οὐκ ἐλάνθανεν ὥσπερ τις ἡνίοχος τὸν θυμικὸν ἵππον ἀνακρουόμενος· ἐξανθῆσαν γοῦν αὐτῷ τὸ αἷμα ἐπὶ τῆς ὄψεως, τό τε σῶμα ἀθρόως αὐτῷ κινηθὲν καθίστατο ἀθροώτερον καὶ τῷ λογισμῷ εὐθὺς μετεβάλλετο· εἰ δέ πού τι καὶ δι' οἰκονομίαν βασιλικὴν ἢ θρασυτέρᾳ ἐχρήσατο τῇ φωνῇ ἤ τισι πληγὰς ἐπηπείλησεν, αὐτίκα πως ἠρυθραίνετο ὥσπερ αἰδούμενος ὅτι παρὰ τὸ σύνηθες φθέγξαιτο.
6.165 ∆ικάζοντι δὲ οὔτε τὸ κρατοῦν μέρος οὔτε τὸ καταψηφισθὲν διεδείκνυτο, μᾶλλον δὲ τὸ μὲν τὴν λευκὴν ψῆφον ἀπειληφὸς, αὐτὸ δὴ τοῦτο ἀπῄει καταλαμπόμενον, θάτερον δὲ τοῖν μεροῖν πρὶν ἄρα καὶ γνοίη τὴν ἧτταν οὐχὶ κρατήσειν ἤλπιζεν, ἀλλὰ μετὰ προσθήκης λαμβάνον, ἐξῄει παρ' ἐλπίδα νενικηκός.
6.166 Πλείστων δὲ αὐτῷ ἐπιβεβουλευκότων, καὶ τῶν γε πλειόνων καὶ ξίφος ἐπὶ τὴν ἐκείνου κεφαλὴν σπασαμένων, τὸ μὲν βουλόμενον ἐκείνῳ ἦν συγκαλύψειν ἐκείνοις τὴν τόλμαν καὶ κατὰ τὸ σύνηθες διαλέγεσθαι, ὡς μηδὲν ἐγνωκότι τῶν τετολμημένων, ἢ ὡς εὐθὺς τῆς ἀναιδείας ἐκείνων ἐπιλελησμένῳ· ἐπεὶ δὲ οἱ περὶ τὸ βῆμα καὶ ὅσοι τῆς πρὸς ἐκεῖνον οὐκ ἐστέρηντο παρρησίας πρὸς ὀργὴν αὐτὸν ἀνηρέθιζον, ὡς αὐτίκα διαφθαρησόμενον, εἰ μὴ πρὸς ἄμυναν τῶν τολμησάντων διανασταίη, τοῦ θριάμβου πλέον ἐκεῖνος ἢ τῆς ἀκριβοῦς βασάνου ἐγίγνετο· δικαστὰς γὰρ αὐτοῖς περιστήσας καὶ τὴν τόλμαν μεγαληγορήσας, οἷος ἐκεῖνος τὴν γλῶτταν εὔστροφος καὶ πολλῷ ῥέων τῷ ῥεύ ματι, ἐπειδὴ πεφρικότας ἴδοι, εἴς τινα βραχεῖαν καταλήγων ἄμυναν, καὶ ταύτην σὺν παιδιᾷ διατάξας, εὐθὺς ἠφίει τῆς τιμωρίας.
6.167 Τῶν μὲν οὖν δημοσίᾳ πεπραγμένων ἐκείνῳ πολλοῖς τῶν ἐκεῖνα λογογραφεῖν ἐθελόντων παραχωρήσω, τῶν δ' ἀπορρήτων βραχύ τι μέρος ποιήσομαι ἐκφανὲς, ὅπερ ἐν μέσῳ τοῖς λόγοις κείμενον καὶ ἀμφίβολον ὂν τοῖς τε ἐπαινοῦσι καὶ ψέγουσιν, ἐγὼ τῶν ἄλλων ἐξαίρω ὁπόσα αὐτῷ τὴν κρείττονα ὑπόληψιν ἔσχηκε. Τί ποτέ ἐστι τοῦτο; Ἤδει τὴν αὑτοῦ ψυχὴν ἐπιεικεστάτην καὶ φιλανθρωποτάτην τυγχάνουσαν καὶ οὐδενὶ τῶν πάντων ὁπόσοι κατ' ἐκείνου λυττᾶν ἠβουλήθησαν εἰδυῖαν μνησικακεῖν· τοῖς μὲν οὖν μέτρια ἡμαρτηκόσι, λέγω δὴ μέτρια ὁπόσα ἄλλοις κακίας οὐκ ἔχει ὑπερβολὴν, ἀπραγμόνως ἐχρῆτο τῇ τοιαύτῃ τῆς ψυχῆς ἕξει, οὓς δὲ ἐγνώκει ἄχρις αὐτοῦ τοῦ Κρείττονος ἀδικίαν λαλήσαντας, τούτους δὴ ἢ ὑπερορίᾳ καταδικάζων ἢ ὅροις εἵργων περιγράπτοις, ἢ δεσμὰ περιβάλλων ἄφυκτα, ὅρκοις ἑαυτὸν ἐδέσμει ἐν ἀπορρήτῳ μὴ ἄν ποτε δοῦναι ἐκείνοις τὴν ἄφεσιν.
6.168 Ἐμὲ γοῦν τοῦτον ἅπαξ ἐπέχοντα ὡς οὐκ ἂν ῥᾳδίως τοὺς ὅρκους φυλάξαιτο, πείθειν ἐδόκει μὴ ἄλλως δύνασθαι τῶν κακουργοτάτων τὰς ὁρμὰς ἐπισχεῖν· ἡμέρας μὲν οὖν τινας τῷ οἰκείῳ ἐτίθετο δόγματι, ἔτι γὰρ ἐπήνθει αὐτῷ ἡ δικαιοτάτη ὀργὴ, ἐπεὶ δὲ τοῦ συντόνου χαλασθείη ποτὲ, ἔπασχε δὲ τοῦτο ἐπειδάν τινος ἠκηκόει ἐπαινοῦντος τὴν ἐπιείκειαν καί τινας τῶν φθασάντων αὐτοκρατόρων ἐντεῦθεν μεγαληγοροῦντος, αὐτίκα ἐκείνων τε μεμνημένος καὶ τοῦ δεσμοῦ, τὰ μὲν δακρύων ἦν, τὰ δέ γε διαπορούμενος, ὅπως ἂν ἄριστα τῷ πράγματι χρήσαιτο· συμβούλῳ γοῦν ἐμοὶ χρώμενος περὶ τὴν τοιαύτην στάσιν τοῦ λογισμοῦ, ἐδίδου μᾶλλον τῷ φιλανθρώπῳ, ἑτέρῳ τρόπῳ τὸ θεῖον ἐξιλεούμενος.
6.169 Συμπαθεστέραν γοῦν ἔγωγε ψυχὴν οὔτε πρὶν ἑωράκειν, οὔτε νῦν ἐν οὐδενὶ τῶν πάντων κατανοῶ, ἀλλ' οὐδὲ φιλοτιμοτέραν ἢ βασιλεῖ πρέπουσαν <μᾶλλον>· ἐκεῖνος γὰρ ὥσπερ ἐπὶ τούτοις τὸ βασιλεύειν λαχὼν οὐδ' εἶναι τὴν ἡμέραν ἐκείνην βασιλεὺς ἐδόκει ἐν ᾗ μήτε τι φιλάνθρωπον ἐνεδείξατο μήτε τι τῆς φιλοτίμου παρεγύμνωσε γνώμης, οὐδὲ εἰς ψυχὴν, ἵν' οὕτως εἴποιμι, εὔγεω τὰ τῆς εὐεργεσίας κατεβάλλετο σπέρματα, ὡς εὐθὺς τὸν τῆς εὐγνωμοσύνης στάχυν ἀναδιδόναι, οὐδὲ μᾶλλον ἐκείνη τὸν τῆς εὐχαριστίας ἀπεγέννα καρπὸν, ἢ ὁ οὗτος σπείρειν πεφιλοτίμητο τὴν ἐρίβωλον γῆν καὶ πίειραν.[3]
6.170 Ἀμέλει καὶ βραχεῖαν τῆς τοιαύτης αὐτῷ ἀρε τῆς τοῖς φιληκόοις ὑπόθεσιν διηγήσομαι· ἐπὶ κλέμμασί τις ἁλοὺς στρατηγικῶν διοικήσεων, χρήμασιν ἐζημιοῦτο πολλοῖς, πολλαπλασίοις ὧν ἐκεῖνος ἐκέκτητο· ἦν δ' ἄρα καὶ οὗτος <τῶν> εὐδαιμόνων καὶ πολυχρύσων, καὶ ὁ εἰσπράττων τῶν ἀπαραιτήτων, τὸ βασιλικὸν γὰρ ἦν ταμεῖον καὶ ὁ δημόσιος· ὁ δ' ἄρα ἐδεῖτο καὶ βασιλικῆς ἀκοῆς, ἵν' ἐκεῖθεν ἔχοι τὴν ψῆφον καὶ μὴ ἐπὶ πᾶσιν αὐτῷ ἰσχύῃ τὸ δημόσιον δικαστήριον· ἐπεὶ δὲ ἀμφοῖν τοῖν μεροῖν ἡ πρὸς βασιλέα ἐδόθη εἴσοδος, παρῆσαν δὲ πολλοὶ τῷ ἀγῶνι, καὶ αὐτὸς πρὸ τῶν ἄλλων ὑπογραμματεύων καὶ τὰς τῆς Θέμιδος φωνὰς σημειούμενος, ἐπεὶ γοῦν εἰσῄεσαν ἄμφω, ὁ κεκλοφὼς ἐκεῖ νος ἢ κεκλοφέναι δοκῶν εὐθεῖάν τινα καὶ συμπαθεστάτην ἀφῆκε φωνὴν, μόνον ἐκστῆναι τῶν οἰκείων τῷ δημοσίῳ, μὴ μέντοι γε καὶ τοῖς παισὶ χρεῶν ὑποσχέσεις κληροδοτῆσαι, αὐτίκα δὲ καὶ ἀπεδύετο τὴν ἐσθῆτα, ὡς ἂν ἐπὶ μόνῳ ἀπαλλαγείη τῷ σώματι.
6.171 Ἐπὶ τούτοις ὁ βασιλεὺς δακρύοις ἐπιτέγξας τὰ ὄμματα· «Ἀλλ' ὦ βέλτιστε, ἔφη, εἶτα δὴ οὐκ αἰσχύναιο τὴν εὐδαιμονίαν ἀτιμάζων τοῦ γένους, οὕτω σαυτὸν εἰς ἐσχάτην ἀθρόον καταγαγὼν πενίαν, ὡς καὶ δεῖσθαι τοῦ θρέψοντος καὶ τὸ σῶμα σκεπάσοντος;» Ἐπὶ τούτοις ἐκεῖνος· «Ἀλλ' οὐδ' ἂν, ὦ βασιλεῦ, ἔφησεν, οὐδ' εἰ πάνυ βουλοίμην, τοῦτο δυναίμην ἂν ἐπ' αὐτῷ προσπορίσασθαι.» Τί δὲ πρὸς τὸν λόγον ὁ βασιλεύς; «Ἢν δέ τίς σοι τὸ εἰσπραττόμενον χρέος ἐπιμερίσαιτο, ἀγαπήσεις ἂν τὴν ἰσότητα; –Ἐκ μηχανῆς, ἔφησεν οὗτος, ἔσται θεός· ἀλλ' οὐχ ὁρῶ εἴ τις ἐξ οὐρανοῦ κατέπτη, ἄγγελός τις ἢ θειοτέρα ψυχὴ, ἀνθρώπων εὐνομίας ἐφορῶσα καὶ ἐπιστρεφομένη τῶν πόλεων. –Ἀλλ' ἐγώ σοι ἐκεῖνος, ὁ αὐτοκράτωρ αὖθις εἰρήκει, καί σοι τὸ μέρος ἐπικουφίζω τῆς ὀφειλῆς».
6.172 Καὶ ὁ μὲν οὕτως, ὁ δὲ οὐχ οἷός τε ἑαυτὸν κατασχεῖν, προσουδίζει τε τὸ γόνυ τῇ γῇ καὶ μικροῦ δεῖν τῷ τῆς χαρᾶς πλήθει ἐξεπεπνεύκει· ὁ δέ γε αὐτοκράτωρ τὸ σχῆμα τοῦ ἀνδρὸς αἰδεσθείς· «Ἀλλά σοι, ἔφη, δύο μερίδας ἀφίημι τοῦ ὀφλήματος.» Καὶ πρὶν ἢ εἰς ὦτα ἐνηχηθῆναι αὐτῷ τὴν φωνήν· «Καὶ τὴν πρώτην», προσέθηκεν ἔπειτα. Ἐπεὶ δὲ ἐκεῖνος μηδὲ τοσοῦτον ἐσχηματίζετο τὸν αὐτοκράτορα δύνασθαι, τὸ πᾶν ἄχθος αὐτῷ τῆς ψυχῆς ἀπεσείσατο, καὶ ὡς τοῖς ὅλοις νενικηκὼς λαμπρόν τε ἀμπίσχεται καὶ τὴν κεφαλὴν ἀναδησάμενος χαριστήρια ἔθυε τῷ Θεῷ.
6.173 Ταῦτα μὲν καὶ τοιαῦτα ἐρεῖ περὶ τούτου δὴ τοῦ αὐτοκράτορος, εἰ γέ τις βούλοιτο· εἰ δὲ καὶ ἐγκωμιάζειν αἱροῖτο τὸν ἄνδρα, οὐδ' ἅπερ ὁ τῆς ἱστορίας λόγος ἴσως διαβαλεῖ ἔξω τῆς προσηκούσης εὐφημίας, ὅ γε πιθανώτατος τῶν ῥητόρων ποιήσαιτο. Αὐτίκα, ἵνα τινῶν καὶ τῶν τῆς ἑτέρας μερίδος ἐπιμνησθήσωμαι, ἐδίδου καὶ τῇ παιδιᾷ μερίδα τοῦ βίου τινὰ, καὶ τοῖς μὲν ἄλλοις οὔτε τοὔνομα οὔτε τὸ πρᾶγμα ταύτης ἠλλάττετο, ἐκείνῳ δὲ σπούδασμά τε ἐδόκει καὶ σεμνότητι κατεχρώννυτο· εἰ γοῦν ἄλσος ποιῆσαι βουληθείη ποτὲ, ἢ περιτειχίσαι παράδεισον, ἢ ἐμπλατῦναι ἱππήλατον, οὐ τοῦτο μόνον ἐποίει ὅπερ πρώτως ἐβούλετο, ἀλλὰ θάτερά τε εὐθὺς ἐγεγόνεισαν, καὶ λειμῶνες οἱ μὲν κατεχώννυντο, οἱ δὲ πρώτως περιεκλείοντο, ἀμπέλων τε καὶ δένδρων τὰ μὲν ἀπερριζοῦντο, τὰ δὲ μετὰ τῶν καρπῶν ἀπηυτοματίζοντο.
6.174 Τί ποτε δέ ἐστι τοῦτο; Ἐβούλετο τῷ βασιλεῖ ψιλήν τινα πεδιάδα εἰς λειμῶνος ὥραν μεταποιῆσαι· αὐτίκα γοῦν ἐγίνετο τὸ βουλόμενον· τὰ γὰρ ἑτέρωθι φῦντα ἐκεῖσε μετὰ τῶν καρπῶν ἀπεκομίζοντό τε καὶ κατεριζοῦντο τῇ γῇ, βῶλοί τε χλοηφόροι ἐξ ἀλσῶν καὶ ὀρέων ἀναχωννύμενοι τὸ ὑποκείμενον κατεπλήρουν πεδίον· ὁ δὲ, εἰ μὴ καὶ τέττιγες αὐτίκα ἐπὶ τοῖς αὐτοματισθεῖσι τερετιοῦσι δένδροις, ἢ ἀηδόνες τὸ ἄλσος περιλαλήσουσι, δεινὸν ἐποιεῖτο, καὶ ἐν σπουδῇ τὸ πρᾶγμα τιθέμενος, αὐτίκα τῆς παντοδαπῆς ἠχοῦς καταπήλαυε.
6.175 Ταῦτα τοιγαροῦν καὶ ὅσα τούτοις ἕπεται ἐμοὶ μὲν ἴσως οὐ «βουληφόρῳ ἀνδρὶ» προσήκοντα φαίνεται, «ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε», κατὰ τὴν ποιητικὴν Καλλιόπην· ἕτερος δὲ καὶ τὸ φαινόμενον κάλλος θαυμάζων θαυμάσει τῆς μεγαλουργίας τὸν αὐτοκράτορα καὶ ἐρεῖ ὁπόσα τὸν ἀκροατὴν πείθειν οἰηθείη, ὅτι τοσοῦτον ἦν αὐτῷ τὸ περιὸν τῆς συνέσεως, ὡς καταμερίζειν τὸν βίον σπουδῇ τε καὶ παιδιᾷ, καὶ μὴ θατέρῳ μέρει πρὸς θάτερον ἐμποδίζεσθαι· ἀλλὰ τῇ μὲν σπουδῇ οὐδὲν ᾤετο προστιθέναι, οἰκείῳ γὰρ κάλλει κατακεκόσμηται, τὴν δέ γε παιδιὰν κατ εχρώννυεν ἀνθηρῷ βάμματι, μᾶλλον δὲ σεμνῷ κατεποίκιλλε σχήματι, καὶ ἐξήρκει τοῦτο εἰς σύνεσιν, ἄλλ' ἐπ' ἄλλοις ἐπιτιθέναι, καὶ τῇ φρονήσει τὴν φιλεργίαν νικᾶν, ἀκάματά τε καὶ ἀνήροτα ποιεῖν τὰ γεώργια, καὶ ὥσπερ ἐξ οὐκ ὄντων κατὰ τὸν πρῶτον δημιουργὸν μετὰ τῶν ποιοτήτων οὐσιοῦν τὰ ποιήματα, τάς τε ὥρας νικᾶν τῷ ἑτοίμῳ τῆς μεταθέσεως, καὶ γεωργικῶν μὴ δεῖσθαι χειρῶν τῇ ἀγχινοίᾳ τῆς πλάσεως, καὶ θαυματοποιεῖν ἄντικρυς ὁπόσα ἐκείνῳ ἐδόκει, ὡς ἀπιστεῖν τοὺς πολλοὺς, ὅτι τὸ χθιζὸν ὁρῶσι πεδίον καὶ τὸ πρότριτα γήλοφον τριταῖον γήπεδον καταφαίνεται.
6.176 Λέγω δὲ ταῦτα νῦν ἄκροις ὡσανεὶ καταχρώμενος ὅροις τῆς ῥητορικῆς τέχνης τε καὶ πειθοῦς, ἐπεὶ εἴ γέ τις βούλοιτο τελεωτέραν ἐργασίαν ἀποδοῦναι τῷ λόγῳ, πᾶσαν ἀκοὴν καὶ ψυχὴν μεταχειρίσαιτο πρὸς τὸ βούλημα· ἀλλ' ἐμοὶ οὔτε τὰ τοιαῦτα τῶν ἔργων ἐν ἐπαίνοις τίθεται, μεμίσηνται δὲ καὶ αἱ περὶ τοὺς λόγους τέχναι, κλέπτουσαι τὴν ἀλήθειαν.
6.177 Ἔχομαι γοῦν τῆς ἀληθοῦς ἱστορίας καὶ πόρρω τοῦ κύκλου τῶν ἐκείνου ταῦτα ποιοῦμαι καλῶν, ὥσπερ δὴ καὶ ἅπερ ἐπεπράχει μειρακιωδῶς περί τι μειράκιον ἀφελέστατον καὶ ἀνοητότατον, πέρυσιν οὔπω καλαμίδος ἡμμένον καὶ μέλανος, ἐκ τῶν βαράθρων καὶ τῶν τριόδων εἰς τὸν Ῥωμαϊκὸν ἀναβεβηκὸς ἄξονα· ὁ δὲ οὕτω τοῦ καθάρματος ἑαλώκει, ὡς μικροῦ δεῖν ἐπ' αὐτῷ τὴν βασίλειον ἡγεμονίαν ποιήσεσθαι· γλυκύτατον γοῦν παιδίον αὐτὸ κατωνόμαζε καὶ τὰ πρῶτα τῆς γερουσίας ἐτίθετο· τὸ δὲ ἄρα ἦν πρὸς πᾶσαν πρᾶξιν πεπηρωμένον παντάπασιν· ὁ δὲ ὅ τι δ' ἂν ἐκεῖνο φθέγξαιτο ἢ ποιήσειε, θείαν καὶ φωνὴν ἡγεῖτο καὶ πρᾶξιν· ἡ δὲ πρόφασις τῆς ἀθρόας πρὸς ἐκεῖνο ἀγαπήσεώς τε καὶ μεταθέσεως τοιαύτη τις ἐγεγόνει, ἀναβήσομαι δὲ βραχύ τι τῷ λόγῳ ἐπὶ τὰ πρότερον τῆς ἐκείνου ἀρχῆς.
6.178 Τῶν Ῥωμαϊκῶν σκήπτρων οὗτος ἐπειλημμένος ὁ αὐτοκράτωρ, ὡς ἐκ μακροῦ τοῦ πελάγους εἰς τοὺς βασιλείους λιμένας κατάρας, ἀναπνευστέα τε αὐτῷ ἐδόκει, καὶ ἐφ' ἑτέρῳ προσώπῳ τὴν τοῦ κράτους ποιεῖται διοίκησιν· γενναῖος ἦν οὗτος ὁ ἀνὴρ καὶ τὰ πρῶτα τῆς λογιότητος, τήν τε γλῶτταν εἶχε πρὸς πᾶσαν λόγων ἰσχὺν ἐμπαράσκευόν τε καὶ ἕτοιμον, καὶ τὰς πολιτικὰς πράξεις ἠκρίβωτο· τῇ γὰρ ῥητορικῇ τέχνῃ ἣν ἐκεῖνος ἐπὶ μᾶλλον ἐξώγκωσε, πιθανωτέραν ἀπεργασάμενος, τοὺς πολιτικοὺς νόμους καταμιγνὺς, τὸ ἄρθρον ἀκριβέσι συνδέσμοις κατέσφιγγεν, ὅπερ ἐστὶ τὸν προκείμενον νόμον ἐργασίαις τεχνικωτέραις ἐποίκιλλεν, εἶτα δὴ καὶ πρακτικώτατον ἄνωθεν εἰληχὼς νοῦν, τὰς δημοσίας πράξεις ἠκρίβωσε λογικωτάτως τε καὶ εὐφυεστάτως· πᾶσαν δὲ ἀγαπήσας καλλιέπειαν λόγου μεθηρμόσθη πρὸς τὸ πραγματικὸν εἶδος τῶν ὑποθέσεων, καὶ ἦν αὐτῷ ἡ γραφὴ πρὸς μὲν τοὺς ῥητορικοὺς τῶν λόγων καλλιεπὴς καὶ τὴν ἀτθίδα φωνὴν ἀκριβοῦσα, πρὸς δὲ τὰς πολιτικὰς πράξεις ἁπλῆ τις καὶ συνήθης καὶ καθαρά. Ἔπρεπε δὲ τῷ ἀνδρὶ τό τε εἶδος καὶ ἡ τοῦ σώματος ἀναδρομὴ, καὶ ἡ τῆς γλώττης περιβολὴ, εὔηχον γάρ <τι> εἶχε καὶ τορὸν, καὶ μάλιστα ὁπότε ἐκ μετεώρου τὰς βασιλείους φωνὰς ὑπεκρίνετο.
6.179 Τούτῳ δὴ τῷ καλλίστῳ ἀνδρὶ τὴν ἀρχὴν πιστεύσας ὁ αὐτοκράτωρ, αὐτός τε ἠρέμα πως ἀπέπνει, ἄρτι τοῦ πελάγους ὑπεκδὺς καὶ ἀποπτύων τὴν ἅλμην τῶν συμφορῶν, τά τε πράγματα ἐν καλῷ ἔκειτο, ἢ μετετίθετο, καὶ ὁ ἀνὴρ περίοπτος ἠρέμα γιγνόμενος εἰς τὴν πρώτην ἀνήχθη τῆς ἀρχῆς περιωπήν· εἶτά τι γίγνεται; ζηλοῖ τοῦ τον ὁ αὐτοκράτωρ, καὶ ὡς ἐπ' ἐκείνῳ τῆς βασιλείας μετατεθείσης οὐκ εἶχεν ὑπενεγκεῖν τὴν πληγήν· ἐβούλετο γοῦν καὶ τῶν πραγμάτων αὐτοκράτωρ γενέσθαι, οὐχ ἵνα κρείττονα ἐκεῖνα ποιήσειεν, ἀλλ' ἵνα αὐτῷ τὰ βουλεύματα ἐπιτελῆ γένοιτο· ἐῴκει γὰρ παραδιοικεῖν, τὴν ἀρχὴν ἀνειργόμενος παρὰ τοῦ κρατίστου ἀνδρὸς, ὁπηνίκα τὴν βασιλικὴν ἐξιχνιάζοι πορείαν.
6.180 Ἔγωγ' οὖν τοῦτο ἔκ τινων κατανενοηκὼς συμβόλων, αὐτάγγελος ἐκείνῳ γίγνομαι τῆς βαθείας γνώμης τοῦ αὐτοκράτορος· ὁ δὲ γενναῖός τις ἄρα ὢν, οὔτε ὑφῆκέ τι τοῦ τόνου, οὔτε ὑπέδωκεν ἐκείνῳ τὸν χαλινὸν, φιλόσοφον φωνὴν ἐπαφεὶς, ὡς οὐκ ἂν ἑκὼν εἶναι διαφθείροι τὸν βασιλέα, ὁπηνίκα δὲ τοῦ ἅρματος ἀποβαίη καὶ ἐπ' ἐκείνῳ ἡ διοίκησις γένοιτο, οὐκ ἂν αὐτῷ φθονήσοι τῆς ὅλης μεταποιήσεως.
6.181 Ἅπαξ γοῦν αὐτῷ μηνίσας ὁ αὐτοκράτωρ τῶν βασιλείων αὐτὸν μετατίθησι πράξεων, καὶ ἵνα μή τις αὐτῷ ἐμποδὼν εἴη, ὦτα κωφὰ τοῦ νοῦ προϊστᾷ. Καὶ τοῦτο δ' ἄν τις εἰς ἔπαινον ῥητορεύσειεν, ὅτι φρονήσεως γέμων ὁ βασιλεὺς καὶ πρὸς πᾶσαν πρᾶξιν ἑαυτῷ ἐπαρκῶν ἑτέρας οὐκ ἐδεῖτο χειρός. Ὁ μὲν οὖν τὸν ἄνδρα μετατίθησι τῆς ἀρχῆς, ὁ δέ γε Θεὸς ἐπὶ τῆς κρείττονος τοῦτον μερίδος ἱστᾷ, καὶ τῆς ἑαυτοῦ θείας Σοφίας μυσταγωγὸν καὶ μύστην καθίστησιν, ὅπερ προϊὼν ὁ λόγος ἐρεῖ ἐντελέστερον.
6.182 Ταῦτα μὲν οὖν ἀμφίλογα τῷ αὐτοκράτορι καὶ ταῖς διαφόροις ὑπολήψεσι τῶν ἀνθρώπων μεταρριπτούμενα καὶ ὅσα περ ἄλλα ἐρεῖν προῄρημαι, οὐδέν τι μέτριον τῶν πάντων ἐποίει, ἀλλὰ πᾶσιν οἷς ἐβεβούλητο τόνους ἐδίδου καὶ ἀκμὰς καὶ ὀξύτητας· εἴ τε γοῦν ἐρῴη τινὸς, οὐκ εἶχεν αὐτῷ μέτρον ὁ ἔρως, εἴ τε μηνιῴη τινὶ, τὰ μὲν αὐτῷ τῶν προσόντων κακῶν ἐπετραγῴδει βαρυθυμότερον, τὰ δ' ἀνέπλαττεν, εἰ δὲ καὶ ἀγαπῴη, οὐκ εἶχέ τις τῆς τοιαύτης ὑποθέσεως νοῆσαι ὑπερβολήν.
6.183 Τῆς γοῦν βασιλίδος Ζωῆς ἀπεληλυθυίας τῶν τῇδε ἐν γήραϊ μακρῷ, ὁ περὶ ἐκείνην πόθος αὐτῷ εἰς μέσην καρδίαν παραμεμένηκεν, οὐχ ὥστε θρηνῆσαι μόνον, οὐδὲ δακρύοις κατασπεῖσαι τὸν ἐκείνῃ τύμβον, οὐδὲ τὸ θεῖον αὐτῇ εὐμενίσασθαι, ἀλλ' ἐβούλετο ἰσοθέου αὐτὴν ἀξιῶσαι τιμῆς· αὐτίκα στυλίσκου τινὸς τῶν περὶ τὸν ἐκείνης τάφον ἀργύρῳ περιηλειμμένου ὑγρότητά τινα προσειληφότος κατά τι μέρος ἔνθα ἡ κρείττων ὕλη διέσχιστο, καὶ βραχύν τινα μύκητα κατὰ τοὺς φυσικοὺς ἀναδόντος λόγους, ὁ δὲ ἐνθουσιασμοῦ τε πλήρης ἐγένετο καὶ βοῆς ἐνεπίμπλα τὰ βασίλεια, ὡς τοῦ Κρείττονος παραδοξοποιήσαντος ἐπὶ τῷ τύμβῳ τῆς βασιλίδος, ἵν' ἅπαντες γνοῖεν ὅτι ἀγγέλοις ἡ ἐκείνης ψυχὴ συνηρίθμηται· οὐδεὶς μὲν ἠγνόει τὸ πεπραγμένον, σύμπαντες δὲ τὸν ἐκείνου ζῆλον ὑπέτρεφον, οἱ μὲν δεδιότες, οἱ δ' ἀφορμὴν τὸ πλάσμα εὐπορίας βίου ποιούμενοι.
6.184 Καὶ περὶ μὲν τὴν βασιλίδα τοιοῦτος ἐγνώριστο· τὴν δέ γε ἀδελφὴν Ἑλένην οὐδὲ τῶν τῇδε μεταστᾶ σαν μικροῦ δεῖν ἐγνώκει, οὐδ' εἴ τις εἰρήκει τὴν ἐκείνης μετάθεσιν ἐς τὸ συμπαθέστερον τοῦτον ἐκίνησεν· εἰ δὲ καὶ ἡ ἑτέρα ἐκείνου προαπεληλύθει, ἣν ἄνωθί που ὁ λόγος ἐγνώρισε, κἂν ἐπὶ ταύτης ἐμεμενήκει τῆς διαθέσεως.
6.185 Ὁ δέ γε λόγος τὰς ὑπερβολὰς ἐκείνου καταιτιώμενος ἐπ' αὐτὸ δὴ χωρεῖ τὸ κεφάλαιον, φημὶ δὴ ὃν ἐκεῖνος ναὸν τῷ μάρτυρι Γεωργίῳ καθίδρυσεν, ὃν δὴ πάντα συνέτριψε καὶ ἠφάνικε, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον τοῖς συντριβεῖσι προσέθετο· ἤρξατο μὲν οὖν αὐτῷ ἡ ὑπόθεσις οὐκ ἀπὸ κρείττονος ἀφορμῆς, περὶ ἧς οὐδὲν δέομαι λέγειν· ἐῴκει δὲ τὴν πρώτην οὐκ εἰς μέγα προχωρήσειν, θεμέλιοι γὰρ μέτριοι κατεβέβληντο, καὶ ἐπὶ τούτοις ἀνάλογα πάντα, τό τε ὕψος οὐ πάνυ αἰθέριον· εἶτα δὴ χρόνου διελθόντος τινὸς, ἔρωτές τινες αὐτὸν ὑπεξέκαιον ὥστε πρὸς πάσας τὰς πώποτε γεγονυίας ἁμιλληθῆναι οἰκοδομὰς καὶ ταύτας ὑπερβαλέσθαι μακρῷ· περίβολος γοῦν μείζων ἐκύκλου τὸ τέμενος, καὶ τῶν κρηπίδων αἱ μὲν ἀνερριπτοῦντο καὶ ἀνεχώννυντο, αἱ δὲ αὖθις βαθύτερον κατεχώννυντο, καὶ ἐπὶ τούτοις κίονές τε μείζους καὶ ποικιλώτεροι, καὶ τεχνικώτερα πάντα, καὶ χρυσὸς ὑπαλείφων τὸν ὄροφον, τῶν δὲ λίθων ὁπόσαι χλοάζουσιν αἱ μὲν κατεστρώννυντο, αἱ δὲ τοῖς τοίχοις ἡρμόζοντο, καὶ ἄλλη τις ἐφ' ἑτέρᾳ ἐπήνθει, ἢ ἐφ' ὁμοίῳ τῷ χρώματι ἢ ἐναλλὰξ παραλλάττουσαι· ὁ δὲ χρυσὸς ἀπὸ τῶν δημοσίων ταμιείων ὥσπερ ἐξ ἀφθόνων πηγῶν καχλάζοντι ἐπέρρει τῷ ῥεύματι.
6.186 Ἀλλ' οὔπω τέλος ὁ ναὸς ἐσχήκει, καὶ αὖθις πάντα ἠλλοιοῦτο καὶ μετετίθετο, καὶ διελέλυντο μὲν αἱ ἀκριβεῖς ἁρμονίαι τῶν λίθων, τοῖχοί τε διερρήγνυντο, καὶ ἀπεστρώννυντο σύμπαντα· ἡ δέ γε αἰτία, ὅτι ὁ πρὸς τοὺς ἑτέρους ναοὺς ἐκείνῳ ἀγὼν οὐ πάντη κατώρθωτο, ἀλλὰ πρὸς ἕνα τῶν πάντων ἁμιλληθεὶς, τὰ δευτερεῖα ἠνέγκατο· τεῖχος οὖν αὖθις ἕτερον κατεπήγνυτο, καὶ κύκλος ἀκριβὴς ὡς περὶ κέντρον τὸν τρίτον νεὼν τεχνικώτερον, ἵν' οὕτως εἴποιμι κατεγέγραπτο, καὶ πάντα λαμπρὰ καὶ αἰθέρια· ὁ μὲν γὰρ ναὸς ὥσπερ τις οὐρανὸς χρυσοῖς ἀστράσι πάντοθεν ἐπεποίκιλτο, μᾶλλον μὲν τὸ μὲν αἰθέριον σῶμα ἐκ διαστημάτων κατακεχρύσωται, ἐκείνῳ δὲ ὁ χρυσὸς, ὥσπερ ἐκ κέντρου ῥυεὶς ἀφθόνῳ τῷ ῥεύματι, πᾶσαν ἀδιαστάτως ἐπέδραμεν ἐπιφάνειαν· οἶκοί τε πέριξ περίδρομοι καὶ ἀμφίδρομοι, ἱππήλατα πάντα καὶ τοὺς ὀφθαλμοὺς οὐχ ὁρίζοντα, ἀλλ' ἦσαν αἱ ἀκρότητες ἄγνωστοι, καὶ τὰ μὲν δεύτερα τῶν πρώτων μείζονα, τὰ δ' ἐπὶ τούτοις λειμῶνες ἀνθέων πλήρεις, οἱ μὲν πέριξ, οἱ δὲ κατὰ μέσον διήκοντες, ὑδάτων δὲ ἀγωγὴ καὶ φιάλαι ἐκεῖθεν πληρούμεναι, καὶ τῶν ἀλσῶν τὸ μὲν μετέωρον, τὸ δ' εἰς πεδιάδας καθειμένον, καὶ λουτροῦ χάρις ἀμύθητος· οὗ δὴ εἴ τις τὸ μέγεθος ἐπιμέμψασθαι βούλοιτο, εὐθὺς ἀνείργεται τῷ κάλλει καταλαμπόμενος· ἐξήρκεσε γὰρ τοῦτο τοῖς τοῦ μεγέθους ξύμπασι μέρεσιν, ὡς ἐθέλειν καὶ εἰς μείζονα ὄγκον οἰκοδομεῖσθαι, ὅπως ἡ χάρις ἐπιχυθείη τῷ λείποντι· οὐκ ἂν δέ τις εὐκόλως τοὺς ἔνδοθεν λειμῶνας πάντας συμπεριλάβοι, οὔτε ταῖς ὄψεσιν, οὔτε μὴν ταῖς νοήσεσιν.
6.187 Οὐ γὰρ καὶ τὸ ξύμπαν ὑπερβαλλόντως καλὸν ὡς ἐκ μερῶν συμπεπλεγμένον καλλίστων, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ ἐπὶ μέρους εἰς αὑτὸ ἕκαστον τὸν θεατὴν ἐπισπᾶται, καὶ κατ' ἐξουσίαν τῆς τῶν χαρίτων προκειμένης ἀπολαύσεως οὐκ ἔστιν οὐδεμιᾶς εἰς κόρον τυχεῖν· ὑφαρπάζεται γὰρ παρ' ἑκάστου ἡ ὄψις, καὶ τό γε θαυμασιώτερον, κἂν τὸ κάλλιστον τῶν πάντων ὁρῴης, τοὔλαττον ὡς νεοφανὲς ἐπισπάσει σε, καὶ οὐδὲ διακρῖναι δυνήσει τί ποτε μὲν τὸ ἐξαίρετον, τί δὲ τὸ μετ' ἐκεῖνο, καὶ αὖθις τὸ μετὰ τοῦτο· εἰ γὰρ καὶ οὕτως ἔχοι τὰ μέρη, ἀλλ' ἀρκεῖ καὶ τὸ τελευταῖον καλὸν εἰς τελεωτάτην ἀπόλαυσιν. Καὶ τοῖς μὲν ἄλλοις μεθ' ὑπερβολῆς ἕκαστον ἐθαυμάζετο, τὸ μέγεθος τοῦ νεὼ, τὸ ἰσόμετρον κάλλος, ἡ τῶν μερῶν ἀναλογία, ἡ τῶν χαρίτων μῖξις καὶ κρᾶσις, αἱ τῶν ὑδάτων ἐπίρροιαι, ὁ περικλείων περίβολος, ἡ λειμωνία ἄνθη, ἡ δροσώδης βοτάνη καὶ κατάρρυτος ἀεὶ τοῖς ὕδασιν, αἱ τῶν δένδρων σκιαὶ, ἡ τοῦ λουτροῦ χάρις, καὶ ὥσπερ ἐπὶ πεπερασμένης κινήσεως μηδὲν εἶναι τὸ ἐπέκεινα τῶν ὁρωμένων ἕκαστος ᾤετο.
6.188 Τῷ δέ γε αὐτοκράτορι ἀρχαὶ σύμπαντα τῶν μελλόντων κατελογίζετο· ἔμελλε γὰρ τεράστιά τινα τοῖς γενομένοις ἐπινοήσεσθαι· οὕτως αὐτῷ ἡ γνώμη ᾐώρητο· καὶ τὸ μὲν γεγονὸς, ὅπως ἂν ἐγεγόνει καὶ ὁποῖον ἂν τὴν ὥραν διεγινώσκετο, καταπεφρόνητό οἱ παραυτίκα καὶ κατημέλητο, ὃ δ' ἐνθυμηθείη εἰς προσθήκην ἐργάσασθαι, τοῦτο δὴ αὐτὸν ὑπεξέκαιεν καὶ εἰς ἔρωτα τοῦ ἀφανοῦς ἔθελγεν.
6.189 Ἑτερογνώμων δὲ τὴν ψυχὴν ὢν καὶ μὴ πάντη ἑαυτῷ ὅμοιος, τὸ μὲν κράτος αὑτῷ ὀνομαστότατον προεθυμεῖτο ποιήσασθαι, καὶ μέντοι γε καὶ τοῦ σκοποῦ οὐ πάντη διήμαρτε· τὰ γὰρ πρὸς ἕω τῆς ἡγεμονίας ὅρια πολὺ πορρωτέρω ἐπεποιήκει, οὐ βραχύ τι μέρος τῆς Ἀρμενίων οἰκειωσάμενος γῆς, καί τινας ἐκεῖθεν ἡγεμόνας ἐξώσας καὶ τῷ τῶν ὑπηκόων κύκλῳ συντάξας· αὖθις δὲ πρὸς ἑτέρους διαπρεσβευόμενος, δέον ἐξ ὑπερυψήλου φρονήματος πρὸς αὐτοὺς φθέγγεσθαι, ὁ δὲ τὴν παρ' ἐκείνων δῆθεν φιλίαν ἑαυτῷ μνηστευόμενος ταπεινοτέροις ἢ προσῆκεν ἐπέστελλε γράμμασι.
6.190 Τῷ γοῦν ἐν Αἰγύπτῳ δυνάστῃ ὥσπερ ἐξεπίτηδες παρεχώρει τοῦ μείζονος, ὁ δὲ ἄρα κατετρύφα τῆς ἐκείνου ὑφέσεως, καὶ, ὥσπερ παλαιστὴς ἐκπίπτων τοῦ κύκλου, οὐκ ἐπὶ τὰς αὐτὰς λαβὰς, ἀλλ' ἐπεξουσίαζε ταῖς ἀντιλήψεσι σοβαρώτερον· πολλάκις γοῦν ἐμοὶ τὰ πρὸς ἐκεῖνον πιστεύων ἀπόρρητα καὶ ἐπιστέλλειν προστάττων, ἐπεί με ᾔδει φιλόπολίν τε ὄντα καὶ φιλορώμαιον, ὑπετίθει πῶς ἂν ἑκὼν εἶναι τοῦτον μὲν ταῖς ὑφέσεσιν ἀτιμάσω, ἐκείνῳ δὲ τὸ μεῖζον περιποιήσομαι μέγεθος· ἀλλ' ἐγὼ ἐλάνθανον ταῖς περιτροπαῖς τοὐναντίον ποιῶν, καὶ ἄλλο μὲν τὸ φαινόμενον τῷ κρατοῦντι διδοὺς, ἐλλοχῶν δὲ πρὸς ἐκεῖνον καὶ λεληθότως διαφαυλίζων τοῖς ἐνθυμήμασιν· ὅθεν ἐπειδὴ τὸ σχῆμα τὸ ἀσαφὲς εἶχεν, αὐτὸς τὰς πρὸς τὸν Αἰγύπτιον ἐπιστολὰς ὑπηγόρευεν. Ὅπερ δὲ ὁ Κῷός φησιν Ἱπποκράτης περὶ τῶν σωματικῶν ἕξεων, ὡς ἐπειδὰν πρὸς ἄκρον αὐξήσωσιν, ἐπειδὴ μὴ ἀτρεμεῖν δύνανται, τῷ συνεχεῖ τῶν κινήσεων ἐπὶ τὸ κάταντες ὀλισθαίνουσι, τοῦτο δὴ αὐτὸς οὐκ ἔπασχε μὲν, ἔπραττε δὲ τοῖς φίλοις, ἠρέμα μὲν μετεωρίζων, ἀθρόον δὲ κατάγων καὶ τἀναντία τῶν προτέρων ποιῶν, εἰ καὶ αὖθις, ὥσπερ ἐν παιδιαῖς κύβων, ἐνίους τούτων ἐπὶ τὰς προτέρας μετετίθει ἀρχάς.

Περὶ τῆς τοῦ Ψελλοῦ ἀποκάρσεως

Επεξεργασία

6.191 Τοῦτο δὲ τοῦ λόγου τὸ πρόβλημα ἀρχή τις γενήσεται καὶ ὑπόθεσις τῆς ἐμῆς ἐπὶ τὸν κρείττονα βίον μεταποιήσεως· ἐθαύμασαν γοῦν οἱ πολλοὶ, ὅπως ποτὲ τὴν κατὰ βραχύ μοι συναυξηθεῖσαν λαμπρότητα, ὁπότε δὴ καὶ τὰς τῶν πολλῶν ὑπερβέβηκα βασκανίας, ἀθρόον ἀφεὶς, ἐπὶ τὸν θειότερον μετελήλυθα βίον· τοῦτο δέ μοι πεποίηκε καὶ ἔμφυτός τις ἔρως ἐκ πρώτης ἡλικίας τῇ ἐμῇ ψυχῇ ἐντακεὶς καὶ ἡ ἀθρόα τῶν γινομένων μεταβολή· ἔδεισα γοῦν τὸ τοῦ ἀνδρὸς εὐμετάβολον ὁρῶν, ὥσπερ ἐν πολέμῳ ἄλλον ἐπ' ἄλλῳ ἀγόμενον καὶ φερόμενον· ἵνα δὲ τὴν περὶ ἐμὲ ξύμπασαν ὑμῖν ἐξιχνιάσω ὑπόθεσιν ἐκ κεφαλῆς τοῦ λόγου ποιήσομαι τὴν διήγησιν.
6.192 Ἐμοὶ φιλίας μὲν ἀφορμαὶ καὶ πρὸς πολλοὺς ἑτέρους γεγόνασι, μάλιστα δὲ δύο τινὲ ἄνδρε ἐξ ἑτέρων πατρίδων τὴν σεβαστὴν Ῥώμην οἰκήσαντε ἐν μέσαις αὐτῶν ἡρπάκασί <με> ταῖς ψυχαῖς· λόγος δὲ τῆς συμφυΐας ὁ τῶν μαθημάτων ἐγένετο λόγος· ἀλλ' ἐκείνω μὲν ἤστην πρεσβυτέρω, ἐγὼ δὲ παρὰ πολὺ ἐκείνων νεώτερος· καὶ, εἰ μή μέ τις αἰτιάσαιτο μηδὲν τῆς ἀληθείας ἐφιέμενον, ἐκείνω μὲν ἐραστὰ τῆς φιλοσοφίας ἐτύγχανον ὄντε, ἐγὼ δὲ ἐφιλοσόφουν τὰ τελεώτερα· ἐπεὶ δέ μοι ξυνεγεγόνεισαν, ἐγνώρισάν πως ἐπ' ἐμοὶ ἑκάτερος τὴν οἰκείαν ψυχὴν, οὐδὲν δὲ ἧττον καὶ αὐτὸς παρὰ ταῖς ἐκείνων ἐγεγόνειν, καὶ ἀλλήλων ἐτυγχάνομεν ἐκκρεμεῖς· ἐμοὶ δὲ ἄρα ὥσπερ ὁ λόγος ἐγεγόνει πρεσβύτερος, καὶ τὰ τῆς ψυχῆς, ἵν' οὕτως εἴποιμι, κατὰ τὸ ὅμοιον προὔλαβε, καὶ πρώτως ἐκείνων ἐφεστήκειν τοῖς ἀνακτόροις· οὐκ ἀνεκτὸν δὲ ἡγούμενος ἐν οὐδενὶ ἐκείνων ἀποτετμῆσθαι, τὸν μὲν αὐτίκα τῷ βασιλεῖ προσῳκείωσα, τὸν δὲ μετὰ ταῦτα, οὐ γὰρ ἦν ἐκείνῳ βουλομένῳ εὐθὺς προσιέναι τῷ αὐτοκράτορι.
6.193 Ἐπεὶ δ' ἐντὸς τοῦ βασιλείου βήματος γεγόνειμεν ξύμπαντες καὶ τῆς λεγομένης εὐδαιμονίας εἰς κόρον κατετρυφήσαμεν, ὥσπερ ἔδει τῶν πραγμάτων κατέγνωμεν, καὶ οὐ πάνυ τι οἰκείως πρὸς τὴν αἰσθητὴν ταύτην λαμπρότητα εἴχομεν, ἀλλ' ὅπερ ἐβούλετο ἕκαστος εἰπεῖν μὲν ὤκνει, ἐπὶ δὲ τοῦ στήθους ἔχων εἰς καιρὸν τὴν ἔκφρασιν ἐταμίευε· γίνεται δ' οὖν ἡμῖν ὁ αὐτοκράτωρ ταύτης πρωταίτιος, τὸν ἀρχικὸν ἐκεῖνος ἐπὶ πᾶσι τοῖς ἐπιβεβηκόσι τροχὸν κινῶν καὶ τούς γε πλείονας ἀποκρημνίζων καὶ κατασπῶν· ἐπεὶ δὲ καὶ αὐτοὶ τῷ κύκλῳ ἐνεβεβήκειμεν, ἱκανῶς διεπτόησε μή πως ἐπὶ μάλιστα διασείσας τὴν ἴτυν καὶ ἡμᾶς ἀπορράξει ἐκεῖθεν, οὐ πάνυ ἀπρὶξ ἐχομένους τῆς ἄντυγος.
6.194 Αὕτη τῆς κοινῆς μεταθέσεως ἡμῖν ἡ ὑπόθεσις, τοῦτο τὸ πᾶθος ἐπὶ τὴν κρείττονα ζωὴν ἡμᾶς μετεσκήνωσεν· ἅπαξ γοῦν ποτε εἰς ταὐτὸ συνεληλυθότες, ὥσπερ ἀπὸ συνθήματος ἕκαστος πρὸς ἀλλήλους τὸ κεκρυμμένον ἐνθύμημα ἐκκαλύπτομεν, καὶ ὥσπερ σπεισάμενοι ἐπὶ τούτοις καὶ ἀειπαγεῖς συνθήκας πεποιηκότες, τὸ μὲν αὐτίκα καὶ ἀθρόον καὶ ξύμπαντας ποιήσασθαι τὴν μετάθεσιν δεόντως ἀνεβαλόμεθα, ἕψεσθαι <δὲ> τῷ προηγησαμένῳ ἡμᾶς καθένα ἀρρήτοις ὅρκοις κατεδεσμήσαμεν.
6.195 Καὶ πρῶτός γε ἡμῶν ὁ μάλιστα ἐπὶ μέγα τῆς τύχης ἀρθεὶς τῆς πρὸς Θεὸν πορείας ἀπάρχεται, καὶ οἷος ἐκεῖνος, στήσας ἐν ἀκριβεῖ βάσει τὴν γνώμην καὶ τῷ Θεῷ ἑδράσας τὸ θέλημα, πλάττεται τὴν τῆς μεταποιήσεως πρό φασιν ἀρρώστημα σώματος· εἶτα δὴ καὶ ἀσθμαίνων κατὰ βραχὺ γνωρίζει τὸ πάθος τῷ βασιλεῖ καὶ δεῖται μεταποιηθήσεσθαι· ὁ δὲ βαρυθυμήσας ἐπὶ τῷ πράγματι τὸ μὲν σύνθημα ἐδεδώκει τῆς μεταθέσεως, ἐπέπληκτο δὲ τὴν ψυχὴν ὅτι αὐτίκα μέλλει στερηθήσεσθαι τοιοῦδε ἀνδρός.
6.196 Ἐμὲ γοῦν αὐτίκα τὸ γεγονὸς οὔτε καθεύδειν εἴα οὔτε ἀναπνεῖν, ἀλλ' οὐδὲ τὸν προσήκοντα καιρὸν ἀναμένειν· ἐκείνῳ δὲ συγγενόμενος καὶ πολλοὺς κατασπείσας δακρύων κρουνοὺς, κατήλπισα ὡς αὐτίκα ἑψόμενος· καὶ ὁ μὲν ἑτέραν αὖθις πλάσιν σκηψάμενος, ὡς ὁμοῦ τε τὸ σχῆμα ἐπενδυθείη καὶ τετυχήκοι θειοτέρας ἰάσεως, οὐδὲν ἀναμείνας εὐθὺς ἀπαίρει πρὸς τὸ θεῖον ὄρος τὸν Ὄλυμπον.
6.197 Ἐγὼ δὲ παράδειγμα ἐκεῖνον θέμενος τῆς ὁμοίας μεταποιήσεως, ἥπατός τε πόνον εὐθὺς σκήπτομαι καὶ καρδιαλγίαν δεινὴν, τό τε φρονοῦν μεταπλάττω, καὶ ὡς ἐφεστηκόσι τοῖς πράγμασι τῇ ψυχῇ διαλεγόμενος ἦν, καὶ τὴν φωνὴν ἐπέχων τοῖς δακτύλοις τὴν τῶν τριχῶν τομὴν ἐσχημάτιζον· ἀγγελίαι γοῦν εὐθὺς τῆς ἐμῆς ἐντεῦθεν ἐκδημίας πρὸς τὸν κρατοῦντα ἐφοίτησαν, καὶ ὡς δυσθανατῶ μὲν καὶ βεβάπτισταί μοι τῷ βάθει τῆς συμφορᾶς ἡ ψυχὴ, ἐπειδὰν δὲ τὸ φρονοῦν ἀνενέγκω, τῆς κρείττονος ἐρῶ καὶ ὑψηλοτάτης ζωῆς. Ὁ δὲ πρὸς μὲν τὴν τοῦ πάθους ἀγγελίαν πλέον ἢ τὸ ἐμὸν ἠδύνατο σχῆμα, κατενεχθεὶς ἔκειτο, τό τε πρῶτον ἀπολοφυράμενος καὶ βύθιόν τι στενάξας, ὅτι μοι ἐν ἀμφιβόλῳ τὰ τῆς ζωῆς ἔκειτο· ἡ γὰρ τοῦ στερήσεσθαί μου προσδοκία μάλιστα τοῦτον ἐκύμαινεν, ἤρα γάρ μου τῆς γλώττης δεινῶς. Τί γὰρ δεῖ μὴ τἀληθὲς λέγειν; Καὶ εἰ δεῖ τι μικρὸν τῇ τῆς φύσεως ἐπιτηδειότητι ἐγκαυχήσασθαι, παντοδαπὸς ἐγεγόνειν ἐκείνῳ, φιλοσόφως μὲν ὡς οἷόν τε βιοὺς, τεχνικῶς δὲ πρὸς ἐκεῖνον μεθαρμοζόμενος· προσκορὴς γὰρ ὢν πρὸς ἅπερ ὥρμητο, ἐζήτει μεταβολὰς, ἀπὸ τῆς ὑπάτης, ὃ δή φασι, καταπίπτων ἐπὶ τὴν νήτην, ἢ καὶ τὴν σύγκρασιν ἀμφοῖν βουλόμενος· διὰ ταῦτα νῦν μὲν ἐφιλοσόφουν αὐτῷ περί τε τοῦ πρώτου αἰτίου διαλεγόμενος καὶ τοῦ παντοδαποῦ καλοῦ, ἀρετῆς τε πέρι καὶ ψυχῆς, δεικνὺς τί μὲν τὸ ὁρώμενον ταύτης τῷ σώματι, τί δὲ τὸ δίκην φελλοῦ ἀκρόπλουν ἐπιθιγγάνον τῇ πέδῃ, οἷον ἄρτημα κορυφαῖον τῷ κούφῳ πτερῷ μένον ἐφ' ἑαυτοῦ μόνον καὶ μὴ συμπιεζόμενον τῷ δεσμῷ. Ἐπεὶ δὲ τοῦτον ἴδοιμι τοῖς τοιούτοις ἀποκναίοντα λόγοις καὶ πρὸς τὸ θυμηρέστερον ῥέποντα, τὴν ῥητορικὴν μεταχειριζόμενος λύραν, ἁρμονίᾳ τε λέξεων ἐκεῖνον κατέθελγον καὶ τοῖς ἐκείνης ῥυθμοῖς ἐπὶ διάφορον ἰδέαν ἀρετῆς <διὰ τῆς> συνθήκης καὶ τῶν σχημάτων <οἷς> ἡ ἐκείνης ἀφώρισται δύναμις, οὐδὲ τῷ πιθανῷ μόνον ψεύδει καὶ τῷ πρὸς τὰς ὑποθέσεις ἀμφιρρεπεῖ ἐγκαλλωπίζεται, ἀλλὰ καὶ τῆς ἀκριβοῦς ἅπτεται μούσης, καὶ ταῖς μὲν ἐννοίαις φιλοσοφεῖ, ἀνθεῖ δὲ τῇ καλλιεπείᾳ τῶν λέξεων καὶ τὸν ἀκροατὴν διχόθεν ἑαυτῆς ἐξαρτᾷ, διαρθροῖ τε τὰ νοήματα, μὴ συγχέουσα ταῖς ἐπιπλοκαῖς, ἀλλὰ μερίζουσά τε καὶ διαιροῦσα καὶ ἠρέμα πως ἐπανάγουσα, τό τε δεινὸν αὐτῆς, οὐ συγκεχυμένον, οὐδ' ἀσαφὲς, ἀλλ' ἁρμόζον τοῖς καιροῖς καὶ τοῖς πράγμασι, κἂν ἀφελῶς εἴποι τις, καὶ μήτε περιόδοις μήτε πνεύμασι χρήσαιτο· ταῦτα δὴ πάντα δεικνὺς εἰς ἔρωτα τῆς τέχνης ἐκίνουν· εἰ δέ γε βασκαίνοντα τούτοις ἴδοιμι, μεταβαλὼν αὖθις ἀπολωλέναι τέ μοι τὴν μνήμην ὧν ἐγίνωσκον ἐσκηπτόμην, καὶ μικροῦ δεῖν τὸ τοῦ Ἑρμογένους παθεῖν, σβεσθείσης μοι τῆς θερμότητος τῷ ὑπερβάλλοντι τῆς ποιότητος.
6.198 Τούτων οὖν ἐκεῖνος ἀκριβῶς μεμνημένος, οὐδ' ὁπωστιοῦν μοι ἐδίδου φιλοσοφεῖν, οὐδὲ τὴν ζωὴν μεταθεῖναι, ἀλλὰ πρῶτα μὲν ἐπιστολαῖς πρός με ἐχρήσατο καὶ ἀνδρῶν γενναίων ἀποστολαῖς, ἀνεῖρξαί με προθυμούμενος τοῦ βουλήματος, ἀνενεκεῖν τέ μοι αὐτίκα τῆς νόσου κατεπηγγέλλετο καὶ μείζονος ἀξιῶσαι λαμπρότητος· τὰς δέ γε ἐπιστολὰς οὐδὲ νῦν ἀδακρυτὶ ἀναγνῶναι δεδύνημαι, ὀφθαλμόν τε γὰρ ἀπεκάλει καὶ ἴαμα τῆς ἐκείνου ψυχῆς, σπλάγχνον τε καὶ φῶς καὶ ζωὴν, καὶ παρεκάλει μὴ τετυφλῶσθαι· ἀλλ' ἐγὼ ἐξεκεκώφειν πρὸς ἅπαντα· ᾕρει γάρ με μᾶλλον ὁ προλαβὼν καὶ τὴν κρείττω προαρπάσας ζωήν. Ἐπεὶ δὲ τῆς ἡμέρου πειθοῦς ἀπεγνώκει, τὴν κερδαλῆν ἀφεὶς τὴν λεοντῆν ἐπενδύεται καί μοι ἐπανατείνει τὸ ῥόπαλον, ἐμπρῆσαί τε ὄμνυσιν αὐτίκα μετὰ τῶν συμβούλων τῆς μεταθέσεως, καὶ πᾶσαν ἐπενεγκεῖν συμφορὰν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ ξύμπαντι <τῷ> γένει.
6.199 Ἐγὼ δὲ ὥσπερ ἐπαγγελίαν χρηστοτέρων τὰ ἠπειλημένα δεξάμενος, ἐπὶ τοὺς τῆς ἐκκλησίας κατῆρα λιμένας, καὶ τὸ τῆς κεφαλῆς ἀφελόμενος κάλυμμα τῆς ἐν αἰσθήσει ζωῆς ἀποτέμνομαι· ἐπεὶ δ' ἐκεῖνος τὴν τομὴν ἠκηκόει, οὐ μνησικακεῖ μοι τῷ πράγματι, ἀλλ' εὐθὺς πρὸς ἑτέρας ἐπιστολὰς μεθαρμόζεται, καὶ κατασπάζεταί με μᾶλλον τὴν πνευματικὴν ζωὴν ἀσπασάμενον, καὶ πρὸς τὴν μετάθεσιν ῥώννυσι· καὶ διαβάλλει μὲν τὴν λαμπρὰν καὶ ποικίλην ἐσθῆτα, ἐπαινεῖ δὲ τὸ τριβώνιον καὶ στεφανοῖ νικητικῷ διαδήματι, ὅτι κρείττων πάσης ἐγεγόνειν πειθοῦς.
6.200 Ἀλλὰ τῶν περὶ ἐμὲ λόγων ἅλις, οὐ γὰρ ἐμαυτὸν ἐβουλόμην ἐγκαταστῆσαι τῇ ἱστορίᾳ, ἀλλ' αἱ τῶν λόγων ὑπεκδρομαὶ πρὸς τοῦτό με παρήνεγκαν βίας· ἦν δέ γε τὸ ὠθῆσάν με πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ τοῦ κρατοῦντος ταχεῖα τῆς γνώμης μετάθεσις, ἣν ἡμεῖς δεδοικότες τὴν κρείττονα ζωὴν τῆς χείρονος ἠλλαξάμεθα, τὴν ἀκύμαντον τῆς συγχυτικῆς τε καὶ ταραχώδους.
6.201 Ἐπεὶ δὲ τῆς ἀφ' ἡμῶν παραμυθίας ὁ αὐτοκράτωρ ἐστέρητο καὶ λογικὴν οὐκ εἶχεν ἔτι κιθάραν τὴν θέλγουσαν, ἐπὶ τὰς ἐν αἰσθήσει πάλιν κατέφυγε χάριτας· μέσου γοῦν λειμῶνος καρποῖς παντοδαποῖς βρίθοντος κολυμβήθραν διορύττει βαθεῖαν, καὶ τὴν περὶ τὸ χεῖλος περίμετρον ἀπισώσας τῇ γῇ, ὑδάτων ἐπ' αὐτὴν ἐποχετεύει ῥοάς· εἰ γοῦν τις μὴ προεγνώκει ὡς κατὰ μέσον ὁ λειμὼν διώρυκτο, εἶτα δὴ προῄει ἀπροόπτως ὡς μήλου ἢ ὄχνης δρεψόμενος, ἀπερριπτεῖτο κατὰ τοῦ ὕδατος καὶ δὺς κατὰ τοῦ βάθους ἐπηλαφρίζετό τε αὖθις καὶ ἐπενήχετο, καὶ τὸ γιγνόμενον ἄθυρμα τῷ αὐτοκράτορι ἦν. Ἵνα δὲ μὴ μέχρι παιδιᾶς τὰ περὶ τὴν κολυμβήθραν αὐτῷ σταίη, καὶ χαρίτων οἶκον ποιεῖ καὶ περικυκλοῖ εὖ μάλα τὸ ὑποκείμενον· εἶτα δὴ πολλάκις τῆς ἡμέρας τῷ θερμῷ ἐπινηχόμενος ὕδατι, ἐξιών τε καὶ εἰσιὼν λανθάνει πληγὴν ἐξ ἀέρος ἐπὶ τὴν πλευρὰν εἰσδεξάμενος· καὶ τὴν μὲν πρώτην οὐ πάνυ τι αὐτὸν τὸ βέλος ἐπέπληττε, μετὰ δὲ ταῦτα τὸν ἰὸν ἐπεκχέον τοῖς σπλάγχνοις νέμεται τὸν ὑπεζωκότα.
6.202 Καὶ τοῦ βιώσεσθαι ἀπογνοὺς, ἔκειτο γὰρ ὥσπερ ἱερεῖον ἄρτι τεθυμένον καὶ δυσθανατῶν, οὐ πρὸς τὴν βασιλίδα Θεοδώραν τὴν περὶ τοῦ κράτους σκέψιν ποιεῖται, ἀλλὰ κρύψας ἐκείνῃ τὸ βούλευμα ἐν ἀπορρήτοις ἐζήτει τὸν βασιλεύσοντα· ἐπεὶ δὲ οὐκ ἦν τὸ σκέμμα λαθεῖν, ἀγγέλλεται τῇ Θεοδώρᾳ τὸ βούλευμα· ἡ δὲ αὐτίκα σὺν τοῖς περὶ αὐτὴν κρείττοσιν εἰς ὁλκάδα ἐμβᾶσα βασίλειον, ὥσπερ ἐκ κυμάτων εἰς τὰς τῶν ἀνακτόρων αὐλὰς ἀνανήχεται, ἐκεῖσέ τε γενομένη πᾶσαν ἐφ' ἑαυτῇ δορυφορίαν ἐφέλκεται· ἥ τε γὰρ πορφυρὶς, ὑφ' ἧς ἐσπαργάνωτο, τό τε ἥμερον τῆς ψυχῆς καὶ ἡ πάθη τῆς προτέρας ζωῆς πάντα τοῖς πᾶσιν ἠδύνατο. ∆εινοπαθεῖ τούτων ἀκούσας ὁ βασιλεὺς καὶ προστίθησι τὸ ἀλγεῖν· ὡς δ' οὐκ ἦν οὔτε τῆς νόσου ἀνενεγκεῖν οὔτε βουλὴν συνετωτάτην βουλεύσασθαι, βαπτίζεται παραυτίκα τὸν λογισμὸν, καὶ τοὺς ὀφθαλμοὺς μύσας καὶ τὴν γνώμην καὶ τὴν γλῶτταν ἐπεπλάνητο, εἶτα δὴ βραχύ τι ἀνενεγκὼν καὶ γνοὺς ὅπη κακοῦ ἐτύγχανεν ὢν, ἀφῆκε βαρυθυμῶν τὴν ψυχήν.
6.203 Βασιλεὺς μὲν οὖν Κωνσταντῖνος ὁ Μονομάχος δύο πρὸς τοῖς δέκα τῇ βασιλείᾳ ἐπιβιοὺς ἔτη, οὕτω δὴ τελευτᾷ τὸν βίον, πλεῖστα μὲν εὐδοκιμηκὼς ταῖς πολιτικαῖς πράξεσιν, οὐκ ἐλάττω δὲ κἂν τοῖς ἤθεσιν ἀφεὶς παραδείγματα τοῖς ἄριστα βιοῦν ἐθέλουσιν· εἰ γάρ τις αὐτὸν ἀφέλοι τῆς ὀξείας ῥοπῆς, τό γε λειπόμενον ἁπάντων ἀνθρώπων ἐγεγόνει φιλανθρωπότερος· ὅθεν δὴ καὶ ὁ περὶ αὐτὸν λόγος δοκεῖ πως ἑαυτῷ ἐναντιοῦσθαι, μεταβαλλόμενος ἐκείνῳ καὶ συμπεριτρεπόμενος, σύγκειται δὲ ἀληθῶς, οὐ ῥητορικῶς, πρὸς ἐκεῖνον ἀφομοιούμενος καὶ συμπαθαινόμενος οἷον τῷ βασιλεῖ.

Η μονοκρατία της βασίλισσας Θεοδώρας (1055-1056)

Επεξεργασία


6.1 Περὶ τῆς αὐτοκρατορίας τῆς βασιλίδος Θεοδώρας. Ἐπεὶ δὲ τὸν βίον οὗτος ἀπέλιπεν, ἐς τὴν τοῦ Κωνσταντίνου παῖδα Θεοδώραν τὸ κράτος ἐπένευσεν· ἐπίδοξος δὲ πᾶσιν οὖσα ὡς ἐγκαταστήσῃ τὸ κράτος ἡγεμονικῷ ἀνδρὶ καὶ γενναίῳ, αὕτη παρὰ τὰς πάντων γνώμας τε καὶ προσδοκίας τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν ἑαυτῇ ἀνατίθησιν· εἰδυῖα γὰρ, ὡς οὐδὲν οὕτως ἐπιλησμονέστατον χρῆμα ὡς ἄνθρωπος ὑφ' ἑτέρου βασιλεύειν λαχὼν, μᾶλλον δὲ περὶ τὸν εὐεργετικώτατον ἀγνωμονέστατος, καὶ τοῦτο ἐξ ἑαυτῆς τε καὶ τοῦ προτέρου καὶ τῶν περὶ τὴν ἀδελφὴν παραδειγμάτων εἰς βεβαίωσιν δόξης ἔχουσα, οὐδένα τῶν πάντων ἐβούλετο τοῖς βασιλείοις ἐγκαθίσαι θρόνοις, ἀλλ' αὐτὴ τῶν πάντων κατάρχουσα τὴν τοῦ κράτους ἀμέριστον ἰσχὺν ἐκληρώσατο· ἐπερρώννυον δὲ ταύτην πρὸς τὸ τοιοῦτον βούλευμα καὶ τὸ περὶ ἐκείνην θεραπευτικὸν καὶ οἰκίδιον, ἄνδρες ἐκ πολλοῦ τὰς βασιλείους πράξεις εἰδότες καὶ τὴν τῶν ὅλων διοίκησιν ἐπιστάμενοι.
6.2 Ἔνθεν τοι καὶ ἀπερικαλύπτως ἡ βασιλὶς αὕτη τοῖς ὅλοις ἐνεξουσίαζεν, ἑαυτὴν παρρησιαστικώτερον ἀρρενώσασα καὶ μὴ δεηθεῖσα παραπετάσματος· ἑωρᾶτο γοῦν ἀρχαιρεσιάζουσα καὶ ἀπὸ τῶν σκήπτρων σοβαρᾷ τῇ φωνῇ θεμιστεύουσα, ψηφηφοροῦσά τε καὶ διαιτῶσα, καὶ τὰ μὲν ἐν ἐπιστολαῖς, τὰ δὲ ἐξ ἐπιπέδου θεσπίζουσα, καὶ τὰ μὲν ὑφιεῖσα, τὰ δὲ ἀποτομώτερον προαγγέλλουσα.
6 3 Ἔθους δὲ ὄντος Ῥωμαίοις ἐν ταῖς τῶν κρατούντων διαδοχαῖς διανεμήσεις ἀξιωμάτων γίνεσθαι τῷ τε πολιτικῷ γένει καὶ ταῖς τῶν στρατιωτῶν τάξεσι, αὕτη τουτονὶ τὸν νόμον ὑπερβᾶσα ἐπεπείκει τὸ πλῆθος μὴ ὑπερβῆναι· διείλεκτο γὰρ ξύμπασι μὴ νῦν πρώτως ἧφθαι τῆς τῶν Ῥωμαίων ἀρχῆς, μηδὲ διάδοχος γενέσθαι τοῦ κράτους, ἀλλ' ἐκ πατρὸς εἰληφυῖα τὸ πρότερον ἐπεισάκτοις διεσπάσθαι ἀρχαῖς, εἶτ' αὖθις τοῦ συμφυοῦς ἅψασθαι· ἔδοξε γοῦν πιθανῶς πρὸς τὸ πλῆθος ἀπολογήσασθαι, καὶ τέως τεθηγμένοι τὴν γλῶτταν ἡσύχασαν ξύμπαντες.
6.4 Ὅτι μὲν οὖν ἀπρεπὲς ἔδοξε ξύμπασιν ἐξ ἀρρενωποτέρου φρονήματος ἐκθηλυνθῆναι τὴν Ῥωμαίων ἀρχὴν, κἂν μὴ οὕτως ᾤοντο, ἀλλὰ τοιοῦτον τό γε φαινόμενον ἦν· ἢν δέ τις τοῦτο μόνον ἐξέλοι τοῦ πράγματος, τό γε καταλελειμμένον εὐθύ τε καὶ μεγαλοπρεπὲς ἐγεγόνει τὸ κράτος, καὶ οὔτε τις τῶν πάντων ἐπεβούλευσε τῇ ἀρχῇ οὔτε τῶν ἐκεῖθεν καταπεφρονήκει λόγων τε καὶ δογμάτων, τά τε παρὰ τῶν ὡρῶν τοῖς πᾶσιν ἀπήντησεν εὖ, καὶ ἡ τῶν καρπῶν φορὰ εὐθηνοῦσα, ἔθνος τε οὐδὲν τῶν πάντων οὔτε λαθὸν τὰ Ῥωμαίων ἐληΐσατο καὶ ἐλῄστευσεν οὔτε προειρήκει τὸν πόλεμον· διηρέθιστο δὲ οὐδὲν μέρος τῆς πολιτείας, ἰσότητος ἐν πᾶσι φυλαττομένης.
6.5 Ὁ μὲν οὖν χρόνος αὐτῇ τῆς ζωῆς μακρός τις τοῖς πολλοῖς ἐψηφίζετο.
καὶ πλέον τῆς συνήθους ζωῆς· ἡ δὲ ἄρα οὔτε τὸ σῶμα πάνυ ἐκάμπτετο, καίτοι προμήκης τὴν ἡλικίαν τυγχάνουσα, οὔτε δέον πονῆσαι ἢ μακρότερον διαλέξασθαι ἐνδεὴς τὴν γνώμην ἐτύγχανεν οὖσα· ἀλλὰ τὰ μὲν προλαμβάνουσα, τὰ δ' αὐτομάτως ἐνθυμουμένη, ἀρκοῦσαν εἶχε πρὸς τὴν διάρθρωσιν τούτων καὶ τὴν τῆς γλώττης περιβολήν.
6.6 Τῶν δέ γε πραγμάτων δεομένων ἀνδρὸς γενναίου καὶ τάς τε πολιτικὰς πράξεις εἰδότος, τάς τε βασιλείους ἐπιστολὰς ἀκριβοῦντος, τῶν μὲν περὶ αὑτὴν οὐδενὶ ταύτην τὴν τάξιν ἐπίστευεν, εἰδυῖα ὡς τάχιστα οὗτος περιτραπήσεται, βασκανίας ἀφορμὴ τοῖς ὁμεστίοις προκείμενος· ζητοῦσα δὲ τῶν ἀπὸ τῆς βουλῆς τὸν ἄριστον, τούτου μὲν διημαρτήκει, ἐφιστᾶσα δὲ ταῖς διοικήσεσιν οὐχ ὃν ὁ λόγος οὐδ' ἡ εὐγλωττία πάλαι ἀνέδειξεν, ἀλλὰ τὸ εἰδέναι σιγᾶν καὶ ὁρᾶν πρὸς τοὔδαφος, καὶ μήτε πρὸς ἐντεύξεις ἐπιτήδειον εἶναι μήτε πρὸς ἄλλο τι τῶν οἷς πολιτικὸς ἀνὴρ χαρακτηρίζεσθαι εἴωθεν, ἐπὶ τῆς σεμνοτέρας μετέστησεν ὑπολήψεως· οἱ γάρ τοι βασιλεῖς τῷ καλλίονι μέρει προσνέμουσι τοὺς ἧττον ἀγχιστρόφους, εἰ σεμνοὶ εἶεν, ἢ τοὺς εὐστρόφους τὴν γλῶτταν καὶ τελεωτάτους τὴν παίδευσιν, εἰ πολιτικώτερον τὸ ἦθος κατεκληρώσαντο· ἀλλ' ἐκείνῳ γε τῷ ἀνδρὶ καὶ μοῖρά τις ἀπενεμήθη τῆς περὶ τοὺς λόγους ἕξεως, καὶ μᾶλλόν γε ἡ χεὶρ ἢ ἡ γλῶττα πρὸς τοῦτο ἠδύνατο· εὐστρόφως μὲν γὰρ οὐδεμιᾶς εἶχε, τῇ δέ γε χειρὶ μᾶλλον ἀπετέλει, καὶ ἦν ἐντεῦθεν μόνον σοφός· εἰ γὰρ ἐπιχειρήσειε καὶ τῇ γλώττῃ τὴν ἐπιστήμην ἐνδείξασθαι, τοὐναντίον ἐδίδου νοεῖν τοῖς ἀκούουσιν· οὕτω πάνυ ἀσάφως καὶ ἀγλευκῶς εἶχε τῆς διαλέξεως.
6.7 Οὗτος γοῦν ὁ ἀνὴρ τὸ ἄχθος τῶν βασιλικῶν διοικήσεων κατωμαδὸν ἀράμενος, φορτικὸς ἔδοξε τοῖς πολλοῖς· τοῦ γὰρ πολιτικοῦ ἤθους, ὡς ἔφην, ἐστέρητο· ὅθεν οὔτε χαριέστατος ὢν, οὔτε τοῖς προσιοῦσι δεξιῶς ὁμιλῶν, ἀλλ' ἀεὶ καὶ πᾶσι τὸ τραχὺ τοῦ ἤθους ἐπιδεικνύμενος, καὶ πᾶσαν ἀποστρεφόμενος ἔντευξιν, καὶ εἰ μή τις εἴποι τὸ ἄρθρον τῆς ὑποθέσεως, ἀλλά τι καὶ προοιμιάσαιτο, βαρυθυμῶν καὶ δεινοπαθῶν ἀπεχθὴς σύμπασιν ὦπτο, καὶ οὐδεὶς προσιέναι ἐβούλετο, ὅτι μὴ πᾶσα ἀνάγκη. Ἔγωγ' οὖν τὴν στάθμην τῆς τοιαύτης γνώμης θαυμάζω μὲν, αἰῶσι μὲν ἀλλ' οὐ χρόνοις πρόσφορον ἥγημαι, καὶ βίῳ τῷ μέλλοντι ἀλλ' οὐ τῷ ἐφεστηκότι· τὸ γὰρ ἀπαθὲς πάντη καὶ ἄθελκτον ὑπὲρ πάσας τὰς σφαίρας τίθεμαι καὶ ἔξω τῆς περιοχῆς τοῦ παντός· ὁ δέ γε μετὰ σώματος βίος, ἅτε πολιτικώτερος, ἁρμοδιώτερος τοῖς παροῦσι καιροῖς, μᾶλλον δὲ τῷ σωματικῷ βίῳ τὸ πάσχον κατάλληλον τῆς ψυχῆς.
6.8 Τρεῖς γὰρ μερίδας ταῖς τῶν ψυχῶν προσαρμόζω κατανοῶν καταστάσεσι, τὴν μὲν, ὅταν αὐτὴ βιῴη καθ' ἑαυτὴν, ἀπολυθεῖσα τοῦ σώματος, ἀτενῆ τε καὶ οὐ πάνυ τὸ ἐνδόσιμον ἔχουσαν, τὰς δέ γε λοιπὰς μερίδας τῷ μετὰ σώματος αὐτῆς βίῳ κατείληφα· εἰ μὲν γὰρ τὴν μέσην στᾶσα ζωὴν μεγαλοπαθής τε καὶ πολυπαθὴς, ὥσπερ ἐν κύκλῳ τὸ ἀκριβὲς κέντρον αἱροῖτο, τὸν πολιτικὸν ἀπεργάζεται ἄνθρωπον, οὔτε θεία τις ἀκριβῶς γενομένη ἢ νοερὰ, οὔτε φιλοσώματος καὶ πολυπαθής· εἰ δὲ ταύτης παρατραπείη τῆς μεσότητος, καὶ μάλιστα προχωροῦσα τὴν πρὸς τὰ πάθη κατάντη βιῴη ζωὴν, τὸ ἀπολαυστικὸν ἀποτελεῖ καὶ φιλήδονον· εἰ δέ τις τῶν πάντων ὑπερκῦψαι δυνηθείη τοῦ σώματος καὶ τῆς νοερᾶς ἐπ' ἄκρον σταίη ζωῆς, τί κοινὸν αὐτῷ καὶ τοῖς πράγμασιν; «ἐξεδυσάμην γὰρ, φησὶν ἡ Γραφὴ, τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;» ἀναβήτω γὰρ ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον καὶ μετὰ τῶν ἀγγέλων στήτω, ἵνα φωτὶ καταλάμποιτο μείζονι, ἀπόστροφον ἑαυτὸν καὶ ἀπότροπον τοῖς ἀνθρώποις καταστήσας· εἰ δ' οὐδεὶς τῶν πάντων τῆς φύσεως τοσοῦτον κατεκαυχήσατο, εἰ πολιτικὰς ὑποθέσεις τυχὸν οὗτος πιστευθείη, πολιτικῶς μεταχειριζέσθω τὰ πράγματα, μηδὲ ὑποκρινέσθω τὴν τοῦ κανόνος εὐθύτητα· οὐ γὰρ πάντες πρὸς τὴν ἰσότητα τῆς στάθμης ἀπηκριβώθησαν· ὅθεν εἰ τὴν λόξωσιν παραιτήσαιτο, ἀπώσατο καὶ τὸ ἑπόμενον ταύτῃ εὐθύς.
6.9 ∆ιὰ ταῦτα γοῦν κἀκεῖνος ἐν ἀφιλοσόφοις φιλοσοφῶν πράγμασιν, οὐ φιλόσοφος, ἀλλὰ μιμούμενος φιλόσοφον ἔδοξεν. Ἵνα δὲ ἐν πᾶσι μέρεσιν τοῦτον παραθεωρήσωμεν, ἀλλοιότερός πως ἐν τοῖς καθ' ἑαυτὸν ἐδόκει πράγμασι· πολυτελής τε γὰρ τὴν δίαιταν καὶ μεγαλοπρεπὴς ἐτύγχανεν ὢν, ἐλευθέριός τε τὴν γνώμην καὶ χρημάτων ἀδώρητος· εἰ δέ τις τούτῳ συνεστιώμενος ἱλαρὸν ἐδείκνυ τὸ πρόσωπον καὶ «ἐπ' ὀνείαθ' ἕτοιμα χεῖρας ἴαλλε», τοῦτο δὴ τὸ τῆς ποιήσεως, τῶν τε παρακειμένων ἀπληστότερον ἅψαιτο, στωμύλλοιτό τε καὶ πᾶσαν ἐπιδεικνύοιτο χάριν, πρὸς τρόπου ἐκείνῳ ἐτύγχανεν ὢν, ἀλλ' αὖθις μεταβαλὼν, οὐδὲν ἧττον ἐπὶ τὸ σύνηθες μετετάττετο. Ἐβούλετο δὲ μηδένα οἷ ἄλλον συμμετέχειν τῶν διοικήσεων, ὁ δὲ λόγος οὗτος αὖθις ἐμὲ παρεισκυκλήσει τῇ ἱστορίᾳ.
6.10 Ἐτύγχανον μὲν γὰρ οὐ πρὸ πολλοῦ τοῦ τῆς Θεοδώρας κράτους μεταταξάμενος πρὸς τὴν κρείττω ζωήν· ἐντεῦθεν γὰρ, ἐπεὶ πρὸ βραχέος τινὸς καιροῦ τῆς τοῦ Μονομάχου ἀποβιώσεως τὸ θεῖον ἐνεδύθην σχῆμα, κατεμαντεύοντό μου τῆς γνώμης πολλοὶ, ὡς εἰδείην τε τὸν καιρὸν καὶ διὰ ταῦτα μεταλλαξαίμην· οἱ γάρ τοι πολλοὶ τῶν ἀνθρώπων κρείττονός με ἢ πέφυκα τιμῆς ἀξιοῦσι· καὶ ἐπειδὴ γεωμετρίας ἡψάμην, οἴονταί με τὸν οὐρανὸν καταμετρεῖν δύνασθαι· ἐπεὶ δέ τι καὶ τῶν περὶ τὴν σφαῖραν κατανενόηκα, οὔτε φάσεων ἀποστεροῦσιν, οὔτε τῆς ζωηφόρου λοξώσεως, οὐκ ἐκλείψεων, οὐ πανσελήνων, οὐ τῶν κύκλων, οὐ τῶν ἐπικύκλων, ἀλλὰ καὶ ἐκ χειρὸς ἀπωσάμενον τὰ βιβλία αὖθίς με ἀξιοῦσι προλέγειν.
6.11 Ἐπεὶ δὲ καὶ πρὸς τὸ γενεθλιαλογικὸν μέρος προσνένευκα, ὥς τι τῶν ἐκεῖθεν λήρων ἐπίστασθαι (τὸ γάρ τοι τῆς διδασκαλίας σχῆμα καὶ τὸ τῶν ἐρωτώντων διάφορον ἐπὶ πᾶσαν ἐπιστήμην προήγαγεν), οὐδένα πω δύναμαι ἀπώσασθαι τῶν περὶ τούτου πεύσεων καὶ ὀχλήσεων· ἐγὼ γὰρ προσαρμόσασθαι μὲν πᾶσι τοῖς τοῦ λόγου μέρεσιν ἀνωμολόγημαι, οὐδεμιᾷ δὲ τῶν ἀπειρημένων τοῖς θεοσόφοις κατεχρησάμην ἐπιστημῶν, ἀλλ' οἶδα μὲν τὸν κλῆρον τῆς τύχης καὶ τὸ κακοδαιμόνημα, οὐ πιστεύω δὲ τοῖς ἐντεῦθεν τόποις καὶ σχήμασι τὰ ὑπὸ τὴν σελήνην περιάγεσθαι πράγματα· ἀλλ' ἐρρώσθων ὅσοι τὴν πνευματικὴν ζωὴν ὑφιστάνουσι καὶ νέοις τισὶ θεοῖς τὴν ἐπιτροπὴν ταύτην διδόασι· καταμερίζουσι γὰρ τὴν περὶ ἡμᾶς ζωὴν, καὶ ἀπόλυτον ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ γεννῶσί τε καὶ κατάγουσι, τὰς δέ γε ἀλόγους ζωὰς τῶν ἄστρων ἀποκυΐσκοντες καὶ τῶν τοῦ παντὸς μερίδων τοῦ σώματος προεγκατοικίζουσιν, εἶτα δὴ ταύταις τὴν λογικὴν ἐγκεντρίζουσι ζωήν.
6.12 Τὸ μὲν οὖν εἰδέναι ταῦτα, μὴ πείθεσθαι δὲ ταῖς δόξαις οὐδεὶς ἂν εὖ φρονῶν αἰτιάσαιτο· εἰ δέ τις τὴν ἡμετέραν παιδείαν ἀφεὶς ἐπ' ἐκεῖνα μεταθήσει τὴν γνώμην, οἰκτίσαιτ' ἄν τις τοῦτον τῆς περιττοτέρας παιδεύσεως· ἐμοὶ δὲ, ἵνα τἀληθὲς εἴποιμι, οὐδ' ὁ ἐπιστημονικὸς λόγος τὴν ἀποστροφὴν τούτων δεδώρηται, ἀλλὰ μέ τις θειοτέρα κατέσχηκε δύναμις, καὶ οὔτε συλλογισμῶν ἐπαΐω οὔτε μὴν ἀποδείξεων ἄλλων, ἀλλὰ τὸ καταβιβάσαν μείζους καὶ γνωμονικωτέρας ψυχὰς πρὸς τὴν τοῦ ἑλληνικοῦ λόγου παραδοχὴν, ἐμὲ πιέζον ἀνάγει πρὸς τὴν τοῦ ἡμετέρου λόγου πίστιν τε καὶ βεβαίωσιν· ὅθεν <ἱλήκοι> μοι ἡ μήτηρ τοῦ Λόγου καὶ ὁ ἀπάτωρ ἐκεῖνος υἱὸς, τά τε περὶ ἐκεῖνον πάθη, καὶ ἡ περὶ τὴν κεφαλὴν ἄκανθα, ὅ τε κάλαμος καὶ τὸ ὕσωπον, καὶ ὁ ἐφ' οὗ τὰς χεῖρας ἡπλώκει σταυρὸς, τὸ ἐμὸν σεμνολόγημά τε καὶ καύχημα, εἰ καὶ παρήλλαξα ταῖς πράξεσι τὸ πρὸς τὸν λόγον ἀνάλογον.
6.13 Ἀλλ' ἐπανιτέον αὖθις ἐπὶ τὴν πρώτην τοῦ λόγου τάξιν καὶ μεταχείρισιν· ἐτύγχανον μὲν οὖν οὐ πρὸ πολλοῦ τῆς <τοῦ> βασιλεύοντος τελευτῆς ἀποταξάμενος τῇ φαύλῃ ζωῇ· ἐπεὶ δὲ ἡ Θεοδώρα τοῦ κράτους ἐπείληπτο, εὐθύς με μετακαλεσαμένη ἐκτραγῳδεῖ μὲν καὶ ἃ παρὰ τοῦ γαμβροῦ πεπόνθει, κοινωνεῖ δέ μοι καὶ βουλευμάτων τινῶν ἀπορρήτων, καὶ ἐγκελεύεταί μοι συνεχῶς τε πρὸς αὐτὴν ἀφικνεῖσθαι, καὶ εἴ τί γε τῶν πάντων εἰδείην μηδὲν ἐπικαλύπτειν αὐτῇ· οὐ πρώτως δὲ τότε τῆς πρὸς αὐτὴν κεκοινώνηκα μεταθέσεως, ἀλλὰ καὶ ἐπιζῶντι τῷ βασιλεῖ, εἴ τι γράψειν ἀπόρρητον βούλοιτο ἢ ἄλλο τι ποιήσειν τῶν κεκρυμμένων, ἐμοὶ ἐκοινώνει τοῦ λόγου καὶ τοῦ βουλεύματος.
6.14 Ἐπεὶ δ' οὖν ἀφικνούμην, ὥς μοι προστέτακτο, βασκαίνομαι τῆς ἀφίξεως, καὶ ἐπειδὴ μηδέν τι λογοποιῆσαι οἱ φθάσαντες δεδύνηντο κατ' ἐμοῦ, τὸ σχῆμα ἐπαιτιῶνται καὶ τὸ ἄμικτον τῆς ζωῆς· ἡ δὲ πείθεται μὲν τοῖς λέγουσιν, εὐλαβεῖτο δὲ ἄλλως ἐκείνους τῆς αὐτῆς κοινωνεῖν ὁμιλίας καὶ οἰκειώσεως· ἐπεὶ δὲ αὐτὸς τὸ πρᾶγμα αἰσθόμενος, οὐ πολλάκις ἀφικνούμην ἐκεῖσε, ἡ βασιλὶς αὖθις μεταβαλλομένη κατωνείδιζέ τε τῆς βραδυτῆτος καὶ κατῃτιᾶτο ὡς τῶν ἐκείνης κατολιγωροῦντα προστάξεων.
6.15 Οὕτω γοῦν αὐτῆς καὶ τὸ βουλόμενον δυσκίνητον ἦν καὶ τὸ ἀπροαίρετον βουλητόν· οὐ γὰρ πάνυ τι θαρροῦσα ταῖς οἰκείαις γνώμαις, εἶτα δὴ δεδοικυῖα μὴ παρὰ ταῦτα τὰ τῆς βασιλείας ἕξει κακῶς, ἑτέροις ἢ ἑαυτῇ μᾶλλον ἐπίστευεν· ἀμέλει τοι καὶ τὸν πρὸ αὐτῆς αὐτοκράτορα ἐσέβετο μὲν καὶ τετελευτηκότα, καὶ τῶν τε καλῶν ἐκείνου ἐμέμνητο, καὶ ἐβούλετο μὲν μηδὲν ὧν ἐκεῖνος ἐγνώκει κατολιγωρῆσαι, διημάρτανε δὲ τοῦ σκοποῦ· διὰ ταῦτα πλεῖστα ὧν ἐκεῖνος ἐπεπράχει διέφθαρτο· ὁ γὰρ τὴν τῶν ὅλων πεπιστευμένος διοίκησιν, περὶ οὗ λέγων νῦν ἐπαυσάμην, ἐπειδὴ μὴ τῶν πρωτείων ἠξίωτο παρ' ἐκείνου, μηδὲ παρὰ τῇ ἐκείνου εἱστήκει πλευρᾷ, ὅπερ δὴ αὐτῷ ἔθος ἐν τοῖς πρὸ τοῦ βασιλεῦσιν ἐγίγνετο, καὶ ζῶντι ἐμέμφετο καὶ ἀπεληλυθότι τῆς ἀτιμίας ἐμνησικάκησεν. Ἀλλ' ὑπὲρ μὲν τούτου ὑπεραπολογήσαιτ' ἄν τις καὶ τῆς βασιλίδος, καὶ εἴ τις ἄλλος πρὸς ἐκεῖνον ἔσχε κακῶς· τὸ δὲ μήτε ἐκείνην περὶ ἑαυτῆς ὡς ἐκδήμου διανενοῆσθαι καὶ ἐν καλῷ θεῖναι τὰ πράγματα, μήτε τοὺς περὶ ἐκείνην εἰς τὸν τοιοῦτον ἐνάγειν λογισμὸν, ἀλλ' οἴεσθαι ἐκείνην μὲν ἐπὶ τῆς αὐτῆς ἡλικίας ἀεὶ βιώσεσθαι, ἢ καὶ ἀναλῦσαι τοῖς χρόνοις καὶ αὖθις ἀνθῆσαι ὥσπερ νεόφυτον, ἑαυτοῖς τε πεπηγέναι τὴν εὐδαιμονίαν καὶ μηδένα βούλεσθαι ἐπιστῆσαι τῷ κράτει, μηδὲ τὴν ἀρίστην μεταβολὴν πρυτανεῦσαι τοῖς πράγμασι, τίς ἂν αὐτοὺς τῆς ἐσχάτης καὶ αἰσχίστης ἐξαιρήσεται εὐηθείας;
6.16 Ἔγωγ' οὖν καὶ ἐν ἱεροῖς θρόνοις ἐγκαθιδρύουσαν ἐνίους ἐκείνην ὁρῶν καὶ τὰς τοιαύτας προχειρίσεις, ἵνα οὕτως εἴπω, γλωσσαλγοῦσαν, οὐκ εἶχον ἑαυτὸν κατασχεῖν, ἀλλὰ λάθρα τε ὑπετονθόρυζον, καὶ οἷς εἶχον θαρρεῖν καθ ηπτόμην τοῦ πράγματος· ἐθαύμαζον δὲ εἰδὼς ἐκείνην εὐλαβεστάτην περὶ τὰ θεῖα τυγχάνουσαν, ἀλλ' ὁ τῆς αὐτοκράτορος ἀρχῆς ἔρως ἀνέπειθε καὶ παρανομεῖν· τοῦτο γοῦν καὶ τῆς περὶ τὰ κρείττω εὐλαβείας ἠλλοίωσε, καὶ ἔτι οὐ πάνυ τὸ συμπαθὲς τῆς ψυχῆς διεφύλαξεν, οὐκ οἶδα εἴτε πρὸς τὴν ἔμφυτον ἕξιν ἐπανελθοῦσα, ἵνα τὸ φθάσαν τοῦ βίου δείξῃ συνιὸν, εἴτ' ἐπιτηδεύουσα τοῦτο, ἵνα μὴ ἁλωτὸς τοῖς πολλοῖς εἴη, μηδέ τις αὐτὴν κατενέγκοι δακρύων εὐθύς.
6.17 Τῷ δέ γε πατριάρχῃ ξυμπάσης τῆς οἰκουμένης, οὕτω γὰρ νόμος τὸν τῆς Κωνσταντίνου καλεῖν, Μιχαὴλ δὲ οὗτος ἦν ὁ μετὰ τὸν θεῖον Ἀλέξιον τοῦ ἱεροῦ θρόνου προστὰς, καίτοι τὸν πρὸ τῆς αὐτοκρατορίας χρόνον οἰκειότατα προσκειμένη καὶ σεβομένη, ἐπειδὴ καθαρώτερον βεβασιλεύκει ἀπηχθάνετό τε καὶ ἀπεστρέφετο· αἴτιον δὲ τῆς τοιαύτης μεταβολῆς τὸ δυσανασχετεῖν κἀκεῖνον ὑπὸ γυναικὶ τὰ Ῥωμαίων ἄγεσθαι πράγματα, οἷος ἐκεῖνος θυμοῦ ἐν τοῖς τοιούτοις πιμπλάμενος καὶ παρρησιαζόμενος τὴν ἀλήθειαν· ἴσως μὲν οὖν καὶ μετέθετ' ἂν τὴν ἀρχὴν, εἰ μή τινες αὐτῇ μικροὶ αἰῶνες τῆς ἐπικήρου ταύτης ζωῆς ἐχαρίζοντο.
6.18 Οἱ δὲ οὕτω φιλοτιμότατοι καὶ ταῖς μεγαλοδωρεαῖς πᾶσαν γνώμην ἐλευθέριον ὑπερβάλλοντες, οὐκ ἄγγελοί τινες τὰ παρὰ τοῦ Κρείττονος ἐκείνῃ διαπορθμεύοντες, ἀλλ' οἱ ἐκείνους τῷ μὲν σχήματι μιμούμενοι, ταῖς δὲ γνώμαις ὑποκρινόμενοι· λέγω δὲ τοὺς καθ' ἡμᾶς Ναζιραίους, οἳ πρὸς τὸ θεῖον μεταπλαττόμενοι, μᾶλλον δὲ νομοθετούμενοι καταπλάττεσθαι, πρὶν ἢ τὴν ἀνθρωπίνην φύσιν ὑπεξελθεῖν ὡς ἡμίθεοί τινες παρ' ἡμῖν ἀναστρέφονται, καὶ τῶν μὲν ἄλλων κατολιγωροῦσι τοῦ θείου, οὔτε γὰρ ψυχὰς πρὸς τὰ κρείττω ῥυθμίζουσιν, οὐ τὰ ἐν ἡμῖν πάθη κοιμίζουσιν, οὐ τοῖς μὲν ἐντιθέασι χαλινὸν, τοῖς δὲ οἷα κέντρα τοὺς λόγους ἐπάγουσιν, ἀλλὰ ταῦτα ὡς μικρὰ παραβλέποντες, οἱ μὲν χρησμολογοῦσι τὴν πρόρρησιν καὶ τὸ θεῖον ἐξαγγέλλουσι βούλημα, οἱ δὲ καὶ τοὺς πεπηγότας ὅρους μετατιθέασι, καὶ τοὺς μὲν ἀναλύουσι, τοῖς δὲ προστιθέασιν, ἀπαθανατίζουσί τε τὴν μερικὴν φύσιν καὶ ἱστῶσιν ἡμῖν τὴν φυσικὴν κίνησιν, βεβαιοῦσι δὲ τοὺς αὐτῶν λόγους, ὅτι σιδηροφοροῦσιν ἀεὶ κατὰ τοὺς παλαιοὺς Ἀκαρνᾶνας, καὶ αἰθεροβατοῦσιν ἐπὶ χρόνον μακρὸν, ἀφ' ὧν κατολισθαίνουσι τάχιστα, ἐπειδὰν ἐπιγείου αἴσθωνται κνίσσης· ὁποίους ἐγὼ πολλάκις ἑωράκειν καὶ κατεγνώκειν· οὗτοι δὴ καὶ τὴν βασιλίδα ἐξηπατήκασιν ὡς ἐσομένην ἀείζωον, καὶ διὰ τοῦτο ἐκείνη μικροῦ δεῖν αὐτή τε διέφθαρτ' ἂν καὶ τὰ πράγματα πάντη διέφθειρεν.
6.19 Ἀλλ' ἐκεῖνοι μὲν αἰῶνας ἀπείρους καὶ ζωὰς ἐκείνῃ ἔπλαττον, ἡ δ' ἐγγὺς ἐγεγόνει τοῦ εἱμαρτοῦ, λέγω δὲ τῇ φωνῇ καταχρώμενος· τὸν γάρ τοι τῆς ζωῆς ὅρον πληροῦσα αὐτῷ δὴ τῷ τέλει προσήγγισε· νόσος γε μὴν αὐτὴν αἱρεῖ δεινοτάτη· ἡ γὰρ ἀποκριτικὴ αὐτῇ ὑποκλάσασα δύναμις τήν τε ὀρεκτικὴν κατήνεγκε καὶ τοῖς τοῦ στόματος ἀπεπεφόρτιστο μέρεσιν, ἔπειτ' ἀθρόον διαρρυεῖσα καὶ τὸ ἐντὸς μικροῦ δεῖν ξύμπαν ἀποβαλοῦσα, ἐν ὀλίγαις ἐκείνην καταλελοίπει ταῖς ἐκπνοαῖς· ἐπεὶ γοῦν αὐτὴν ξύμπαντες ἀπεγνώκεισαν, λέγω δὲ τούτους ὁπόσοι περὶ ἐκείνην ἐστρέφοντο, αὐτίκα καὶ περὶ τοῦ παντὸς, ἀλλὰ καὶ περὶ ἑαυτῶν σκοπὸν τίθενται, καὶ βουλευμάτων κατάρχουσι· λέγω δὲ ταῦτα οὐ παρά του ἀκηκοὼς, ἀλλ' αὐτὸς τοῖς γε γνωσθεῖσι καὶ βουλευθεῖσι παραγενόμενος, ὀφθαλμοῖς τε ὁρῶν καὶ ὠσὶν ἀκούων, ὅπως αὐτοῖς ὥσπερ ἐν κύβων παιδιαῖς τὰ τῆς βασιλείας ἐστρέφετο πράγματα.[4]
6.20 Οὔπω μὲν γὰρ ὁ ἥλιος τὸ μεσημβρινὸν κατὰ κορυφὴν εἱστήκει, καὶ ἡ μὲν βασιλὶς ὀλίγον ἀνέπνει καὶ αὐτίκα τεθνήξεσθαι ἐπίδοξος ἦν, οἱ δὲ περὶ τὸ βῆμα εἰς ταὐτὸ συνειλεγμένοι καὶ ἐν μέσῳ τὸν κορυφαῖον ἔχοντες, ἐν σκέμμασιν ἦσαν τίνα δὴ πρὸ τῶν ἄλλων τοῖς πράγμασιν ἐπιστήσουσιν, ἀνθεξόμενόν τε αὐτῶν καὶ ἀειπαγῆ καὶ τὴν εὐδαιμονίαν φυλάξοντα. Ὃν μὲν οὖν τῶν ἄλλων προκεκρίκασιν οὐ νῦν χαρακτηρίζειν βεβούλημαι, οὐ πάντη δὲ τούτους ἀποφανοῦμαι διημαρτηκέναι τοῦ ἀρίστου σκοποῦ, εἰ μὴ ὅσον τοιοῦτος ἐκεῖνος ἦν οὐχ οἷος ἄρχειν, ἀλλ' ἄρχεσθαι μᾶλλον καὶ ἄγεσθαι· ἦν δὲ καὶ τοῦ θέρους ἐγγὺς καὶ τοῦ τετραμήνου ἐντός· αἱ γὰρ τῆς κεφαλῆς αὐτοῦ τρίχες ὑπαργυρίζουσι ξύμπασαι.
6.21 Τοῦτον γοῦν ἐκείνην πεπείκασιν ἀξιῶσαι τοῦ στέμματος· ἡ δὲ πείθεταί τε αὐτίκα, καὶ τὴν κεφαλὴν ταινιοῖ καὶ ἀναδείκνυσιν αὐτοκράτορα· εἶτα δή τινα βραχὺν ἐπιμείνασα χρόνον τῷ κράτει, ἐνιαυσίου ὥρας δεούσης μιᾶς <τετελεύτηκε>, καὶ ὁ Μιχαὴλ τῶν ὅλων ἐγκρατὴς ἐγεγόνει, αὐτίκα στερήσεσθαι <μέλλων>, περὶ οὗ ἐρεῖν βουλόμενος βραχύ τι προσκαταστήσω τὸν λόγον.

  1. Η Μαρία Σκλήραινα ηταν αδελφή τού Ρωμανού Σκληρού και ανεψιά τού μεγάλου Βάρδα και της μεταστάσης συζύγου του
  2. Ο πόλεμος του 1043 μ.Χ. ήταν η τελευταία και η σοβαρότερη από τις εχθροπραξίες μεταξύ Βυζαντίου και Ρώσων. Ο Ψελλός υπήρξε αυτόπτης μάρτυρας της ναυμαχίας στον Βόσπορο (17 Ιουλίου} και η διήγησή του είναι η πιο εμπεριστατωμένη,
  3. πίειρα, ομηρική έκφραση β΄328 και 34 κ.α. «Γη αφράτη προς καλλιέργεια, γόνιμη»
  4. Ο Ατταλειάτης, σ. 52, παρατηρεί ότι οι αξιωματούχοι δεν διάλεξαν τον καλύτερο αλλά εκείνον που θα ήταν πειθήνιο όργανό τους, ενώ ο Σκυλίτσης, σ. 480. προσθέτει ότι ο εκλεγμένος έπρεπε να ορκισθεί ότι δεν θα έκανε τίποτε χωρίς να συμβουλευτεί τους «εκλέκτορές» του