Χρονογραφία/Ζ
←Τόμος Έκτος | Χρονογραφία Συγγραφέας: Τόμος Έβδομος |
7.1 Ἀρχὴ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ Γέροντος· ὁ τοιοῦτος ἐκράτησεν ἔτος αʹ.
∆οκεῖ πως τοῖς ἄρτι βασιλεύειν λαχοῦσιν ἀρκεῖν εἰς ἕδραν τοῦ κράτους, ἢν τὸ
πολιτικὸν γένος τούτους κατευ φημήσωσιν· ἀγχίθυροι γὰρ αὐτοῖς ὄντες, οἴονται, εἰ τὰ
παρὰ τούτων αὐτοῖς εὖ ἕξει, ἀρραγῶς κατησλίσθαι τῷ κράτει· ἔνθεν τοι ἅμα τε τῶνσκήπτρων ἐπιλαμβάνονται, καὶ τούτοις πρῶτον καὶ τὴν φωνὴν καὶ τὴν ὄψιν διδόασιν·
ὧν εὐθὺς ἐπισκιρτησάντων καὶ βωμολόχους ἀφέντων φωνὰς, καί τινας δημηγορίας
φλυάρους πεποιηκότων, ὥσπερ θείαν ἐσχηκότες ἐπικουρίαν, οὐδεμιᾶς ἑτέρας δυνάμεως
ἐπιδέο νται. Ἐν τρισὶ δὲ τούτοις τῆς φυλακῆς αὐτοῖς ἱσταμένης, δημοτικῷ πλήθει, καὶ
συγκλητικῇ τάξει, καὶ συντάγματι στρατιωτικῷ, τῆς μὲν τρίτης ἧττον φροντίζουσι, τοῖς
δ' ἄλλοις εὐθὺς τὰς ἐκ τοῦ κράτους προσνέμουσι χάριτας.
7.2 Ὁ δέ γε πρεσβύτης Μιχαὴλ ἐπιδεικτικώτερον ἢ προσῆκε τὰς τῶν ἀξιωμάτων
διανεμήσεις πεποίητο· οὐ γὰρ τῷ προσεχεῖ ἕκαστον συνίστα βαθμῷ, ἀλλὰ καὶ πρὸς τὸν
ἐφεξῆς καὶ τὸν ἐπέκεινα ἀνεβίβαζεν· εἰ δέ τις αὐτῷ ἐκ πλαγίου στὰς καὶ τὸν τέταρτον
ἐπεζήτησεν, εὐηκόου ἐτύγ χανεν ἐκείνου· ἐντεῦθεν ἄλλος ἀντιπαραστὰς καὶ τὴν ἑτέραν
διασείσας πλευρὰν, οὐδὲ τοῦ πέμπτου ἡμάρτανε· καὶ ἦν ἀτεχνῶς σύγχυσις τὸ φιλότιμον.
7.3 Περὶ τῆς τῶν ἀρχόντων εἰς τὸν βασιλέα Μιχαὴλ εἰσελεύσεως. Τούτων
τοιγαροῦν οἱ στρατιῶται ἀκηκοότες καὶ τῶν στρατιωτῶν ὁπόσον στρατηγικόν τε καὶ
ἔκκριτον, καταλαμβάνουσι τὸ Βυζάντιον, τῶν ἴσων ἢ καὶ κρειττόνων τευξόμενοι·
ὥριστο γοῦν αὐτοῖς ἡμέρα τῆς εἰς τὸν βασιλέα εἰσόδου, κἀγὼ τηνικαῦτα παρεγενόμην
τῷ αὐτοκράτορι· καὶ εἰσῄεσαν ἄνδρες γενναῖοι καὶ ἀτεχνῶς ἥρωες, εἶτα δὴ τὰς κεφαλὰς
ὑποκλίναντες καὶ ἐπευφημήσαντες ὅσον εἰκὸς, ἐπὶ μέρος, τοῦ βασιλέως κελεύσαντος,
ἔστησαν· εἶτα δέον καθένα τούτους διαιρεῖν καὶ λόγων πρὸς ἐκείνους βασιλικῶν καὶ
φιλοτίμων ἀπάρξεσθαι, ὁ δὲ πρῶτα μέν τοι ἀγενῶς ὠνείδισε ξύμπασιν, εἶτα δὴ ἐς
μέσους τὸν κορυφαῖον τού των στήσας καὶ τὸν εὐθὺς μετ' ἐκεῖνον (ἐπρέσβευε γὰρ
τούτοις ξύμπασιν ὁ Κομνηνὸς Ἰσαάκιος, ἦν δ' ὁ Κεκαυ μένος οὗτος ὁ Κολωνείαθεν),
ὕβρεσι μυρίαις κατέπλυνεν ὡς ἀπολωλεκότα μικροῦ δεῖν τὴν Ἀντιόχου καὶ τὰς
δυνάμεις καταλελυκότα, καὶ γενναῖον μὲν ἢ στρατηγικὸν οὐδὲν ἐπι δείξαντα, τὰ δὲ τῶν
πολλῶν συλλέξαντα χρήματα, καὶ τὴν ἀρχὴν ἐσχηκότα οὐκ εὐκλείας, ἀλλ' ἀπληστίας
ὑπόθεσιν· ἐφ' οἷς ἐκείνου παγέντος τῷ ἀθρόῳ τῆς ἐπιπλήξεως, καὶ τὰ κρείττω μὲν
προσδοκήσαντος, τοῖς δ' ἐναντίοις καθυβρι σθέντος, τῶν τε συστρατήγων
ὑπεραπολογήσασθαι ἐκείνου ἐπικεχειρηκότων, ὁ βασιλεὺς καὶ τούτοις τὴν γλῶτταν
ἐπέσχε· καὶ εἰ τῶν ἄλλων κατωλιγωρήκει, δέον τόν γε Ἰσαάκιον πάσης ἀξιῶσαι
εὐφημίας τε καὶ τιμῆς, ὁ δὲ κἀκείνῳ ἀπείπατο τὴν εὐμένειαν.
7.4 Περὶ τῆς τοῦ Κομνηνοῦ ἀποστασίας. Αὕτη πρώτη πληγὴ τοῖς στρατιώταις
ἐγένετο καὶ ἀφορμὴ τῆς κατ' ἐκείνου ἐπιβουλῆς, τοῦτο τὸ δρᾶμα τὰς ἐκείνων γνώμας
διέσεισε, καὶ καινοτέρων αὐτοῖς βουλευ μάτων ἀρχὰς εἰσεποίησεν. Οὐκ ἔτι μὲν οὖν
εὐθὺς ἐν τῷ περὶ τῆς βασιλείας γεγόνασι σκέμματι, ἀλλὰ καὶ δευτέραν πεῖραν
πεποίηνται, εἴ πως εὐνοϊκωτέρου τοῦ αὐτοκράτορος τύχοιεν· ὁ δὲ ἄμας ἐκείνων
ἐπιζητούντων, σκάφας ἐδίδου, εἰ δ' ἀντιπίπτοιεν, οὐδ' ἐκείνας παρεῖχεν, ἀλλ' ἀπωθεῖτο
καὶ ἀπεκρούετο. Ὥρμησαν μὲν οὖν εὐθὺς ξύμπαντες μικροῦ δεῖν ἐπιβαλεῖν ἐκείνῳ τὼ
χεῖρε καὶ καθελεῖν τῆς ἀρχῆς, ἐπέσχε δὲ τούτους ὁ Ἰσαάκιος, βουλῆς δεῖσθαι τὸ πρᾶγμα
συνετωτέρας εἰπών· εἶτα δὴ στήσαντες τὴν ἐπι βουλὴν, ἐζήτουν τὸν ἄρξοντα τῶν
δυνάμεων καὶ τοῖς ὅλοις ἀρκέσοντα.
7.5 Ὁ μὲν οὖν Ἰσαάκιος πᾶσι παρεχώρει τοῦ σχήματος, ἕκαστον λέγων ἀρκεῖν
πρὸς τὸ κράτος, οὗτοι δὲ ξύμπαντες ἐκείνῳ ἐδίδοσαν τὴν τιμήν· προεῖχε γὰρ ὡς ἀληθῶς
οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῷ τυραννικῷ εἴδει καὶ τῷ γενναίῳ τῆς γνώμης καὶ τῷ
σταθηρῷ τῆς ψυχῆς, αἰδέσιμος γάρ τις ἐδόκει καὶ μόνον ὁρώμενος· ἀλλ' ὁ μὲν χαρακτὴρ
ἐκείνου μικρόν τι τὸν λόγον ἀναμεινάτω. Ἐπεὶ δὲ ξυνέθεσαν πρὸς ἀλλήλους ὃ καὶ
βεβούληντο, βραχέα δὴ ἄττα τῷ βασιλεῖ καθωμιληκότες, ἐπ' οἴκου ξύμπαντες ἀνεχώρησαν· ἑῷοι δὲ ὄντες καὶ ὡς ἀληθῶς πρόσαυγοι, ἐκ βραχέων τῶν διαστημά των
ἀπ' ἀλλήλων διεστήκεισαν· διὰ ταῦτα ὀλίγας ἡμέρας ἐπιλιπόντες, εἶτα δὴ ἐς ταὐτὸ
συνδεδραμηκότες, τῆς ἐπι βουλῆς ἄρχουσιν. Οὐκ ἔφθασαν δὲ ταύτην ἑδράσαντες, καὶ
στρατόπεδον αὐτοῖς γενναῖον ξυνέστη, πλήθους αὐτοῖς γενναίων συρρεύσαντος καὶ
τὴν γνώμην κρατύναντος· ἐπειδὴ γὰρ ἠκηκόεισαν ξύμπαντες ὅτι στρατηγὸς γενναῖος
αὐτοῖς βεβασίλευκε καὶ ὅτι τὰ κράτιστα γένη εἰς αὑτὸν ἀνηρτή σατο, ὀνομαστί τε
τούτους ἠπίσταντο, οὐδὲ βραχύν τινα χρόνον διαλιπόντες εὐθὺς αὐτοῖς προσεχώρησαν,
ὥσπερ ἀγαθὸς δρομεὺς τὸν ἕτερον, προλαβεῖν ἐπειγόμενοι.
7.6 Ἐβούλοντο μὲν καὶ πρότερον τὸ στρατιωτικὸν ξύμπαν τὸ κράτος Ῥωμαίων
ὑποποιήσασθαι, καὶ ὑπήκοοι γενέσθαι στρατηγῷ αὐτοκράτορι, καὶ τὴν πολιτικὴν
καταλῦ σαι τῆς βασιλείας διαδοχὴν, ἐπεῖχον δὲ τὰ βουλεύματα, καὶ μόνον ἐνεκυμόνουν
τὸν ἔρωτα, ὅτι μηδεὶς αὐτοῖς εἰς ἀρχὴν ἀξιολογώτατος κατεφαίνετο· ἐπεὶ δὲ τὸν
Ἰσαάκιον τεθέανται, ὃν οὐδ' ὄναρ εἰς τὸ σχῆμα τοῦ κράτους ἰδεῖν προσεδόκησαν, διὰ τὸ
περὶ τὰς τοιαύτας ἐπιχειρήσεις ἀκριβὲς, κορυφαῖον γεγενημένον τοῦ τυραννικοῦ
σκέμματος, καὶ τὰ μετὰ ταῦτα χειροτονοῦντα βουλεύματα, αὐτίκα οὐδέν τι
γνωσιμαχήσαντες τῷ ἀνδρὶ προσερρύησαν, ἀνδρικώτερον ἐπισκευάσαντες ἑαυτοὺς καὶ
τὰ πρὸς τὸν πόλεμον ἐξαρτύσαντες.
7.7 Ὁ δὲ, εἰ καὶ τότε πρῶτον ἦρξε τοῦ τοιοῦδε σκέμ ματος, συνετώτερον ἢ
τολμηρότερον τὸ πρᾶγμα μεταχει ρίζεται· καὶ ἐπειδὴ τοῦτο πρὸ πάντων ᾔδει, ὅτι
χρημάτων πολλῶν δεῖ τῷ συντάγματι, πρῶτον μὲν πάσας τὰς εἰς τὴν Πόλιν ἀποφράττει
ὁδούς, φρουρὰν ἀποχρῶσαν καταλιμπάνων ἑκάστῃ, καὶ μηδενὶ διδοὺς ἐξιέναι τε καὶ
εἰσιέναι, εἰ μὴ ἐκεῖνος γνοίη καὶ τὴν ἐφ' ἑκάτερα συγχωρήσῃ πορείαν· ἔπειτα τοῦτο
πεποιηκὼς, τὰς δημοσίους εἰσπρά ττει συνεισφορὰς οὐ φύρδην, οὐ συγκεχυμένως, ἀλλ'
ἀρχεῖα τάξας καὶ ἀκριβεῖς ἐγκαταστήσας εἰσπράκτορας, καὶ ἀπογραφόμενος ἕκαστα, ἵν'
ἔχοι καὶ τελεώτερον βασιλεύσας ἀκριβεῖς τοὺς τῶν εἰσπράξεων λογισμούς· οὕτω τοῦ
συνε τωτέρου μᾶλλον ἢ τοῦ τολμηροτέρου ἐγίγνετο. Καὶ ἄλλο δέ τις ἐκείνου
θαυμάσειεν, ὅτι πλήθους αὐτῷ πολλοῦ προσκε χωρηκότος φυλοκρινεῖ τὰς τάξεις, καὶ
τοὺς γενναιοτέρους ἀποκρίνας τῶν ἄλλων καὶ οἷς ᾔδει καὶ τόλμαν λελογισμένην καὶ
στάσιμον τὸ γενναῖον, ἐκείνους εἰς λόχους καὶ φάλαγ γας καθιστᾷ καὶ τούτοις πιστεύει
τὸν πόλεμον· ἦν δ' ἄρα καὶ τὸ ἀποκριθὲν ἀριθμοῦ κρεῖττον καὶ τὸ κριθὲν οὐδὲν ἐκείνων
καταδεέστερον.
7.8 Πρῶτα μὲν οὖν αὐτοῖς ἐγκελεύεται συνειλέχθαι καθ' ἑαυτοὺς καὶ μὴ
συγκεχύσθαι, μηδὲ συντεταράχθαι, ἀλλ' ὥσπερ εἰς τάξιν καὶ φάλαγγας καταστάντας
σιγῇ τε προϊέναι καὶ οὕτως κατασκηνοῦν· ἔπειτα τὸ στρατηγικὸν ἑκάστῳ σιτηρέσιον
τάξας καὶ τὴν εἰς πολεμικὴν ἔφοδον ἀποχρῶσαν παρασκευὴν, καὶ μειζόνων ἀξιοῖ
βαθμῶν, τοὺς μὲν μείζους ἀπονέμων τοῖς μείζοσι, τοὺς ἐλάττους δὲ τοῖς ἐλάττοσι. Ἐπὶ
τούτοις συγγενικῷ αἵματι τὸ σῶμα πιστεύ σας καὶ κύκλον τινὰ περιελίξας αὐτῷ, ἀδεῶς
τε προῄει καὶ αὖθις ηὐλίζετο· τὰς μὲν οὖν νύκτας ἀγρύπνους εἰς τὰς τυραννικὰς
φροντίδας ἀνήλισκεν, ἡμέρας δὲ λαμπρότερός τε τοῖς πράγμασιν εἴδετο, καὶ ὡς ἐπὶ
προκειμένῳ προῄει τῷ πράγματι· ἐπεὶ δὲ πολλὰ εἴωθε προσπίπτειν τοῖς στρα τοπέδοις,
καὶ οἵ γε πλεῖστοι τολμηρότεροι μᾶλλον πεφύ κασιν ἢ συνετώτεροι, οὐδενὶ μὲν τὸ ξίφος
ἐπανετείνατο, οὐδ' εὐθὺς ἐπὶ τοὺς ἡμαρτηκότας κεχωρήκει, κατέπληττε δὲ ἅπαξ ἰδὼν,
καὶ ἡ ὀφρὺς αὐτῷ συναχθεῖσα ἀντὶ πάσης ἤρκει πληγῆς.
7.9 Ὁ μὲν οὖν οὕτως καὶ συνταξάμενος ἀκριβῶς ἐγγὺς ἤδη τῆς Πόλεως ἐγεγόνει·
ὁ δὲ τοῦ Βυζαντίου τὴν ἀρχὴν ἤδη μόνην ἔχων καὶ οἱ προκατεσχηκότες ἐκεῖνον, ὥσπερ μηδενὸς
καινοῦ γεγονότος, οὔτε τοῖς τολμηθεῖσιν ἀντεβουλεύσαντο, οὔτε τὰς λειπομένας τάξεις ἐπὶ τὰς ἐκείνων συντάξεις ἐκίνουν, οὔτ' ἄλλο τῶν πάντων ἐποίουν δι' ὅτου ἂν τὸ τυραννικὸν σύνταγμα διαλύσαιεν· ὡς δ' ἔνιοι τῶν προσκειμένων ἐκείνῳ νύττοντες διώρυξαν τὴν πλευρὰν, ὡς δεῖ καὶ συμβούλων αὐτῷ καὶ χρημάτων πολλῶν, καὶ στρα τιωτικῆς τάξεως, ἄλλους τε πλείστους μετακαλεῖται τῶν γενναίων μὲν τὰς γνώμας, τηνικαῦτα δὲ κατολιγωρηθέντων· καὶ δῆτα κἀμὲ εἰσποιεῖται καὶ ὅτι με ἔχοι πάλαι ἐγκόλπιον, ὡς ἄτοπόν τι πεποιηκὼς, σχηματίζεται.
7.10 Περὶ τῶν εἰς τὸν βασιλέα συμβουλιῶν διὰ τὴν ἀποστασίαν. Ἀλλ' ἐγὼ μηδὲν
ἐκείνῳ μνησικακήσας, τρία ταῦτα ποιῆσαι εὐθὺς ἐβουλευσάμην αὐτῷ· ἐπεὶ γὰρ
ἐγνώκειν ὅτι ἐκ διαφόρου γνώμης τῷ μεγάλῳ ἀντικαθεστήκοι ἀρχιερεῖ καὶ δυσόργως
εἶχεν ἐκεῖνος αὐτῷ, γνώμην αὐτῷ πρώτην ταύτην εἰσήνεγκα, πᾶσαν αὐτῷ διαφορὰν
διαλύσασθαι, καὶ εἰς ταὐτὸ ἐκείνῳ συνελθεῖν καὶ σκέμμα καὶ φρόνημα, ἐν τοῖς τοιούτοις
μάλιστα δυναμένῳ καιροῖς καὶ συνεπιθησο μένῳ τοῖς τυραννεύσασιν, εἰ μὴ προλάβοι
τοῦτον εἰς ἀκρι βεστάτην οἰκείωσιν· ἔπειτα πρεσβείαν πρὸς τὸν τετυραν νευκότα
στέλλειν διαλῦσαι τὸ σύνταγμα, ἐπαγγείλασθαί τε αὐτῷ ὁπόσα μὴ ἐπισφαλὲς δοῦναι, τὰ
δὲ καὶ προτείνασθαι, μηχανήσασθαί τε ἐπὶ τὸ ἐκείνου στρατόπεδον καὶ ἐπιχει ρῆσαι
διαλῦσαι τὴν φάλαγγα· τρίτην ἐπὶ τούτοις γνώμην προστέθεικα τὴν κορυφαιοτάτην καὶ
κρείττονα, τὰς ἐν ἑσπέρᾳ τάξεις συναγαγεῖν, καὶ τὰς καταλειπομένας συγκρο τεῖν
δυνάμεις, συμμαχίας τε παρὰ τῶν γειτονούντων βαρβά ρων ἐπικαλέσασθαι, καὶ τὰς παρ'
ἡμῖν ξενικὰς δυνάμεις κρατῦναι, γενναῖόν τε τούτοις στρατηγὸν ἐπιστῆσαι καὶ λόχους
ἀρκοῦντας ποιήσασθαι, καὶ πανταχόθεν τῷ συγκινηθέντι καθ' ἡμῶν πλήθει
ἀντικαθίστασθαι. ∆έχεται μὲν οὖν τὰς γνώμας ὁ βασιλεύς.
7.11 Περὶ τῆς τοῦ στρατοῦ ἀποστολῆς πρὸς τὸν Ἰσαάκιον. Εἶτα δὴ πρὸς μὲν τὴν
πρώτην ἀνείργεται, ἥτις δὴ αὐτῷ καὶ κατολιγωρηθεῖσα εἰς καταστροφὴν ἤρκεσε, πρὸς
δέ γε τὴν δευτέραν καὶ τρίτην παρασκευάζεται· ἀλλὰ παρὰ μὲν τὴν δευτέραν τὸ
διηνυσμένον οὐδέν· αἱ δ' ἐκ τῆς ἑσπέ ρας αὐτῷ δυνάμεις ἐξαρτυθεῖσαι πολεμικώτατα
καὶ συμμα χίδας ἑτέρας κτησάμεναι, εἴς τε λόχους διαιρεθεῖσαι καὶ συναιρεθεῖσαι εἰς
φάλαγγας, ἐμπαρασκεύως ὁμοῦ καὶ γεν ναίως τοῖς ἑῴοις ἀντικατέστησαν τάγμασιν. Οὐκ
ἐκ διαστή ματος δὲ πολλοῦ ἑκάτεροι τοὺς χάρακας ἱδρυσάμενοι καὶ βραχύ τι τὸ μεταξὺ
πεδίον πεποιημένοι, οὐδέτεροι ἐπ' ἀλλή λους ἐξῄεσαν, ἀλλ' ἦν αὐτοῖς κενὸν τὸ
μεταίχμιον· ἀλλὰ πλήθει μὲν οἱ βασιλικοὶ τὸ πλέον ἐδείκνυσαν ἔχοντες, δυνά μει δὲ καὶ
τάξει οἱ τῆς ἑτέρας προεῖχον μερίδος, καὶ τό γε μεῖζον καὶ θαυμασιώτερον, ἐκείνοις μὲν
ἡ σύνταξις ἀρρα γὴς καὶ ἡ πρὸς τὸν κρατοῦντα πίστις βεβαία καὶ ἀσφαλὴς, τὸ δ'
ἡμέτερον στρατόπεδον ἐκενοῦτο καὶ διερρήγνυτο, αὐτομολούντων ὁσημέραι πολλῶν
ἐπὶ τὴν τυραννικὴν σύν ταξιν, ὅ τε τῶν δυνάμεων προηγούμενος, τοὔνομα δὲ οὐδὲν
δέομαι λέγειν, ἀμφιρρεπὴς ἦν, ὡς δ' ἐγῷμαι μονομερής.
7.12 Ὅθεν ἐξ ἀμφοτέρων κατηγωνίσμεθα, καὶ πρὶν ἢ πολεμητέα ἐδόκει, ταῖς τῶν
στρατηγούντων γνώμαις ἡττώ μεθα· ἀλλ' οἵ γε λόχοι καὶ τὸ ἡμεδαπὸν πλῆθος ὁπόσον
ἐλέλειπτο, οὔπω τὴν στρατηγικὴν γνόντες ἀμφιβολίαν, ἐπειδή περ ἀντικατέστησαν
ἄνδρες ἀρήϊοι καὶ θυμοῦ, κατὰ τὴν ποίησιν, πνείοντες, ὅπλοις τε τοῖς καλλίστοις
διεσκευ ασμένοι, καὶ πᾶν εἴ τι ὅπλον γενναῖον τὸ μὲν διεζωσμένοι, τὸ δὲ ἐν χεροῖν
ἔχοντες, τὸ ἐνυάλιον ἀλαλάξαντες ἐπὶ τοὺς ἐναντίους τοὺς χαλινοὺς τοῖς ἵπποις
ἐνδόντες ἀσχέτῳ ῥύμῃ προσκεχωρήκασι, καὶ τό γε ἀριστερὸν ἐκείνοις κέρας οἱ τὸ καθ'
ἡμᾶς δεξιὸν ἔχοντες ἀναστρέψαντες ἐπὶ πολὺ κατεδίωξαν.
7.13 Ἐπεὶ δὲ τὸ δεξιὸν αὐτὸ ἐμεμαθήκεσαν, μὴ ὑπο μεῖναν τὴν τῶν πολεμίων
βοήν τε καὶ ἔφοδον, ἀλλ' εὐθὺς ὑποκεχωρηκὸς καὶ διασπαρὲν, δείσαντες μὴ οἱ
νενικηκότες ἐπ' ἐκείνους γένοιντο, καὶ τούς γε φυγάδας ῥώσαντες ὅλαις αὐτοῖς
ἐπισταῖεν δυνάμεσιν, οὐδὲν ἧττον κἀκεῖνοι ἐτράπη σαν εἰς φυγὴν, καὶ γίνεται καθαρῶς
μετὰ τῶν πολεμίων ἡ νίκη, καὶ ὁ τυραννεύσας πεπηγὼς ἐν μέσοις εἱστήκει κρείτ των
καὶ τῶν διωκόντων καὶ τῶν φευγόντων· τοῦτον γοῦν ἔνιοι τοῦ καθ' ἡμᾶς στρατοπέδου
ἑωρακότες, ἦσαν δὲ τῶν περὶ τὸν Ταῦρον Σκυθῶν τῶν τεττάρων οὐ πλείους, τὰ δόρατα
κατευθύναντες ἐπ' αὐτὸν ἐξ ἑκατέρας πλευρᾶς ὤσαντο, καὶ τόν γε σίδηρον τοῖς ἐκείνου
ὅπλοις ἐφηρμο κότες διαμαρτάνουσι μὲν αὐτῷ τοῦ σώματος, ἀλλ' οὔτε δὲ ἐπὶ θάτερον
παρατρέπουσι μέρος, ἀλλ' ἀντωθήσαντές τε τὸν ἄνδρα ἐς ἶσον αὖθις ἀντικατέστησαν,
ἰσοβαρῆ πεποιηκότες καὶ ἐπὶ τοῦ κέντρου τηρήσαντες· τοῦτο δὴ ἐκεῖνος οἰωνὸν λαβὼν
αἴσιον, ὡς εἴη ἀκίνητος βαλλόμενος ἑκατέρωθεν, ταῖς δυνάμεσιν εὐθὺς ἐγκελεύει
ἐρρωμενέστερον τοῖς τῶν ἐναντίων ἐμπίπτειν σώμασι, καὶ θαρρεῖν τὸν ἀγῶνα, καὶ τὰ
μὲν τρέπειν τοὺς ἐναντίους, τὰ δὲ διώκειν ἄχρι πολλοῦ.
7.14 Τούτων γοῦν οὕτω διαπεπολεμημένων, ἀγγελίαι δεινότεραί τε καὶ
φοβερώτεραι τὰς ἡμετέρας διέσεισαν ἀκοὰς, καὶ τὸν βασιλέα διαταράξασαι
ἀπεγνωκέναι πάσας ἐλπίδας πεπείκασιν· οὐ γὰρ ἦν ἐξ ὑπογύου οὕτω νενικημέ νον τὸ
ἑσπέριον ἀνακαλέσασθαι στράτευμα, ἑτέρους δὲ οὐκ εἶχεν ἀκμῆτας καὶ νεολέκτους
παρασκευάσασθαι, ὅ τε τῶν δυνάμεων ἄρχων ὁ ἐκτομίας Θεόδωρος, ὃν ἡ βασιλὶς
Θεοδώρα πρόεδρον μὲν πρότερον ἐπεποιήκει, εἶτα δὴ τὰ τῆς ἑῴας ἐγκεχειρίκει
στρατόπεδα, παντάπασιν αὐτῷ ἀπει ρήκει τὴν στρατηγίαν, οὐ τῷ μὴ θαρρεῖν μᾶλλον
τοὺς δευτέ ρους ἀγῶνας ἢ τῷ διεστράφθαι τὴν γνώμην καὶ κρυφίως πρὸς τὸν Κομνηνὸν
σπείσασθαι.
7.15 Περὶ τῆς τῶν πρέσβεων ἀποστολῆς πρὸς τὸν Κομνηνόν. ∆ιαλιπὼν γοῦν ὁ
βασιλεὺς ἡμέρας τινὰς, εἶτα δή με πρὸς τὸν Κομνηνὸν σπείσασθαι ἀξιοῖ,
διαπρεσβεύσασθαί οἱ ἀπορρήτους γνώμας πρὸς τὸν πολέμιον, καὶ δι' εὐγλωττίας καὶ
σοφιστικῆς δυνάμεως καταμαλθάξαι τὴν ἐκείνου ψυχὴν πρὸς αὐτὸν μεταθήσεσθαι· ἐμοὶ
δὲ τήν γε πρώτην ἀκούσαντι, ὥσπερ ἀτεχνῶς καταβροντηθέντι τὴν ἀκοὴν, ἀπηγόρευτο
ἡ ἀξίωσις, καὶ· «Οὐκ ἂν ἑκὼν εἶναι, ἔφην, ὑπηρετήσωμαί σοι τοιούτῳ προστάγματι,
πολύν τε τὸν κίνδυ νον ἔχοντι καὶ τὸ τέλος οὐκ ἀμφίβολον, ἀλλὰ πάντη μονο μερές·
δῆλον γὰρ ὡς οὐ πείσεται, ἄρτι νενικηκὼς καὶ ἐπηρμένος τῷ κατορθώματι, τὸ κράτος
ἀφεῖναι καὶ ἄλλο τι τῶν ἐλαττόνων μεταβουλεύσασθαι».
7.16 Ὁ δ' εὐθὺς ἐπισείσας τὴν κεφαλὴν καὶ πάσης καταγνοὺς φιλίας καὶ
οἰκειώσεως· «Σὺ δὲ ἄρα, ἔφησεν, ὅπως μὲν πιθανῶς ἐρεῖς διεσπούδακας, ὅπως δὲ ἂν
ἀμύναιο ἀτυχοῦσι φίλοις, καὶ σὺν Θεῷ φάναι δεσπόταις, οὐ συννε νόηκας; ἐγὼ δέ σοι
οὐδὲ πρὸς βραχύ τι μετὰ τὸ κράτος παραπεποίημαι, ἀλλὰ μετὰ τοῦ συνήθους ὁμιλῶ
σχήματος, κατασπάζομαί τε καὶ συναγκαλίζομαι, ὥσπερ εἴωθα, καί σου τοῦ τῶν
χειλέων, ὥσπερ δέον ἐστὶν, ὁσημέραι ἀπογεύο μαι μέλιτος, ᾤμην δὲ τῶν ἴσων
ἀνταξιοῦσθαι· σὺ δέ μοι οὐδὲ τοσοῦτον δίδως ὁπόσον ἐπιεικὴς ἄνθρωπος ἐχθρῷ
παρέσχετο κινδυνεύοντι· κἀγὼ μὲν τὸν πεπρωμένον οἶμον πορεύσομαι, σοὶ δὲ ἄρα τις
ἔσται ἐπεγκαλῶν καὶ προσονειδίζων ὅτι τὴν πρὸς δεσπότην καὶ φίλον φιλίαν διέψευσαι».
7.17 Τούτων ἀκούσας τῶν λόγων μικροῦ δεῖν αὖος καὶ ἀπόπληκτος γέγονα, καὶ
οὐκ εἶχον ὅπως τὴν πρώτην δια φυλάξωμαι ἔνστασιν· ἀθρόον οὖν μεταπλασθείς· «Ἀλλ'
ὦ βασιλεῦ, ἔφησα, οὐ τὴν ὑπηρεσίαν διαδιδράσκων, ἀναβάλ λομαι τὸ ἐπίταγμα, ἀλλὰ τὸ
πρᾶγμα διευλαβούμενος καὶ τοὺς τῶν πολλῶν ὑποπτεύων φθόνους τὴν πρόσταξιν ὑπερ
τίθεμαι.
–Καὶ τί ποτε, φησὶ, τοῦτο, ὃ δι' εὐλαβείας αὐτὸς ἔχων οὐ πάνυ τῇ πρεσβείᾳ
θαρρεῖς;
–Κεκρατηκὼς, ἔφησα, ὁ ἀνὴρ πρὸς ὅν με κελεύεις διαπορθμεύσασθαι, καὶ τεθαρ
ρηκὼς πρὸς τὰς μελλούσας ἐλπίδας· οὐκ οἴομαι οὖν τοῦτον εὐμενῶς με προσήσεσθαι,
οὐδὲ πρὸς τοὺς ἐμοὺς λόγους μετακληθήσεσθαι· σοβαρώτερον οὖν ἴσως ὁμιλήσει, καὶ
ἀτιμάσει μου τὴν πρεσβείαν καὶ ἄπρακτον ἀποπέμψεται· οἱ δέ γε πολλοὶ διαβαλοῦσί με,
ὡς αὐτὸς τὴν πρὸς σὲ πίστιν προδοὺς, ἐκεῖνον ἐπῆρα ταῖς κρείττοσι τῶν προσδοκιῶν,
μήτε τινὰ λόγον ἐκ βασιλέως ἥκοντα, μήτε πρεσβείαν προσ ίεσθαι, ὡς αὐτίκα τοῦ
κράτους ἐπιληψόμενον. Ἀλλ' ἤν με βούλῃ, ἔφησα, ὑπηρετηκέναι σου τῷ προστάγματι,
καὶ ἕτερόν μοί τινα τῶν ἐκ τῆς πρώτης βουλῆς συμπρόπεμψον, ὅπως ἂν καὶ παρ'
ἀμφοτέρων καὶ πρὸς ἀμφοτέρους ὅ τε ἡμέτερος λόγος καὶ ὁ ἐκείνου ἀμοιβαδὸν ἐπὶ
δημοσίας γένηται ἀκοῆς».
7.18 Ἐπῄνεσε τὸν λόγον ὁ βασιλεὺς, καὶ· «Ἑλοῦ, φησὶν, ὃν ἂν βούλῃ τῶν τῆς
ἄνω βουλῆς.» Κἀγὼ αἱροῦμαι τὸν κάλλιστόν τε καὶ συνετώτατον, καὶ ὃν μάλιστα ᾔδειν
τὴν σὺν ἐμοὶ θαρρήσοντα ἔξοδον· ὡς γοῦν κἀκεῖνος εὐθὺς ἀκούσας προσήκατο καὶ τὴν
πρεσβείαν καὶ τὴν κοινωνίαν, κοινῇ συνεληλυθότες καὶ ἀλλήλοις ἀντιδόντες τὰς
γνώμας, ἕτερον αὖθις αἱρούμεθα τῆς πρεσβείας ἡμῖν συμμεθέξοντα, τὰ πρῶτα
Ῥωμαίων, κορυφαῖον τῆς συγκλήτου βουλῆς, ᾧ ἀνθάμιλλα ὅ τε νοῦς τῇ γλώττῃ καὶ ἡ
γλῶττα τῷ νῷ, ὃς δὴ τὰ πρῶτα τὸν αὐτοκράτορα Μονομάχον λεοντοκομήσας, ὕστερον
καὶ τὴν πατριαρχικὴν λειτουργίαν ἐκόσμησε, καὶ θῦμα τῷ Λόγῳ γεγονὼς, αὖθις ἐκεῖνον
τῷ Πατρὶ ἱερούργησεν.
7.19 Ὡς γοῦν καὶ οὗτος φιλορώμαιός τις ὡς ἀληθῶς ὢν τὸν λόγον οὐχ
ὑπερέθετο, ἀλλὰ μέρος τὸ κάλλιστον ἡμῶν γίνεται, ἐπιστολὰς πρὸς ἐκεῖνον ἐκ βασιλέως
δεξά μενοι, μᾶλλον δὲ ἡμεῖς ταύτας διασκεψάμενοι καὶ ὅσον εἰκὸς οἰκονομήσαντες, ἵν'
ὁμοῦ καὶ στεφανηφοροίη τῷ τοῦ καίσαρος σχήματι καὶ τῷ βασιλεῖ ὑποτάττοιτο, τὴν
πρὸς ἐκεῖνον τεθαρρήκαμεν ἔξοδον, καὶ τὸν πρῶτον ἐκ Πόλεως διεληλυθότες σταθμὸν,
γνωρίζομεν ἐκείνῳ τὴν ἡμετέραν ἄφιξιν, καὶ διαβεβαιούμεθα ὡς οὐκ ἂν ἄλλως εἰς
ὁμιλίαν ἐκείνῳ γενοίμεθα, εἰ μὴ πρότερον ὅρκους ἡμῖν ἀπορρήτους δοίη, ὡς οὔτε
κατάσχοι τὴν πρεσβείαν τελέσαντας, οὔτ' ἄλλο τι δεινὸν ἐπενέγκοι, ἀλλὰ τὰ εἰκότα
τιμήσας συγχωρήσειε τὴν ἐπάνοδον.
7.20 Ὡς δὲ ἐκεῖνος πάντα ἐδεδώκει καὶ πλείονα τῶν ἐζητημένων προσέθετο, ταῖς
τριήρεσιν εὐθὺς ἀναπλεύσαν τες ἀγχίθυροι ἐγενόμεθα οὗ δὴ ἐκεῖνος ἐναυλισάμενος
ἔτυχεν· ἀσπασμοὶ γοῦν εὐθὺς, πρὶν ἐκείνῳ εἰς ὁμιλίαν ἐλθεῖν, καὶ φιλοφροσύναι ἡμᾶς
ὑποδέχονται, ἄλλων ἐπ' ἄλλοις ἀφικνουμένων τῶν πρώτων τῆς στρατιᾶς καὶ τοῖς
ἡδίστοις ἀνακαλούντων ὀνόμασι, κατασπαζομένων τε κεφα λὴν καὶ χεῖρας ἡμῶν καὶ
δάκρυα σπενδόντων, ὅτι ἐμφυλίου αἵματος καὶ συγγενικοῦ ἅγους κατακορεῖς γεγονότες
ἀνα δεσμοῦνται ταινίαις τὰς κεφαλάς· εἶτα δὴ ἐν μέσοις λαβόν τες ἡμᾶς πρὸς τὴν
αὔλειον τοῦ κρατοῦντος ἀπήγαγον, οὕτω γὰρ ἔτυχεν ἐσκηνωμένος εἰς ὕπαιθρον· ἔνθα
δὴ τῶν ἵππων αὐτοὶ καταβάντες καὶ ἡμᾶς ἀποβιβάσαντες αὐτοῦ περιμένειν
παρεκελεύσαντο, εἶτα δὴ μόνοις ἡμῖν ἐδόθη ἡ εἴσοδος· ἔδυ γὰρ ἤδη ὁ ἥλιος καὶ οὐκ ἦν
ἐκείνῳ βουλομένῳ πολλοὺς ἐπὶ τῆς βασιλείου συλλεγῆναι σκηνῆς.
7.21 Ἀσπάζεται γοῦν εἰσιόντας ἡμᾶς, ἐκάθητο δὲ ἐπὶ θώκου τινὸς ὑψηλοῦ,
βραχείας τινὸς περὶ αὐτὸν οὔσης δορυφορίας· ἐσκεύαστο δὲ οὐ τοσοῦτον
βασιλικώτερον, ὅσον στρατηγικώτερον· ὑπεξανέστη γοῦν ἡμῖν βραχύ τι, εἶτα δὴ καθίσαι
προτρέψας, ἠρώτησε μὲν οὐδὲν περὶ ὧν ἀφικόμεθα, βραχεὶς δέ τινας κινήσας λόγους
ὁπόσοι αὐτῷ τὴν στρατιὰν ἀναγκαίαν ἐδείκνυσαν, εἶτα δὴ καὶ κρατῆρος κοινωνήσας
ἡμῖν, ἀφῆκεν ἐπὶ τὰς σκηνὰς, αἳ δ' ἔγγιστα τῆς ἐκείνου ἐφεξῆς ἐπεπήγεσαν.
Ἐθαυμάζομεν οὖν ἀπιόντες τὸν ἄνδρα, ὅτι μὴ εὐθὺς μακροὺς προὔτεινε λόγους, μηδέ τι
πλέον παρ' ἡμῶν μαθεῖν ἠβουλήθη ἢ ὅσον τὰ περὶ τὴν πορείαν καὶ εἰ εὐκυμάντῳ τῷ
πλῷ ἐχρησάμεθα· ἔπειτα διαι ρεθέντες ἀπ' ἀλλήλων ἐντὸς τῶν σκηνῶν ἐγεγόνειμεν·
βραχύ τε ἀφυπνώσαντες κατὰ τὸ περίορθρον αὖθις συνῄει μεν, καὶ ὅπως ἂν ἐκείνῳ
διαλεξώμεθα λόγους ἀλλήλοις ἐδίδομεν· ᾠόμεθα γὰρ μὴ ἑνὶ δοῦναι τὴν πρὸς αὐτὸν
διάλε ξιν, ἀλλ' ὁμοῦ πάντων πυνθάνεσθαι καὶ οὕτω λαμβάνειν τὰς ἀποκρίσεις.
7.22 Οὕτω δὲ ἡμῖν ὁμιλοῦσιν ἡμέρα τε παρανέτειλεν καὶ ὁ ἥλιος προκεκυφὼς
τοῦ ὁρίζοντος λαμπρῷ τῷ κύκλῳ μετεώριστο· οὔπω δὲ πλεῖστον μέρος ὑπεραναβεβήκει,
καὶ οἱ τῆς βουλῆς πρῶτοι παρῆσαν εἰσκαλοῦντες ἡμᾶς καὶ οἱονεὶ δορυφοροῦντες καὶ
πρὸς τὸν κρατοῦντα ἀπάγοντες· μείζονι οὖν σκηνῇ ἐντυγχάνομεν ὁπόση καὶ
στρατοπέδῳ καὶ ξενικαῖς ἀρκέσειεν ἂν δυνάμεσιν· περιεστήκεσαν δὲ ταύτην ἔξω πολύ τι
πλῆθος, οὐκ ἀργοὶ καὶ συγκεχυμένως ἑστηκό τες, ἀλλ' οἱ μὲν ξίφη περιεζώννυντο, οἱ δ'
ἀπὸ τῶν ὤμων ῥομφαίας βαρυσιδήρους ἐπέσειον, καὶ ἄλλοι δὲ δόρατα ἠγκα λίζοντο,
ἐφεξῆς ἑστηκότες καὶ κατὰ κύκλους, καὶ βραχύ τι ἀπ' ἀλλήλων διεστηκότες, φωνὴ δέ
τις παρ' οὐδενὶ ἐξ ηκούετο, ἀλλ' ἐν φόβῳ ἑστήκεσαν ἅπαντες τὼ πόδε συμβεβη κότες
καὶ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες· ὁ δ' ἄρα ἐτύγχανεν
τῶν σωματοφυλάκων τὰ πρῶτα, ἀνὴρ σὺν τῷ γενναίῳ ἀγχίστροφος καὶ δραστήριος,
εἰπεῖν τε κρείττων καὶ σιωπῆσαι ἀμείνων καὶ ἐνθυμηθῆναι βελτίων, ὁ δοὺξ Ἰωάννης, ὃς
δὴ πόρρωθεν καὶ ἐκ προγόνων τὸ γενναῖον καὶ σταθηρὸν ἐκεκλήρωτο.
7.23 Οὗτος τῇ εἰσόδῳ καὶ ἡμῖν προσεγγίσασι στῆναι κελεύσας, ἐντός τε τῆς τοῦ
βασιλέως σκηνῆς ἐγεγόνει, καὶ μικρὸν ἀναμείνας χρόνον, ἔξεισί τε, καὶ μηδὲν πρὸς ἡμᾶς
εἰρηκὼς, ἀθρόον τὴν πύλην ἀναπετάννυσιν ἵν' εὐθὺς κατα πλήξῃ τῷ ἀπροσδοκήτῳ τῆς
θέας. Ἦν γὰρ δὴ πάντα τυραν νικὰ τῷ ὄντι καὶ φρίκης μεστά· τὰ μὲν οὖν πρῶτα
ατάκρο τοι τὰ ὦτα τοῖς τοῦ πλήθους ἀλαλαγμοῖς ἐγεγόνειμεν, αἱ δὲ φωναὶ οὐχ ὁμοῦ
ξύμπασαι, ἀλλ' ἡ πρώτη τάξις πληροῦσα τὴν εὐφημίαν τῇ ἐφεξῆς ἐδίδου τὸ σύνθημα,
κἀκείνη τῇ μετ' ἐκείνην, καὶ ἦν τοῦτο καινὸν ἀσύμφωνον· εἶτα δὴ ἐπειδὴ ὁ τελευταῖος
κύκλος ἠλάλαξεν, αὖθις ὁμοῦ ξύμπαν τες συμπεφωνηκότες μικροῦ δεῖν ἡμᾶς
κατεβρόντησαν.
7.24 Ὡς γοῦν ἐπαύσαντό ποτε, σχολὴν ἡμῖν ἔδοσαν τὰ ἐντὸς τῆς σκηνῆς
θεάσασθαι, οὐδὲ γὰρ εὐθὺς ἀναπετα σθείσης τῆς πύλης εἰσεληλύθειμεν, ἀλλ'
εἱστήκειμεν πόρρω θεν τὸ τῆς εἰσόδου σύνθημα ἀναμένοντες. Ἦν δ' οὖν τὰ ἐν αὐτῇ
τοιάδε· αὐτὸς μὲν ὁ βασιλεὺς ἐπ' ἀμφικεφάλου καθῆστο θρόνου, μετέωρος δὲ ἦν, καὶ
χρυσὸς τοῦτον ὑπ ήλειφε, σκίμπους τε ὑπέκειτο τοῖς ποσὶ, καὶ τὸ σῶμα ἐσθὴς λαμπρὰ
καθωράϊζεν· ὑπερανεστήκει τε τὴν κεφαλὴν καὶ τὸ στέρνον προβέβλητο, τήν τε παρειὰν
ὁ ἀγὼν κατεφοίνισσε, καὶ τὰ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμη μάτων
τὴν καρδίαν δεικνύοντα, αὖθις ἀνέφερον, ὥσπερ ἐκ βυθοῦ εἰς γαλήνην
προσορμιζόμενα· κύκλοι δὲ περὶ αὐτὸν πλεῖστοι περιειστήκεσαν, ἀλλ' ὁ μὲν ἀγχοῦ καὶ
βραχύτερος τοῖς πρώτοις περιειλίττετο· ἄνδρες οὗτοι τῶν τε καλλίστων γενῶν τὰ
πρῶτα καὶ τῆς ἡρωϊκῆς οὐδὲν ἀπεοικότες μεγα λειότητος, εἱστήκεσαν δὲ ὑποδείγματα
τοῖς μετ' ἐκείνους, τῆς κρείττονος γενόμενοι τάξεως· τούτους δὲ χορὸς περι εκύκλου
ἕτερος, ὑπασπισταὶ τούτων καὶ πρωταγωνισταὶ, ἔνιοι δὲ καὶ τοὺς ἐφεξῆς ἀνεπλήρουν
λόχους, οἱ δὲ καὶ ἡμιλοχῖταί τινες ἦσαν τῶν πρώτων, καὶ πρὸς τῷ εὐωνύμῳ κέρατι
ἕστασαν· τούτους δὲ περιεστεφάνουν οἱ ἄζωνοι καὶ ἐλεύθεροι, μεθ' οὓς αἱ συμμαχικαὶ
δυνάμεις ὁπόσαι παρὰ τῶν ἐθνῶν αὐτοῖς παρεγένοντο, Ἰταλοί τε καὶ Ταυροσκύθαι,
φοβεροὶ καὶ τοῖς εἴδεσι καὶ τοῖς σχήμασιν, ἄμφω μὲν γλαυ κιῶντες, ἀλλ' οἱ μὲν τὸ
χρῶμα ὑπονοθεύοντες, καὶ κατακε νοῦντες τοὺς τῶν βλεφάρων ταρσοὺς, οἱ δὲ
φυλάττοντες γνήσιον, οἱ μὲν ἔμπληκτοι ταῖς ὁρμαῖς, εὐκίνητοί τε καὶ ὁρμητίαι, οἱ δὲ
μανικοὶ καὶ ἐπίχολοι, κἀκεῖνοι μὲν ἀν υπόστατοι τὴν πρώτην ἔφοδον ὁρμῆς, ταχὺ δὲ
τοῦ ὀξέος πιμπλάμενοι, οἱ δὲ ἧττον μὲν ἐφορμῶντες, ἀφειδεῖς δὲ τῶν αἱμάτων, καὶ τῶν
κρεϋλλίων καταφρονοῦντες. Οὗτοι γὰρ οὖν τὸν κύκλον τῆς ἀσπίδος ἐπλήρουν, ἐπιμήκη
τε δόρατα φέροντες καὶ ἀξίνας ἑτεροστόμους· ἀλλ' ἐκείνας μὲν τοῖς ὤμοις ὑπήρειδον,
τοὺς δὲ τῶν δοράτων ἑκατέρωθεν ἐπεκτείνοντες στύρακας, τὸ μεταίχμιον, ἵν' οὕτως
εἴπω, περιωρόφουν.
7.25 Καὶ οὗτοι μὲν οὕτως· ἡμῖν δὲ τῆς εἰσόδου τὸ σύνθημα ὁ βασιλεὺς ἐδεδώκει,
τῇ χειρὶ καλέσας καὶ βραχύ τι τὴν κεφαλὴν ἐπινεύσας ὅσον ἡμᾶς παρεγκλῖναι εἰς τὰ
εὐώνυμα· τὸ τοίνυν μέσον τοῦ τε πρώτου καὶ δευτέρου κύκλου διαβαδίσαντες, ἐπειδὴ
πλησιέστατα τοῦ βασιλεύον τος ἐγεγόνειμεν, περὶ ὧν φθάσας ἠρωτήκει αὖθις ἐπύθετο·
καὶ ἐπειδὴ ἱκανῶς εἶχε τῶν ἀποκρίσεων· «Ἀλλ' εἷς ἐξ ὑμῶν, γεγωνοτέρᾳ ἔφησε τῇ
φωνῇ, ἐπαναστρέψας καὶ ἐπὶ μέσον τουτωνὶ στὰς (δείξας τοὺς ἑκατέρωθεν ἑστηκότας),
τό τε γράμμα τοῦ ἀπεσταλκότος ὑμᾶς ἐγχειρισάτω μοι καὶ τοὺς λόγους εἰπάτω οὓς παρ'
ἐκείνου λαβόντες ἀφίκεσθε ὡς ἡμᾶς».
7.26 Ἕκαστος οὖν ἡμῶν ὑπεχώρει θατέρῳ τῆς δια λέξεως καὶ πρὸς ἀλλήλους
περὶ τούτου διεκρινόμεθα. Ἐπεὶ δέ με κατεβιάσαντο ἄμφω, ἐμοὶ τὴν παρρησίαν τῶν
λόγων εἰρηκότες ἁρμόζειν, ὅτι κατ' ἄμφω φιλοσοφοίην, ἐπαγγειλά μενοί τε
ἐπικουρήσειν εἴ πή μοι ὁ λόγος περιτραπείη, πηδήσασαν εὐθὺς τὴν καρδίαν καταστήσας
ἠρέμα, εἰς μέσους τε γίγνομαι, καὶ ἐμαυτὸν συστείλας, εἶτα δὴ τὸ γράμμα ἐπιδοὺς καὶ τὸ
σύνθημα τοῦ λέγειν λαβὼν, τῆς δια λέξεως ἄρχομαι. Εἰ μὲν οὖν μὴ ὁ τηνικαῦτα θόρυβος
ἐξ έπληξέ με διαλεγόμενον καὶ πολλάκις ἀπέκοψε τὴν φωνὴν, κἀντεῦθεν ἐπιλήσμονα
τῆς μακρᾶς ἐκείνης δημηγορίας ἐποιήσατο, τάχα ἂν αὐτὰς ἀπεμνημόνευσα τὰς φωνὰς,
συλλέγων τε καὶ συνείρων εἴ τι κατὰ περιόδους εἰρήκειν, ἢ πνεύμασιν ἀπεμήκυνα τὰ
νοήματα· ἔλαθον γὰρ αὐτοὺς ἰδιω τικῶς φθεγγόμενος ὁμοῦ καὶ σοφῶς· ζηλώσας γὰρ
ἐκεῖσε τὴν Λυσιακὴν τῶν ὀνομάτων κοινότητα, τὴν συνήθη λέξιν καὶ ἀφελῆ
τεχνικωτάτοις νοήμασιν κατεκόσμησα· ἐπιμνησθήσο μαι γοῦν τῶν κεφαλαίων τοῦ
διαλόγου ὁπόσον μὴ ἐπιλέλησμαι.
7.27 Ἐδείνωσα γοῦν εὐθὺς τὸ προοίμιον, οὐκ ἀσο φῶς εἰρηκὼς, ἀλλὰ τεχνικῶς·
οὐδὲν γὰρ αὐτοὺς τὴν πρώτην αἰτιασάμενος, ἀπὸ τοῦ καίσαρος ἠρξάμην, καὶ τῆς κοινῆς
εὐφημίας, καὶ χάριτας αὐτοῖς ἄλλας κατέλεξα καὶ τιμὰς μείζονας παρὰ τοῦ κρατοῦντος
κεχαρισμένας· οἱ μὲν οὖν περιεστηκότες ἡμᾶς ἡσύχασαν, καὶ τό τε προοίμιον εὐμε νῶς
ὑπεδέξαντο, τὸ δὲ κατόπιν πλῆθος ἐπεβόησαν ἅπαντες ὡς οὐ βούλοιντ' ἂν ἄλλως τὸν
προεστηκότα ἰδεῖν ἢ ἐν βασι λείῳ τῷ σχήματι· οὐ τοῦτο ἴσως οἱ πλείους βουλόμενοι,
ἀλλ' ἦσαν θῶπες αὐτῶν οἱ λόγοι καὶ μεθαρμοσθέντες πρὸς τὸν καιρόν· κατῄδησαν γοῦν
καὶ τὰς ἠρεμούσας μερίδας, καὶ συμφωνεῖν ἐκείνοις ἠνάγκασαν, ὁ <δὲ> βασιλεὺς δεδιὼς
ἴσως μὴ ἄλλο τι φανείη παρὰ τὸ πλῆθος βουλόμενος, τὰς αὐτὰς ἠφίει φωνάς.
7.28 Ἐγὼ δὲ μηδέν τι παρατραπεὶς, ἤδη γὰρ ἐμαυτὸν τοῖς σταθηροτέροις
λογισμοῖς ἥδρασα, καὶ ὁποῖος τὸ ἦθος μὴ ἀποδειλιῶν ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς, τὴν
φωνὴν ἐγκόψας ἡσυχάζων εἱστήκειν, ἀναμένων ὁπότε τὸ πλῆθος ἐφησυχάσειεν. Ἐπεὶ
δὲ πλεῖστα κεκραγότες ἠρέ μησαν, αὖθις τὰς αὐτὰς φωνὰς ἐπαναλαβὼν τοὺς ἀγωνιστι
κωτέρους τῶν λόγων ἠρέμα ἠρξάμην παραγυμνοῦν, οὔπω ἐκείνων καταμεμφόμενος·
κλίμακος γοῦν ἐμεμνήμην καὶ ἀναβάσεως, καὶ τὸν ὑπερβάθμιον πόδα κατῃτιώμην,
ἐπῄνουν τε τὸ κατὰ λόγον ἐπὶ τὴν βασίλειον ἀρχὴν προχωρεῖν, καὶ ὡς τοιοῦτον ἡ τάξις·
πρᾶξις, εἶτα δὴ θεωρία, καὶ ὁ πρακ τικὸς πρότερον, εἶθ' ὁ θεωρητικὸς, καὶ τῶν
βασιλευσάντων οἱ πλείους τε καὶ καλλίους ἐκ τῆς τοῦ καίσαρος τάξεως εἰς τὴν
βασιλείαν ἀνήχθησαν.
7.29 Ὡς δέ μοι ἔνιοι πρὸς τὸν λόγον ἀπήντησαν, ὡς ἰδιωτικὴ ἡ ἀνάβασις αὕτη,
οὗτος δὲ ἤδη βασιλεύειν εἰλήχει· «Ἀλλ' οὔπω βεβασίλευκε, ἀπεκρινάμην εὐθὺς, εἰ δὲ μὴ
πάνυ φορτικοὶ τὰς ἀντιθέσεις ἐστὲ, οὐδ' ἐπαινούμενον ὄνομα τῷ καθ' ὑμᾶς
προσήρμοσται σχήματι·» ἐδεδίειν γὰρ ὀνομαστὶ εἰρηκέναι τὴν τυραννίδα· εἶτα δὴ
ὑπολαβών· Ἀποβαλεῖς δὲ, εἰρήκειν, καὶ τὴν προσηγορίαν, καὶ βασι λεύσεις ἐπὶ κρείττονι
σχήματι». Ἐπεὶ δὲ καὶ τὴν ἐπαγγελ θεῖσαν υἱοθεσίαν παρὰ τοῦ κρατοῦντος ἐπήνεγκα·
«Ἀλλὰ πῶς, ἔφασαν, βασιλέως υἱὸς τοῦ κράτους ἀποστερήσεται;
– Ναὶ, φημὶ, οὕτω γάρ τε οἱ κρείττους τῶν βασιλέων καὶ περὶ τοὺς γνησίους τῶν παίδων πεπράχασι». Καὶ αὐτίκα ἐμε μνήμην Κωνσταντίνου τοῦ θείου καί τινων ἑτέρων αὐτοκρα τόρων καίσαρας
τὴν πρώτην τοὺς υἱοὺς τετιμηκότων, εἶτα δὴ εἰς τὴν βασίλειον ἀναγαγόντων περιωπὴν,
καὶ τὸν λόγον οὕτω συναγαγὼν ἐνθυμηματικώτερον ἐποιούμην τὴν σύγκρισιν·
«Κἀκεῖνοι μὲν τοὺς ἐκ τῶν σπλάγχνων οὕτως δι έθεσαν, οὗτος δὲ εἰσποίητος»· καὶ τὸ
ἐπώνυμον τῷ λόγῳ ἀφεὶς ἀπεκρέμασα τὴν περίοδον.
7.30 Οἱ δ' ἐγνώκεισαν, καὶ πολλὰς αἰτίας τῆς συγκι νήσεως, οὕτω γὰρ εὐφήμως
εἰρήκασι, διηρίθμησαν· κἀγὼ μὴ εὐθὺς πρὸς τοὺς λόγους ἐνστὰς, ἀλλ' οἷον
συντιθέμενος ἐκείνοις καὶ ἐπαυξάνων τούτοις τὰς συμφοράς· «Οἶδα γὰρ ταῦτα,
εἰρήκειν, καὶ πολλάκις ἐπὶ τούτοις διεσπάραγμαι τὴν καρδίαν, καὶ δικαία, ἔφησα, ὑμῖν ἡ
ὀργὴ καὶ τὸ ἀθυμεῖν ἐφ' οἷς ἐπεπόνθειτε.» Οὕτω γοῦν αὐτοῖς διομαλίσας τὰς γνώμας,
εὐθὺς πλαγίως ἐπέσεισα, δεινὰ μὲν ἐκεῖνα φήσας, οὐ μὴν ἀποχρῶντα πρὸς τυραννίδα,
ἀλλ' οὐδ' ἄλλο τι τῶν πάντων ἀπολογίαν ἔχει πρὸς τοῦτο· «Εἰ δὲ βασιλεύων αὐτὸς,
προσεθέμην πρὸς τὸν κρατοῦντα μεταβιβάσας τὸν λόγον, ἐπιχολώτατος γένοιο, κἂν ἢν
βουληθῶμεν τὸν πρῶτον εἶναι τοῦτον τῆς συγκλητικῆς ἢ στρατιωτικῆς τάξεως, εἶτα δὴ
ἐκεῖνος συνωμότας προσειληφὼς καὶ τῆς κακονοίας συλλήπτορας, ἐπιβουλήν τινα κατὰ
τοῦ σοῦ κράτους δραμα τουργήσειεν, ἀντιτιθεὶς ὁπόσα πεπόνθει καὶ ὅπως ἠτί μαστο,
ἆρα ἂν αὐτάρκης πρὸς τὴν ἐπιβουλὴν ἡ ἀντίθεσις δόξῃ σοι;» Ὡς δὲ ἀπέφησεν· «Σὺ δὲ,
ἔφην, οὐδὲ ἠτίμασο, εἰ μὴ ὅσον ἀποτετυχήκοις ὧν προβεβούλησαι· ἃ δὲ φὴς δεινὰ
πεπονθέναι ἑτέρους ἔχει τοὺς αἰτίους, ἀλλ' οὐ τὸν νῦν βασιλεύοντα». Ἐπεὶ δὲ
ἐπεστόμιστο, ἐδίδου γὰρ οὐ το σοῦτον τῷ πιθανῶς λέγειν, ἀλλὰ τῶν ἀληθεστέρων
λόγων ἀκούειν· «Μετάλλαξαι οὖν, προσεθέμην, τὸ σχῆμα, καὶ γενοῦ τῆς κρείττονος
γνώμης, καὶ γηροκόμησον τὸν πατέρα, ἵνα ἐννόμως τοῦ σκήπτρου κληρονομήσῃς.»
7.31 Ἐπεὶ δὲ ἐπεπείκειν λέγων, πολλὰ δὲ προσειρήκειν ἕτερα, αἴρεται κατόπιν
φωνὴ, ἣν οὐδέπω τῶν ὤτων ἀπεσεισάμην· ἡ δὲ φωνὴ συμμιγὴς, ἄλλων ἄλλο τι προστρι
βόντων ἐμοὶ, οἱ μὲν ῥητορείαν ἀνίκητον, οἱ δὲ λόγου δύνα μιν, οἱ δὲ ἐνθυμημάτων
ἰσχύν· κἀγὼ μὲν πρὸς οὐδένα τούτων τοῖς λόγοις ἀπήντησα· ὁ δέ γε βασιλεὺς τῇ χειρὶ
τούτους κατασιγάσας· «Ἀλλ' οὐδέν τι ὁ ἀνὴρ, ἔφησεν, εἰρήκει, οὔτε οἷον γοητείαν
ἐμφαῖνον, οὔτε κατεπᾷδον ἡμῶν· ἑπόμενος δὲ τοῖς πράγμασιν, ἀφελεῖ ταῦτα φωνῇ
διηγήσατο· οὐ χρὴ οὖν τὸν σύλλογον θορυβεῖν, οὐδὲ συγχεῖν τὸν διάλογον». Ὁ μὲν
οὕτως, τῶν δὲ περὶ αὐτὸν ἔνιοι δια σεῖσαί μοι βουλόμενοι τὴν ψυχήν· «Ἀλλ' ὦ βασιλεῦ,
ἔφα σαν, σὺ δὲ ἀπολούμενον αὐτίκα σῶσον τὸν ῥήτορα, ἐσπά σαντο γὰρ οἱ πλείους ἐπ'
αὐτὸν τὸ ξίφος καὶ ἐξιόντα διασπαράξουσιν». Ἐμειδίασα τοῦτον ἀκούσας τὸν λόγον,
καὶ· «Εἰ βασιλείαν, ἔφην, διακομίσας ὑμῖν, δυναστείαν τε ὁπόσην παραλαβόντες
ἐσχήκατε, ἀντὶ τουτωνὶ τῶν εὐαγγε λίων ταῖς ὑμετέραις χερσὶ σπαραχθήσομαι, ἆρ' οὐ
βεβαιοῦτε τὴν τυραννίδα καὶ κατήγοροι ἑαυτῶν γίνεσθε; ἀλλὰ σὺ μὲν εἴρηκας ὡς
ἐπισχήσων μου τὴν φωνὴν, ἢ καταναγκάσων μεταθεῖναι τὰς γνώμας, ἐγὼ δὲ οὐδὲν
ἀλλοιότερον ἢ ἐνθυ μηθήσομαι ἢ φθέγξομαι».
7.32 Ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ θρόνου ἐξαναστὰς καὶ πολλοῖς με τετιμηκὼς
ἐγκωμίοις, διαλύει τὸν σύλλογον, καὶ τοῖς καταλόγοις ἐντειλάμενος προϊέναι, οὕτω δὴ
μόνους παραλαβών· «Τί δὲ, ἔφη, ἀλλὰ ὑμεῖς οἴεσθε ὅτι δὴ μοὶ βουλομένῳ τοῦτο δὴ τὸ
σχῆμα προστέθειται, ἢ ἀποδρᾶ ναι ἐξὸν, ἀνεβαλόμην ἂν τὴν φυγήν; ἀλλά με καὶ τὴν
πρώτην πρὸς τοῦτο πεπείκασι, καὶ νῦν περικυκλώσαντες ἔχουσιν· εἰ δέ τινας
ἀπορρήτους μοι γνώμας πρὸς τὸν βασιλέα διακο μίσαι διόμνυσθε, ἐξαγγελῶ ὑμῖν αὐτίκα
τὰ τῆς ἐμῆς ψυχῆς κρύφια.» Ἡμῶν δὲ ἐπομοσάντων ἐν ἀπορρήτοις τὰς ἀπορρήτους
γνώμας φυλάξαι, ἐπήνεγκεν· «Οὐ ζητῶ νῦν τὸ βασίλειον κράτος, ἀρκεῖ μοι τὸ σχῆμα τοῦ
καίσαρος· δευ τέρας οὖν μοι ὁ βασιλεύων ἐπιστειλάτω ἐπιστολὰς, ὡς οὔτε ἑτέρῳ
παραχωρήσει τοῦ κράτους ἐντεῦθεν ἀπιὼν, οὔτ' ἀφε λεῖταί τινα τῶν
συστρατευσαμένων ἐμοὶ ὧν ἑκάστῳ πεφιλο τίμημαι· κοινωνήσει δέ μοι καί τινος
ἐξουσίας βασιλικῆς, ἵν' ἔχω, ἂν βούλωμαι, <τοὺς μὲν> τοῖς ἐλάττοσι τῶν πολι τικῶν
ἀξιωμάτων τιμᾶν, τοὺς δὲ καὶ εἰς ἀρχὰς ἀνάγειν στρατηγίας, ταῦτα δὲ οὐκ ἐμοῦ χάριν,
ἀλλὰ τῶν πλειόνων αἰτῶ· ἢν δέ μοι ταῦτα κατεπαγγέλλεται, ἀφίξομαί τε αὐ τίκα καὶ τῷ
βασιλεῖ καὶ πατρὶ τὴν εἰωθυῖαν ἀποδώσω τιμήν· ἀλλ' ἐπειδὴ τοῖς πλήθεσιν οὐ
βουλομένοις ἐστὶ ταῦτα δὴ τὰ ὁμολογήματα, διττὰς ὑμῖν ἐπιδώσω ἐπιστολὰς, καὶ τὴν
μὲν ἐκείνοις καταχαριοῦμαι καὶ δώσω ὑπαναγνῶναι, ἡ δὲ ἑτέρα ἀπόρρητος
ἐγκατατεθήσεται ταῖς ὑμετέραις ψυχαῖς· δότε δὲ καὶ χάριν ἑτέραν τῷ πλήθει·
μεταστήσατε τῶν διοική σεων τὸν βραχὺν ἐκεῖνον τὴν ἡλικίαν, πρότερόν τε γὰρ
δυσμενέστατος ἡμῖν ὦπται καὶ νῦν ὑποπτεύεται· τήμερον οὖν ὁμέστιοι γεγονότες ἐμοὶ,
τὴν αὔριον ἐντεῦθεν ἀπάραν τες τὰ ἐντεταλμένα μοι ἀπορρήτως διακομίσατε».
7.33 Οὕτω τοιγαροῦν τῆς αὐτῆς τραπέζης αὐτῷ κοινωνήσαντες, καὶ ἀγάμενοι ἔτι
τῶν κρατίστων ἠθῶν, ἤδη γὰρ καὶ ὁ ἀνὴρ τοῦ τυραννικοῦ καταβὰς συνηθέστερος ἡμῖν
ἐγεγόνει, καὶ κατὰ τὸ περίορθρον αὐτῷ συνταξάμενοι, καὶ τὴν ἑτέραν ἐπιστολὴν
εἰληφότες κρυφίως, ταῖς αὐταῖς αὖθις δορυφορούμενοι τάξεσιν ἐπὶ τὴν θάλασσαν
ἀπενεύσα μεν, καὶ λειοκυμονοῦσαν αὐτὴν εὑρηκότες, λύσαντες τὰ ἀπογεία πρὸς τὸ
Βυζάντιον κατεπλέομεν· καὶ παρανατει λάσης ἡμέρας ἐπὶ τοῦ τῶν ἀνακτόρων λιμένος
γεγόναμεν, καὶ τῷ βασιλεῖ τήν τε σκηνὴν ξύμπασαν καὶ τὰς ἀπορρήτους γνώμας
διηγησάμεθα, ἐπιδόντες αὐτῷ καὶ τὰς ἐπιστολὰς ἑκατέρας. Ὁ δὲ καὶ ταύτας πολλάκις
ἐπαναγνοὺς καὶ ἡμῖν παλιλλογῆσαι τὰ ἐντεταλμένα προτρέψας· «Ἀλλὰ ποιητέον, φησὶ,
ξύμπαντα, καὶ μηδενὸς ἐκεῖνος ἀτυχησάτω ὧν βούλε ται, ἀλλὰ καὶ στεφανηφορείτω
λαμπρότερον, στέμματι ἀλλ' οὐ στεφάνῃ τὴν κεφαλὴν ἀναδούμενος, εἰ καὶ μὴ τοιοῦ τον
τὸ σχῆμα τοῦ καίσαρος· παραδυναστευέτω τῷ κράτει καὶ παραδιοικείτω τὰς
ἀρχαιρεσίας, ἰδία τε αὐτῷ ἀποτετάχθω σκηνὴ βασίλειος, καὶ δορυφορία
παρακεχωρήσθω λαμπρά· τῶν τε συνδιηγωνισμένων ἐκείνῳ τὴν τυραννίδα ἕκαστος ὡς
ἐκ βασιλέως εἰληφὼς ἅπερ παρ' ἐκείνου ἔχει λαβὼν ἀδεῶς τούτοις κεχρήσθω, εἴ τε
χρήματα εἶεν, εἴ τε κτήματα, εἴ τ' ἀξιωμάτων λαμπρότητες· ἐπισφραγιοῦμαι δὲ τὰ
ὑπεσχη μένα καὶ χειρὶ καὶ γλώττῃ καὶ πράγματι, τὰ μὲν ἐν γράμ μασι τιθεὶς, τὰ δὲ ταῦτα
ἐπιβεβαιούμενος, τῇ δὲ γλώττῃ ἀρρήτους ὅρκους ὀμνὺς, ὡς οὐδὲν ἂν τούτων παραβαίην
ποτέ. Ὥσπερ δὴ ἐκεῖνος πρός με ἀπορρήτους ὑμῖν λόγους ἐπίστευσεν, οὕτω δὴ κἀγὼ
ἀπορρητότερα πρὸς ἐκεῖνον ὑμῖν ἀντιτίθεμαι· τοιγαροῦν διόμνυσθε πρὸς αὐτὸν, ὅτι οὐ
πολλῶν παρεληλυθυιῶν ἡμερῶν τοῦ βασιλείου κράτους κοινωνὸν τοῦτον ποιήσομαι,
προφάσεις ἀναγκαίας πεποιημένος τῆς εἰς τοῦτο ἀναγωγῆς· εἰ δὲ νῦν τὸν καιρὸν
ὑπερτίθεμαι, συγγνώμην ἐχέτω μοι· δέδοικα γὰρ τό τε δημοτικὸν πλῆθος καὶ τὴν
συγκλητικὴν τάξιν, καὶ οὐ πάνυ τι πιστεύω ὅτι κοινωνήσαιεν τοῦ βουλεύματος· ἵν' οὖν
μὴ κινήσω πράγ ματα ἐπ' ἐμὲ, παραιτοῦμαι νῦν τὴν πρᾶξιν ἐν καλῷ ταύτην
γενησομένην· καὶ τἄλλα μὲν ἐν τῷ πρὸς ἐκεῖνον διακριβώ σατε γράμματι, τοῦτο δέ μοι
μόνον ἐν τῇ καρδίᾳ φυλάξατε, καὶ τὴν ταχίστην πρὸς ἐκεῖνον παλινοστήσατε, μηδεμίαν
ἀναβολὴν τῷ χρόνῳ ποιούμενοι».
7.34 Ἡμέραν γοῦν μίαν διαλιπόντες κοινῇ πρὸς τὸν καίσαρα ἀνεπλεύσαμεν, καὶ
ἐγχειρισάντων αὐτῷ τὴν ἐπιστολὴν, οὐκ ἐν τῷ αὐτῷ σχήματι προκαθημένῳ ᾧ πρότε
ρον ἑωράκειμεν, ἀλλ' ἐν ὑφειμένῳ τε καὶ ἐλάττονι, ἐπειδὴ λαβὼν εἰς ἐπήκοον πάντων
ἀναγνωσθῆναι προστέταχε, κεχαρισμένος ἅπασιν ἔδοξεν, ὅτι μᾶλλον ἑαυτοῦ τῶν συμ
φροντισάντων αὐτῷ τοῦ κράτους προὐνοήσατο. Ἀποστατέον γοῦν αὐτῷ καὶ πᾶσιν
ἔδοξεν εἶναι τῶν τυραννικῶν πράξεων. Ἐπεὶ δὲ καὶ τὸ ἀπόρρητον ἐκείνῳ μόνῳ
συγγεγονότες προσ ηγγείλαμεν, ὁ δὲ αὐτίκα ἔνθους τε ἐγεγόνει καὶ ταῖς τάξε σιν εὐθὺς
ἐπέστειλε, νῦν μὲν ἐπ' οἴκου ἀναχωρεῖν, προσιέ ναι δὲ οἷ ὁπότ' ἂν αὐτῷ ἐν καλῷ σταίη
τὰ πράγματα. Ἐπεὶ δὲ ἀπωσθῆναι ἐμεμαθήκει τῶν διοικήσεων τὸν <τὰς> βασι λείους
φροντίδας μετακεχειρισμένον, ἐπὶ μᾶλλόν τε ἡμῖν ἐπίστευε λέγουσι καὶ τῷ κρατοῦντι
ἁπλουστάτην καὶ καθα ρωτάτην ἐπεμαρτύρει ψυχήν· ἐπιτελῆ δὲ τὴν ταχίστην πάντα
γενέσθαι βουλόμενος, ἡμῖν μὲν αὔριον ἀπιέναι προστέταχε καὶ ἀπαγγέλλειν τῷ βασιλεῖ
ὡς ἀνυπόπτως αὐτῷ ἀφικνοῖτο, αὐτὸς δὲ ἐς τρίτην παρεσκευάζετο σὺν ὀλίγῃ δορυφορίᾳ
ἐκεῖθέν τε ἀπᾶραι καὶ πρὸς τὴν κατ' ἀντικρὺ τῶν βασιλείων θάλατταν ἀπιέναι·
τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς πρὸς βασιλέα πίστεως, ὅτι μηδὲ βουλομένῳ αὐτῷ ἦν
πολυτελεστάτην γενέσθαι τὴν πρὸς τὸ Βυζάντιον εἴσοδον, ἀλλ' ἡμᾶς αὖθις ἐπέστελλε
πρὸς αὐτὸν ἐξιέναι καὶ ἐν μέσοις διειληφότας πρὸς τὸν κρατοῦντα δορυφορήσειν. Ἡμῖν
μὲν οὖν πεπρεσβευκόσι τὸ δεύτερον ταῦτα κατώρ θωτο, καὶ ἡδονῇ ἀρρήτῳ ἐχρώμεθα
ὅτι συνεισφοράν τινα τῇ πατρίδι λόγου τε καὶ φρονήσεως πεποιήκαμεν, καὶ παρ
εσκευάσμεθα ἀπιέναι τὴν αὔριον.
7.35 Οὔπω δὲ ὀψίας καταλαβούσης, δρομαῖοί τινες ἀπὸ τοῦ στρατοπέδου τὴν
βασίλειον περικυκλοῦσι σκηνὴν, εὐαγγέλια τῷ καίσαρι δῆθεν κομίζοντες ὅτι ἀπωσθείη
τοῦ κράτους ὁ βασιλεὺς, ἐπιβουλευσαμένων αὐτῷ τῆς συγκλητι κῆς τάξεως ἐνίων καὶ
καταναγκασάντων τό τε σχῆμα μετα βαλεῖν καὶ φυγῇ πρὸς τὸν τῆς θείας Σοφίας νεὼν
χρή σασθαι· οὗτος δὲ ὁ λόγος οὔτε τὸν καίσαρα ἐπὶ μέγα ᾖρεν, οὔθ' ἡμᾶς εὐθέως
διεθορύβησεν, ἀλλὰ πλάσμα τὸ πᾶν οἰη θέντες ἐφ' ἑαυτῶν αὖθις ἐγεγόνειμεν.
7.36 Οὔπω δὲ τῶν πρώτων πεπαυμένων εὐαγγε λίων, δεύτερα προσκεκόμιστο,
καὶ αὖθις ἄλλοι ἐπ' ἄλλοις προσεφοίτων τὴν φήμην ἐπαληθεύοντες· διεσείσθημεν οὖν
ἐπὶ τούτων τὰς γνώμας, καὶ εἰς ταὐτὸ συνεληλυθότες, ἀλλήλων διεπυνθανόμεθα ὅ γε
ἐπαληθεύει ταῦτα· καὶ ὁ τήν γε πρώτην ἔχων σκηνὴν ἀληθῆ τὴν φήμην ἐδίδασκεν·
ἥκειν γὰρ ἔφησε νῦν ἐκ τῆς Πόλεως τῶν αὑτοῦ θεραπόντων τινὰ, ἀκριβέστατόν τε καὶ
σπουδαιότατον, ὃς δὴ πάντα σαφῶς αὐτῷ ἀπαγγείλαι, ὅτι περ στασιώδεις ἄνδρες καὶ
ταραχώδεις, οὓς δὴ καὶ αὐτοὶ ἴσμεν τῇ συγκλητικῇ παρεν τετριμμένους βουλῇ, οὗτοι
γοῦν, φησὶ, κυκεῶνα τὴν Πόλιν πεποιηκότες καὶ πάντα συνταράξαντες πράγματα, καὶ
τοῖς ἠρεμεῖν ἐθέλουσιν ἐμπρησμοὺς ἐπαπειλησάμενοι καὶ κινδύ νους ἄλλους, ἐντὸς τοῦ
θείου περιβόλου τῆς θείας Σοφίας παρεισφθαρέντες καὶ κατὰ τῶν ἀδύτων τολμήσαντες,
εἶτα δὴ τὸν πατριάρχην ῥᾷστα καταβιβάσαντες κορυφαῖον τοῦ χοροῦ πεποιήκασιν,
ὀλολύξαντές τε ἐπὶ μέγα, τῷ μὲν βασιλεῖ ἐπηράσαντο καὶ πᾶσαν δύσφημον ἐπ' ἐκεῖνον
ἀφῆκαν φωνὴν, τὸν δὲ Ἰσαάκιον ἐπευφήμησαν ὡς μόνον τῷ κράτει ἐπιδοξότατον.
Τοῦτο γοῦν καὶ μόνον ἔφησεν εἰδέναι ὁ νῦν αὐτῷ ἀφιγμένος, εἴ τι δὲ πλέον ἐγεγόνει
αὐτίκα δὴ μαθησόμεθα.
7.37 Ἔδοξε γοῦν ἡμῖν ἐπὶ τούτοις τῇ σκηνῇ προσιέναι τοῦ καίσαρος ἵνα τι
καινότερον ἐκεῖθεν διδαχθείη μεν· κοινῇ οὖν ἐκείνῳ συμπαραγενόμενοι, ὑπαγορεύοντα
τὴν πρὸς βασιλέα ἐπιστολὴν κατελάβομεν· ἐχρῆτο δὲ καὶ πρὸς ἡμᾶς τοῖς ὁμοίοις λόγοις
οἷς δὴ καὶ πρότερον· μετήνεγκε γὰρ αὐτὸν τῶν λεγομένων οὐδέν. Ὡς δὲ ὑπαίθριος σὺν
ἡμῖν ἐγεγόνει, οὔπω δύντος ἡλίου, ἧκέ τις πνευστιῶν πόρρωθεν, καὶ ἐπειδὴ ἄγχιστα
ἡμῖν ἐγεγόνει, ἐξεπίτηδες, οἶμαι, κατα πεσὼν τὴν φωνὴν ἐξεκόπη, εἶτα δὴ τὸ φρονοῦν
συλλέγειν ὑποκρινάμενος, τόν τε μετασχηματισμὸν τοῦ κρατοῦντος ἀπήγγειλε, καὶ τὴν
ἑτοιμασίαν τῆς Πόλεως, καὶ ὡς ἤδη καὶ βασίλειος ὁλκὰς αὐτῷ παρεσκευάσται, καὶ οἱ
δᾳδουχήσοντες ἕτοιμοι· ἑωρακέναι γοῦν ἔφησε τὰ ἐπηγγελμένα, καὶ αὐτὸν ἰδεῖν τὸν
ἕωθεν βασιλεύοντα μετ' ὀλίγον ἰδιωτεύοντα, τρι βώνιόν τε ἀμφιασάμενον καὶ
μετακεκοσμημένον τῷ λοιπῷ σχήματι. Οὔπω τοῦ λέγειν ἐκεῖνος ἐπέπαυτο, καὶ αὖθις
ἄλλος ἀφίκετο, καὶ ἐπὶ τούτῳ ἕτερος, τὰς αὐτὰς πάντες ἀφιέντες φωνάς· εἶτά τις τῶν
συνετωτέρων καὶ λογιωτέ ρων παραγενόμενος πᾶσαν ἡμῖν ἐκτραγῳδεῖ τὴν σκηνήν·
τούτῳ γοῦν καὶ μόνῳ πιστεύσας ὁ αὐτοκράτωρ, ἡμῖν μὲν ἐπὶ τῶν σκηνῶν ἡσυχάζειν
παρακελεύεται, αὐτὸς δὲ τῆς βασι λείας ἀπάρχεται.
7.38 Ὅπως μὲν οὖν οἱ συμπρέσβεις ἐκείνην δὴ τὴν νύκτα διεληλύθεισαν οὐκ ἔχω
λέγειν, ἐμοὶ δὲ ἀπειρητέον ἡ ζωὴ ἔδοξεν, καὶ αὐτίκα ᾤμην ὥσπερ ἱερεῖον τυθήσεσθαι·
ᾔδειν γὰρ ὅτι μοι πάντες ἐπιμεμήνασι, καὶ οὐκ ἂν φθάνοιμι πάσαις σφαγαῖς καὶ τομαῖς
διολλύμενος· ἐδεδίειν δὲ μάλιστα καὶ αὐτὸν δὴ τὸν κρατοῦντα, μή πως τῶν παρ' ἐμοῦ
πρὸς αὐτὸν λόγων ἐπιμνησθεὶς, καὶ ὡς ἐπεπείκειν τοῦτον ἰδιωτεῦσαι μικροῦ δεῖν,
πᾶσάν μοι ἐπενέγκοι τιμωρίαν καὶ βάσανον· πάντων τοιγαροῦν ἀφυπνωσάντων, μόνος
ἐγὼ τοὺς σφαγέας ἀνέμενον, καὶ εἴ πού τινος αἰσθοίμην φωνῆς ἢ ψόφου περὶ τὴν
σκηνὴν πέριξ, αὖος εὐθὺς καθειστήκειν, τοῦτον αὐτίκα τὸν ἐμὸν σφαγέα οἰόμενος. Ὡς δ'
οὕτω με λαθὸν τὸ πολὺ τῆς νυκτὸς παρελήλυθεν, καὶ βαθὺς ἐγεγόνει ὄρθρος,
ἀνέπνευσά τι βραχὺ, τὸ ἐν ἡμέρᾳ διολεῖσθαι ἔλαττόν τι κακὸν ἡγούμενος· βραχὺ δὲ τῆς
σκηνῆς προκύψας ἀνα καιόμενά τε πυρὰ ἑώρων καὶ περὶ τὴν βασίλειον αὐλὴν
λαμπάδας ἡμμένας, καὶ πάντα θορύβου μεστά· ἐνετέταλτο γὰρ πᾶσι παρασκευάσασθαί τε
καὶ πρὸς τὴν Πόλιν μετα σκευάζεσθαι· οὔπω δὲ τοῦ φωστῆρος ἐπανατείλαντος, ὁ
βασιλεὺς ἀθρόον ἱππασάμενος ἔξεισι· καὶ ἡμεῖς μὲν οὐκ εὐθὺς, κατόπιν δὲ τούτου
προῄειμεν.
7.39 Ἐγὼ μὲν οὖν ἐδόκουν, ἐπειδὰν ἀρκοῦν προΐῃ διάστημα, μετακληθῆναί τε
αὐτῷ καὶ λόγους δοῦναι τῆς τῶν λόγων πειθοῦς· ὁ δέ με μετὰ πάσας μετακαλεσάμενος
προσ δοκίας, οὐδενὸς τῶν πάντων ἐπιμνησθεὶς, οὐ προτάσεων, οὐκ ἀντιθέσεων, οὐ
λύσεων, οὐ τεχνικῶν ἐφόδων τε καὶ μεθόδων, οὐ πειθοῦς, οὐκ ἀπάτης, ἀπορρήτων τέ
μοι λόγων ἀπάρχεται καὶ κοινωνὸν τῶν βασιλείων φροντίδων ποιεῖται, καὶ πυνθάνεταί
μου πῶς ἂν ἄριστα βασιλεύσειε, καὶ τί ποιῶν τοῖς μεγίστοις αὐτοκράτορσι διερίσειεν·
ἐγὼ δ' ἐπὶ τούτοις θαρρήσας, ἔμπνους τε γίνομαι τὴν ψυχὴν καὶ λόγους αὐτῷ διεξιὼν
ἐπὶ τούτῳ μακροὺς λαμπρῶς εὐδοκίμησα· ἠγάσθη γάρ με ἐπὶ πᾶσιν ὁ βασιλεὺς, ὅθεν
πολλάκις ἐπυνθάνετό μου καὶ τὰς ἀποκρίσεις ἐπανεκύκλει, οὐκ ἀφ ιστάμενος ἕως ἂν
σαφῶς αὐτῷ τὸ ἐζητημένον ἐπαγγελθείη. Εἶτα δὴ καὶ τοὺς συμπρέσβεις περὶ αὑτὸν
συλλαβὼν, ὥσπερ τισὶ κοινωνοῖς τῶν γε πρώτων αὐτοῦ βουλευμάτων ἐχρῆτο δὴ καὶ
συλλήπτορσιν. Οὕτω δὲ πρὸς ἀλλήλους ἔχουσιν, ἐπάνεισιν ὁ φωστὴρ, καὶ εὐθὺς πάντα
ἐν φανερῷ καθει στήκει.
7.40 Ἐκκέχυται γοῦν αὐτῷ ὁ τῆς Πόλεως δῆμος ξύμ πας, οἱ μὲν λαμπάδας
ἡμμένας προσάγοντες ὡς Θεῷ, οἱ δὲ ἀρώμασι κατευωδιάζοντες, καὶ ἄλλος ἄλλο τι
ποιῶν κεχα ρισμένον ἐκείνῳ, ξύμπαντες δὲ συμπανηγυρίζοντες καὶ πέριξ
ἐπισκιρτῶντες, καὶ ὥσπερ τινὰ Κρείττονος ἐπιφά νειαν τὴν ἐκείνου πρὸς τὴν βασιλίδα
ἡγούμενοι εἴσοδον. Ἀλλὰ πῶς ἂν ὑμῖν ἐν βραχεῖ τὸ πολὺ διηγησαίμην τοῦ θαύ ματος;
Ἔγωγ' οὖν καὶ βασιλείοις πομπαῖς πολλαῖς ἐντετυ χηκὼς, καὶ πανηγύρεσι θειοτέραις
παραγενόμενος, οὔπω τοιαύτην ἐθεασάμην λαμπρότητα· οὐ γὰρ δὴ τὸ δημοτικὸν τοῦτο
πλῆθος, οὐδέ γε ἡ συγκλητικὴ τάξις, οὐδ' ὅσον ἐν γεωργίαις καὶ ἐμπορείαις τὴν τελετὴν
ἐκείνην ἐπλήρουν, ἀλλὰ καὶ οἱ τὴν κρείττω μετιόντες φιλοσοφίαν καὶ ὅσοι τὰ μετέωρα
τῶν ὀρῶν κατειλήφεσαν, ἢ γλύμματα πετρῶν ὑπο δύντες, τὰς κοινὰς ἀφῆκαν διατριβὰς,
ἢ ὅσοις ἐν αἰθέρι μέσον ἐγεγόνει ὁ βίος, ξύμπαντες, οἱ μὲν τῶν πετρῶν ὑπεκδύντες, οἱ δὲ
τῆς αἰθερίου καταβιβασθέντες διαγωγῆς, οἱ δὲ τῶν μετεώρων τὰ ἱππηλάσια ἀλλαξάμενοι,
θαύματος ἐπλήρουν τὴν βασίλειον εἴσοδον.
7.41 Ἐκεῖνος δὲ, καὶ γὰρ ἦν ἀγχίνους εἰ καί τις ἄλλος καὶ μὴ τοῖς κενοῖς τούτοις
κλεπτόμενος ἢ ἐπαιρόμενος, ὑπώπτευσέ τε αὐτίκα τὴν τῆς τύχης ἀκρότητα, καὶ μήπω
τοὺς λογισμοὺς καταστὰς ἀθρόον πρός με ἐπιστραφείς· «∆οκεῖ μοι, φησὶ, ὦ φιλόσοφε,
σφαλερὸν εἶναι τοῦτο δὴ τὸ ἄκρον εὐτύχημα, καί μοι οὐκ οἶδα εἰ τὸ πέρας ἀπαντήσεται
δεξιόν. –Φιλόσοφον, ἔφησα, τὸ ἐνθύμημα, ἀλλ' οὔτε ἐς ἀεὶ ἐπαρίστερα τὰ τέλη ταῖς
δεξιαῖς ἀπαντῶσιν ἀρχαῖς, οὔτε, εἰ οὕτω καθείμαρται, οὐκ ἀναλυτέος ὁ ὅρος· καὶ γὰρ,
ὡς ἐγὼ σοφωτέροις βιβλίοις ὡμίλησα καὶ ἱλαστηρίοις εὐχαῖς, εἴ τις τὴν χείρω
μεταβάλλει ζωὴν, αὐτίκα δὴ ἀναλύει τὸ εἱμαρτόν· λέγω δὲ ταῦτα ἑλληνικοῖς δόγμασιν
ἀποχρώμενος· ἐπεὶ τό γε καθ' ἡμᾶς οὐδέν τι ἡμῖν εἵμαρται, οὐδὲ κατηνάγ κασται, ἀλλὰ
τὰ τέλη ταῖς προλαβούσαις πράξεσιν ἀνάλογα· εἰ μὲν οὖν τὴν φιλόσοφον γνώμην
μεταβαλεῖς, τούτοις δὴ τοῖς λαμπροῖς τὴν σὴν ψυχὴν ἐπαρθεὶς, αὐτίκα σοι ἡ δίκη
ἰταμώτερον ἀντιβήσεται· εἰ δ' οὖν, ἀλλ' ἔχε θυμὸν ἀγαθὸν, ὡς οὐ βασκαίνει τὸ θεῖον ἐν
οἷς δίδωσιν, ἀλλὰ πολλοῖς καὶ πολλάκις κατ' εὐθεῖαν ἤνεγκε τὴν γραμμὴν τῆς
λαμπρότη τος· πρῶτον γοῦν ἀπ' ἐμοῦ τῆς ἀρετῆς ἄρξαι, καί μοι μὴ μνησικακήσῃς ὧν
πρεσβεύων ἰταμώτερον εἰρήκειν πρὸς σὲ, βασιλέως γὰρ ὑπηρετήκειν βουλήματι, καὶ τὴν
εἰς αὐτὸν οὐ προδέδωκα πίστιν· οὐ τοίνυν σοὶ βασκαίνων, ἀλλ' ἐκείνῳ προσκείμενος
ἐποιούμην τοὺς λόγους».
7.42 Ἐπὶ τούτοις ἐκεῖνος δακρύων πλήσας τοὺς ὀφθαλμούς· «Ἀλλὰ μᾶλλον, ἔφη,
ἐφίλουν τότε τὴν σὴν γλῶτταν ὑβρίζουσαν, ἢ νῦν εὐφημοῦσάν τε καὶ θωπεύου σαν·
ἄρξομαι δὲ, ὡς εἴρηκας, ἀπὸ σοῦ· τὰ πρῶτα γάρ σε τῶν φίλων ποιοῦμαι, καὶ πρόεδρον
ἤδη τιμῶ τε καὶ κατ ονομάζω τῆς συγκλήτου βουλῆς». Οὕτω δὲ ταῦτα λέγουσιν, ὁ μὲν
ἥλιος ἐπὶ μεσημβρίαν εἱστήκει, ὁ δὲ ὑποδεξόμενος ἡμᾶς κόλπος ἐδείκνυτο· ὡς δὲ καὶ ἡ
βασίλειος ὁλκὰς κατ εφαίνετο, αὐτίκα γοῦν ἄνθεσί τε καταπαττόμενος καὶ φωναῖς
εὐφήμοις κατακροτούμενος, ἐμβὰς διαπόντιος ἀπὸ τῆς Προποντίδος εἰς τὰ βασίλεια
πεποίητο θρίαμβον, ἐπ' αὐτῆς δὴ τῆς ἑτοιμασίας παρακαθίσας ἡμῖν· καὶ οὕτω δὴ
καθαρῶς τοῦ κράτους ἐπείληπτο.
7.43 Βασιλεὺς μὲν οὖν Μιχαὴλ ὁ πρεσβύτης ἐνιαύ σιον κύκλον ἐν τῇ βασιλείᾳ
πεποιηκὼς, ἐκεῖθέν τε καταβε βήκει, καί τινα βραχὺν ἐπιβιώσας ἐν ἰδιώτου σχήματι
χρόνον μετήλλαξε τὴν ζωήν.
ΙΣΑΑΚΙΟΣ ΚΟΜΝΗΝΟΣ (1057-1059)
Επεξεργασία
7.44 Περὶ τῆς αὐτοκρατορίας τοῦ Κομνηνοῦ. Παραλαβὼν δὲ τὴν βασιλείαν ὁ
Κομνηνὸς, ἀνὴρ ἐν πᾶσι δραστήριος, τῶν ὅλων εὐθὺς γίγνεται καὶ τῶν τῆς βασιλείας
πραγμάτων ἐξ αὐτῆς γραμμῆς ἄρχεται· ἑσπέρας γὰρ εἰσεληλυθὼς εἰς τὰ βασίλεια, πρὶν ἢ
τὸν ἐκ τῆς μάχης κονιορτὸν ἀποσείσασθαι καὶ στολὴν μεταλλάξαι, καὶ ἐς αὔριον
παραγγεῖλαι καθάρσια, καὶ ὥσπερ ἐκ πελάγους καὶ χειμῶνος πολλοῦ ἀγαπητῶς ἅμα καὶ
αἰσίως εἰς λιμένας ἀπονηξάμενος, πρὸ τοῦ τὴν θαλαττίαν ἀποπτύσαι ἅλμην καὶ τὸ
πνεῦμα συλλέξασθαι, εὐθὺς καὶ τοῖς στρατιωτικοῖς καὶ τοῖς πολιτικοῖς διαιτᾷ πράγμασι,
τό τε τῆς ἡμέρας ἔτι ἐλλελοιπὸς καὶ πᾶσαν νύκτα ἐς φροντίδας καταναλώσας.
7.45 Τοῦ <οὖν> στρατιωτικοῦ πλήθους τῇ Πόλει συρρεύσαντος, ὁπόσοι δὴ ἅμα
τούτῳ τὸν περὶ ψυχῆς ἀνερρί ψαντο κύβον καὶ συγκινδυνεύειν ἐθάρρησαν, δεδιὼς μή τι
καὶ παραβολώτερον ἐν τῇ Πόλει τολμήσωσιν, ἢ τῷ δι' ἐκεί νου θάρρει τὸ πολιτικὸν
θορυβήσωσι πλῆθος, σπουδὴν ἔθετο πρώτην τὰ εἰκότα τε τούτους τιμῆσαι καὶ εἰς τὰς
οἰκείας ἀφεῖναι πατρίδας, πρὸς βραχύ τι ἀναπνεύσοντας καὶ αὖθις συλλεγησομένους
κατὰ τῶν βαρβάρων τῷ βασιλεῖ συμπολε μήσοντας. Εἴκαστο μὲν οὖν ταῦτα ἐν μηνῶν
περιόδοις γενήσεσθαι· ὁ δὲ οὐδ' ὅσον ὑπονοῆσαι διεῖλέ τε αὐτοὺς καὶ ὑπεξεῖλεν, ἑκάστῳ
ἀπομνημονεύσας τῶν κατὰ πόλεμον πράξεων, καὶ τοὺς μὲν ἀπὸ τοῦ κατὰ χεῖρα
γενναίου, τοὺς δὲ ἀπὸ στρατηγικῆς τιμήσας συντάξεως, τοῖς δ' ἄλλο τι ἐπειπὼν ἀγαθὸν,
καὶ πάντας ὁμοῦ τεθεραπευκὼς, καὶ τὰς καταλλήλους ἀντιδόσεις ἐπενεγκών. Εἴκασα τὸ
πρᾶγμα ἐγὼ νέφεσι πολλοῖς αἰθερίοις, καὶ ἡλίῳ ἀθροώτερον λάμψαντι καὶ τὴν ἀχλὺν
αὐτίκα σκεδάσαντι.
7.46 Ἐπεὶ δὲ ἡ Πόλις τῆς φορτικῆς ἐκείνων διαγω γῆς ἠλευθέρωτο, τεθήπασι τὸν
βασιλέα καὶ τὰ κρείττονα ἐμαντεύσαντο· οἷς γὰρ γενήσεσθαι μὴ ἐπίστευον, ὡς γεγε
νημένοις ἐνέτυχον τούτοις, καὶ ἅπερ οὐκ ἄν τις ἐλπίσειε γενέσθαι ποτὲ προεώρων ὡς
συμβησόμενα. Ἤλπιζον δὲ τὰ βελτίω, καὶ τῷ τοῦ ἀνδρὸς ἤθει, ᾧ δὴ ἐκ περιόδου μέν τις
ἐντυγχάνων, ὁπηνίκα ἐπὶ βήματος ἐκεῖνος καθῆστο ἢ πράγ μασι διαιτήσων, ἢ
χρηματιούμενος πρέσβεσιν, ἢ ἐπαπειλή σων βαρβάροις τὰ φρικωδέστατα, ἀποτόμῳ τε
καὶ σκληρῷ παρεγίγνετο, καὶ οὐδ' ἂν ᾠήθη ποτὲ πρὸς τὸ μαλακώτερον
μεταποιηθήσεσθαι· εἰ δὲ καὶ οἰκουροῦντα τοῦτον ἢ ἀρχαι ρεσιάζοντα ἴδοι, δυσὶ
παραδόξοις ἐπίστευε πράγμασιν, ὥσπερ ἂν εἴ τις τῆς τοιαύτης ἀκούῃ χορδῆς ἅπαξ ἐντα
θείσης, νῦν μὲν ἐναρμόνιον, νῦν δὲ σύντονον ἀναπεμπούσης ἠχώ· ἔμοιγ' οὖν
ἀμφοτέρων τῶν καιρῶν συγκεχωρημένων, τῆς τε συντονίας καὶ τῆς ἀνέσεως, διπλοῦς
τις ὁ αὐτὸς κατεφαίνετο, καὶ οὔτ' ἂν ᾠήθην χαλασθέντα πλέον ταθή σεσθαι, οὔτε μὴν
συντονώτερον ἐνταθέντα ἀνεθήσεσθαι αὖθις καὶ τοῦ ὑψηλοῦ φρονήματος
καταβήσεσθαι· τοσοῦτον ἐκεῖ μὲν χαρίεις καὶ ἐνδόσιμος ἦν, ἐνταῦθα δὲ, ἀλλὰ καὶ τὸ
πρόσωπον αὐτῷ μεθηρμόζετο καὶ οἱ ὀφθαλμοὶ ἤστραπτον, καὶ ἡ ὀφρὺς, οἷα δή τι νέφος
τῷ τῆς ψυχῆς φωστῆρι, ἵν' οὕτως εἴπω, ἐπέκειτο.
7.47 Ἐπεὶ δὲ τὸ βῆμα καθειστήκει καὶ ἡ συγκλη τικὴ τάξις διέστησαν
ἑκατέρωθεν, οὐδὲν εὐθὺς εἰρηκὼς, ἀλλὰ τὴν Ξενοκράτους ἰδέαν ἀκριβῶς μιμησάμενος
καὶ τὴν ψυχὴν οἷον ἀνελίξας εἰς ἐνθυμήσεις, δέος οὔ τι βραχὺ τῷ συγκλητικῷ
καταλόγῳ ἐπέσεισεν· οἱ μὲν γὰρ ἐπεπήγεισαν, καὶ ὥσπερ ἀστραπῇ βληθέντες ἐφ' οὗ
ἐπλήγησαν εἱστήκει σαν σχήματος, ξηροὶ καὶ ἄνικμοι γεγονότες καὶ τὰς ψυχὰς ὥσπερ
ἀποτεθειμένοι, οἱ δὲ, ἄλλος ἄλλο τι ποιῶν ἠρέμα ἐδείκνυτο· ὁ μὲν γὰρ τὼ πόδε ἡσυχῇ
συνεβίβαζεν, ὁ δὲ ἐπὶ πλέον ταῖς χερσὶν ἐδέσμει τὸ στῆθος, καὶ ἄλλος πρὸς τοὔ δαφος
ἔνευε, καὶ αὖθις ἕτερος, καὶ ἐφεξῆς σύμπαντες φρικώδους ἐμπιπλάμενοι δείματος, τὰ
σώματα ταῖς ψυχαῖς ἡσυχῇ καὶ κρύβδην συνέστελλον· ἐπεὶ δέ ποτε ἐκεῖνος τοῖς
προκειμένοις ἐπανανεύσειε, βραχύ τι τὸ ἀναπνεῦσαν ἦν, καὶ ἡ ἀλλοίωσις ἀριθμητικοῖς
ἐγνωρίζετο λόγοις.
7.48 Καὶ γὰρ ἦν εἴπερ τις ἄλλος βραχυλογώτατος, οὔτε ἀθρόον ἐφιεὶς τῇ γλώττῃ,
οὔτε ἐνδεῶς γνωρίζων τὰ τῆς ψυχῆς ἐνθυμήματα, ἀλλ' ὥσπερ οἱ χαρακτηρίζοντες τὸν
Λυσίαν, φημὶ δὲ τὸν τοῦ Κεφάλου τὸν ῥήτορα, ἄλλην τε αὐτῷ ἀρετὴν λόγου
προσμαρτυροῦσιν, εἶτα δὴ καὶ τὴν πρέπουσαν ἡνίαν τῇ ἐκείνου ἐπιβάλλουσιν εὐστομίᾳ,
καί φασιν ὡς δυναμένῳ λέγειν, ἤρκει εἰρηκότι τὰ καιριώτατα δι' ὧν ἄν τις
συλλογίσαιτο καὶ ὅσα μὴ φθέγξαιτο, οὕτω δὴ κἀκείνῳ ἡ γλῶττα ψεκάζουσα, οὐχ
ὑετίζουσα ἐπίαινέ τε τὴν δεκτικὴν φύσιν καὶ ἠρέμα τὸ βάθος εἰσδῦσα πρὸς τὴν τοῦ
σιωπηθέντος ἀνεκίνει ἐπίγνωσιν· ἐβούλετο γὰρ μηδενὶ ἁλωτὸς ἐν λόγοις γενήσεσθαι,
μηδὲ, βασιλεὺς ὢν καὶ τοῖς ὅλοις κρατῶν, ἄκαιρόν τινα φιλοτιμίαν ἐντεῦθεν ἑαυτῷ
πλάσασθαι.
7.49 Ὅθεν τὸ μὲν φιλολογεῖν ἡμῖν ἀφῆκε τοῖς κάτω καὶ ὅσοις ἰδιώτης ὁ βίος,
ἐκείνῳ δὲ καὶ νεῦμα, καὶ χειρὸς κίνησις, καὶ κεφαλῆς ἐπὶ θάτερα κλίσις ἀποχρῶντα
πάντα πρὸς ὃ βούλοιτο ἐλογίζετο. Νόμους δὲ οὐ πάνυ τι ἐπιστά μενος, τὴν νομοθετικὴν
ἑαυτῷ ἐσχεδίαζεν· οὐ γὰρ προλαμ βάνων τὴν δίαιταν, ἀλλ' ἐπιτάττων αὐτὴν τοῖς
δικάζουσι τῆς κρείττονος μερίδος ἐγίγνετο, εἶτα δὴ ὡς προειδὼς, προΐστατό τε ταύτης
καὶ τὰς ψήφους ἐπήνεγκεν· ἵνα δὲ μὴ τὴν φωνὴν σολοικίσῃ τὰς νομικὰς φωνὰς
ἐπισημαινό μενος, τοῦτο μὲν ἑτέροις ἐπέτρεπεν, ἀεὶ δέ τι ἢ προσετίθει ὡς λεῖπον τοῖς
γράμμασιν, ἢ ἀφῄρει ὡς περιττόν.
7.50 Πρεσβείαις δὲ χρηματίζων οὐ πάσαις μὲν ἶσος ἐγνώριστο, ἀπὸ δὲ τοῦ
κρείττονος πάσαις ὡμίλει σχήματος, καὶ μᾶλλον ἦν ἐνταῦθα τοῖς λόγοις πλημμυρῶν ἢ ὁ
Νεῖλος ἀναβαίνων τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀσσυρίοις ὁ Εὐφρά της ἐπικαχλάζων· καὶ
τὴν μὲν εἰρήνην αἰτουμένοις ἐδίδου, τὸν δὲ πόλεμον ἠπείλει εἴ τί που παρανομῆσαι
τολμήσαιεν· καὶ ταῦτα μὲν πρὸς Πάρθους καὶ Αἰγυπτίους ἐφθέγγετο, τοῖς δὲ λοιποῖς
ἔθνεσιν πόλεών τε ἐκείνῳ παραχωροῦσι πολλῶν καὶ στρατιωτικῶν τάξεων, αὐτῶν τε
πατρίδων καὶ αὐτίκα μετασκηνοῦν αἱρουμένοις, ταῦτά τε <οὐ> ξυνεχώρει καὶ ἡσυχάζειν
ἐπέταττεν, οὐ τῇ Ῥωμαίων βασκαίνων ἡγε μονίᾳ τῶν ταύτης ὁρίων αὐξανομένων, ἀλλ'
εἰδὼς ὡς δεῖ ταῖς τοιαύταις προσθήκαις καὶ χρημάτων πολλῶν καὶ γεν ναίας χειρὸς, καὶ
ἀποχρώσης ὑποδοχῆς, καὶ τοῖς μὴ οὕτως ἔχουσιν ἡ πρόσθεσις ὑφαίρεσις γίνεται. Τοῖς δέ
γε πολλοῖς τῶν ἡγεμονίας ἐχόντων βαρβάρων, ὁπόσα αὐτὸς ἐντυγχάνων ἀκήκοα, καὶ
ἀνανδρίαν ἐπωνείδιζε καὶ ὡς ἀμελῶς τῶν ἡγε μονιῶν ἔχοιντο κατῃτιᾶτο τούτους,
ὤρθου τε αὐτοῖς καταπεπτωκυίας τὰς γνώμας· τοῦτο δὲ ἐποίει ἵν' ἐπιτείχισμα ἔχοι πρὸς
τὴν βασιλείαν τῶν κρειττόνων ἐθνῶν.
7.51 Ταῦτα δὲ αὔταρκες μὲν ἐκείνῳ ἐγκώμιον· εἰ δέ τις ἡγοῖτο καὶ πρὸς τὸ
μέλλον διδασκαλία, ἀρέσκοι ἂν ὁ πόνος τῷ ξυγγραφεῖ. Εἰ μὲν οὖν ὥσπερ ἐν τοῖς ἄλλοις
ἠρέμα βαδίζων καὶ προχωρῶν ἐπὶ τὸ βέλτιον τὸ κράτος ἀπηύθυ νεν, οὕτω δὴ κἂν τοῖς
πολιτικοῖς πράγμασι πονήρως ἔχουσιν ἐποιεῖτο τὴν κάθαρσιν, λεπτύνων πρότερον τὴν
παχυνθεῖσαν κακίαν καὶ οὕτως ἐπάγων τὸ φάρμακον, αὐτός τε ἂν μέχρι παντὸς
ἐγκωμίοις κατέστεπτο, καὶ τὸ πολιτικὸν οὐκ ἂν διασέσειστο σῶμα· ἀλλ' ἐκεῖνος
μεταποιῆσαι πάντα βουλό μενος, καὶ χρόνοις πολλοῖς τὴν Ῥωμαϊκὴν βασιλείαν ὑλο
μανήσασαν σπεύδων εὐθὺς ἐκτεμεῖν, ἢ καθαπερεὶ σῶμα τερατείας πάσης μεστὸν,
κεφαλαῖς μὲν διαμεμερισμένον πολλαῖς, δυστράχηλόν τε καὶ πολυτράχηλον, χερσί τε
οὐκ εὐαριθμήτοις διαπεπλασμένον, καὶ ποσὶν ἰσαρίθμοις χρώ μενον, εἶτα δὴ καὶ τὰ
ἔνδον ὕπουλον καὶ κακόηθες, καὶ τὰ μὲν διεξῳδηκὸς, τὰ δὲ φθίνον, καὶ τοῦτο μὲν
ὑδεριοῦν, τοῦτο δὲ φθινάδι νόσῳ διαρρυὲν, ἐπιχειρήσας ἀποτεμεῖν ἀθρόον, καὶ
ὑπεξελεῖν μὲν τὰς περιττότητας, ἐπαγαγεῖν δὲ τὰς ἰσότητας, καὶ τὰ μὲν καθελεῖν, τὰ δ'
ἐπαυξῆσαι, τά τε σπλάγχνα ἰάσασθαι, ἐμπνεῦσαί τε τούτῳ πνεῦμα φυσίζωον, οὔτε πρὸς
τέλος ἐξήρκεσε, καὶ οὐ πάνυ τι ἐντεῦθεν ἶσος ἑαυτῷ ἔδοξεν· ἵνα δὲ μὴ συγκεχυμένος
ἡμῖν ὁ λόγος φανείη, ἐρῶμεν πρότερον ὅπως ἡμῖν τὸ τῆς πολιτείας ἐπερίττευσε σῶμα,
εἶτα δὴ καὶ ὅπως ἐκεῖνος ἐκτέμνειν ἐπικεχείρηκε, καὶ τρίτον ὡς ἐντεῦθεν ἐκείνῳ οὐ
πάντα ἀπήντησε δεξιῶς, ἐφ' οἷς ἐπενεγκὼν ὅπως ἀποβεβήκει τῆς βασιλείας ὅρον τῇ
ξυγγραφῇ θήσομαι.
7.52 Μετὰ τὸν θάνατον Βασιλείου τοῦ πάνυ, λέγω δὲ τὸν τοῦ Ῥωμανοῦ παῖδα, ὃς
δὴ ἐς τριγονίαν τὴν βασιλείαν ἀνέφερεν, ὁ τούτου μὲν νεώτερος παῖς, ἀδελφὸς δὲ
ἐκείνου, τὴν βασιλείαν παραλαβὼν πολλῶν χρημάτων ἀνάπλεω, ὁ γάρ τοι ἀδελφὸς
Βασίλειος μακροὺς ἐπιβιώσας χρόνους τῷ κράτει καὶ ὅσους οὐκ ἄλλος τῶν
αὐτοκρατόρων, ἐθνῶν τε πολλῶν ἐγκρατὴς γεγονὼς καὶ τὸν ἐκεῖθεν πλοῦτον εἰς τὰ
βασίλεια εἰσενεγκὼν, πολυπλασίους τε τὰς ἐπιγινομένας εἰσόδους τῶν ἀπογιγνομένων
πεποιηκὼς, τῶν ἐντεῦθεν ἀπιὼν θησαυροὺς ἀμυθήτους χρημάτων καταλελοίπει τῷ
ἀδελφῷ Κωνσταντίνῳ· οὗτος δὲ εἰς βαθὺ γῆρας τὴν αὐτο κράτορα ἡγεμονίαν
ἀναζωσάμενος, ἐκ πολλοῦ τε ταύτης ἐρῶν, οὔτε στρατεύειν ἐπικεχείρηκε καὶ τοῖς
εὑρημένοις προστίθεσθαι, οὔτε τὰ ὄντα διαφυλάττειν διανενόητο· ἐπὶ δὲ τὸν
ἀπολαυστικὸν ὡρμηκὼς βίον, σπαθᾶν πάντα καὶ ἀναλί σκειν διέγνωκε, καὶ εἰ μὴ ταχὺ
τοῦτον ὑπεξεῖλεν ὁ θάνατος, ἤρκεσεν ἂν ἀντὶ πάντων εἰς τὴν τοῦ κράτους διαφθοράν.
7.53 Οὗτος μὲν δὴ πρώτως τὸ σῶμα τῆς πολιτείας κακοῦν τε καὶ ἐξογκοῦν
ἤρξατο, τὰ μὲν ἐνίους τῶν ὑπηκόων χρήμασι καταπιάνας πολλοῖς, τὰ δὲ ἀξιώμασι
διογκώσας καὶ ὕπουλον αὐτοῖς καὶ διεφθαρμένην τὴν ζωὴν καταστή σας· ἐπεὶ δὲ οὗτος
ἐτεθνήκει, καὶ ὁ ἐκείνου κηδεστὴς Ῥωμανὸς τὴν ἀρχὴν διεδέξατο, ἄρξαι νομίσας οὗτος,
τῆς ἐν πορφύρᾳ γέννας ἤδη ἀποτελευτησάσης, θεμελίους ὥσπερ καλοὺς τῆς τοιαύτης
γενέσεως ᾤετο καταβάλλεσθαι, καὶ ἵνα δὴ καὶ τὸ πολιτικὸν γένος καὶ ἡ στρατιωτικὴ
πληθὺς τὰς ἐγγενεῖς διαδοχὰς ἑτοίμως τε καὶ ἱλαρῶς ὑποδέξαιντο, προλαμβάνει τὰς εἰς
αὐτοὺς μεγαλοδωρεὰς, καὶ προστίθησι τῷ περιττεύσαντι σώματι, καὶ αὐξάνει τὴν νόσον,
καὶ τὸ διαφθειρόμενον καταπληροῖ ἐκκεχυμένης πιότητος, καὶ διαμαρτάνει δυοῖν, τῆς
τε περὶ τὸ γένος ὑπολήψεως καὶ τοῦ τὴν πολιτείαν τεταγμένην ἀπολιπεῖν.
7.54 Ἐπεὶ δὲ τούτου τὴν ζωὴν τελευτήσαντος εἰς τὸν Μιχαὴλ ἡ τῆς βασιλείας
μετῆλθε διαδοχὴ, τὸ μὲν πολὺ τῶν νοσοποιῶν ὁ ἀνὴρ οὗτος ἐπέσχεν, οὐ μέντοι γε
τοσοῦτον ἐξίσχυσεν ὥστε τολμῆσαι μηδὲ τὸ βραχύτατον ἐκλιπᾶναι τὸ εἰωθὸς σῶμα
χυμοῖς ἐκτρέφεσθαι πονηροῖς καὶ διεφθαρμέ ναις ἐξογκοῦσθαι τροφαῖς, ἀλλὰ καὶ οὗτος,
εἰ καὶ γλίσχρως, προσέθετο γοῦν τῇ πιότητι· ἦ γὰρ ἂν ἐτεθνήκει αὐτίκα, μηδὲ κατὰ
βραχὺ τοὺς προηγησαμένους μιμησάμενος αὐτο κράτορας· ἀλλ' εἰ μὲν διεβίω πλείω
οὗτος ἔτη τῷ κράτει, ἐμεμαθήκεσαν ἄν ποτε τὸ ὑπήκοον τὴν φιλόσοφον δίαιταν· οὐκ ἦν
δὲ ἄρα μὴ διαρραγήσεσθαί ποτε τούτους εἰς ἄκρον εὐεξίας ἐκπιανθέντας.
7.55 Ταχὺ τοιγαροῦν καὶ τούτου δὴ τοῦ βασιλέως ἀποβεβιωκότος, ἵνα δὴ τὸν
ἀνεψιὸν παραλίπω, ὡς ἀθλίως μὲν βεβασιλευκότα, ἀθλιώτερον δὲ τοῦ κράτους ἀποβεβη
κότα, Κωνσταντῖνος ὁ Εὐεργέτης (οὕτω γὰρ παρὰ τοῖς πλείοσι κατωνόμασται), φημὶ δὲ
τὸν Μονομάχον, εἰς τὴν τοῦ κράτους περιωπὴν ἄνεισιν· ὃς δὴ ὥσπερ τινὰ φορτίδα ναῦν
τὴν πολιτείαν καταλαβὼν ἄχρι τοῦ τελευταίου ζωστῆ ρος τὸν φόρτον ἔχουσαν, ὡς
βραχύ τι ὑπερκεῖσθαι τῆς τῶν κυμάτων ἐπιρροῆς, περιχειλῆ πεποιηκὼς κατεβάπτισεν, ἢ,
ἵνα δὴ ἐναργέστερον εἴπω ὁμοῦ δὲ καὶ πρὸς τὴν προτέραν ἐπανέλθω τροπὴν, πλεῖστα
περιθεὶς μέρη καὶ μέλη τῷ πάλαι διαφθαρέντι σώματι, καὶ χυμοὺς πονηροτέρους τοῖς
σπλάγχνοις εἰσενεγκὼν, τοῦ μὲν κατὰ φύσιν ἀπήνεγκε, καὶ τῆς ἡμέρου καὶ πολιτικῆς
ζωῆς ἀπεστέρησεν, ἐξέμηνε δὲ μικροῦ δεῖν καὶ ἀπεθηρίωσε, πολυκεφάλους καὶ
ἑκατόγχει ρας τοὺς πλείους τῶν ὑπὸ χεῖρα πεποιηκώς. Μεθ' ὃν ἡ βασι λὶς Θεοδώρα
γνησιώτερον αὐταρχήσασα, ἔδοξε μὲν μὴ πάνυ τι ἀποθηριῶσαι τὸ καινὸν τουτὶ ζῷον,
ἀλλ' οὖν καὶ αὐτὴ λεληθότως καὶ χεῖράς τινας καὶ πόδας τούτῳ προσέθετο.
7.56 Καταλυθείσης δὲ καὶ τῆς περὶ ταύτην σκηνῆς, ἐπειδὴ τῷ πρεσβύτῃ Μιχαὴλ ἡ
τῆς βασιλείας ἐνεχειρίσθη ἡνία, οὐκ ἐνεγκὼν οὗτος τὴν ξυγκίνησιν τοῦ βασιλικοῦ
ἅρματος, τῶν ἵππων εὐθὺς τοῦτον ὑφαρπασάντων, τό τε θέατρον διέθηκεν
ἀτακτότερον, καὶ αὐτὸς ὑπερεκπλαγεὶς τὸν θόρυβον, τῆς ἱππικῆς ἀποβεβηκὼς τάξεως
ἔστη μετὰ τῶν ψιλῶν· δέον γὰρ ἀντέχειν καὶ μὴ πάνυ τι ἀφεῖναι τὸν χαλινὸν, ὁ δ'
ὥσπερ ἀποζωννυμένῳ ἐῴκει τὸ κράτος καὶ εἰς τὴν προτέραν παλινδρομοῦντι ζωήν.
7.57 Ὁ μὲν οὖν πρῶτος καιρὸς οὗτος, ὃς δὴ θῆρας τοὺς πλείους ἀντ' ἀνθρώπων
πεποιηκὼς καὶ τοσοῦτον ὑπερ πιάνας, ὡς δεῖσθαι φαρμάκων καθαρσίων πολλῶν, τὴν
ἑτέραν ἐζήτει διαδοχὴν, φημὶ δὴ τὴν τῆς τομῆς καὶ τοῦ καυτῆρος καὶ τῆς καθάρσεως,
ἐπανεληλύθει τοιγαροῦν καὶ οὗτος, καὶ ὁ Κομνηνὸς Ἰσαάκιος ἐπὶ τὸν Ῥωμαϊκὸν ἄνεισι
μετὰ τοῦ διαδήματος ἄξονα, καὶ ἵνα δὴ καὶ τοῦτον τῇ διὰ τῶν ἀλλη γοριῶν ἐναργείᾳ
κατανοήσωμεν, νῦν μὲν εἰς ἡνίοχον θείημεν, νῦν δὲ τοῖς ἀσκληπιάδαις καταριθμήσωμεν.
7.58 Ἦν δὲ οὗτος βίου μὲν ἐραστὴς φιλοσόφου, καὶ τὸ νοσοῦν ἅπαν καὶ
διεφθαρμένον ἀποστρεφόμενος τῆς ζωῆς, τοῖς ἐναντίοις δὲ περιτυχὼν, καὶ νοσοῦντα
πάντα καὶ ὕπουλα εὑρηκὼς, τούς τε βασιλείους ἵππους τῆς ἀφετηρίας ταχὺ διεκθέοντας
καὶ πάντη ἑτερογνάθους καὶ δυση νίους, δέον ἐκείνως μὲν τὸν καιρὸν ἀναμεῖναι καὶ τῆς
τομῆς καὶ τῆς καύσεως καὶ μὴ εὐθὺς πεπυρακτωμένον τὸν σίδηρον ἐπιθεῖναι τοῖς
σπλάγχνοις, οὕτως δὲ ἠρέμα χαλινῷ καταρ τῦσαι τὸ ὄχημα καὶ μεταθεῖναι τοὺς ἵππους,
παραψαῦσαί τε τεχνικῶς καὶ περιποππύσαι, καὶ οὕτως ἐπιβῆναι καὶ τῇ ἡνίᾳ ἐφεῖναι,
ὥσπερ δὴ ὁ τοῦ Φιλίππου εὐήνιον τὸν Βουκέ φαλον πεποίηκεν, ὁ δὲ βουλόμενος ἀθρόον
εὐθυφορούμενον μὲν ἰδεῖν τὸ πρότερον, εἴς τε τὴν φυσικὴν ζωὴν τὸ παρὰ φύσιν
γεγενημένον σῶμα μετενεχθῆναι, καὶ τοῦτο μὲν καίων καὶ τέμνων, τοὺς δέ γε ἀτάκτως
θέοντας ἵππους πολλοῖς χαλινοῖς ἀνείργων καὶ ἀνασειράζων, ἔλαθέ πως διαφθαρεὶς
πρότερον ἢ ἐκεῖνα τάξας καὶ καταστήσας. Τῆς μὲν οὖν ἐγχειρήσεως οὐ διαβάλλω τὸν
ἄνδρα, ἐπεγκαλῶ δὲ τούτῳ τὸν καιρὸν τῆς διαμαρτίας· ἀλλ' ὁ μὲν τρίτος ἡμᾶς ἀνα
μεινάτω καιρὸς, τῷ δὲ δευτέρῳ πλατύτερον ἐμφιλοχωρήσωμεν.
7.59 Τῶν γὰρ ἄνω βασιλέων, ὥς μοι πολλάκις εἴρηται, τοὺς βασιλικοὺς
θησαυροὺς εἰς τὰς οἰκείας ἀπαντλούντων ἐπιθυμίας, ταῖς τε δημοσίοις συνεισφοραῖς
οὐκ εἰς στρα τιωτικὰς συντάξεις ἀποχρωμένων, ἀλλ' εἰς πολιτικὰς χάριτας καὶ
λαμπρότητας, τέλος δὲ καὶ ὅπως ἂν αὐτοῖς τὸ σῶμα τελευτήσασι λαμπρότερον
ἐκκομισθείη καὶ κατατεθείη πολυτελέστερον, μνήματα κατασκευασάντων Φρυγίου
λίθου ἢ Ἰταλοῦ, ἢ Προικοννησίας πλακὸς, οἴκοις ταῦτα περιῳκο δομηκότων καὶ ναοῖς
τιμησάντων, ἄλση τε καταφυτευσάν των, παραδείσοις τε καὶ λειμῶσι πέριξ
περιεστεφανωκότων τοὺς ὅρους, εἶτα δὴ δεῆσαν αὐτοῖς χρήμασί τε καὶ κτήμασι
κατευδαιμονίσαι τὰ ἀσκητήρια (τοῦτο γὰρ δὴ τὸ ὄνομα ταῖς οἰκοδομαῖς ἐσχεδίαζον), τὰ
μὲν τὰ τῶν ἀνακτόρων ἀποκενούντων ταμεῖα, τὰ δὲ τὰς δημοσίους ἀκρωτηριαζόν των
τῶν κοινῶν συνεισφορῶν ἀφορμὰς, καὶ οὐ τὴν ἀποχρῶ σαν μόνον συντέλειαν τοῖς
ἀσκητηρίοις (λεγέσθω γὰρ οὕτως) ἀποταξάντων, ἀλλὰ καταδιελόντων τὸν βασίλειον
πλοῦτον, τὸν μὲν εἰς ἀπολαυστικὸν βίον, τὸν δὲ εἰς λαμπρό τητας καινοτέρων
οἰκοδομῶν, τὸν δὲ ὅπως ἂν οἱ μὲν ἀργοὶ τὰς φύσεις καὶ πρὸς τὸν συντελείας κόσμον
ἀσυντελεῖς τρυφῷεν καὶ τὸ τῆς ἀρετῆς ἀτιμάζοιεν πρᾶγμα καὶ ὄνομα, ὁ δὲ στρατιωτικὸς
σύλλογος ἐκκενοῖτο καὶ διαφθείροιτο, ὁ βασιλεῦς οὗτος, ἅτε δὴ τῶν στρατιωτικῶν
καταλόγων τὰ πρῶτα τυγχάνων, ἐκ πολλῶν προειδὼς ὅθεν ἡ τῶν Ῥωμαίων ἡγεμονία
καταπεφρόνηται, καὶ τὰ μὲν τῶν ἐθνῶν ηὔξηται, τὰ δὲ πάντα <ἡμέτερα> ὑπέρρευσε, καὶ
οὐδεὶς τῶν πάντων ἀνείργειν δεδύνηται βαρβάρων ἐπιδρομὰς καὶ λῃστείας, ἐπειδὴ οἷ ἡ
παρὰ τῆς βασιλείας προσεγένετο δύναμις, τὰς ἀφορμὰς εὐθὺς ἀπορριζοῖ τῶν κακῶν. Καὶ
τοῦτο μὲν ἄξιον βασιλείου φρονήματος, τὸ δ' ἀθρόως πάντα συνελεῖν ἐπικε χειρηκέναι,
οὐ πάνυ τι ἐν ταῖς ἐπαινουμέναις τίθεμαι πράξεσιν· ὃ δ' οὖν ἐκεῖνος ἐπεπράχει ὁ λόγος
ἱστορησάτω.
7.60 Πρῶτα μὲν γὰρ ἑαυτῷ τὴν βασιλείαν ἁρμόσας, ἀφ' οὗ δὴ περιεστεφάνωτο,
καὶ οὕτως τὴν τυραννίδα μετο νομάσας, τὴν ἐντεῦθεν τοῦ πρεσβύτου Μιχαὴλ πρᾶξιν
ἠθέτηκεν, ἀφείλετό τε ἅπερ ἐκεῖνος δεδώρητο, καὶ καθεῖλεν εἴ τι φιλότιμον
κατεπράξατο· ἔπειθ' οὕτω κατὰ βραχὺ ἀνιὼν, ὑπεράλλεται καὶ τουτονὶ τὸν καιρὸν, καὶ
πολλὰ μὲν αὐτῷ κἀνταῦθα συντρίβει καὶ καθαιρεῖ, οὐκ ὀλίγα δὲ παντά πασιν ἀναιρεῖ·
ἐντεῦθεν τό τε δημοτικὸν πλῆθος ἀπεχθάνεται αὐτῷ, καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγον
τι μέρος, ὅσοις τὰς εὐπορίας ἐξέκοψεν. Ἐπεὶ δὲ ταῦτα ἐπεποιήκει, οὐδὲ βραχύ τι
ἀνανεύσας τῶν ἐνθυμημάτων, ὥσπερ οἱ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἀναλύοντες, ἐπὶ
τὰ πορρωτέρω χωρεῖ, ἐπισυνάπτων ἀλλήλοις τῶν βασιλείων τὰ πέρατα, καὶ οὕτω κατὰ
τὸ συνεχὲς ἐπιὼν πάντα καὶ λυμαινόμενος. Οὕτω τοιγαροῦν ἀνιὼν καὶ τοὺς πυρφόρους
τοῖς ἀνῃρημέ νοις προστίθησι· περικρούεται γὰρ τὰ πλείω τῶν ἀποτετα γμένων τοῖς
ἐκείνων ναοῖς, καὶ ταῦτα εἰς τὴν δημοσίαν θεὶς σύνταξιν, ἐκείνοις τὸ ἀποχρῶν
συλλογίζεται, ἐπαληθεύσας αὐτοῖς τοῦ ἀσκητηρίου τὸ ὄνομα· ἐπεποιήκει δὲ τοῦτο,
ὥσπερ ἂν εἴ τις ψάμμον τινὰ ὑφέλοι ἐκ θαλαττίας θινὸς, ἐπικεχείρηκε γὰρ, καὶ ἀψοφητὶ
τὸ πᾶν ἐγεγόνει, οὐδένα γὰρ τῶν πάντων ἀνθρώπων τεθέαμαι οὔτε τηλικαύταις ἐπιβολαῖς
λογισμοῦ χρώμενον, οὔτε ἠρέμα τὰς τοιαύτας ἐνθυμήσεις καταπραττόμενον.
7.61 Τοῦτο μὲν οὖν τηνικαῦτα ἐξέπληξε τοὺς πολλοὺς, εἶτα <δὴ> διωμαλίζετο
ταῖς τῶν πλειόνων ψυχαῖς· ἀπολογία γὰρ αὐτάρκης τοῖς διαβάλλειν ἐθέλουσι τὴν
πρᾶξιν ὁ δημό σιος καθειστήκει· καὶ ἔδοξεν ἂν τὸ πρᾶγμα θαυμάσιον, εἰ ὥσπερ ἐκ
πελάγους ἀνανήξας βραχύ τι ἀνέπνευσεν· ἀλλ' οὗτος οὐκ εἰδὼς προσορμίζεσθαι, οὐδὲ
μικρόν τι ἐλλι μενίζειν, ἕτερον αὖθις ἐθάρρησε πέλαγος, καὶ πάλιν ἄλλο, καὶ μετὰ τοῦτο
μεῖζον καὶ φρικωδέστατον, ὥσπερ οὐ πολι τικὰς πράξεις διακυμαίνων, ἀλλὰ τὴν Αὐγέου
κόπρον ἀνα καθαίρων.
7.62 Ὃ γοῦν πολλάκις εἰρήκειν, εἰ ταῖς πράξεσιν ὁ βασιλεὺς οὗτος καιροὺς ἀφωρίζετο,
καὶ τὸ μέν τοι καθῄρει, τὸ δὲ τέως ξυνεχώρει ἵστασθαι, καὶ αὖθις τοῦτο διῄρει, καὶ μετὰ
τὴν τομὴν ἀναπνέων ἑτέρῳ πάλιν ἐπεχείρει, καὶ οὕτω λανθάνων τοῦ κακοῦ τὴν
ἀναίρεσιν προΐει κατὰ βραχὺ, ὥσπερ δὴ καὶ ὁ παρὰ Πλάτωνι δημιουργὸς, παραλαβὼν
καὶ οὗτος τὸν τῆς πολιτείας κόσμον, πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν τε
ἂν ἐκ τῆς ἀταξίας μετήγαγεν καὶ κόσμον ὡς ἀληθῶς τοῖς πράγμασιν εἰσεποίησεν· ἀλλ' ὁ
μὲν Θεὸς τῷ δημαγωγῷ Μωϋσῇ εἰσῆκται ἐν ἓξ ἡμέραις τὸν κόσμον δημιουργῶν, ἐκεῖνος
δὲ εἰ μὴ αὐθημερὸν πάντα ποιή σειεν, οὐκ ἀνεκτὸν ἐλογίζετο· τοσοῦτον αὐτῷ τὸ περιὸν
ἦν τῆς ἐφ' ὅ τι προθυμηθείη ὁρμῆς, καὶ οὐδὲν αὐτὸν τῶν πάντων ἐπεῖχεν, οὐ λόγος
εἰσηγούμενος τὰ βελτίω, οὐχ ὁ περὶ τοῦ μέλλοντος φόβος, οὐ τὸ παρὰ τῶν πολλῶν
μῖσος, οὐκ ἄλλο τι τῶν εἰωθότων καταστέλλειν οἰδοῦσαν ψυχὴν καὶ ἐπηρμένον
φρόνημα καθελεῖν· εἰ γάρ τις αὐτὸν κατήρτυε χαλινὸς, πᾶσαν μὲν ἐκ περιόδου τὴν
οἰκουμένην διέδραμεν, πάσαις δὲ νίκαις κατέστεπτο, καὶ οὐδεὶς ἂν αὐτῷ τῶν ἀνέ καθεν
αὐτοκρατόρων ἀντήρισεν· ἀλλὰ τὸ ἄφετον, ἀλλὰ τὸ τοῦ ἐπιστατοῦντος ἀπαράδεκτον
λογισμοῦ, τὸ γενναῖον ἐκείνου διέφθειρε φρόνημα.
7.63 Τὰς μὲν οὖν πολιτικὰς πράξεις οὑτωσί πως διεκύμαινε καὶ ἐτάραττεν·
ἐβούλετο δὲ καὶ τοὺς ἑῴους καὶ ἑσπερίους βαρβάρους κατὰ ταὐτὸ συνελθεῖν· οἱ δ' ἄρα
καὶ ἐπεφρίκεισαν, καὶ τὴν πρώτην νεωτερίσαντες, ἐπειδὴ τὴν τοῦ ἀνδρὸς γνώμην
ἐμεμαθήκεσαν, τάς τε ἐφόδους κατ έλυον, καὶ τειχίον ἐζήτουν ὑφ' ὃ κρυβήσονται· ὁ δέ
γε Πάρθος σουλτὰν, ὃς δὴ κινῆσαι πάντα τετόλμηκε, μικροῦ δεῖν τοῖς ἀναποδισμοῖς
χρώμενος καὶ μηδαμοῦ στηρίζων, μηδέ τινα ἐπέχων σταθμὸν, ὕπαυγός τε τὸ
παραδοξότατον ἐγεγόνει καὶ οὐδενὶ τῶν πάντων ἐδείκνυτο· ὅ τε τῆς Αἰγύπτου τὴν
ἀρχὴν ἔχων καὶ νῦν ἔτι τὸν ἄνδρα πεφόβηται καὶ προκαταλαμβάνει τοῖς ἐγκωμίοις, καὶ
μεταβαλόντα τὴν τύχην ὥσπερ ἀπολοφύρεται· τοσαῦτα γὰρ αὐτῷ καὶ ἡ ὄψις καὶ ὁ λόγος
ἐδύνατο, ὁπόσα χεῖρες πόλεις τε πολλὰς κατα σκάψασαι καὶ τείχη καθελοῦσαι
μυρίανδρα.
7.64 Ἐβούλετο δὲ μηδ' ὁτιοῦν τῶν πάντων ἠγνοη κέναι· ἐπεὶ δὲ τοῦτο τῶν
ἀδυνάτων ἐγνώκει, ἑτέρῳ τρόπῳ ἐθήρα τὸ πρᾶγμα, καὶ τὸν εἰδότα μετακαλούμενος,
ἐπυνθά νετο μὲν περὶ ὧν ἠγνόει οὐδὲν, τοῖς δὲ λόγοις περιελίττων τὸν ἄνδρα, ἐποίει τὸ
ἀγνοούμενον ἐξειπεῖν ὥσπερ τι τῶν κοινῶν διηγούμενον. Κἀμὲ γοῦν οὕτω πολλάκις
ἐθήρασεν, ἐπεὶ δὲ τεθάρρηκα ἅπαξ αὐτῷ τὸ ἀπόρρητον ἐξειπεῖν, ὁ δὲ κατηφής τε
ἐγεγόνει καὶ ὥσπερ ἐλεγχθεὶς ἠρυθρίασε· τῶν γὰρ ἐλέγχων οὐ μόνον τοὺς δημοσίους,
ἀλλὰ καὶ τοὺς τεχνικοὺς, φρονήματος πλήρης ὢν, ἀπεστρέφετο.
7.65 Ἀμέλει τοι καὶ τὸν πατριάρχην Μιχαὴλ ἅπαξ πρὸς αὐτὸν παρρησιασάμενον
καὶ θρασυτέρᾳ χρησάμενον τῇ φωνῇ, τότε μὲν ἀφῆκεν ἐπισχὼν αὑτῷ τὸν θυμὸν, εἶτα δὴ
ἀπόρρητον τῇ ψυχῇ κατ' αὐτοῦ περιελίξας ἐνθύμημα ἀπροσδοκήτως τε ἀναρρήγνυσι,
καὶ ὡς οὐδέν τι καινοτομῶν ἐξάγει τε τῆς Πόλεως καὶ ὅροις κολάζει περιγράπτοις, ἐφ'
οἷς δὴ καὶ ἀπέθετο τὴν ζωήν. Ἀλλὰ τοῦτο μὲν ὅπως ἐπέπρακτο μακροῦ λόγου δεόμενον
ἀναβάλλομαι νῦν· εἰ γάρ τις βούλοιτο ἀμφοῖν διαιτᾶν, τὸν μὲν τῆς ἀρχῆς καταιτιά
σαιτο, τὸν δὲ τῆς τελευτῆς ἐπιμέμψαιτο καὶ ἐπεὶ τοῦτον ὥσπερ ἐπωμάδιον ἄχθος
ἀπεφορτίσατο. Ἀλλ' ὅ με μικροῦ διέλαθεν, εὐάγγελός τις αὐτῷ τῆς ἐκείνου ἀποδημίας
ἐξ ἀποστολῆς προσήνεγκε πόρρωθεν ἀπαλλάττων ὥσπερ τῶν εἰς τὸ μέλλον φροντίδων
αὐτόν· ὁ δὲ, ἐπειδή περ ἠκηκόει, ἀθρόον πληγεὶς τὴν ψυχὴν ἀνωλόλυξεν, οὐκ εἰωθὼς
τοῦτο ποιεῖν, καὶ πολλὰ ἐκεῖνον ἀπωλοφύρετο, καὶ μετεγνώκει τῆς περὶ αὐτὸν πράξεως,
ἐξιλάσκετό τε πολλάκις τὴν ἐκείνου ψυχὴν, καὶ ὥσπερ ἀπολογούμενος, μᾶλλον δὲ
ἐξευμενίζων, παρρησίαν τε εὐθὺς ἐδίδου τῷ ἐκείνου γένει καὶ τοῖς τοῦ βήματος
συνηρίθμει· τῇ δὲ διαδοχῇ τῆς λειτουργίας τοῦτον τετίμηκεν, ἄνδρα προσενεγκὼν τῷ
Θεῷ καὶ κοσμήσας τῷ σχήματι, ὃν δὴ ὅ τε προλαβὼν βίος ἀνέγκλητον ἔδειξε καὶ
ἀπαράμιλλον, καὶ τοῖς πρώτοις σοφοῖς ὁ λόγος ἐγνώρισεν.
7.66 Περὶ τῆς τοῦ πατριάρχου Κωνσταντίνου προχειρίσεως. Οὗτος γὰρ δὴ ὁ
περιώνυμος Κωνσταντῖνος, τὴν βασιλείαν πρότερον ἐκ κυμάτων καταστήσας πολλῶν,
καὶ πολλοῖς τῶν βασιλευόντων περιάρπακτος γεγονὼς, τέλος καὶ τὴν ἀρχιερωσύνην
πιστεύεται, πάντων αὐτῷ παρακεχω ρηκότων τοῦ πράγματος καὶ συγχωρησάντων τὸ
κατὰ πάντων πρωτεῖον, καὶ κοσμεῖ ταύτην εἰς δύναμιν, πολιτικὸν καὶ γενναῖον
φρόνημα ἱερατικῷ βίῳ κατακεράσας. Τοῖς μὲν γὰρ ἄλλοις τοιοῦτόν τι ἡ ἀρετὴ
λελόγισται, οἷον μήτε καιροῖς ὑπεῖξαι, μήτε οἰκονομῆσαι τὴν παρρησίαν, μήτε τῷ ἤθει
ἐπιχειρεῖν τοὺς αὐθαδεστέρους καταδουλοῦν· ὅθεν πάσης μὲν θαλάττης
κατατολμῶντες, πᾶσι δὲ ἀντιβαίνοντες πνεύ μασιν, οἱ μὲν αὐτῶν ἔδυσαν ἁρπασθέντες
τοῖς κύμασιν, οἱ δὲ ἀπέστησαν βιαιότερον· τῷ δὲ ἡ κρᾶσις τοῦ βίου πρὸς πᾶσαν
ἀκρίβειάν τε καὶ οἰκονομίαν ἐξήρκεσε, καὶ μετακε χείρισται τὸ πρᾶγμα οὐ ῥητορικῶς,
ἀλλὰ φιλοσόφως· οὐ γὰρ τὰ μὲν στωμύλλεται, τὰ δὲ ὑποκρίνεται, ἀλλὰ μιᾷ ποιότητι
χρώμενος ἑκατέροιν τοῖν βίοιν ἀρκεῖ. Κἂν μέν τις αὐτὸν πολιτικῶς ἐξετάσειεν, ἱερατικῷ
εὕροι κοσμούμενον ἀξιώ ματι, εἰ δ' ὡς ἀρχιερεῖ προσίῃ, κἂν τὰ πολλὰ φοβοῖτο καὶ
ὑποφρίττοι, ταῖς πολιτικαῖς εὑρήσει ἀποστίλβοντα χάρισι μετὰ τοῦ στιβαροῦ ἤθους καὶ
τῆς μειδιώσης σεμνότητος· ἔνθεν τοι ἅπας μὲν αὐτοῦ βίος τεθάρρηκεν, ἐκεῖ μὲν ὁ
στρατιωτικὸς, ὁ πολιτικὸς, ἐνταῦθα δὲ τὸ μεγαλοπρεπὲς, τὸ εὐπρόσιτον. Τούτῳ γοῦν
ἐγὼ καὶ πρὸ τῆς ἀρχιερωσύνης τὴν ἀρχιερωσύνην πολλάκις προείρηκα, τῷ βίῳ περὶ τοῦ
μέλλον τος μαντευσάμενος, καὶ μετὰ τὴν ἱερατείαν μετὰ τοῦ καλλίστου ἐκεῖνον ἤθους
ὁρῶ.
7.67 Τοιούτῳ τοιγαροῦν ἀνδρὶ τὸν ἀπεληλυθότα τιμήσας ὁ βασιλεὺς, ἐπειδὴ
τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον
αὐτῷ ἐγεγόνει τὸ τμῆμα, πανστρατιᾷ ἐπὶ τοὺς ἑσπερίους χωρεῖ, οὓς Μυσοὺς μὲν ὁ πάλαι
χρόνος ὠνόμαζεν, εἶτα δὲ εἰς ὃ λέγονται μετωνομάσθησαν· νεμόμενοι δὲ ὁπόσα ὁ
Ἴστρος πρὸς τὴν τῶν Ῥωμαίων διορίζει ἡγεμονίαν, ἀθρόον τε ἀπανέστησαν καὶ πρὸς
τὴν ἡμεδαπὴν γῆν μετῳκίσθη σαν· αἰτία δὲ αὐτοῖς τῆς ἀπαναστάσεως τὸ τῶν Γετῶν
ἔθνος, ὁμοροῦντες μὲν ἐκείνοις, λῃστεύοντες δὲ τούτους καὶ ληϊζόμενοι, καὶ πρὸς τὴν
μετοικεσίαν ἐκβιαζόμενοι· διὰ ταῦτα ἀποκρυσταλλωθέντι ποτὲ τῷ Ἴστρῳ ὥσπερ ἠπείρῳ
χρησάμενοι, ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται, ὅλον ἔθνος τοῖς ἡμετέροις
ἐπιφορτισθέντες ὁρίοις, καὶ οὐκ ἔχον τες οὔθ' ὅπως ἂν ἠρεμήσαιεν, οὔθ' ὅπως τοὺς οἷς
προσήγ γισαν μὴ ὀχλήσαιεν.
7.68 Εἰσὶ δὲ καὶ μᾶλλον τῶν ἄλλων ἐθνῶν δύσμαχοί τε καὶ δυσπολέμητοι, οὔτε
γενναῖοι τοῖς σώμασιν ὄντες, οὔτε τὴν ψυχὴν θαρραλέοι· ἀλλ' οὐδὲ θώρακας ἀμφιέννυ
νται, οὐδὲ κνημῖδας περίκεινται, οὐδὲ λόφων τισὶ τὰς κεφα λὰς κατασφαλίζονται· ἀσπὶς
δὲ αὐτοῖς οὐδ' ἡτισοῦν ἐν χερσὶν, οὔτ' ἐπιμήκης ὁποίας δή φασι τὰς Ἀργολικὰς, οὔτε
περιφερὴς, ἀλλ' οὐδὲ ξίφη περιζώννυνται, δόρατα δὲ μόνον ἐναγκαλιζόμενοι, τοῦτο δὴ
μόνον τὸ ὅπλον πρόβλημα ἔχου σιν. Οὐ διαιροῦνται δὲ κατὰ λόχους, οὐδέ τις αὐτοὺς ἐπι
στήμη στρατηγικὴ προάγει εἰς πόλεμον, οὐδ' ἴσασι μετώπου τάξιν, οὐκ εὐώνυμον κέρας,
οὐ δεξιὸν, ἀλλ' οὐδὲ χάρακας ἑαυτοῖς πήγνυνται, οὐδὲ τὴν πέριξ διορυχὴν ἴσασιν, ἀλλ'
ὁμοῦ φύρδην συμπλακέντες ἀλλήλοις καὶ τῇ πρὸς τὸ ζῆν ἀπογνώσει ῥωσθέντες, μέγα τε
ὀλολύζουσι καὶ οὕτω τοῖς ἀντιτεταγμένοις ἐμπίπτουσι· κἂν μὲν ἀπώσωσιν, οἷα πύργοι
ἐπιρραγέντες αὐτοὺς ἀφειδῶς ἑπόμενοι κατασφά ττουσιν, εἰ δὲ ἡ πολεμία φάλαγξ
ἀντίσχῃ τὴν ἔφοδον καὶ οὐ ῥαγῇ ἐν ταῖς τῶν βαρβάρων ἐμπτώσεσιν ὁ συνασπισμὸς, οἱ
δὲ αὐτίκα στραφέντες φυγῇ τὴν σωτηρίαν διώκουσι· φεύ γουσι δὲ οὐ τεταγμένως, ἀλλ'
ἄλλοις ἄλλος ἄλλοθι διασκε δασθέντες· ὁ μέν τις εἰς ποταμὸν ἑαυτὸν ὤσας ἢ ἀπενή
ξατο, ἢ κατέδυ ταῖς δίναις περιελιχθεὶς, ὁ δὲ εἰς ὕλην βαθεῖαν ἐμβεβηκὼς τοὺς τῶν
διωκόντων ἐκπέφευγεν ὀφθαλ μοὺς, καὶ ἄλλος ἄλλως· καὶ σύμπαντες ἅμα
διασπαρέντες, εἶτ' αὖθις εἰς ταὐτὸ, ὁ μὲν ἐξ ὄρους, ὁ δὲ ἐκ φάραγγος, ὁ δέ τις ἐκ
ποταμῶν, καὶ ἄλλος ἄλλοθεν ἀπροόπτως συνθέουσι. ∆εῆσαν δὲ αὐτοῖς πιεῖν, εἰ μὲν
ἐντύχοιεν ὕδασιν ἢ πηγαίοις ἢ ποταμίοις, λάπτουσιν αὐτίκα ἐπεισπεσόντες, εἰ δ' οὖν,
τοῦ ἵππου ἕκαστος ἀποβὰς ἐξαιματοῦσι τούτους, σιδήρῳ τὰς φλέβας ἀναστομώσαντες,
καὶ τὴν δίψαν οὕτως ἰῶνται, ὡς ὕδατι τῷ αἵματι χρώμενοι· εἶτα δὴ καὶ τὸν πιότατον
τῶν ἵππων ἀνατεμόντες, καὶ τὴν εὑρημένην ἀνακαύσαντες ὕλην, αὐτοῦ που τὰ
ἐντετμημένα τοῦ ἵππου μέλη βραχύ τι διαθερμάναντες μετὰ τοῦ λύθρου λαφύσσουσι,
καὶ οὕτως ἑαυτοὺς ἀναλαβόντες ἐπὶ τὰς πρώτας ἵενται καλιάς· καὶ ἐμφωλεύουσιν
ὥσπερ ὄφεις φάραγξι βαθείαις καὶ κρημνοῖς ἀποτόμοις, ὁπόσα τείχεσι χρώμενοι.
7.69 Τοῦτο τὸ γένος δεινοὶ ξύμπαντες καὶ τὰς γνώμας ὑποκαθήμενοι· οὔτε δὲ
συνθῆκαι τούτους φιλίας ἐπέχουσιν, οὔτε κατὰ τῶν θυμάτων ὀμόσαντες τοῖς ὅρκοις
ἐμμένουσιν, ἐπεὶ μηδέ τι θεῖον σεβάζονται, ἵνα μὴ λέγω Θεὸν, ἀλλ' αὐτόματα τούτοις
πάντα συνέστηκε, καὶ τὴν τελευτὴν πέρας συμπάσης ὑπάρξεως οἴονται· διὰ ταῦτα ῥᾷστά
τε σπένδονται, καὶ πολεμεῖν δεῆσαν, εὐθὺς ἠθετή κασι τὰς σπονδάς· κἂν ἕλῃς ἐν τῷ
πολέμῳ, οἱ δὲ πάλιν δευτέρας ἐπικαλοῦνται φιλίας, εἰ δὲ μαχόμενοι ἕλωσι, τοὺς μὲν
ἀναιροῦσι, τῶν δὲ λαμπρὰν πεποίηνται ἀγορὰν, καὶ τιμῶσι πολλοῦ τοὺς εὐδαίμονας, ἢν
δὲ μὴ ταῦτα λάβωσιν, ἀποκτείνουσι.
7.70 Τοῦτο δὴ τὸ γένος ἀπελάσαι τῶν Ῥωμαϊκῶν ὅρων ἐπιχειρήσας ὁ βασιλεὺς
Ἰσαάκιος, ἐπ' αὐτοὺς σὺν καρτερᾷ τῇ φάλαγγι ἵεται· καὶ διαιρεθεῖσι μὲν καὶ ἑτερο
γνώμοσι γεγονόσιν οὐ πάνυ πιστεύει, ἐπὶ δὲ τὸ καρτερώτα τον αὐτῶν μέρος καὶ
δύσμαχον ὁμοῦ καὶ δυσανάλωτον ἄγει τὴν στρατιὰν, καὶ δὴ πλησιάσας αὐτοῖς ἑαυτῷ τε
καὶ τῷ στρατοπέδῳ κατέπληξε· πρὸς μὲν γὰρ τὸν οἷα δὴ κεραυνο φόρον ἀντωπεῖν οὐκ
ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες αὐτοὶ διελύοντο·
ὅθεν καὶ κατὰ μέρη προσβάλλοντες καὶ ἐπωρυόμενοι ταῖς φωναῖς ἀρραγεστέροις αὐτοῖς
ἐνετύγχανον· ὡς δ' οὖν οὐκ εἶχον, οὔτε λοχήσαντες τούτους ἑλεῖν, οὔτε μὴν εἰς
τοὐμφανὲς παρατάξασθαι, πόλεμον ἐς τρίτην αὐτοῖς ἀπαγγείλαντες, αὐθημερὸν τὰς
σκηνὰς ἀφέντες καὶ ὁπόσοις οὐκ ἐξήρκει φυγεῖν γέρουσί τε καὶ βρέφεσιν, ἀνὰ τοὺς
δυσβάτους τόπους διεσκεδάσθησαν. Ὡς δὲ κατὰ τὰ ξυγκείμενα ὁ μὲν βασιλεὺς
συντεταγμένην ἔχων ἐξῆλθε τὴν φάλαγγα, τῶν δὲ βαρβάρων οὐδεὶς ἑωρᾶτο, ἕπεσθαι
μὲν ἐκείνοις κατόπιν οὐκ ἐδοκίμασε, λόχους τε ἀφανεῖς δεδιὼς καὶ ὅτι πρότριτα
προὔλαβον τὴν φυγὴν, τὰς δὲ σκηνὰς αὐτοῖς κατασκάψας καὶ τὴν εὑρημένην λείαν
ἀπαγαγὼν, τροπαιοφόρος ἐπάνεισιν. Οὐ δεξιᾷ δὲ τῇ ἐπαναζεύξει χρησάμενος, χειμῶνος
ἀθρόον τῷ στρατο πέδῳ ἐξαφθέντος δεινοῦ, πολλοὺς μὲν ἀποβάλλει τῆς στρα τιᾶς,
ἐπάνεισι δ' οὖν ὅμως τῇ Πόλει, στέμμασιν ἀριστείοις ἀναδεδεμένος τὴν κεφαλήν.
7.71 Ἐντεῦθεν, ὁπόσα ἐγὼ οἶδα ἀκριβέστερον τὴν ἐκείνου καταμανθάνων
ψυχὴν, προσέθετο τῷ ἐμφύτῳ ἤθει, καὶ σοβαρώτερος ἐγεγόνει, καταπεφρονήκει γοῦν
ἁπάντων· τό τε γὰρ συγγενὲς ἐν ἴσῳ τοῖς ἄλλοις εἱστήκει, καὶ ὁ ἀδελφὸς, ἐπεὶ ταῖς
πόρρω εἰσόδοις τῶν βασιλείων πλησιάσειεν, ἀπέβαινε τοῦ ἵππου εὐθὺς,
προστεταγμένον αὐτῷ, καὶ οὐδέν τι τῶν ἄλλων σεμνότερον προσῄει τῷ ἀδελφῷ· ὁ δὲ
κάλλιστος ὢν τὸ ἦθος ὧν ἐγὼ οἶδα, ὁμαλῶς δέχεται τὴν μεταβολὴν καὶ οὐ δυσχεραίνει
τὴν καινοτομίαν, ἀλλὰ καὶ καλοῦντι τῷ βασιλεῖ σὺν αἰδοῖ παρεγίγνετο, καὶ τὰ πολλὰ
ὑπεχώρει, καὶ παράδειγμά τι τοῖς ἄλλοις τῆς ὁμοίας ἐγίγνετο μεταθέσεως.
7.72 Οὕτω μὲν οὖν τῷ βασιλεῖ τὸ ἦθος μετεσκεύαστο, καὶ ὁ δεύτερος ἐτελεύτα
καιρός· ἄρχεται δὲ ὁ τρίτος ἐντεῦθεν. Ἐπτόητο περὶ τὰ κυνηγέσια ὁ βασιλεὺς, καὶ ἦν εἴ
περ τις ἄλλος ἐραστής τε τῶν ἐντεῦθεν δυσεφίκτων καὶ θηρατὴς ἀκριβής· ἱππάζετο γὰρ
ἐλαφρῶς ἐπικλάζων τε καὶ ἐπιθωΰζων ἐπτέρου μὲν τὸν κύνα, ἐπεῖχε δὲ τῷ λαγῷ τὸν
δρόμον, πολλάκις δὲ καὶ ἐκ χειρὸς ᾕρει θέοντα, καὶ βάλλων οὐκ ἀπετύγχανε· περὶ δὲ
τὴν τῶν γεράνων θήραν καὶ μᾶλλον ἐστρέφετο, καὶ τὸ γένος αἰθεροδρομούσας οὐκ
ἀπεγίνωσκεν, ἀλλὰ καθῄρει τοῦ ὕψους, καὶ ἦν ὡς ἀληθῶς ἡδονὴ μιγνυμένη θαύματι· τὸ
μὲν γὰρ θαῦμα ὅτι παμμέ γεθες οὕτω ζῷον τοῖς ποσὶν οἷα δόρασι χρώμενον καὶ τοῖς
νέφεσιν ἤδη κρυπτόμενον ὑπὸ βραχυτέρου ἡλίσκετο, τὴν δὲ ἡδονὴν ἡ πτῶσις ἐδίδου,
ἔπιπτε γὰρ ἡ γέρανος ἐπορχουμένη τὸν θάνατον, καὶ νῦν μὲν τὰ πρανῆ, νῦν δὲ δεικνῦσα
τὰ ὕπτια.
7.73 Ἀμφοτέρᾳ γοῦν τῇ θήρᾳ ὁ αὐτοκράτωρ τερ πόμενος, ἵνα μὴ κολάζῃ τὰ
συγκεκλεισμένα θηρώμενος, ἐπὶ τὰ ἐλεύθερα καὶ τῷ δρόμῳ καὶ τῷ πτερῷ ἀνέτως
χρώμενος, δόξαν αὐτῷ, ἐξελήλυθεν, καὶ βασίλειος τοῦτον καταγωγὴ αὐτοῦ που πρὸ τοῦ
Ἄστεως ὑποδέχεται, περίκυκλος τῇ θαλάσσῃ καὶ ἑκατέρου μέρους ἀνδρὶ αὐτάρκης
θηρατικῷ, ἀλλ' οὐχὶ καὶ τῷ βασιλεῖ τούτῳ· ἑῷος γὰρ ἐπανατέλλων τῇ θήρᾳ εἰς ἑσπέραν
βαθεῖαν κατήγετο. Πολλάκις δὲ τῇ βολῇ τῆς λόγχης ἐπὶ τὰς ἄρκτους καὶ τὰς ὗς
χρώμενος καὶ συνεχῶς ἐπανατείνων τὴν δεξιὰν, ψυχρῷ πνεύματι βάλλε ται τὴν
πλευρὰν, καὶ τότε μὲν οὐ πάνυ κατάδηλος ἡ πληγὴ ἐγεγόνει, τῇ δὲ ἐφεξῆς ῥιγώσαντα
πυρετὸς διαδέχεται.
7.74 Περὶ τῆς νόσου τοῦ βασιλέως. Ἐγὼ δὲ τούτων οὐδὲν εἰδὼς, ἔξειμι πρὸς
αὐτὸν ὀψόμενός τε καὶ χαριούμενος τούτῳ τὰ εἰωθότα· ὁ δέ με κλινοπετὴς
κατασπάζεται· ὀλίγη τε αὐτῷ παρειστή κει δορυφορία, παρῆν δὲ καὶ τῶν ἀσκληπιαδῶν ὁ
κάλλιστος. Ἐπεὶ δὲ ἠσπάσατο καὶ ἱλαρῷ ἐθεάσατο βλέμματι· «Ἀλλ' εἰς καιρὸν, φησὶν,
ἥκεις·» καὶ εὐθὺς τὴν χεῖρα ἐδίδου, τὰς κινήσεις τοῦ σφυγμοῦ γνωματεύσαντι· ᾔδει γάρ
με καὶ τὴν περὶ τοῦτο τέχνην ἀσκήσαντα. Κἀγὼ ξυμμαθὼν ὅ τί ποτε τὸ νόσημα εἴη, οὐκ
εὐθὺς ἐφθεγξάμην, ἀλλὰ πρὸς τὸν ἀσκληπιάδην ἐκεῖνον στραφείς· «Σοὶ δὲ, ἔφην,
ποδαπὸς οὗτος ὁ πυρετὸς ἔδοξεν;» ὁ δὲ γεγονωτέρᾳ χρησάμενος τῇ φωνῇ, ἵνα καὶ ὁ
βασιλεὺς ἀκούοι· «Ἐφήμερος μὲν, φησὶν, εἰ δὲ μὴ αὐθημερὸν λέλυται, θαυμάζειν οὐ
χρή· ἔστι γὰρ καὶ τοιοῦτον γένος, καὶ ψεύδεται τοὔνομα. –Ἀλλ' ἐγὼ, ἔφην, οὐ πάνυ σου
τῇ γνώμῃ ξυντίθεμαι· ἡ γὰρ τῆς ἀρτηρίας κίνησις τριταϊκὴν περίοδόν μοι μαντεύεται·
ἀλλ' ἀληθεύειν μὲν τὸ σὸν ∆ωδωναῖον χαλκεῖον, ὁ δ' ἐμὸς τρίπους ψευ δέσθω, ψεύσεται
δὲ ἴσως ὅτι μοι πρὸς τὸ χρᾶν ἡ παρασκευὴ οὐκ αὐτάρκης».
7.75 Ἧκεν οὖν ἡ τρίτη τῶν ἡμερῶν, καὶ βραχύ τι παραδραμὼν τὴν περίοδον ὁ
καιρὸς τὸν μὲν ἀπεδείκνυ τεχνίτην, ἐμὲ δὲ διημαρτηκότα τοῦ ἀκριβοῦς· ἔνθεν τοι καὶ
τροφή τις τῶν οὐ πάνυ ἁδρῶν τῷ βασιλεῖ ἐσκευάζετο, ἀλλ' οὐκ ἔφθη προσιέμενος
ταύτην, καὶ ἐκ τοῦ βάθους αὐτίκα ἐκκαίεται πυρετός. Τὸν μὲν οὖν Κάτωνά φασι
πυρέττοντα ἤ τινι ἄλλῳ κατεσχημένον νοσήματι, ἄστροφόν τε μέχρι παντὸς διαμένειν
καὶ ἄτρεπτον ἔστ' ἂν ἡ περίοδος λήξῃ καὶ ὁ καιρὸς αὐτῷ μεταβάλῃ· ὁ δὲ ἐξ ἐναντίας
ἐκείνῳ διεποικίλλετο τῷ σώματι καὶ ἐστρέφετο, ἤσθμαινέ τε πυκνότερον καὶ οὐδ'
ὁπωσοῦν αὐτῷ ἀνακωχὴν ἡ φύσις ἐδίδου· ἐπεὶ δέ ποτε ἀνεθείη, τῆς ἐς τὰ βασίλεια
ἐπανόδου ἐμέμνητο.
7.76 Καὶ αὐτίκα τῆς βασιλείου ἐπιβὰς τριήρους ἐν Βλαχέρναις καταίρει, καὶ τῶν
ἀνακτόρων ἐντὸς γεγονὼς ῥᾴων τε γίγνεται, καὶ ἐπιτρυφᾷ τῷ καιρῷ, γλωττηματικώ
τερον ὁμιλήσας καὶ τοῦ συνήθους πλέον χαριεντισάμενος, κατεῖχέ τε ἡμᾶς ἄχρις
ἑσπέρας, ἀρχαῖά τε διηγούμενος καὶ ὁπόσα ὁ βασιλεὺς ἐκεῖνος Βασίλειος ὁ τοῦ Ῥωμανοῦ
παῖς ἐπικαίρως ἐφθέγξατο.
7.77 Ἐπεὶ δὲ ἔδυ ὁ ἥλιος, ἡμᾶς μὲν ἀφίησιν, αὐτὸς δὲ πρὸς ὕπνον ἐτράπετο· κἀγὼ
ἀπεληλύθειν τεθαρ ρηκὼς καὶ γλυκείαις ἐπὶ τῷ βασιλεῖ ἐλπίσι τρεφόμενος· πρωϊαίτερον
δὲ αὖθις ἐκεῖσε παραγενόμενον ἐπτόησέ τις αὐτίκα πρὸ θυρῶν, νύττεσθαι μὲν φήσας τῷ
βασιλεῖ τὴν πλευρὰν, αὐτὸν δὲ πνευστιᾶν καὶ οὐ πάνυ τι γενναίως ἀναφέρειν τὸ ἆσθμα·
ἐπάγην ἀκούσας, καὶ τὸ δωμάτιον οὗ ἔκειτο ἀψοφητὶ εἰσιὼν, ἐπιστυγνάσας αὐτίκα
ἠρέμα εἱστήκειν· ὁ δέ μου τοῖς ὀφθαλμοῖς ὥσπερ πυθόμενος, εἰ μὴ παντάπασιν ἔχοι
πονήρως καὶ ἀποβιώσκοι, τὴν χεῖρα αὐτίκα ὑπέτεινε· πρὶν ἢ δέ με τοὺς δακτύλους
επιβαλεῖν τῷ καρπῷ, ὁ πρῶτος τῶν ἰατρῶν, οὐδὲν δὲ δεῖ λέγειν τοὔ νομα· «Ἀλλὰ μηδὲ
γνωμάτευε τὴν ἀρτηρίαν, φησί· κατεί ληπται γάρ μοι ἤδη ἡ κίνησις, καὶ κατὰ μῆκος τοῦ
συνεχοῦς διακέκοπται, καὶ τὸ μὲν αὐτῆς πλήττει τὸν δάκτυλον, τὸ δὲ ὑπείκει, καὶ ὅπερ
ἐστὶν ἡ πρώτη τῇ τρίτῃ κινήσει, τοῦτο ἡ δευτέρα τῇ τετάρτῃ, καὶ ἐφεξῆς οὕτως, ὥσπερ
ὅσοι τῶν τεμνόντων σιδήρων ἐς ὀδόντας διῄρηνται».
7.78 Ἐγὼ γοῦν ὀλίγα τοῦ ἀνδρὸς φροντίσας, κατὰ πᾶσάν τε διάστασιν
διηρευνησάμην τὴν κίνησιν, καὶ πρίονα μὲν τὸν σφυγμὸν οὐκ ἐγνώκειν, ἀμυδρότερον
δὲ ἀναφέροντα καὶ ἐοικότα οὐ παρέτῳ ποδὶ, ἀλλὰ δεσμώτῃ καὶ βιαζομένῳ τὴν κίνησιν·
ἦν δὲ ὁ καιρὸς ἐκεῖνος τὸ ἀκμαιό τατον τοῦ διοχλοῦντος ἐκεῖνον νοσήματος· ἠπάτησε
γοῦν τοὺς πολλοὺς, καὶ ἠμφισβήτησάν γε μικροῦ δεῖν ξύμπαντες περὶ τῆς ἐκείνου ζωῆς.
7.79 Θόρυβος οὖν ἐντεῦθεν καταλαμβάνει τὰ βασί λεια, καὶ ἥ τε βασιλὶς,
θαυμάσιόν τι χρῆμα γυναικῶν αὕτη καὶ εὐγενείας τὰ πρῶτα καὶ οὐδενὶ παραχωροῦσα
τῆς μεί ζονος ἀρετῆς, ἥ τε τοῖν βασιλέοιν θυγάτηρ, ὡραία δὲ καὶ αὕτη κατ' ἄμφω καὶ
πρὸ ὥρας ἐκτετμημένη, ἀλλὰ καὶ μετὰ τὴν τομὴν, ἠλεκτρώδης τε ὁμοῦ καὶ πυρσὴ καὶ
τῷ σχήματι ἄμφω κατασεμνύνουσα, ἄμφω τε οὖν, καὶ ὁ τοῦ αὐτοκρά τορος ἀδελφὸς,
πρὸς δὲ καὶ ὁ ἀνεψιὸς, τὴν τοῦ αὐτοκρά τορος κλίνην περικυκλώσαντες, ἐξόδια τούτῳ
ἐδίδοσαν ῥήματα καὶ ἐξιτήρια κατέρρεον δάκρυα, καὶ προέπεμπον αὐτίκα ἐπὶ τὰ μείζω
βασίλεια, ἵν' ἐκεῖσε γενόμενος βου λεύσαιτό τι τῶν δεόντων, καὶ μὴ τὸ γένος ἀφήσει
συνδυστυ χήσαντας ἐκείνῳ τὴν εὐδαίμονα τῆς βασιλείας ζωήν. Ὁ μὲν οὖν
συνεσκευάζετο ὡς ἐκεῖσε ἀφιξόμενος· παρεγένετο δὲ τούτῳ οὐ πρὸ καιροῦ καὶ ὁ τῆς
Θεοῦ Σοφίας ἀρχιερεὺς, σύμβουλος ἐπὶ τὰ κρείττω γιγνόμενος καὶ πᾶσι λόγοις τοῦ τον
ἐπιρωννύς.
7.80 Ὡς δ' οὖν κἀκείνῳ ἡ μετάθεσις ἤρεσεν, οὐ κατέβαλε τὸ γενναῖον ἐνταῦθα ὁ
βασιλεὺς, οὐδ' ἐξῄει τοῦ δωματίου χειραγωγούμενος, ἀλλ' οἷος ἐκεῖνος ὑψικόμῳ ἐοικὼς
κυπαρίττῳ ὥσπερ τισὶ πνεύμασι διατινασσόμενος, κατακεκλόνητο μὲν προϊὼν, προῄει
δὲ ἀκρατὴς ταῖν χεροῖν καὶ ἀρκῶν ἑαυτῷ· οὕτω τε οὖν καὶ τοῦ ἵππου ἐπιβεβήκει, τῷ δὲ
πλῷ οὐκ οἶδ' ὅπως ἐχρήσατο. Ἐγὼ γὰρ διὰ τῆς ἑτέρας ὁδοῦ προλαβεῖν ἔσπευσα· οὐ τοῦ
σκοποῦ δὲ ἔτυχον, ἀλλ' ἐπικαταλαμβάνω τοῦτον ἀτεχνῶς διακυμανθέντα καὶ τοῖς ὅλοις
ἐξαπορούμενον· περιεκάθητο δέ γε τοῦτον τὸ γένος ἀνολοφυρόμενοι ξύμπαντες, καὶ
συνεκπνεύσαντες ἐκείνῳ εἴ γε δύναιντο· κατῆρχε δὲ τῶν θρήνων ἡ βασιλὶς, καὶ ἡ θυγά
τηρ ἀντωλοφύρετο γοερώτερον ἀντεπικλαίουσα τῇ μητρί.
7.81 Καὶ τὸ μὲν περὶ αὐτῶν ἐν τούτοις· ὁ δέ γε βασιλεὺς τῆς πρὸς τὴν κρείττονα
ζωὴν ἐμέμνητο μεταθέ σεως, καὶ τὸν μετασχηματισμὸν ἐζήτει τοῦ βίου· ἡ δέ γε βασιλὶς
ἀγνοοῦσα ὅτι ἔμφυτον αὐτῷ τὸ βούλημα, ἡμᾶς πάν τας μᾶλλον ἢ ἐκεῖνον κατῃτιᾶτο τοῦ
σκέμματος· ὡς δ' οὖν κἀμὲ τεθέαται· «Ὀναίμεθά σου, φησὶ, ὁπόσα βούλει τῆς
συμβουλῆς, ὦ φιλόσοφε· ὡς καλὰς δὲ ἡμῖν ἀποδίδως τὰς ἀμοιβὰς, μεταθεῖναι
σκεψάμενος εἰς τὸν μοναδικὸν βίον τὸν αὐτοκράτορα».
7.82 Ἐγὼ δὲ ἀπωμνύμην αὐτίκα μὴ τοιοῦτον ἐν θυμηθῆναί ποτε, ἀλλὰ καὶ τοῦ
κειμένου ἐπυνθανόμην ὁπόθεν αὐτῷ ἐγεγόνει τὸ βούλευμα· ὁ δὲ· «Ἀλλ' αὕτη, φησὶν,
(οὕτω γὰρ εἰρήκει) στέργουσα τὸν γυναικεῖον τρόπον, ἡμᾶς ἐπέχει τε βουλευομένους τὰ
κρείττονα, καὶ πᾶσι μᾶλλον ἢ ἐμοὶ τὴν γνώμην καταιτιᾶται. –Ναὶ, φησὶ, καὶ ἀναδέχομαι
τῷ ἐμῷ τραχήλῳ ὁπόσα σοι διημάρτηται, κἂν μὲν ἀνασταίης, ἔχω δὴ τὸ ζητούμενον καὶ
ποθούμενον, εἰ δ' οὖν, ἀλλ' ἐγώ σε ἀπολογήσομαι τῷ δικαστῇ καὶ Θεῷ ὧν διημαρτήκεις
αὐτός· καὶ σοὶ μὲν τὰ πεπραγμένα ἀνέγκλητα εἴη, ἐμὲ <δὲ> ὑπὲρ σοῦ ἡδέως ἂν καὶ
σκώληκες διασπάσαιντο, καὶ σκότος τε ἐπικαλύψοι βαθὺ, καὶ πῦρ ἐξώτερον διαφλέξειε·
εἶτα δὴ οὐκ οἰκτείρεις τῆς ἐρημίας ἡμᾶς; ποδαπὴν δὲ καὶ ψυχὴν ἔχων σαυτὸν μὲν
ὑπεξάγεις τῶν βασιλείων, ἐμοὶ δὲ δυσφο ρωτάτην ἐγκαταλιμπάνεις χηρείαν, ὀρφανίαν
τε βαρυτάτην τῇ θυγατρί· καὶ οὐδ' ἀρκέσει ταῦτα ἡμῖν, ἀλλὰ δεινότερα διαδέξεται, καὶ
μετακομίσουσιν ἡμᾶς χεῖρες, ἴσως οὐδὲ φιλάνθρωποι, εἰς ὑπερορίας μακρὰς, τυχὸν δὲ
καὶ διαιρή σουσι τὸ βαρύτερον, καὶ ὄψεταί σου τὰ φίλτατα αἱμάτων ἀνὴρ καὶ ἐλεεῖν μὴ
εἰδώς· καὶ σὺ μὲν ἐπιβιώσεις τῷ μετα σχηματισμῷ, ἢ ἀποβιώσεις ἐν καλῷ ἴσως, ἡμῖν δὲ
πικρο τέρα τοῦ θανάτου διαμενεῖ ἡ ζωή».
7.83 Ταῦτα μὲν οὖν ἡ βασιλὶς, ἀλλ' οὐκ ἔπειθε λέγουσα· ἐπεὶ δὲ ταύτης
ἀπεγνώκει τῆς συμβουλῆς· «Ἀλλ' ἡμῖν γε, φησὶ, διάδοχον τῆς βασιλείας τὸν
εὐνοϊκώτατόν σοι καὶ εὐμενέστατον ποίησον, ὅπως ἂν καὶ σοὶ τὸ ἀξίωμα συντηρήσειε
ζήσαντι, κἀμοί γε ὁπόσα παῖς χρηματίσειε.» Ἀνερρώσθη γοῦν ἐπὶ τούτοις ὁ βασιλεὺς, καὶ
ὁ δοὺξ Κων σταντῖνος εὐθὺς ἐκείνῳ μετάπεμπτος γίνεται, ἀνὴρ περι φανὴς μὲν καὶ τὰς
πρώτας τοῦ γένους ἔχων ἀρχάς· εἰς γὰρ τοὺς ∆ούκας ἐκείνους τὸ γένος ἀνέφερε, τοὺς
Ἀνδρονίκους φημὶ καὶ τοὺς Κωνσταντίνους, ὧν πολὺς λόγος ἐν τοῖς τῶν ἱστορησάντων
συγγράμμασι τῆς τε κατὰ γνώμην ἀκριβείας καὶ τῆς κατὰ χεῖρα γενναιότητος, οὐδὲν δὲ
ἧττον καὶ ταῖς μετ' ἐκείνους διαδοχαῖς ἐσεμνύνετο.
7.84 Ἀλλὰ ταῦτα μὲν ἐκείνῳ εἰς φιλοτιμίαν ἀρκεῖ· ὁ δὲ περὶ αὐτοῦ λέγειν
προθέμενος Ἀχιλλέα τοῦτον οὐκ ἀπεικότως ἐρεῖ· ὥσπερ γὰρ τῷ ἥρωϊ τούτῳ μεγάλη μὲν
ἡ ἀρχὴ τοῦ γένους, Αἰακὸς γὰρ ὁ πάππος, ὃν ἐκ ∆ιὸς οἱ μῦθοι γεννῶσι, καὶ Πηλεὺς δὲ ὁ
πατὴρ, ὃν οἱ τῶν Ἑλλήνων λόγοι ἐξαίροντες τῇ Θέτιδι, θεὰ δὲ αὕτη θαλαττία, συγκα
τευνάζουσιν, ἀλλ' ὑπὲρ τὰς τῶν πατέρων δόξας ἀποχρῶντα τὰ οἰκεῖα πεφύκασιν ἔργα,
καὶ οὐ μᾶλλον ὁ Ἀχιλλεὺς παρὰ τῶν γεννησαμένων τετίμηται, ἀλλ' ἐκεῖνοι παρὰ τοῦ
παιδὸς τὸ σεμνὸν ἀποφέρονται, οὕτω δὴ καὶ τῷ δουκὶ Κωνσταν τίνῳ, ὃν ἤδη πρὸς τὴν
βασίλειον ἀρχὴν προβιβάζειν ὁ λόγος βούλεται, λαμπρὰ μὲν καὶ τὰ παρὰ τοῦ ἄνω
γένους, λαμ πρότερα δὲ καὶ τὰ παρὰ τῆς ἰδίας φύσεώς τε καὶ προαι ρέσεως.
7.85 Ἀλλ' ὁ μὲν περὶ τῆς βασιλείας λόγος ἀνα μεινάτω· τὸν δέ γε ἰδιώτην βίον
οὗτος ἔτι τελῶν, τὸ μὲν ὅσον εἰς ἀρχικὴν γνώμην καὶ γένους λαμπρότητα καὶ τοῖς
κρείττοσι τῶν βασιλέων ἀντήριζε, τὸ δ' ὅπως ἂν εὐλαβῶς βιῴη καὶ μήτε γείτοσι
φορτικὸς ὀφθείη ποτὲ, μήτε τινὸς καθυπερηφανεύσοιτο, τοῖς τε βασιλεύσασι
προχειρότατος εἰς ὑπακοὴν φαίνοιτο, ὑπὲρ τ' ἄλλα πάντα ἐπραγματεύετο, καὶ ἵνα μηδὲ
κατὰ τὴν οἰκείαν αὐγὴν νομίζοιτο, ὥσπερ τις ἥλιος νέφος ἑαυτοῦ προεβάλλετο.
7.86 Λέγω δὲ ταῦτα οὐχ ἑτέρων ἀκηκοὼς, ἀλλ' αὐτὸς περὶ πάντων αἰσθήσεσιν
αὐταῖς καὶ γνώμαις ἀκριβω σάμενος· ὁ μὲν γὰρ σεμνυνέσθω πολλοῖς καὶ καλοῖς κατορ
θώμασι, ἐμοὶ δὲ ἓν τοῦτο ἀντὶ πάντων ἀρκεῖ, ὅτι τοιοῦτος ὁ θαυμάσιος οὗτος ἀνὴρ καὶ
ὢν καὶ δοκῶν, τῶν μὲν ἄλλων ἧττον ἐφρόντιζεν, ἐμοὶ δὲ, εἴτε τι καθεωρακὼς ἐν ταῖς
γνώμαις τῶν γε λοιπῶν πλέον, εἰς σύνεσιν, εἴτε τῷ ἤθει μου ἀρεσκόμενος, οὕτω
προσέκειτο καὶ οὕτω διαφερόντως τῶν ἄλλων ὑπερηγάπα, ὡς ἐξηρτῆσθαί μου καὶ τῆς
γλώ ττης καὶ τῆς ψυχῆς, καὶ αὐτῷ δή μοι πιστεύειν τὰ τιμιώτατα.
7.87 Ἐβούλετο μὲν οὖν κεκρύφθαι ἐφ' ἑαυτοῦ, καὶ τῶν ὑπερηφάνων δεινῶς
κατεφρόνει ἀρχῶν, ἀτημελέσ τερόν τε ἠμφίεστο καὶ ἀγροικότερον διεσκεύαστο, ἀλλ'
ὥσπερ αἱ καλαὶ τὴν ὥραν ὅσῳ μᾶλλον ἐκ τοῦ τυχόντος κόσμου προφαίνονται, τοσοῦτον
ἐν τῷ προβεβλημένῳ νέφει τηλεφανέστερον διαυγάζουσι, καὶ ἔστιν αὐταῖς ὁ ἀμελὴς
κόσμος καλλωπισμὸς ἀκριβέστατος, οὕτω δὴ κἀκεῖνον οὐκ ἔκρυπτε μᾶλλον τὰ ἀφανῆ
περιβλήματα ταῦτα ἢ λαμπρό τερον ἀπεδείκνυε. Πᾶσαι γοῦν ἐπ' αὐτὸν ἐπέπτοντο γλῶ
σσαι καὶ εἰς βασιλείαν παρέπεμπον, αἱ μὲν ὥσπερ χρησμο λογοῦσαι τὴν πρόρρησιν, αἱ δὲ
τὸ εἰκὸς ἐκείνῳ λέγουσαί τε καὶ σῴζουσαι· ἐδεδίει γοῦν οὗτος οὐ τοὺς ἀπεχθανομένους
αὐτῷ, ἀλλὰ τοὺς προστεθειμένους, καὶ πᾶσαν μὲν αὐτοῖς πρὸς αὐτὸν φέρουσαν ὁδὸν
ἀπέφραττεν, οἱ δὲ μαχιμώτατοί τε ἦσαν ἢ τολμητίαι καὶ τῶν ἐμποδίων κατατολμῶντες.
7.88 Τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς εὐλα βείας τε καὶ συνέσεως, ὥστε ὁπηνίκα
κρίσις ἐγεγόνει τοῦ τῶν στρατιωτῶν καταλόγου, καὶ τῶν ἄλλων ὁ Κομνηνὸς
προτετίμητο, αὐτὸς δὴ οὗτος ὁ ἐπὶ τῷ κράτει κριθεὶς, ἐκείνῳ τῆς ἡγεμονίας παρεχώρει
μετὰ τὴν κρίσιν, ἀλλ' ἀπεωθεῖτο καὶ γνώμῃ καὶ χειρὶ, οὕτω δὴ καὶ τοιαύτην <τὴν>
κρίσιν προσγενομένην αὐτῷ, καὶ οὐδ' ἂν ὅλως οἱ τηνικαῦτα συνεληλυθότες
ὡμογνωμονήκεσαν εἰς τὸ ἔργον, εἰ μὴ μέσον οὗτος παρεντεθεὶς τῷ καθ' ἑαυτὸν
ἀξιώματι ξυνεδέσμει τὴν βουλήν· καὶ τὸ ξύμπαν δὲ στράτευμα ἐπὶ δυεῖν ὥσπερ
ἀγκύραιν ὥρμει, μείζονι καὶ ἐλάττονι, ἢ μᾶλλον ἐλάττονί τε καὶ μείζονι· εἰ γὰρ ὁ μὲν
Ἰσαάκιος βασιλεὺς προκεχείριστο, τούτῳ δὲ ἡ τοῦ καίσαρος ἐλάττων τιμὴ
κατεπήγγελτο, ἀλλὰ τὸ ὑπερέχον αὐτῷ τοῦ γένους καὶ τὸ ἐρασμιώτατον ἰδίωμα τῆς
ψυχῆς εἰς εὔνοιαν ἀφείλκετο τοὺς πολλούς· καὶ ἵνα τις ἐπὶ πλέον τὸν ἄνδρα
θαυμάσειεν, ἐπειδή περ εἰς βασιλείαν ἡ τυραννὶς ἔληξε, καὶ ὁ Ἰσαάκιος ἐπὶ τοῦ θρόνου
καθῆστο, ὁ δὲ ἐξίσταται τούτῳ καὶ τῆς δευτέρας τιμῆς, δέον καὶ τῆς πρώτης
ἀμφισβητεῖν· τοσοῦτον τὸ εἰς ἦθος ἀσύγκριτον τοῦ ἀνδρός· ἐγὼ δὲ τοῦτο τοῖς
γενομένοις προστίθημι, ὅτι θεῖον ἄρα ἦν καὶ τὸ μὴ τότε γενόμενον καὶ τὸ νῦν γεγονὸς,
ἵνα μὴ ἐκ τυραννικῶν προθύρων, ἀλλ' ἐξ ἐννόμων ἀδύτων εἰς τὴν τῆς βασιλείας
ἀναχθείη περιωπήν.
7.89 Περὶ τῆς εἰσελεύσεως τοῦ δουκὸς εἰς τὸν Κομνηνὸν καὶ προχειρίσεως, καὶ
περὶ τῆς τῶν συγγενῶν ἀξιώσεως. Ὡς δ' οὖν τηνικαῦτα μετεκέκλητο τὰς ἐσχάτας, ὡς
ἐδόκει, ἀναπνοὰς τῷ Κομνηνῷ ἀναπνέοντι, οὗτος δὲ ἐρυθριάσας καὶ ὑποπλησθεὶς τὰ
ὄμματα τῆς συνήθους αἰδοῦς, εἱστήκει κατὰ τὸ εἰωθὸς περιστείλας τὼ χεῖρε· ὁ δὲ
ἀκριβέστερον συλλέξας τὸν νοῦν· «Τῶν περι εστηκότων, ἔφησε, τουτωνὶ (δείξας τὸ
συγγενὲς χειρὶ), ὁ μὲν ἀδελφὸς, ὁ δὲ ἀνεψιὸς, καὶ τούτων δὴ τῶν φιλτάτων ἡ μὲν
ὁμόλεκτρος καὶ βασίλισσα, ἡ δὲ θυγάτηρ μονογενὴς, οὕτως εἰπεῖν, ἀλλά σε ὁ ἐμὸς
τρόπος μᾶλλον αὐτῶν οἰκειοῦται, καὶ ἡ σὴ γνώμη τὴν φύσιν νικᾷ, καί σοι τὴν βασιλείαν
καὶ αὐτὰ δὴ τὰ φίλτατα πιστεύω, οὐδὲ τούτων ἀκόντων, ἀλλὰ καὶ πάνυ
βεβουλευμένων· τὸ δὲ καινὸν τουτὶ πρᾶγμα οὐ τήμερον ἤρξατο, οὐδὲ ἡ περίστασις τοῦ
νοσήματος εἰς τοῦτό με συνηνάγκασεν, ἀλλὰ καὶ εἰς βασιλείαν κριθεὶς, αὐτόν σε
καλλίονα ὑπελάμβανον καὶ προσήκοντα μᾶλλον τῷ σχήματι, καὶ μετὰ ταῦτα δὲ τοῖς
ἄλλοις σε κατὰ μέρος συγκρίνων ἁπάσαις ψήφοις τῶν πάντων ἐτίθουν βασιλικώτερον·
τὸ μὲν οὖν ἐμὸν ὅπη κατέληξε καὶ εἰς βραχείας ἀναπνοὰς ἡ ζωὴ περιείληπται, τὸ δ'
ἐντεῦθεν σύ τε μεταχειριεῖς τὸ κράτος καὶ τὰ τῆς ἀρχῆς θήσεις καλῶς, ἄνωθεν μὲν
κεκριμένος εἰς τοῦτο, νῦν δὲ τὴν ἡγεμονίαν παρειληφώς· τὴν δέ γε γυναῖκα καὶ τὸ
θυγάτριον, τόν τε ἀδελφὸν καὶ τὸν ἀνεψιὸν, τὰς μὲν ἀνέπαφόν σοι παρακαταθήκην
πιστεύω, τῶν δὲ ἐγκελεύομαι φροντίζειν τε καὶ ἐπιμελεῖσθαι».
7.90 Ἐπὶ τούτοις αἴρεται κρότος δάκρυσι σύμμικτος, καὶ τὸ περιεστηκὸς
ἐπευφήμησε, καὶ ὁ πρὸς τὴν βασιλείαν κριθεὶς, ὥσπερ ἐν ἱεροῖς τελούμενος καὶ
μυσταγωγούμενος τὰ θαυμάσια, σὺν αἰδοῖ καὶ κόσμῳ παρειστήκει τῷ αὐτοκράτορι. Τὰ
μὲν οὖν τοῦ κράτους τῷ ἀνδρὶ προοίμια τοιαῦτα, τὰ δέ γε μετὰ ταῦτα οὐχ ἁπλῆν ἔχει
τοῦ λόγου τὴν πρόοδον, ἀλλὰ τὰ μὲν αὐτῷ εὐθύτατα συμβεβήκει, τὰ δὲ πλάγια ἢ
ἀντίρροπα.
7.91 Εἰ δέ τι τούτῳ καὶ παρ' ἡμῶν ἐγεγόνει, ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι, μὴ γὰρ
τοσοῦτον καυχήσαιμι, αὐτὸς δ' ἂν εἰδείη ὁ βασιλεὺς, ὡς πρὸς μὲν τὸ ἀντίρροπον
ἀντίρροπος ἦν, συνεπεκούρουν δὲ φερομένοις τοῖς πράγμασι κατ' ὀρθὸν, καὶ τοσοῦτόν
μοι τὸ περιὸν τῆς εἰς τὸν ἄνδρα προθυμίας καὶ διαθέσεως, ὅτι τῶν πραγμάτων ἤδη
κυμαινόντων αὐτῷ, αὐτὸς τῶν οἰάκων ἐπιλαβόμενος, καὶ τὰ μὲν ἐνδιδοὺς, τὰ δὲ
ἀντιτείνων, ἀκριβῶς τοῦτον εἰς τοὺς βασιλείους λιμένας κατήνεγκα.
7.92 Ὁποῖον δὲ αὐτῷ καὶ τὸ κράτος καὶ ὁ τῶν πράξεων χαρακτὴρ, τίνας τε γνώμας συνεισηνέγκατο
τῇ ἀρχῇ, καὶ οἵας ἀρχὰς τεθεικὼς ἐφ' οἷα τέλη διέδραμεν, οἷός τε αὐτῷ ὁ σκοπὸς τῆς
ἡγεμονίας, καὶ τίνα μὲν κατώρθωσεν ἀκριβῶς, τίνα δὲ αὐτὸς πρῶτος ἐφεῦρε, καὶ τίνα
μὲν αὐτῷ θαύματος ἄξια, τίνα δὲ οὐ τοιαῦτα, καὶ ὅπως μὲν τὰ πολιτικὰ μετεχειρίσατο
πράγματα, ὅπως δὲ τῷ στρατῷ προσηνέχθη καὶ τὰ ἄλλα ἔνθεν ἑλὼν διηγήσομαι.
ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ι΄ Δούκας (1059 1067)
Επεξεργασία
1.1 Βασιλεὺς Ῥωμαίων Κωνσταντῖνος ὁ ∆ούκας κρατήσας τῆς βασιλείας ἔτη ἑπτά.
Περὶ τούτου τοῦ αὐτοκράτορος συντεμὼν τὸν λόγον ὅσα εἰκὸς καὶ τὸ σύνηθες τῇ
συγγραφῇ μέτρον ἀποδιδοὺς, ἀκριβέστερον ὕστερον ἐρῶ καὶ ἑρμηνεύσω ὁποῖον μὲν
αὐτῷ τὸ γένος, ὁποῖον δὲ τοῦ οἴκου τὸ σχῆμα, οἷον δὲ καὶ τὸ ἦθος, καὶ τίνων μὲν ἤρα,
τίνων δὲ ἀπείχετο καὶ πρὸ τῆς ἀρχῆς καὶ μετὰ τὴν ἀρχήν· περὶ τίνος γὰρ ἄλλου τῶν
βασιλέων μακρότερον διηγήσωμαι, ὃν καὶ ἰδιώτην ὄντα ἐπῄνεσα, καὶ βασιλέα γεγονότα
ἐθαύμασα, καὶ οὗ μηδὲ βραχύ τι ἀπολελείμμην, ἀλλὰ περὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους
εἱστήκειν, ὁπότε βασιλικοῦ προκαθέζοιτο βήματος, καὶ συνῆν ἐπὶ λόγοις καὶ τῆς αὐτῆς
ἐκοινώνουν τραπέζης, καὶ ἀδιηγήτων χαρίτων ἀπέλαβον;
7 .2 Οὗτος τοιγαροῦν ὁ θειότατος βασιλεὺς ἅμα τῷ τῆς ἀρχῆς ἐπιβῆναι,
πρῶτον τίθεται σπούδασμα ἰσότητα καὶ εὐνομίαν κατασκευάσαι τοῖς πράγμασιν, καὶ
πλεονεξίαν μὲν ἀνελεῖν, μετριότητα δὲ καὶ δικαιοσύνην εἰσενεγκεῖν· φύσεως δὲ τυχὼν
πρὸς πᾶν ὁτιοῦν δεξιᾶς, πᾶσιν ἐπεφύκει βασιλικοῖς πράγμασιν· εἴτε γὰρ διαιτῶν δίκαις,
οὐκ ἀσύνε τος ἦν τῶν πολιτικῶν ὑποθέσεων, ἀλλὰ καὶ λίαν εὐθυβολώτατος·
φιλοσοφίας δὲ καὶ ῥητορείας οὐ πάνυ μετέχων, κατ' οὐδὲν τῶν φιλοσόφων καὶ
ῥητόρων ἀπελιμπάνετο, ὁπηνίκα ἢ λόγους ἀπαγγέλλοι ἢ δημηγοροίη, ἢ αὐτοσχεδιάζοι
γρα φήν· εἴτε δὲ περὶ στρατιωτικοὺς καταλόγους ἐσπούδαζε, κατὰ δὲ τοῦτο τὸ μέρος
πάντων ἐπρώτευε.
7.3 Τὴν δὲ βασιλείαν ἐν στενῷ ἀπειλημμένην ὁρῶν, πάντων αὐτῇ τῶν
χρημάτων ἐξαντληθέντων, χρηματιστὴς ταύτῃ μέσος ἐγένετο, οὔτε ἀπειροκάλως τοῖς
ἀναλώμασι χρώμενος, οὔτε θερίζων, ἵν' οὕτως ἐρῶ, ὅσα μὴ αὐτὸς ἔσπειρεν, ἢ συνάγων
ὅσα μὴ διεσκόρπισεν, ἀλλ' αὐτὸς πρό τερον ἀφορμὰς καταβάλλων οὕτως τῶν οἰκείων
πόνων ἀπ έλαβεν· ὅθεν οὐ πλήρεις μὲν, οὐδ' ἐπιχειλεῖς, ἡμιδεεῖς δὲ τοὺς βασιλείους
θησαυροὺς ἐποιήσατο. Εὐσεβέστατος δὲ εἴπερ τις ἄλλος βασιλέων γενόμενος, κἀν τούτῳ
τῷ μέρει πάντας ὑπερβαλλόμενος, πολέμους τε πολλάκις ἀπραγμα τεύτους κατώρθωσε
καὶ ἀριστείοις στεφάνοις τὴν κεφαλὴν ἀνεδήσατο.
7.4 Ἑπτὰ δὲ ἔτη καὶ μικρόν τι πρὸς διαχειρισάμενος τὴν ἀρχὴν, νόσῳ
δαπανηθεὶς ἐτετελευτήκει, ἀγῶνα μέγαν καταλιπὼν τοῖς ἐπαινεῖν αὐτὸν βουλομένοις.
Ὀργῆς τε καὶ κρείττων ἐγένετο, καὶ οὐδὲν ἀπὸ ταὐτομάτου, ἀλλὰ λογισμῷ ξύμπαντα
ἔπραττεν, καὶ οὔτε ψυχὴν ἀφείλετό τινος κἂν τὰ ἔσχατα τῶν κακῶν ἐπεπράχει, οὔτε
τινὸς τῶν ἀκρωτη ρίων ἐστέρησεν, ἀλλὰ τῇ ἀπειλῇ βραχύ τι χρησάμενος, μετ' οὐ πολὺ
καὶ ταύτην διέλυε, δάκρυα μᾶλλον ἐπὶ πᾶσιν ἀφιεὶς ἢ ὠμότητι χρώμενος.
7.5 Οὕτω μὲν οὖν προσκιάσας αὐτὸν, αὐτίκα πλατύτερον γράψω καὶ
διαρθρώσομαι, ὥσπερ δὴ ἐπηγγειλάμην ποιῆσαι τῷ θαυμασίῳ τούτῳ καὶ ὑπερφυεῖ
αὐτοκράτορι.
7.6 Τὸ μὲν ἄνω γένος ὅσον εἰς προπάππους ἁβρόν τε καὶ εὔδαιμον καὶ
ὁποῖον αἱ συγγραφαὶ ᾄδουσι· διὰ στόματος γοῦν καὶ μέχρι τοῦ νῦν ἅπασιν ὁ Ἀνδρόνικος
ἐκεῖνος, καὶ ὁ Κωνσταντῖνος, καὶ ὁ Πανθήριος, οἱ μὲν ἐξ ἄρρενος γένους, οἱ δὲ ἐκ θήλεος
τούτῳ προσήκοντες, οὐδὲν δὲ ἔλαττον αὐτῷ καὶ τὸ προσεχές· ἀλλ' ὥσπερ Αἰακοῦ καὶ
Πηλέως ὁ Ἀχιλλεὺς ἐξ ἐκείνων γενόμενος, μᾶλλον ἐκείνων ἐξέλαμψεν, οὕτω δὴ καὶ ὁ
αὐτοκράτωρ οὗτος τοιαῦτα ἔχων τοῦ γένους τὰ παραδείγματα, οὐκ ἐμιμήσατο μόνον,
ἀλλ' ὥσπερ ἁμιλλη σάμενος μακρῷ τοὺς προγόνους ὑπερεβάλετο, διαπρεπὴς ἁπάσαις
γενόμενος ἀρεταῖς· ἐπίδοξος δὲ εἰς βασιλείαν κατὰ πρώτην εὐθὺς ἡλικίαν γενόμενος,
οὕτω τὸ πρᾶγμα μετεχειρίσατο εὖ, ὡς μηδένα τῶν πάντων μωμήσασθαι· τῆς γὰρ
ἀγοραίου προπετείας καὶ κομψότητος μακρὰν ἑαυτὸν ποιησάμενος, ἐν ἀγροῖς διέτριβε
τὰ πολλὰ καὶ περὶ τὴν πατρῴαν βῶλον ἐπραγματεύετο· γυναῖκα δὲ γήμας καὶ γένει
περιφανῆ (Κωνσταντίνου γὰρ ἦν παῖς ἐκείνου, ὃν τὸ μὲν χωρίον ἡ ∆άλασσα ἤνεγκεν, ἡ
δὲ ῥώμη πανταχοῦ τῆς οἰκουμένης ἐκήρυξε) καὶ κάλλει διαπρεπῆ, σωφροσύνῃ τὸν βίον
ἐκόσμησεν· εἶτα δὴ ταύτην θανάτῳ ἀποβαλὼν, ἵνα μὴ καὶ πάλιν συκοφαντοῖτο καὶ τοῖς
κακοήθεσιν ἀφορμὴ δια βολῆς γίνοιτο, ἑτέραν αὖθις ἑαυτῷ οἰκειοῖ (εὐγενὴς δὲ καὶ αὕτη
καὶ τό τε φρόνημα γενναία, καὶ τὸ εἶδος περικαλλὴς), μεθ' ἧς καὶ παῖδας ἀπογεννᾷ
ἄρρενάς τε καὶ θηλείας καὶ μετὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἀρχῆς, ὧν ὁ πρώτως ἀποτε
χθεὶς, Μιχαὴλ δὲ ἦν, ὁ τὴν ἐκείνου βασιλείαν ἀναδεξάμενος καὶ κοινωνοὺς ταύτης καὶ
τοὺς ἀδελφοὺς ποιησάμενος, τὰ κατὰ πάντων πρωτεῖα ἐκτήσατο, ὃν ὁ λόγος αὐτίκα δὴ
μετὰ τὴν τοῦ πατρὸς ἱστορήσει γραφήν.
7.7 Ἀλλ' ἐνταῦθα τοῦ λόγου γενόμενος συνεισενεγκεῖν καὶ ἐμαυτὸν τῷ
συγγράμματι βούλομαι καὶ τῶν ἐκείνου παραπολαῦσαι καλῶν. Ἤνθουν μὲν τηνικαῦτα
ἐπὶ τοὺς λόγους ἐγὼ, καί με ἡ γλῶττα μᾶλλον ἢ τὸ γένος ἐκήρυττε, λόγων δὲ ἐραστὴς
ἐκεῖνος εἴπερ τις ἄλλος θερμότατος, τοῦτο οὖν μοι πρῶτον ἀφορμὴ φιλίας πρὸς ἐκεῖνον
ἐγεγόνει καὶ οἰκειότητος· καὶ συνελθόντες ἅπαξ εἰς λόγους καὶ πεῖραν ἀλλήλοις
παρεσχηκότες, ἐθαυμάσαμέν τε καὶ ἐθαυ μάσθημεν, καὶ τοσοῦτον συμφυεῖς
ἐγεγόνειμεν, ὥστε καὶ παρ' ἀλλήλοις φοιτᾶν καὶ φιλικῶν χαρίτων κατατρυφᾶν·
συνηνέχθη δέ τι πρὸς φιλίαν καὶ ἕτερον· ἀνάγει με ὁ λόγος εἰς τὰ βασίλεια καὶ
ὑπογραμματεύειν ἐδίδου τῷ βασιλεῖ, Κωνσταντῖνος δὲ οὗτος ἦν τοῦ τῶν Μονομάχων
γένους ὡς ἀληθῶς τὸ κεφάλαιον, ἔτος δέ μοι τῆς ἡλικίας πέμπτον ἐπὶ τοῖς εἴκοσι ἦν·
ἐπεὶ δέ μοι λαμπροτέρου ἐδέησε σχήματος καὶ περιφανεστέρας οἰκίας, οὐδὲ τοῦτό μοι τὸ
μέρος ἀσπού δαστον ἀφῆκεν ὁ βασιλεὺς, ἀλλά μοι πολλοῦ τὸν τοῦδε τοῦ ἀνδρὸς
ἀνταλλάττεται οἶκον, καὶ εἰς ἀκριβεστέραν φιλίαν ἀλλήλους ἀπὸ ταύτης ἑνοῖ τῆς
προφάσεως· ἀδεέστερον δὲ αὐτῷ συνῆν ἐφ' ἅπασι τοῖς καιροῖς, καὶ τῷ βασιλεῖ τὸν
ἄνδρα διεζωγράφουν, ἐφιεὶς τῇ γλώττῃ τὰ πρὸς εὐφημίαν, καί τι καὶ πρὸς ἀγαθοῦ
ἐγιγνόμην αὐτῷ· εἶτα τί; τελευτᾷ οὗτος ὁ βασιλεὺς, καὶ ἵνα μὴ τῶν ἐν μέσῳ πολλῶν
ὄντων καὶ αὖθις ἐπιμνησθῶ, ὁ πρεσβύτης Μιχαὴλ ἐπὶ τῆς βασι λείας καθίσταται, καὶ
ὠδίνει τὰ πράγματα, ἐν δεινῷ τῶν στρατιωτῶν ποιουμένων, εἰ αὐτοὶ μὴ τὸν ὑπὲρ τῶν
ὅλων ἀγῶνα ὑποδύοιντο καὶ τοῖς σώμασιν ὑπὲρ τῆς ἀρχῆς κιν δυνεύοιεν· κατάρχει δὲ
τούτων ἐν ταῖς ἀρχαιρεσίαις τοῦ κράτους ἡ σύγκλητος τὰ πολλὰ, μηδὲν τῶν κινδύνων
ἐπαι σθομένη· ἅμα δέ τοι καὶ ὁ βασιλεὺς πρόφασίν τινα δοὺς αὐτοῖς ἀπονοίας εἰς ὀργὴν
ἐξάπτει, καὶ συνθέμενοι ἀλλή λοις ἐντὸς τοῦ Ἄστεος ἀποστασίαν, αὐτίκα δὴ ἐξεληλύθεσαν,
ὡς ὁ λόγος τὸ ξύμπαν ἐν τοῖς κατὰ τὸν Κομνηνὸν λόγοις ἠκρίβωσε.
7.8 Τὸ μὲν οὖν πλῆθος ἅπαν τῷ βασιλεῖ τούτῳ συννενεύκεσάν τε καὶ
συνεκέκλιντο, καὶ τὴν βασιλείαν λαμ βάνειν ἐπέτρεπον, ὁ δὲ ἀπεβιάζετο καὶ ὑπεχώρει
λαμπρῶς, καὶ τῷ Κομνηνῷ Ἰσαακίῳ παρεχώρει τοῦ πράγματος, οὕτω τοῦ Θεοῦ
πόρρωθεν οἰκονομοῦντος τὰ κατ' αὐτὸν, ὡς ἂν ἐννομώτερον ἐπὶ τὴν ἀρχὴν ἀναβαίη· τὰ
δὲ μετὰ ταῦτα, ἵνα μὴ δὶς τὴν αὐτὴν ἀπολεπτύνω διήγησιν, κρατεῖ τῆς βασι λείας ὁ
Κομνηνὸς, τὰς πλείους τῶν ὑποσχέσεων Κωνσταν τίνῳ τῷ ∆ούκᾳ διαψευσάμενος· ὁ δὲ
καὶ αὖθις ἐπὶ τοῖς δευτέροις ἐφιλοσόφει καὶ κατ' οὐδὲν προσκεκρούκει τῷ βασιλεύοντι·
ἐπεὶ δὲ οὗτος νοσήσας πρὸς τὸ θανεῖν ἐγεγό νει, ἀνάμνησιν ποιεῖται τῶν πρὸς αὐτὸν
συνθηκῶν, σύμβου λον δὲ κἀμὲ πρὸς τὸ πρᾶγμα λαβὼν, οὐδεὶς γάρ με τῶν ἐπὶ τῆς ἐμῆς
ἡλικίας αὐτοκρατόρων πλέον ἐκείνου ἐπῄνεσεν ἢ ἐθαύμασε, τοῦ μὲν γένους
καταπεφρονήκει, ὅλοις δὲ ἱστίοις πρὸς ἐκεῖνον ἀπένευσεν.
7.9 Οἷον δὲ τοῦτο τὸ μέρος <καὶ> ὅθεν, βραχύ τι προσ διατρίψω τῷ
διηγήματι· μέση μὲν οὖν ἡμέρα, καὶ τὸν βασι λέα ἡ τῆς νόσου συνέσχε καταβολὴ, καὶ ἡ
ἀκμὴ τοῦ κακοῦ δριμυτέρα τῶν ἄλλων· ὡς γοῦν αὐτίκα τεθνηξόμενος μετα καλεῖται
τὸν ∆ούκαν καὶ βασιλέα ποιεῖται τῷ ῥήματι, καὶ τὰ φίλτατα τούτῳ λαμπρῶς ἐγχειρίζει,
γυναῖκα καὶ θυγα τέρα, καὶ ἀδελφὸν καὶ τὸ λοιπὸν γένος· σύμβολα δὲ αὐτῷ οὔπω
ἐδεδώκει βασίλεια, ἀλλ' ἦν ἐν ἐπαγγελίαις τὸ πρόβλημα.
7.10 Οἷα δὲ τὰ μετὰ ταῦτα; ῥώννυται βραχύ τι ὁ βασι λεὺς καὶ δόξας οἷον
τὴν ἕξιν ἀπειληφέναι, ἀμφίβολος ἐφ' οἷς ἔπραξε γίνεται, καὶ ὁ τῇ βασιλείᾳ προβιβασθεὶς
ἐν δεινῷ τε καθίσταται καὶ ἀπορίᾳ συνέχεται· ἐδεδίει γὰρ οὐκ ἐπὶ τῇ ἀποτυχίᾳ μόνον,
ἀλλὰ καὶ ἐπὶ τῇ μετὰ ταῦτα δυσπρα γίᾳ καὶ ὑποψίᾳ· τί ποτ' οὖν ποιεῖ; τῶν ἄλλων
ἀφέμενος, ἐπὶ τοῖς ἐμοῖς λογισμοῖς γίνεται καὶ τῆς ἀρχαίας ἀναμιμνήσκει φιλίας, καὶ
ποιεῖν ὅ τι βουλοίμην ἢ πρότερον ποιοίμην οὐκ ἀποκνεῖ· ἐγὼ δέ σοι οὐκ ἐψευσάμην τὸν
φίλον, ὦ θεία καὶ καθαρωτάτη ψυχή (προάγομαι γὰρ ὡς ἀκούοντι διαλέξα σθαι)· αὐτὸς
ἂν εἰδείης ὡς τὰ πρῶτα συνεπεφύκειν, ὡς ἐπεθάρρυνον, ὡς ἐπερρώννυον, ὡς
ἀθυμοῦντα παρεμυθούμην, ὡς συγκινδυνεύσειν ἐπηγγελλόμην, εἰ καὶ τούτου δεήσειεν,
ἔπειτα καὶ τ' ἄλλα, ὡς μετήνεγκά σοι τὸν ἀρχιε ρέα, καὶ πάντα πεποίηκα ὁπόσα τε ὁ
καιρὸς καὶ ὁ λόγος τῆς φιλίας ἀπῄτει.
7.11 Ἵνα γὰρ προβιβάσω τῷ λόγῳ τὸ λεῖπον, σφοδροτέρα περίοδος
καταλαμβάνει τὸν βασιλέα, καὶ ἤδη τὴν ζωὴν αὐτῷ πάντες συναπεγνώκεισαν, οὐδεὶς δὲ
τῶν πάντων ἐθάρ ρει τοῖς βασιλικοῖς τοῦτον κοσμῆσαι συμβόλοις, εἰ μὴ αὐτὸς παρρησίᾳ
χρησάμενος, τῶν πάντων μοι παραχωρούντων τῆς ἀρίστης βουλῆς, ἐπὶ τοῦ θρόνου τε
καθίζω τοῦ βασιλείου καὶ τοῖς φοινικοῖς τέως ὑποδήμασι τοὺς πόδας ἁρμόζω· τὰ δ' ἄλλα
τούτῳ συνηκολούθει, τῶν ἐν τέλει συνάθροισις, εἰσαγωγαὶ πρὸς τὸν αὐτοκράτορα,
σέβας βασιλεῖ πρέπον, προσκύνησις καὶ ὁπόσα εἴωθεν ἐπὶ ταῖς τῶν αὐτοκρατόρων
ἀναρρήσεσι γίνεσθαι.
7.12 Ἐπεὶ δέ με πρῶτον αὐτῶν εἶδεν ἀπαρχόμενον τοῦ σεβάσματος, τοῦ
θρόνου τε εὐθὺς ἐξανίσταται καί με λαμ πρῶς ἀγκαλίζεται, καὶ τοὺς ὀφθαλμοὺς
ἐπιτέγξας δακρύοις οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, πλὴν τοσαύτας μοι καθωμολό γησε
χάριτας καὶ ἐν τοσαύταις ἐποίησεν ὅσαις οὐκ ἂν μὲν ἐξήρκεσεν, τὰς δὲ πλείους εἰς ἔργον
ἠγάγετο.
7.13 Ἑσπέρα μὲν οὖν ἦν ὅτε ταῦτα ἐγεγόνει, τοῦ δὲ καιροῦ βραχὺ
προϊόντος, ἀπογνοὺς <ὁ Ἰσαάκιος> παντάπασι τὴν βασιλείαν καὶ σωτηρίαν, τὴν κόμην
τε ἀποκείρεται καὶ τὸ μοναδικὸν σχῆμα ἐνδύεται, καὶ τῆς περιόδου λωφησάσης αὐτῷ
περὶ μέσας νύκτας βραχύ τι διανίσταται, καὶ γνοὺς ἐφ' οἷς <ἐστι>, καὶ τὸ πᾶν ἀπογνοὺς,
τόν τε βασιλεύοντα ἑωρακὼς καὶ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα βεβαιωσάμενος, εὐθὺς
τῶν ἀνακτόρων ἀφίσταται καὶ νεὼς ἐπιβὰς ἐπὶ τὴν μονὴν τοῦ Στουδίου ὑποχωρεῖ.
7.14 Ὁ μὲν οὖν ἐκεῖσε δυσθανατῶν ἦν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ δὲ
τελέως ἤδη τῆς βασιλείας ἐπειλημ μένος, καὶ πρῶτον ἐπὶ τοῦ βασιλείου θρόνου
καθιδρυθεὶς, ἔτι προτεταμένου τοῦ παραπετάσματος (εἱστήκειν δὲ μόνος αὐτὸς ἀγχοῦ
ἐπὶ δεξιᾶς), τὼ χεῖρε διάρας ὑπὲρ κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς δακρύων πληρώσας,
χάριτας ἀνθωμο λόγησε τῷ Θεῷ, καὶ τοῦτο πρῶτον αὐτῷ καθιέρωσε· ἔπειτα τὸ κάλυμμα
διασχὼν καὶ τὴν γερουσίαν εἰσκαλεσάμενος καὶ ὅσοι τοῦ στρατιωτικοῦ γένους τότε
ἐτύγχανον ὄντες, τούς τε ἐπὶ τῶν ἀρχείων καὶ τοὺς ἐπὶ τῶν δικαστηρίων τούτοις
συναγαγὼν, περὶ δικαιοσύνης καὶ φιλανθρωπίας καὶ πραγμάτων εὐθύτητος σύμμετρον
τοῖς εἰσκεκλημένοις δημηγο ρίαν ἀπεσχεδίασεν, τὰ μὲν τῷ δικαίῳ διδοὺς, τὰ δὲ τῷ
φιλανθρώπῳ καὶ βασιλικῷ ἤθει· ἔπειτα κἀμέ τινα τῷ καιρῷ πρόσφορα ἐπιτρέψας εἰπεῖν,
λύει τὴν ἐκκλησίαν.
7.15 Εἶτα δὴ τῶν πράξεων τῶν ἐπὶ τοῖς λόγοις ἀπάρχεται, δύο ταῦτα τέως
ποιεῖν προθέμενος, εὐεργετεῖν καὶ δικαιοδοτεῖν· οὐδένα γοῦν τῶν πάντων ἀφῆκεν
ἀγέραστον, οὐ τῶν ἐν τέλει, οὐ τῶν μετ' ἐκείνους εὐθὺς, οὐ τῶν πόρ ρωθι, ἀλλ' οὐδὲ
τῶν βαναύσων οὐδένα· αἴρει γὰρ καὶ τού τοις τοὺς τῶν ἀξιωμάτων βαθμοὺς, καὶ
διῃρημένου τέως τοῦ πολιτικοῦ γένους καὶ τοῦ συγκλητικοῦ, αὐτὸς ἀφαιρεῖ τὸ
μεσότοιχον καὶ συνάπτει τὸ διεστὼς, καὶ τὴν διάστασιν μετατίθησιν εἰς συνέχειαν.
7.16 Ὁρῶν δὲ τοὺς πλείστους περὶ τὸ ἀδικεῖν τετραμ μένους, καὶ τοὺς μὲν
τὸ πλέον τοῦ δικαίου ἔχοντας, ἑτέρους δὲ ὑπ' ἐκείνων τυραννουμένους, ἐπὶ τὸ δικάζειν
ἐτράπετο, λεῖα, κατὰ τὸν βασιλέα καὶ προφήτην, ὁρῶν· καὶ τοῖς μὲν ἀδικοῦσι γενόμενος
ἐμβριθὴς, τοῖς δὲ ἀδικουμένοις χαριέ στατός τε καὶ εὐμενής· ἐφειστήκεισαν γοῦν ἄμφω
τὼ μέρει, ὅ τε φεύγων καὶ ὁ διώκων, οὐδὲν πλέον οὔτε ἔλαττον ἐπὶ τῆς κρίσεως
ἔχοντες, ἀλλὰ τῆς ἴσης ῥοπῆς ἀξιούμενοι· ἐντεῦθεν τὰ κεκρυμμένα τέως ἀνεκαλύπτετο,
καὶ ὁ ἑκάστου τῶν πάντων τρόπος ἐδοκιμάζετο, μᾶλλον δὲ ἀπηλέγχετο. Νόμοι δὲ τότε
πρότερον πάροδον λαβόντες εἰς τὰ ἀνά κτορα σεμνῶς πάνυ ἀνηγορεύοντο, καὶ
συγγραφαὶ μὲν ἄδικοι διερρήγνυντο, πᾶν δὲ τὸ τιθέμενον ἢ γραφόμενον παρ' αὐτοῦ ἢ
νόμος ἄντικρυς ἦν, ἢ νόμου τι δικαιότερον. Οἱ δ' ἐπὶ τῶν ἀγρῶν, οἳ τὸ πρὶν μηδὲ τὸν
βασιλεύοντα ᾔδεισαν, καθα ρῶς αὐτῷ ἐνητένιζον, καὶ φιλανθρώπων μὲν λόγων, φιλαν
θρωποτέρων δὲ πράξεων μετελάμβανον.
7.17 Ταῦτά τε οὖν ἐποίει, καὶ τῶν δημοσίων φόρων ἐφρόντιζεν. Ἐπεὶ δὲ
οὐκ ἐγκώμιον τὰ γραφόμενα, ἀλλ' ἀλη θὴς ἱστορία, ἑαυτῷ μόνῳ συμβούλῳ περὶ τὰ
πρακτέα χρώμενος, ἔστιν οὗ καὶ ἡμάρτανε τοῦ ἀκριβεστέρου σκοποῦ· τὸ γοῦν
βουλόμενον αὐτῷ ἦν μὴ πολέμοις τὰ περὶ τῶν ἐθνῶν διατίθεσθαι, ἀλλὰ δώρων
ἀποστολαῖς καί τισιν ἑτέραις φιλοφροσύναις, δυεῖν ἕνεκα, ἵνα μήτε τὰ πλείω κατανα
λίσκοι τοῖς στρατιώταις, καὶ αὐτὸς διαγωγὴν ἔχοι ἀθόρυβον.
7.18 Ἀγνόημα δὲ μέγα ἠγνόησεν, ὅτι τῆς στρατιωτικῆς καταλυομένης
μερίδος τὰ τῶν ἐναντίων αὐξάνοιτο καὶ ἐπὶ τὸ μεῖζον καθ' ἡμῶν φέροιτο· ἔδει μὲν οὖν
τὸ τοι οῦτον ἀτόπημα, φημὶ δὲ τὸ ἀσύμβουλόν τε καὶ ἀπερίσκεπ τον, πάντων
ἀπελαθῆναι τῶν βασιλέων, ἀλλὰ τὸ φίλαυτον, καὶ τὸ ἐνίους τῶν αὐτοκρατόρων παρὰ
τῶν τυχόντων θω πεύεσθαι ὡς πᾶσιν ἀρκοῦντας πράγμασι, δελεάζει τε τὰ πολλὰ καὶ
ἐκτραχηλίζει τοῦ δέοντος, καὶ τὸν μὲν ὑπὲρ τοῦ καλοῦ παρρησιαζόμενον ὕποπτον
ἥγηνται, τὸν δὲ ὑποθω πεύοντα ἡδέως ἐναγκαλίζονται καὶ ἀξιοῦσι τῶν ἀπορρήτων·
τοῦτο τὴν βασιλείαν Ῥωμαίων κατήνεγκε καὶ ἠλλοίωσεν ἐπὶ τὸ χεῖρον τὰ πράγματα,
καίτοι πολλάκις αὐτὸς ἐπει ράθην ἐξελεῖν ἀπὸ τούτου δὴ τοῦ βασιλέως τὸ νόσημα· ἀλλ'
ἦν αὐθέκαστος περὶ τοῦτο καὶ ἀπαραίτητος· καὶ τοῦτο μὲν ἐνταυθοῖ κείσθω, ὁ δὲ τῆς
φιλανθρωπίας λόγος ἐξεταζέσθω αὐτῷ, ὡς δὲ καὶ ὁ τῆς φρονήσεως, τὸν γὰρ τῆς
δικαιοσύνης ἀποδεδώκαμεν· ὃ δέ με ἄνω διέλαθεν, τοῦτο νῦν ἀναμνησθεὶς διηγήσομαι.
7.19 Ὅτε γοῦν αὐτῷ τὸ στέφος τῇ κεφαλῇ καθηρμό ζετο, καθωμολόγησε
τῷ Θεῷ μὴ τιμωρῆσαι σῶμά τινος, τοῦτο δὲ μετὰ προσθήκης ἀποδεδώκει· ἀπείχετο γὰρ
καὶ αἰκίας καὶ τῆς διὰ λόγων σχεδὸν ὕβρεως, εἰ μὴ ὅσον μετα μορφώσας αὑτὸν ἐπὶ τὸ
δοκοῦν φρικωδέστερον, τιμωρίας μὴ γενησομένας διηπειλήσατο. ∆ιεῖλε δὲ τοῖς καιροῖς
εὐθυ βόλως τὰ πράγματα, ἑκάστῳ τὸ οἰκεῖον μέτρον φυλάττων καὶ τῆς ἐν τῇ ἀνισότητι
φροντίζων ἰσότητος.
7.20 Οἷον δὲ αὐτῷ καὶ τοῦ οἴκου τὸ σχῆμα; γλυκύτερον γὰρ τοῖς παισὶ
προσεφέρετο, προσέπαιζέ τε τούτοις ἡδέως καὶ προσεμειδία ψελλίζουσι, καὶ
ἀνθημιλλᾶτο πολλάκις ἀντιπίπτουσιν, εὐπαιδευσίαν τε ἅμα τούτοις καὶ γυμνασίαν
ἐντεῦθεν προμνηστευόμενος. Τρεῖς μὲν οὖν αὐτῷ υἱεῖς πρὸ τῆς ἀρχῆς ἐγεγόνεισαν καὶ
δύο θυγάτρια, καὶ τῶν μὲν ἀρρένων ὁ μέσος μετὰ τὴν ἀρχὴν ὀλίγον ἐπιβιοὺς ἀπο
θνῄσκει, κάλλους χρῆμα ἀμίμητον, καὶ τῶν θυγατέρων ἡ τελευταία ἤδη κατεγγυηθεῖσα
ἀνδρὶ, ὡραία τῷ εἴδει σφό δρα καὶ τὴν ψυχὴν ἀγαθὴ, θατέρα δὲ ἡ τῆς Ἀρετῆς φερώνυμος
μνηστεύεται τῷ Θεῷ, καὶ νῦν ἔτι ἔστι καὶ εἴη μέχρι πολλοῦ.
7.21 Μετὰ δὲ τὴν βασιλείαν, οὔπω ἡλίου τὸν ἐνιαύσιον κύκλον
περιοδεύσαντος ὁμοῦ δὲ τίκτεται παιδίον τῷ βασιλεῖ, καὶ τοῦ βασιλείου εὐθὺς
καταξιοῦται ὀνόματος· τὼ δὲ ἄλλω ὡς πρὸ τῆς βασιλείας γεγενημένω, ὅ τε θαυμάσιος
Μιχαὴλ καὶ ὁ μετὰ τοῦτον Ἀνδρόνικος ἰδιώτα ἤστην· ἀλλ' οὐ πολὺς χρόνος καὶ τὸν
πρῶτον αὐτῷ τῶν υἱέων καὶ κάλλιστον, τοῦτον δή φημι τὸν θειότατον Μι χαὴλ, τῷ
βασιλικῷ κοσμεῖ διαδήματι· μέλλοντα δὲ ἤδη ἐπὶ τοῦ θρόνου καθίζειν, δοκιμάζει
γενναίως εἰ προσήκων τῇ βασιλείᾳ γένοιτο, καὶ ἐρωτᾷ τοῦτον τομὴν πολιτικῆς ὑπο
θέσεως, ὁ δὲ καὶ διαγινώσκει τὸ ζήτημα καὶ ἔννομον ποιεῖ ται ἀπόφασιν· ὁ δὲ οἰωνὸν
τοῦτο λαβὼν ψυχῆς διαπρε ποῦς ἐν βασιλείᾳ γενησομένης, αὐτίκα τούτῳ τὴν βασίλειον
πανήγυριν ἐκτελεῖ.
7.22 Εἶτα τί γίνεται; βουλὴ κατὰ τοῦ βασιλέως παρ' ἐνίων ἀρτύεται· τὸ δὲ
βούλευμα, ἐξῶσαι τοῦτον τῆς ἡγεμονίας καὶ ἕτερον ἐγκαταστῆσαι τοῖς πράγμασιν· μέτο
χοι δὲ τοῦ σκέμματος οὐ τῶν ἀγενῶν μόνον καὶ ἀνωνύμων, ἀλλὰ καὶ τῶν εὖ γεγονότων
καὶ περιφανεστέρων· τῶν δὲ συνωμοτῶν ἐκ συνθήματος οἱ μὲν ἀπὸ θαλάττης ἐπικεχει
ρήκασι τῷ παρανομήματι, οἱ δὲ ἀπὸ γῆς καθειστήκεισαν ἀπρεπεῖς· ἀλλ' ἐπ' αὐτῆς τῆς
ἀκμῆς τοῦ κακοῦ γεγονότος, ἀνακαλύπτει τὸ δρᾶμα Θεὸς, καὶ δήλην ποιεῖται τὴν κακοή
θειαν· ἆρ' οὖν τὰς κεφαλὰς αὐτῶν ἀποτέμνει; ἢ διαιρεῖ τὰς χεῖρας; ἢ ἄλλο τι ἀφαιρεῖται
τοῦ σώματος; πολλοῦ γε καὶ δεῖ· τὴν κόμην γοῦν ἐνίοις ἐπιτεμὼν, τῶν ἄλλων
ὑπερορίαν καταδικάζει· καὶ ὥσπερ ἀναπνεύσας τοῦ παρὰ βραχὺ κινδύνου, ἐφ' ἑστίας με
προσκαλεῖται καὶ ἀπὸ τῆς αὐτῆς σιτεῖσθαι παρακελεύεται· εἶτα δὴ τὴν τροφὴν ἐπισχὼν
καὶ ἐπιδακρύσας· «Ἆρά γε, εἶπεν, ὦ φιλόσοφε, κατατρυφῷεν οὕτως καὶ οἱ ἀπαγόμενοι
ὑπερόριοι· ἀλλὰ μὴ οὕτω τρυφῴην, ἑτέρων κακοπαθούντων».
7.23 Τῶν δὲ ἀπὸ τῆς ἑσπέρας Μυσῶν τε καὶ Τρι βαλλῶν ἀλλήλοις
ὁμονοησάντων καὶ εἰς ὁμαιχμίαν συστάν των, καὶ μεγάλου κακοῦ ἐπὶ τῇ Ῥωμαίων
κυμαίνοντος, τὴν μὲν πρώτην ἐπ' ἐκείνους ἐξώρμησεν, εἶτα δῆτα ἐμοῦ μονο νοὺ ταῖς
χερσὶν ἐπισπάσαντος, παλινδρομεῖ ἐπὶ τὰ ἀνάκ τορα· ὀλίγον δέ τι στράτευμα
συλλεξάμενος ἐπ' ἐκείνους ἀφῆκε, καὶ παραδοξοποιεῖ τι Θεὸς, τῶν Μωσαϊκῶν τεραστίων
οὐκ ἔλαττον· ὥσπερ γὰρ κρείττονα φάλαγγα οἱ βάρβαροι θεασάμενοι καὶ
ἀποδειλιάσαντες τὰς ψυχὰς, εὐθὺς τὰ νῶτα μετέβαλον καὶ ἄλλος ἀλλαχοῦ διεσπάρησαν,
οἱ δὲ πλείους ἀπὸ τῶν κατόπιν ἐλαυνόντων ἔργον μαχαίρας γεγόνασιν· καὶ οἱ μὲν
τεθνηκότες κατάβρωμα ὄρνισι προε τέθησαν, οἱ δὲ διαφυγόντες πανταχοῦ τῆς γῆς
διεσπάρησαν. Εἰ μὲν οὖν ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ συνοπτικὴν ἱστορίαν ποιεῖν,
ἀπέχρησεν ἄν μοι τοῦτο τὸ διήγημα εἰς πᾶσαν εὐφημίας ὑπερβολήν· νῦν δὲ ἐφ' ἕτερα
τὴν τοῦ λόγου ὁρμὴν μετενέγκοιμι.
7.24 Τὰ μὲν οὖν ἄλλα τῷ βασιλεῖ δέξαιτ' ἂν τὴν πρὸς ἑτέρους ἅμιλλάν τε
καὶ σύγκρισιν, τὸ δὲ περὶ τὴν τοῦ θείου δόξαν καὶ μάλιστα τὸ περὶ <τὸ> τῆς ἀρρήτου
οἰκονομίας τοῦ Θεοῦ Λόγου μυστήριον, λόγου κρεῖττον καὶ τοῦ ἐνδιαθέτου καὶ τοῦ κατὰ
προφορὰν, τοῦ τε ἁπλοῦ καὶ τοῦ τεχνικοῦ. Ὁπότε γοῦν αὐτῷ ἀπόδειξιν ἐποιούμην τοῦ
δι' ἡμᾶς μυστηρίου, ἐγεγήθει τε τὴν ψυχὴν καὶ ὑπὸ χαρμονῆς τὸ σῶμα ξύμπαν
συνεκεκλόνητο, καὶ δακρύων κρουνοὺς ἠφίει· ἅπαν δὲ τὸ τῆς θείας Γραφῆς βάθος ἀνα
λεξάμενος, οὐ τὸ ἐκκείμενον μόνον ἠπίστατο, ἀλλὰ καὶ <τὸ> βαθὺ καὶ θειότερον· εἰ δ'
ἀποσχοληθείη ποτὲ τῶν δημοσίων φροντίδων, ἐπὶ τοῖς βιβλίοις ἐγίνετο.
7.25 Ἐπανεπαύετο δὲ ἐπ' οὐδενὶ τῶν ἄλλων ὡς ἐπ' ἐμοί· ὅθεν εἰ μὴ τῆς
ἡμέρας πολλάκις ὀφθείην αὐτῷ, ἐδει νοπάθει καὶ ἤσχαλλε· ἐσέβετό τε διαφερόντως τῶν
ἄλλων, καὶ διέκειτο ἀναπιμπλάμενος ἐμοῦ ὥσπερ νέκταρος· θάνα τον δέ μου τῶν
πολιτῶν ἑνὸς αὐτῷ ἀπαγγείλαντος, περι χαρὴς ὤφθη γενόμενος, ἐμοῦ δὲ θαυμάσαντος,
<καὶ> τὴν αἰτίαν ἐρομένου ἀνθ' ὅτου· «Ὅτι τοι, ἔφη, πολλοί μοι κατηγορήκασι τοῦ
ἀνδρός·» ἐγὼ δὲ ἀντήχουν (καὶ <γὰρ> ἐδεδίειν μήπου καὶ βιασθείη, καὶ εἰς ὀργὴν τούτῳ
ἐξενεχ θείη)· «Ἐπεὶ δὲ ἐτεθνήκει συντεθναίη πάντως τοῖς κατη γόροις καὶ ἡ κατὰ τοῦ
ἀνθρώπου κατηγορία, ἐπεὶ καὶ πᾶσα δυσμένεια τῷ βίῳ συγκαταλύεται».
7.26 Τὸν μέντοι γε ἀδελφὸν Ἰωάννην εἰς τὸ τοῦ καίσαρος ἀνενεγκὼν
ἀξίωμα ὑπερηγαπήκει καὶ μετὰ ταῦτα διαφερόντως, καὶ κοινωνὸν ἐποιεῖτο τῶν
ἀρχικῶν βουλευμάτων· ἐκεκόσμητο γὰρ καὶ ὁ ἀνὴρ οὗτος συνέσει καὶ μεγαλοφροσύνῃ
καὶ τῇ περὶ τὰ πράγματα δεξιότητι· ὅθεν καὶ νοσήματι δεινῷ πρὸ πολλοῦ τῆς τελευτῆς
κατάσχετος γεγο νὼς, ὥσπερ ὑπὸ πατρὶ τοὺς ἰδίους παῖδας πεποίηται, προστιθεὶς τούτῳ
καὶ ὃν αὐτὸς τοῦ πατριαρχικοῦ θρόνου ἠξίωσεν, ἄνδρα καὶ τὴν ἀρετὴν τελεώτατον καὶ
τῇ ἀρχιερωσύνῃ μάλα προσήκοντα.
7.27 Ἀλλ' ἐκεῖνος μὲν ἀνερρώσθη τῆς ἀρρωστίας, μετ' οὐ πολὺ δὲ
δαπανᾶσθαι τὸ σῶμα ἀρξάμενος, κατὰ βραχὺ τῷ θανάτῳ προσήγγισεν· κἀνταῦθα ἐπὶ τῇ
γυναικὶ Εὐδοκίᾳ πάντα πεποίηται, σωφρονεστάτῃ τε τῶν καθ' ἑαυ τὴν νομιζομένῃ
τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ, περὶ δὲ ταύτης ἑξῆς ἐρῶ ἀκριβέστερον· ταύτῃ
γοῦν τοὺς παῖδας ὑποθέμενος, καὶ διελὼν περὶ πάντων ὥσπερ προείρητο, βραχὺν
χρόνον ἐπιβιοὺς τελευτᾷ ἑξηκοντούτης καὶ μικρόν τι πρὸς τὸν ὅλον τῆς ζωῆς χρόνον
γενόμενος.
7.28 Οὐκ οἶδα γοῦν εἴ τις ἐκείνου τοῦ βασιλέως ἢ εὐκλεέστερον τὸν βίον
διήγαγεν, ἢ εὐδαιμονέστερον ἐτεθνή κει· ἅπαξ μὲν ἐπιβουλευθεὶς καὶ τοῦ κλύδωνος
ἁρπαγεὶς, τὸν δὲ λοιπὸν τῆς ἀρχῆς χρόνον ἀθορύβως καὶ εὐθύμως διενεγκὼν, καὶ
βασιλέας υἱεῖς τῷ βίῳ καταλιπὼν πατρῴ ζοντας ἀκριβῶς καὶ τὸν ἐκείνου χαρακτῆρα ἔν
τε ψυχῇ καὶ σώματι φέροντας.
7.29 Ἐπεὶ δὲ ἀρκούντως αὐτῷ περὶ ὧν ἔπραξε τὸν λόγον ἐποιησάμεθα,
φέρε δὴ εἴπωμεν καὶ εἴ τι ἐπὶ τῆς ἀρχῆς παρεφθέγξατο. Εἴθιστο λέγειν περὶ τῶν
ἐπιβουλευσάντων αὐτῷ, ὡς τιμῆς μὲν καὶ χρημάτων οὐκ ἀποστερή σοι τούτους, ἀντ'
ἐλευθέρων δὲ ὡς ἀργυρωνήτοις αὐτοῖς χρήσαιτο· «Ἀφειλάμην δὲ οὐκ ἐγὼ τὴν
ἐλευθερίαν αὐτοὺς, ἀλλ' οἱ νόμοι ἐκπτώτους αὐτοὺς τῆς πολιτείας ποιήσαν τες.» Τοῖς δὲ
λόγοις ἐξόχως προσκείμενος·» Ὤφελον, ἔλεγεν, ἐκ τούτου ἢ τῆς βασιλείας
γνωρίζεσθαι.» Γενναῖος δὲ ὢν τὴν ψυχὴν πρός τινα εἰρηκότα ὡς αὐτὸς ἂν ἡδέως
μαχόμενος ἐκείνου τὸ ἴδιον σῶμα προβάλλοιτο· «Εὐφήμει, εἶπεν, καὶ εἰ βούλοιό γε
πεσόντι ἐπένεγκε πληγήν τε καὶ αὐτός». Πρὸς δὲ τὸν τοὺς νόμους ἐξακριβούμενον ἐπὶ
τὸ βούλεσθαι ἀδικεῖν· «Οὗτοι, ἔφησεν, οἱ νόμοι ἡμᾶς ἀπολωλέκασιν». Ἀποχρῶντα
ταῦτα τῷ βασιλεῖ.
ΡΩΜΑΝΟΣ Δ΄ Διογένης (1068- 1071)
Επεξεργασία7.1 Εὐδοκία βασιλὶς σὺν Μιχαὴλ καὶ Κωνσταντίνῳ τοῖς παισί. Ἡ
βασιλὶς Εὐδοκία, κατὰ τὰς τοῦ ἀνδρὸς καὶ βασι λέως διατάξεις τῶν ὅλων ἐγκρατὴς γενομένη, οὐκ ἐφ' ἑτέ ροις τὴν βασιλείαν πεποίηται, οὐδ' αὕτη μὲν οἰκουρεῖν τὰ πολλὰ ἠξίου, τῶν δὲ ἐν τέλει τισὶ πιστεύειν τὰ πράγματα, ἀλλ' αὐτὴ περιζωσαμένη τὴν δυναστείαν τῆς ὅλης ἡγεμο νίας γίνεται, λιτῶς τε τὰ πρῶτα διακειμένη καὶ μηδέν τι περιττὸν ἐπί τε κόσμοις καὶ προόδοις ἐμφαίνουσα· ἐν πᾶσι δὲ ἐξεταζομένη καὶ πᾶσιν
ἁρμόζουσα πράγμασιν, ἀρχαιρε σίαις, πολιτικαῖς ὑποθέσεσι, δημοσίων συνεισφοραῖς
ἔστιν ὅπη παρείκοι, καὶ τὰς βασιλείους φωνὰς ἀπαγγέλλουσα· τοσοῦτον γὰρ αὐτῇ τὸ
περιὸν τοῦ φρονήματος. Ἐμέσευε γοῦν τῶν υἱέων, οἱ δὲ μονονοὺκ ἐπεπήγεσαν ἐκείνην
ἀκρι βῶς δεδιότες καὶ σεβαζόμενοι.
7. 2 Τὸ μὲν οὖν τὸν Κωνσταντῖνον αἰδεῖσθαι ταύτην, παῖδά τε ὄντα καὶ
οὔπω τῶν πραγμάτων ξυνιέναι δυνάμε νον, οὔτε θαυμάσομαι, οὔτε ἐπαινέσαι τοῦτον
τῆς αἰδοῦς προαχθήσομαι· τὸ δὲ τὸν Μιχαὴλ ὑπείκειν αὐτῇ καὶ τῶν ὅλων πραγμάτων
παραχωρεῖν, ἤδη τε πρὸ πολλοῦ τὴν ἥβην ἐκβεβηκότα καὶ τῆς φρονούσης ἡλικίας
γενόμενον, τήν τε φρόνησιν τελείαν κτησάμενον καὶ πεῖραν ταύτης δεδωκότα ἐν
πολλοῖς πράγμασι, τοῦτο οὔτε συγκρίνεσθαι πρὸς ἕτερον τοιοῦτον ῥᾴδιον, οὔτε
ἀρκούντως τινὰ τῶν πάντων δυνατὸν εὐφημεῖν· ἀλλ' εἶδον τοῦτον ἐγὼ πολλάκις,
λέγειν μὲν δυνάμενον ἐπὶ τῆς μητρὸς, σιωπῶντα δὲ ὥσπερ οὐ δυνάμε νον λέγειν, καὶ
πράττειν μὲν πᾶν ὁτιοῦν ἐξισχύοντα, πρά ξεων δὲ βασιλικῶν ἀπεχόμενον.
7.3 Οὐ μὴν κατωλιγώρει τὰ πρῶτα τούτου ἡ μήτηρ, ἀλλ' ἐφ' ἑαυτῆς
προγυμνάζουσα, εἶτα δὴ καὶ ἀρχαιρεσιά ζειν ἐδίδου καὶ δικάζειν προέτρεπεν· ἐφίλησε
γοῦν πολλά κις προσελθοῦσα, καὶ ἐγκωμίων ἠξίωσε καὶ ὄνασθαι τούτου κατηύξατο,
ἐρρύθμιζέ τε τούτῳ τὸ ἦθος, καὶ ἠρέμα ἐπὶ πᾶσαν ἐνέργειαν βασιλεῖ πρέπουσαν
προεβίβαζεν. Ἐμοὶ γοῦν πολλάκις αὐτὸν ἐνεχείρισε καὶ τὰ δέοντα νουθετεῖν τε καὶ
συμβουλεύειν παρεκελεύσατο. Ἐκάθητο δὲ ἐπὶ τοῦ βασιλείου βήματος ἅμα τῷ ἀδελφῷ
Κωνσταντίνῳ· χρηστό τατος δὲ ὢν εἴπερ τις ἄλλος, οὐ πάντα ἐφ' ἑαυτοῦ ἔπρατ τεν,
ἀλλὰ καὶ τῷ ἀδελφῷ πολλάκις τῶν βασιλικῶν ἐκοι νώνησε πράξεων. Εἶχε μὲν οὖν
οὕτω τούτοις τὰ πράγ ματα, καὶ μέχρι παντὸς ἂν ἡ αὐτὴ τάξις τετήρητο, εἰ μὴ δαίμων
τις τοῖς πραττομένοις ἀντέπεσεν.
7.4 Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενος, τοσοῦτον ἂν περὶ τῆς βασιλίδος
Εὐδοκίας εἴποιμι, ὅτι οὐκ οἶδα εἴ τις ἄλλη γυναικῶν σωφροσύνης ἐγεγόνει παράδειγμα,
ὡς ἐκείνη τὸν μέχρι τούτου τῆς ζωῆς βίον ἐβίωσε· λέγω δὲ οὐχ ὅτι καὶ μετὰ ταῦτα τὴν
σωφροσύνην ἠλλάξατο, ἀλλ' ὅτι τῆς ἀκρι βείας ὑφῆκε καὶ μὴ τὴν αὐτὴν ἰδέαν μέχρι
παντὸς τῆς γνώμης ἐτήρησεν· ἀπολογισαίμην δ' ἂν καὶ τοῦτο ὑπὲρ αὐτῆς, ὡς οὐδ' εἴ τι
καὶ παρηλλοίωτο, ἡδονῶν ἥττηται καὶ σαρκὸς ἐπιθυμίας ἠλάττωται, ἀλλὰ διέσεισαν
αὐτὴν φόβοι πολλοὶ περὶ τοῖς υἱέσι, μὴ τὴν βασιλείαν ἀφαιρεθεῖεν, μὴ ὄντος τοῦ
προεστηκότος καὶ περιέποντος. Ἐκείνῃ γὰρ οὐδ' ὁ βασιλικὸς βίος καθ' ἡδονὴν ἦν· ἐρῶ
δέ τι τούτου σύμβολον μέγιστον· ἐγὼ γὰρ ταῦτα συγγράφων ἦν δὲ ἀδελ φὸς τοῦ ἐκείνης
πατρὸς ἐκ πνευματικῆς διαθέσεως, καί με ὑπὲρ πάντας ἐθείαζέ τε καὶ ἐξεθείαζεν· ἐφ'
ἑνὸς γοῦν αὐτῇ τῶν καιρῶν ἐπὶ θείῳ νεῲ συγγενόμενος, ἐπειδὴ προσηλωμένην εἶδον
Θεῷ καὶ οἷον ἐξηρτημένην τοῦ Κρείτ τονος, ὄνασθαι τοῦ κράτους μέχρι παντὸς κινηθεὶς
ἐκ προ θυμίας ηὐξάμην· ἡ δέ μοι ἐπιστραφεῖσα τὸν λόγον ἐμέμ ψατο καὶ ἀρὰν τὴν εὐχὴν
ἐλογίσατο· «Μὴ οὕτως ὀναίμην τῆς βασιλείας, εἰποῦσα, ὥστε καὶ θανεῖν βασιλεύουσα.»
Τοσοῦτον γοῦν με οὗτος ὁ λόγος ἐξεδειμάτωσεν, ὥστε ἐκεῖθεν ὡς κρείττονι ταύτῃ
προσέχειν τὸν <νοῦν>.
7.5 Ἀλλ' εὐμετάβλητον ζῷον ὁ ἄνθρωπος, καὶ μάλιστα εἰ καὶ προφάσεις
ἰσχυραὶ τῆς μεταβολῆς ἔξωθεν γένοιντο· εἰ γὰρ καὶ τὸ ἦθος στάσιμος ἡ βασιλὶς αὕτη καὶ
τὴν ψυχὴν γενναία, ἀλλ' οἱ ἐπιρρέοντες ποταμοὶ κλονοῦσιν αὐτῇ τὸν πύργον τῶν
σωφρονικῶν λογισμῶν καὶ πρὸς δευτέραν εὐνὴν ἀνδρὸς κατακλίνουσι· καὶ πολλοῖς μὲν
τὸ πρᾶγμα γνώριμον ἐγεγόνει καὶ ἀμφὶ ταῖς γλώσσαις ἐκλώθετο, ἐμοὶ δὲ οὐδ'
ὁπωστιοῦν τοῦ ἐνθυμήματος ἡ βασιλὶς ἐκοινώνη σεν, αἰδοῖ πάντως τὴν γλῶσσαν
ἐπέχουσα, ἵνα μὴ πρὸς τὸν αὐτὸν τοὺς ἐναντίους διαπλέκοιτο λόγους, ἐβούλετο δ' ὅμως
κἀμὲ τοῦ σκέμματος μετασχεῖν· ὅθεν μοι προσιών τις τῶν τὰ χείρω μυσταγωγούντων
αὐτῇ, προὔτρεπεν εἰπεῖν αὐτῇ καὶ παρρησιάσασθαι, ὥστε βασιλέα γενναῖον ἐπιστῆσαι
τοῖς πράγμασιν. Ἐγὼ δὲ τοσοῦτον πρὸς αὐτὸν εἰρήκειν, ὡς οὔτ' ἂν εἴποιμι τοῦτο, οὔτε
πείσαιμι εἰρηκὼς, οὔτε εἰς καλὸν τῆς γλώττης ὀναίμην.
7.6 Τέως δὲ τὸ πρᾶγμα ὑπεψιθύριστο τοῖς πολλοῖς, καὶ τῇ βασιλίδι ὁ
βασιλεύσων ἀφώριστο, καὶ κατὰ τὰ ξυγ κείμενα τὴν τήμερον μὲν ἐπίδοξος ἐπιδημῆσαι
τῆς Πόλεως ὁ προσδοκώμενος ἦν, τὴν δὲ αὔριον ὁ βασιλικὸς αὐτῷ θρό νος ἀφώριστο.
Ἑσπέρας δέ με προσκαλεσαμένη ἡ βασιλὶς, καὶ μόνον ἀπολαβοῦσα, εἶτα δὴ καὶ
δακρύουσα· «Οὐκ οἶσθα, ἔφησεν, ὡς ἀπανθεῖ τὰ τῆς βασιλείας ἡμῖν πράγματα καὶ εἰς
τοὐπίσω χωρεῖ, πολέμων μὲν ἀναρριπιζομένων συχνῶν, βαρβαρικκοῦ δὲ πλήθους πᾶσαν
τὴν ἕω ληϊζομένων· πῶς οὐ τὰ δεινὰ σταίη τοῖς πράγμασιν;» Ἐγὼ δὲ μηδὲν τῶν γεγο
νότων εἰδὼς, μηδ' ὅτι ἐπὶ θύραις τῶν ἀνακτόρων ὁ βασιλεύ σων εἱστήκει· «Οὐ τῶν
προχείρων τὸ πρᾶγμα, ἔφησα, ἀλλὰ τῶν βουλῆς δεομένων καὶ σκέψεως· τήμερον οὖν
προ βαλοῦ, καὶ αὔριον ἀκροῶ, τοῦτο δὴ τὸ τοῦ ῥήματος.» Ἡ δὲ βραχύ τι ἐπιγελάσασα·
«Ἀλλ' οὐ δεῖ τινος, ἔφησε, φροντίδος· τὸ δὲ καὶ πεφρόντισται καὶ διώρισται· ὁ γὰρ τοῦ
∆ιογένους υἱὸς Ῥωμανὸς τὸ βασιλεύειν ἠξίωται καὶ τῶν ἄλλων προκέκριται».
7.7 Ἐπάγην ἀκούσας εὐθὺς καὶ ὅ τι γενοίμην οὐκ ἔχων· «Ἀλλ' αὔριον,
ἔφησα, κοινωνὸς τοῦ πράγματος καὶ αὐτὸς ἔσομαι·» ἡ δὲ· «Μή μοι τὴν αὔριον, πρός με
εἰρή κει, ἀλλ' αὐτίκα μοι κοινώνει τῆς πράξεως.» Τοσοῦτον δὲ αὖθις αὐτὴν ἠρωτήκειν·
«Ὁ δέ γε υἱός σου καὶ βασιλεὺς, ὃς δὴ καὶ ἐπίδοξος ἦν μοναρχεῖν, συνίστωρ τοῦ
γενομένου καθέστηκεν;» Ἡ δὲ· «Παντάπασι μὲν οὐκ ἀγνοεῖ, ἔφησε, τὸ δρώμενον, τὸ δὲ
ἀκριβὲς οὐκ οἶδε τοῦ πράγματος· ἀλλ' εἰς καλὸν τοῦ υἱέος μοι μέμνησαι· ἀναβησώμεθα
κοινῇ πρὸς αὐτὸν καὶ τὸ πρᾶγμα διηγησώμεθα· καθεύδει δὲ ἄνωθί που ἔν τινι τῶν
βασιλικῶν κοιτωνίσκων».
7.8 Ἀνεληλύθειμεν γοῦν, ἐκείνη μὲν οὐκ οἶδ' ὅπως ἔχουσα τὴν ψυχὴν,
ἐγὼ δὲ ἐτεταράγμην καὶ μοί τις κλόνος ἐξαπιναίως διέσεισε τὰ ὀστᾶ· ὡς δὲ ἐπὶ τῆς κλίνης
τοῦ παιδὸς ἡ μήτηρ καθῆστο· «Ἀνίστασο, ἔφη, κάλλιστέ μοι τῶν υἱέων καὶ
βασιλεῦ, καὶ δέξαι τὸν πατρωὸν, ἀντὶ πατρὸς οὐκ ἄρχοντα, ἀλλ' ὑπείκοντα, τοιοῦτον
γάρ σοι τοῦτον ἐν γράμμασιν ἡ μήτηρ ἐδέσμησεν.» Ὁ δὲ αὐτίκα ἐξαναστὰς, ἐμὲ μὲν
ὑπεβλέψατο οὐκ οἶδ' ὅ τι ἐνθυμηθεὶς, ἅμα δὲ τῇ μητρὶ τοῦ δωματίου ἐν ᾧ ὕπνωττε
κατελθὼν, τόν τε βασιλέα ἤδη τεθέαται, μηδὲν διαλλάξας μήτε τῆς ψυχῆς μήτε τοῦ
χρώματος, καὶ ἀσπασάμενος, κοινωνὸς αὐτῷ καὶ τῆς βασι λείας καὶ τῆς εὐθυμίας
καθίσταται.
7.9 Μετάκλητος δὲ καὶ ὁ καῖσαρ ἐπὶ τούτοις γίνε ται, καὶ τὴν σύνεσιν
τότε μάλιστα ἐπιδείκνυται, καὶ τοῦ ἀνεψιοῦ καὶ βασιλέως φροντίσας ὅσα εἰκὸς, καί
τινας φωνὰς ὑπὲρ ἐκείνου ἀφεὶς, συμπανηγυρίζει τοῖς βασι λεύουσι, καὶ μονονοὺ τὸν
ὑμέναιον ᾄδει καὶ τῶν ἐπιγαμίων ἐμφορεῖται κρατήρων· καὶ οὕτω ἐπὶ τῷ βασιλεῖ
Ῥωμανῷ ἡ τῆς βασιλείας ἐγεγόνει κατάστασις.
7.10 Ἡ βασιλεία Ῥωμανοῦ τοῦ ∆ιογένους. Τῷ βασιλεῖ τούτῳ, φημὶ δὴ
Ῥωμανῷ τῷ τοῦ ∆ιογένους, τὸ μὲν γένος ἀρχαῖον καὶ εὔδαιμον, πλὴν τοῦ πατρός· οὗτος
γὰρ ἐπὶ τυραννικαῖς αἰτίαις ἁλοὺς ἐπὶ τοῦ αὐτοκρά τορος Ῥωμανοῦ τοῦ κατὰ τοὺς
Ἀργυροὺς, ἑαυτὸν ὤσας κατὰ κρημνοῦ ἐξαπόλωλε· ὁ δὲ τρόπος ἔστι μὲν οὗ κατευ
θύνων, τὰ πλείω δὲ εἰρωνικός τε καὶ ἀλαζὼν, ἀλλ' οὐδ' αὐτὸς τὰς τυραννίδας
ἐκπέφευγεν, ἀλλὰ τὸν μὲν ἄλλον χρόνον ἐλάνθανεν, ἐπὶ δὲ Εὐδοκίας τῆς βασιλίδος, ἣν
ὁ λόγος φθάσας ὑπεζωγράφησε, τὸ κρυπτόμενον ἐγύμνωσε βού λευμα· ἀλλ' εὐθὺς
ἑαλώκει, καὶ δίκας ἂν ἐδεδώκει ὧν ἐτε τολμήκει, εἰ μὴ τὸ τῆς βασιλίδος φιλάνθρωπον
ὑπεξεῖλε τοῦτον τῆς κατακρίσεως, παρ' ᾧ καὶ εἰς τὴν κρίσιν ἠπάτη ται· ᾠήθη γὰρ ὡς εἰ
βασιλέα ποιήσειεν ὃν δέον ἀνελεῖν σέσωκεν, ἑαυτῇ τὸ πᾶν τοῦ κράτους περιποιήσαιτο,
καὶ οὐκ ἂν ἐκεῖνον ἄλλο τι φρονεῖν παρ' ὅπερ αὐτὴ βού λοιτο, δίκαια μὲν
ὑπολαμβάνουσα, διημαρτήκει δὲ τοῦ σκοποῦ· οὐ πολλὰς γὰρ ἡμέρας ὑποκριθεὶς αὐτῇ
τὴν ὑπα κοὴν, εὐθὺς τῶν οἰκείων ἐγεγόνει ἠθῶν, καὶ ὅσον ἐκείνη κατάρχειν τούτου
ἐβούλετο καὶ οἷον τὸν δυναστεύοντα λεοντοκομεῖν, τοσοῦτον ἐκεῖνος τὸν χαλινὸν
ἐδυσχέραινε καὶ δεινῶς πρὸς τὴν ἐπέχουσαν χεῖρα ὑπέβλεπεν· καὶ τὰ μὲν πρῶτα ἐντὸς
ὀδόντων ὑπετονθόρυζεν, εἶτα δὴ καὶ ἐπε δημοσίευε τὴν δυσχέρειαν.
7.11 Ἐμοὶ δὲ προσεῖχεν ὡς κρείττονι· ὅτε γὰρ μετὰ τῶν ἰδιωτῶν
ἐτέτακτο, δουλοπρεπέστατα πρός με διέκειτο, καί τινος καὶ παρ' ἐμοῦ συμμαχίας
ἀπολελαύκει, καὶ ὃς οὐκ ἐπελέληστο ταύτης τῆς βασιλείας ἀξιωθεὶς, ἀλλ' ἠγάπα τε καὶ
ἐσέβετο τοσοῦτον, ὡς καὶ ὑπανίστασθαί μοι προσιόντι καὶ τὰ πρῶτα χαρίσασθαι τῆς
πρὸς αὐτὸν οἰκειώσεως· ἀλλὰ τοῦτο μὲν πάρεργον κείσθω τοῦ λόγου. Ὁ δὲ ἐβούλετο
μὲν αὐταρχεῖν καὶ τὸ κράτος τῶν πραγμάτων ἔχειν μονώτατος, οὔπω δέ τι γενναῖον τῇ
ἀρχῇ συνεισενεγκὼν ἐταμιεύετο τὸν καιρόν· καὶ τούτου τε ἕνεκα τοῦ σκοποῦ, πρὸς δὲ
καὶ τῆς ὑπὲρ τῶν ὅλων σωτηρίας, κηρύττει κατὰ Περσῶν πόλεμον.
7.12 Κἀγὼ μὲν, ὅπερ δὴ ποιεῖν εἴωθα τὰ συνοίσοντα τοῖς βασιλεύουσι
παραινεῖν, ἐπεῖχον τὸν ἄνδρα, καὶ πρότερον ἔφασκον περὶ τῶν στρατιωτικῶν δυνάμεων
διαλέγεσθαι καὶ καταλόγους ποιεῖν, καὶ ξενικὴν συμμαχίαν προσαγαγεῖν, εἶθ' οὕτως ἐφ'
ἑτοίμοις τοῖς πράγμασιν πολεμεῖν αἱρεῖσθαι· οἱ δέ γε εἰωθότες παρὰ τὴν ἐμὴν γλῶσσαν
λαλεῖν, πλὴν ἐνίων, καὶ τότε καὶ νῦν τὰ πράγματα διεφθάρκασιν. Ἐνίκα γοῦν τὰ χείρω·
καὶ τὴν πολεμικὴν πανοπλίαν ἀπὸ τῶν ἀνακτόρων ἐνδὺς, ἀσπίδα τε λαβὼν τῇ ἀριστερᾷ
καὶ δόρυ τῇ δεξιᾷ, κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ, ᾤετο τῇ μὲν ἀποφράττειν
τοῖς πολεμίοις τὴν ἔφοδον, τὸ δόρυ δὲ ταῖς πλευραῖς ἐπωθεῖν· καὶ ἐπὶ τούτοις οἱ μὲν
ἄλλοι ἠλάλαζον καὶ τὼ χεῖρε ἐκρότουν, ἐγὼ δὲ ἐσκυθρώπαζον τῶν μελλόντων ὁπόσον
εἰκὸς στοχαζόμενος.
7.13 Ἐξεληλύθει γοῦν κατὰ τῶν βαρβάρων πανστρα τιᾷ, οὔθ' ὅπη πορεύηται ἐπιστάμενος
οὔθ' ὃ δράσειεν· ἐπεπλάνητο γοῦν ἑτέραν μὲν προθέμενος, ἑτέραν δὲ πορευόμενος, καὶ Συρίαν
μὲν καὶ Περσίδα περινοστούμενος, το σοῦτον δὲ κατορθῶν ὁπόσον ἀνάγειν τὸ στράτευμα καὶ ἐπὶ μετεώρων λόφων ἱστᾶν, καὶ αὖθις κατάγειν, στεναῖς τε ἀπολαμβάνειν ὁδοῖς καὶ πολλοὺς ἀπολλύειν τῷ στρατηγή ματι. Τέως μὲν οὖν τῷ δοκεῖν τροπαιοφόρος ἐπάνεισιν, οὔτε Μηδικὰ σκῦλα κομίσας
ἡμῖν οὔτε Περσικὰ, ἀλλὰ τούτῳ μόνῳ τῶν πάντων ἐπαιρόμενος ὅτι κατὰ τῶν ἐναντίων
ἐστράτευσεν.
7.14 Αὕτη πρόφασις αὐτῷ πρώτη τῆς ἀλαζονείας ἐγένετο· ἐντεῦθεν καὶ
τῆς βασιλίδος κατωλιγώρει, καὶ τῶν ἐν τέλει καταπεφρονήκει, καὶ τῶν συμβούλων
ἀφέμενος, τοῦτο δὴ τὸ τῶν βασιλέων ἀνίατον νόσημα, ἑαυτῷ πρὸς πᾶν ὁτιοῦν ἐχρῆτο
καὶ συμβούλῳ καὶ παραινέτῃ. Ἐγὼ δὲ, ὄμνυμι δὲ Θεὸν ὃν ἡ φιλοσοφία πρεσβεύει,
ὑπορυττόμενα καταλαμβάνων βουλεύματα, καὶ περὶ τῇ βασιλίδι καὶ τοῖς πράγμασι
δείσας μὴ πάντα συγχυθείη καὶ ἀνατραπείη, τοῦ σκοποῦ τε τοῦτον ἀπῆγον, καὶ τῶν
συνθηκῶν ὑπεμίμνῃ σκον, ἐνσείων καὶ φόβον ὅπη παρείκοι, μήπως ἐναντίον αὐτῷ τὸ
τέλος τῶν ἐνθυμημάτων γένοιτο. Ἐπεὶ δὲ καὶ ἡ βασι λεύουσα πολλάκις ὑπ' ἐκείνου
πληγεῖσα διῳδήκει τὴν ψυχὴν καὶ ὕπουλον εἶχε τὸ φρόνημα, ἀμφοτέροις ἐμαυτὸν
μερίζων ὑπὲρ ἑκατέρου πρὸς ἕκαστον ἐποιούμην τοὺς λόγους.
7.15 Οὐ πολὺς χρόνος διεληλύθει, καὶ πρώτου εὐθὺς ἔαρος τὰ τῶν
ἐναντίων ὤδινε, καὶ τὸ προλαβὸν τρόπαιον τοῦ βασιλέως ἠλέγχετο· δευτέρων οὖν
αὖθις πολέμων παρα σκευαὶ, καὶ ἵνα τὰ ἐν μέσῳ συντέμω, κἀγὼ τῆς στρατείας πάρεργον
γίνομαι· τοσαύτην γάρ μοι ἀνάγκην τοῦ συναπαί ρειν τούτῳ ἐπήνεγκεν, ὅσην οὐκ ἐνῆν
ἀπώσασθαι· λέγειν μὲν οὖν τὴν αἰτίαν, δι' ἥν με ἑαυτοῦ παντάπασιν ἐποιήσατο, νῦν μὲν
οὐκ ἂν εἴποιμι, τῆς ἱστορίας τὰ πολλὰ συντέμνων, ἐρῶ δὲ ὁπότε περὶ τούτων
ξυγγράφοιμι· οὔπω δὲ ταύτην διαπέφευγα, ὡς μήτ' ἐμοὶ λαβὴν κακονοίας πρὸς ἐκεῖνον
γενέσθαι, μήτ' αὐτῷ τὰ πάντα διαπεσεῖν.
7.16 Λόγων μὲν οὖν ἡττᾶσθαι τῶν ἐμῶν ἐπὶ πᾶσι διωμολόγει, λέγω δὲ
τῶν περὶ τὰς ἐπιστήμας, ἐβούλετο δέ μου τὸ πλέον ἔχειν τῆς στρατηγικῆς συνέσεως· ὡς
δέ με εἶδε τὴν τακτικὴν ἐπιστήμην ἠκριβωκότα καὶ ὅσα περὶ λόχους καὶ τάξεις, καὶ ὅσα
περὶ μηχανημάτων κατασκευὰς, καὶ ἁλώσεις πόλεων, καὶ τἄλλα ὅσα στρατηγικῶν εἰσι
διατάξεων, ἐθαύμασε μὲν, ἐβάσκηνε δὲ, ἀντείχετο δέ μου τοσοῦτον καὶ περιείχετο·
εἰδόσι δὲ λέγω πολλοῖς τοῖς τότε ἡμῖν συστρα τεύουσιν, ὡς μὴ τῆς διαθέσεως ταύτης
εἶναι ὑπερβολήν.
7 .17 Ἐγεγόνει δὲ οὐδ' ὁ δεύτερος αὐτῷ πόλεμος ἔχων τι τοῦ προτέρου
πλέον, ἀλλ' ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντη ἰσόρροπος· εἰ δὲ κατὰ μυρίους μὲν ἡμεῖς
πίπτοιμεν, δύο δὲ ἢ τρεῖς ἁλοῖεν πολέμιοι, οὐ νενικήμεθα, καὶ πολὺς ἐφ' ἡμῖν κατὰ τῶν
βαρβάρων ὁ κρότος. Ἐντεῦθεν οὖν αὐτῷ πλείων ὁ κόμπος καὶ μεῖζον τὸ φρύαγμα, ὅτι
δὶς ἐστρατήγησε καὶ λόγος αὐτῷ τῶν πάντων οὐδεὶς, ἀλλὰ καὶ παραινέταις χρώ μενος
κακοήθεσιν τῆς εὐθείας πάντη <ἀπ>ετράπετο.
7 .18 Τὴν μὲν οὖν βασιλίδα ὥσπερ δὴ χειρωσάμενος εἶχε καὶ οὐδὲν αὐτῷ
πρᾶγμα εἰ καὶ τῶν βασιλείων ἀπαγα γεῖν θελήσειεν, τὸν δὲ καίσαρα ὑπεβλέπετο, καὶ
πολλάκις ὁρμήσας ἑλεῖν τε καὶ καθελεῖν, αὖθις ἐγνωσιμάχει καὶ οὐκ ἐπεχείρει τῷ
σκέμματι, τὸ γοῦν παρὸν τὰς δι' ὅρκων αὐτοῦ τε καὶ τῶν υἱέων πίστεις εἰλήφει. Ἐπεὶ δὲ
οὐκ εἶχε γενναίαν πρόφασιν ὥστε <τὰ> κατὰ νοῦν αὐτῷ πληρῶσαι βουλεύματα, τρίτον
αὖθις καὶ τελευταῖον κατὰ τῶν ἐπικειμένων βαρβά ρων ἐπιστρατεύει· οὐ γὰρ ἀνίεσαν
οὗτοι ὑποφαινομένου τοῦ ἔαρος ληΐζοντες γῆν τὴν τῶν Ῥωμαίων καὶ παμπληθεὶ
κατατρέχοντες· ἔξεισιν οὖν αὖθις, πλείονα τῶν προτέρων ἐπαγόμενος συμμαχίαν καὶ
δύναμιν.
7 .19 Ὥσπερ δὲ εἰώθει ποιεῖν ἐν πᾶσι πράγμασι πο λιτικοῖς τε καὶ
στρατιωτικοῖς, μὴ γνώμας παρά του λαμβά νειν τῶν πράξεων, ἄρας εὐθὺς τῷ στρατῷ
ἐπὶ τὴν Καισαρέων ἐπείγεται· εἶτα δὴ ὀκνεῖ μὲν προσωτέρω προϊέναι, καὶ ἀφορμὰς
ἐπανόδου αὑτῷ τε καὶ τοῖς ἄλλοις ἐδίδου· ὡς δ' οὐκ ἦν τὴν αἰσχύνην ἐπανέχειν, δέον
σπονδὰς πρὸς τοὺς πολεμίους ποιήσασθαι καὶ ἐπισχεῖν αὐτοὺς τῆς ἐπετείου ὁρμῆς, ὁ δὲ,
εἴτε τὰ πράγματα ἀπογνοὺς, εἴτε θαρρήσας πλέον τοῦ δέοντος, ἀνεπιστρεπτὶ ἐπὶ τοὺς
ἐναντίους χωρεῖ. Οἱ δὲ, ὡς τὴν πρόοδον ᾔσθοντο, βουλόμενοι τοῦτον ὑπαγα γεῖν εἰς τὸ
ἔμπροσθεν καὶ ἐντὸς ἀρκύων ποιήσασθαι, προέ τρεχόν τε τοῖς ἵπποις καὶ αὖθις
ἀνθυπενόστουν ὥσπερ δρασμὸν βουλευσάμενοι, καὶ τοῦτο πολλάκις ποιήσαντες ἐνίους
τῶν στρατηγῶν συνηρπάκασι καὶ ὑφ' ἑαυτοῖς ἐποιή σαντο.
7 .20 Ὃ δέ με <οὐ> διέλαθεν, ἔλαθε τοῦτον, αὐτὸς δὴ ὁ σουλτὰν, ὁ τῶν
Περσῶν ἢ Κούρτων βασιλεὺς, συνὼν τῷ στρατεύματι καὶ τὰ πλείω τῶν κατορθωμάτων
ποιῶν· εἰ δέ τις τοῦτον ἐφώρασεν, ὁ δὲ οὐκ ἐπίστευε λέγοντι, ἀλλ' οὐδὲ εἰρήνην
ἐβούλετο, ἀλλ' ᾤετο αὐτοβοεὶ αἱρήσειν τὸ τῶν ἐναντίων στρατόπεδον. Τὸ δ'
ἀστρατήγητον τούτου διεῖλε τὰς δυνάμεις, καὶ τὰς μὲν αὐτοῦ κατεῖχε, τὰς δὲ ἐπ' ἄλλο τι
ἐξαποστέλλει, καὶ δέον ὅλῳ τῷ πλήθει τοῦ στρατεύματος τοῖς ἐναντίοις
ἀντικαθίστασθαι, ὁ δὲ τῷ ἐλάττονι μέρει πρὸς αὐτοὺς ἀντετάξατο.
7 .21 Τὸ δὲ μετὰ ταῦτα ἐπαινεῖν μὲν οὐκ ἔχω, ψέγειν δὲ οὐ δύναμαι,
αὐτὸς τὸν ὅλον κίνδυνον δέχεται· τοῦτο δὲ μέσον ἐστὶν ἀντιρρήσεως· εἰ μὲν γὰρ ὡς
φιλοκίνδυνον λογί σαιτό τις τὸν ἄνδρα καὶ ἀγωνιστὴν προθυμότατον, ἔχοι ἂν ἀφορμὰς
πρὸς ἐγκώμιον· εἰ δ' ὅτι, δέον κατὰ τὴν στρατηγι κὴν ἀκρίβειαν πόρρω ἵστασθαι,
πρωτοστράτηγον τυγχάνοντα τοῦ στρατεύματος, καὶ τοῖς πλήθεσιν ἐπιτάττειν τὰ
δέοντα, ὁ δὲ ἀλογίστως παρεκινδύνευε, πολλὰ ἂν ἐς αὐτὸν ἀποσκώ ψειεν· ἐγὼ δὲ μετὰ
τῶν ἐπαινούντων, ἀλλ' οὐ τῶν αἰτιωμέ νων εἰμί.
7.22 Ὥπλιστο μὲν οὖν τὴν στρατιωτικὴν πανοπλίαν, καὶ τὸ ξίφος
ἐγύμνωσεν ἐπὶ τοὺς ἐχθρούς· ὡς δὲ ἐγὼ πολ λῶν ἤκουσα, ὅτι καὶ πολλοὺς ἀνῃρήκει τῶν
ἐναντίων, τοὺς δὲ καὶ ἐς φυγὴν κατηνάγκασεν. Εἶτα δὴ ὅστις εἴη γνώριμος τοῖς ἐς αὐτὸν
βάλλουσι γεγονὼς, κύκλῳ τε ὑπὸ τούτων περιστοιχίζεται, καὶ ὀλισθαίνει μὲν τοῦ ἵππου
βληθεὶς, εἶτα δὴ ἑαλώκει, καὶ δορυάλωτος εἰς τοὺς πολεμίους ὁ βα σιλεὺς Ῥωμαίων
ἀπάγεται, καὶ τὸ στράτευμα διαλύεται· καὶ τὸ μὲν διαφυγὸν μέρος βραχύ τι, τῶν δὲ
πλειόνων οἱ μὲν ἑάλωσαν, οἱ δὲ μαχαίρας ἔργον γεγόνασιν.
7.23 Ὁ μὲν οὖν ἐν τῇ αἰχμαλωσίᾳ τοῦ βασιλέως χρόνος ἀναμεινάτω καὶ
ὅ τι τῷ κρατήσαντι περὶ τούτου συνδέδοκται. Οὐ πολλαὶ δὲ ἡμέραι διεληλύθεσαν, καὶ
τῶν διαπεφευγότων τὸν πόλεμον ἄγγελός τις προλαβὼν τὸ δει νὸν ἐν τῇ Πόλει
ἀπήγγειλεν, καὶ αὖθις ἄλλος, καὶ πάλιν ἐφ' ἑτέρῳ ἕτερος, σαφὲς μὲν οὐδὲν
ἀπαγγέλλοντες, αὐτὸ δὲ τὸ δεινὸν ἑρμηνεύοντες· οἱ μὲν γὰρ τεθνηκέναι τὸν βασιλέα, οἱ
δὲ ἑαλωκέναι μόνον κατήγγελλον, οἱ δὲ τετρωμένον τοῦ τον ἰδεῖν καὶ κατὰ γῆς
ἐρριμμένον, οἱ δὲ δέσμιον ἀπαγόμενον εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. Ἐπὶ
συμβούλοις οὖν ἐν τῇ Πόλει τὰ πράγματα γίνεται, καὶ τί πρακτέον ἡ βασιλὶς διηρώτα·
ἔδοξε γοῦν σύμπασιν, ἐκεῖνον μὲν τέως ἐᾶν, εἴτε ἑαλώκει εἴτε ἐτεθνήκει, ἑαυτῇ δὲ καὶ
τοῖς παισὶ κρατύ νεσθαι τὴν ἀρχήν.
7.24 Ἐνταῦθα οἱ μὲν τῷ υἱῷ καὶ παιδὶ τὴν βασιλείαν ἐδίδοσαν, ὡς
ἀπρακτεῖν τὴν μητέρα παντάπασιν, οἱ δὲ τὸ πᾶν τῆς ἀρχῆς καὶ αὖθις ταύτῃ ἀπένεμον.
Ἐμοὶ δὲ οὐδ' ἕτερον ἤρεσκεν, οὐ γὰρ διαψεύσομαί γε τὴν ἐμὴν δόξαν, ἀλλὰ συμπράττειν
ἀμφοτέρους, <τὸν μὲν> ὡς τεκούσῃ τὴν ὑπακοὴν ἐνδείκνυσθαι, τὴν δὲ κοινῇ μετὰ τοῦ
παιδὸς τὴν τῶν ὅλων ποιεῖσθαι οἰκονομίαν· τοῦτο μὲν οὖν καὶ τῷ βασι λεῖ Μικαὴλ
ἐδόκει καὶ <συν>ετίθετο τῷ σκοπῷ. Ἀλλ' οἱ τὴν βασιλείαν ἑαυτῶν ποιεῖν βουλόμενοι,
καὶ κέρδους τοῦ σφε τέρου ἕνεκα τὰ περὶ τὴν ἀρχὴν πραγματεύεσθαι, τὴν μὲν εἰς
μοναρχίαν ἠρέθιζον, τὸν δὲ ἀντιπίπτειν τῇ μητρὶ κατη νάγκαζον.
7.25 Ἐνταῦθα οὐκ οἶδα ὅ τι θαυμάσωμαι τοῦ ἀνδρός· ἐμοὶ γὰρ μόνῳ περὶ
τῶν ὅλων κοινολογούμενος ἐβούλετο, εἰ ἀρεστὸν τῇ μητρὶ καὶ τῆς ἀρχῆς μεταστῆναι
καὶ μηδὲν πρὸς ἐκείνην ἢ μεγαλοπρεπεύσασθαι ἢ σμικρολογήσασθαι· πολ λάκις γοῦν
ἐγὼ τούτους συνήγαγον εἰς ταὐτὸ, ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ἀντειπεῖν τῇ μητρὶ, ὥστε
καὶ ἀντωπῆσαι αὐτῇ ἠρυθρία καὶ ὑπεστέλλετο. Ἀλλὰ καὶ ἐπὶ τούτοις ἔτι μετεώρου ὄντος
τοῦ σκέμματος, ὁ καῖσαρ τὴν Πόλιν εἴσεισι, τοῦτο παρὰ τῆς βασιλίδος ἐγκελευσθεὶς, καὶ
τοῦ ἐμοῦ βουλεύματος γίνεται, καὶ τὴν κοινοπραξίαν τοῦ γένους ἀσπάζεται.
7.26 Ἀλλ' οὔπω τοῦτο κατευνάσθη τὸ κῦμα, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερον
ἐγείρεταί τε καὶ ἐπωρύεται· ὁ γὰρ τοῦ πολεμίου στρατεύματος ἀρχηγὸς, ἐπειδὴ τὸν
βασιλέα Ῥωμαίων ἁλώσιμον ἐθεάσατο, τῷ μὲν κατορθώματι οὐκ ἐπαίρεται,
συστέλλεται δὲ λίαν τῷ εὐτυχήματι, καὶ μετριάζει τῇ νίκῃ τοσοῦτον ὅσον οὐδεὶς ἂν
προσεδόκησε, παραμυθεῖται τὸν ἑαλωκότα, κοινωνεῖ τραπέζης, τιμῆς ἀξιοῖ, δορυφορίαν
ἐφίστησι, λύει αὐτῷ τῶν δεσμῶν οὓς ἐβούλετο, ἀπολύει τῶν αἰχμαλώτων ὁπόσους
προέτρεψε, τελευταῖον καὶ αὐτὸν δὴ τῆς αἰχμαλωσίας ἐλευθεροῖ, καὶ σύμβολα κήδους
πεποιηκὼς καὶ ὑποσχέσεις παρ' ἐκείνου λαβὼν ἐνωμότους, μεθ' ὅσης ἂν εἴποι τις
προπομπῆς καὶ δορυφορίας ἐπὶ τὴν ἰδίαν ἀποστέλλει ἀρχὴν, ὅπερ δὴ ἀρχέκακον
ἐγεγόνει καὶ πολλῶν συμφορῶν αἰτιώτατον. Τυχὼν οὖν ὁ βασιλεὺς ὧν οὐκ ἤλπιζεν,
ἀπραγματεύτως ᾠήθη τὴν βασιλείαν Ῥωμαίων αὖθις λήψεσθαι, καὶ ὥσπερ αὐτάγγελος
τοῦ μετὰ τὸ ἀτύχημα εὐτυχήματος τῇ βασι λίδι καθίσταται γράμμασι τῆς ἰδίας χειρὸς ἃ
συμβεβήκοι τούτῳ σημειωσάμενος.
7.27 Θόρυβος οὖν εὐθὺς καὶ διαδρομαὶ περὶ τὰ βασίλεια, τῶν μὲν
θαυμαζόντων τὸ γεγονὸς, τῶν δὲ ἀπι στούντων τῷ πράγματι· ἀπορίᾳ τε καὶ ἡ βασιλὶς
συνείχετο καὶ ἀμφίβολος ἦν ὅ τι καὶ δράσειεν. Ἐν μέσοις τοῖς ἀπο ρουμένοις καὶ αὐτὸς
γεγονὼς, καὶ πάντων προτρεπομένων μοι τὸ συμφέρον εἰπεῖν, μάλιστα δὲ τοῦ
καλλίστου μοι βασιλέως προσκειμένου καὶ συναναγκάζοντος, ἐγὼ μὲν ἀπεφαινόμην μὴ
δεῖν αὐτὸν ἔτι τῇ βασιλείᾳ προσδέξασθαι, ἀλλ' ἐκ μέσου ποιεῖν, καὶ πανταχοῦ πέμπειν
προστάγματα τὴν ἀρχὴν τούτῳ ἀπαγορεύοντα· ὅπερ τοῖς μὲν λυσιτελὲς ἐδόκει τοῖς
καθεστηκόσι, τοῖς δ' ἄλλο τι ἐδέδοκτο.
7.28 Ἐν τούτῳ δὲ τῶν πραγμάτων ὄντων, ὁ βασι λεὺς Μιχαὴλ περὶ
ἑαυτῷ δείσας καὶ τὴν τοῦ ∆ιογένους ὑποπτεύσας ὠμότητα, βουλὴν βουλεύεται
ἀσφαλεστάτην ἑαυτῷ, εἴποι δ' ἄν τις καὶ συνετωτέραν· ἀποτρέχει τῆς μητρὸς καὶ ἑαυτοῦ
γίνεται, τοῖς τε ἐξανεψίοις συμβούλοις χρησάμενος, φημὶ δὲ τοῖς υἱέσι τοῦ καίσαρος,
τοὺς περὶ τὴν αὐλὴν φύλακας οἰκειοῦται· τοῦτο δὲ γένος ἀσπιδοφόροι σύμπαντες καὶ
ῥομφαίαν τινὰ ἀπὸ τοῦ ὤμου ἑτερόστομον καὶ βαρυσίδηρον ἐπισείοντες· κτυπήσαντες
γοῦν τὰς ἀσπί δας ἀθρόοι καὶ ἀλαλάξαντες ὅσον ἐχώρουν αἱ κεφαλαὶ, τάς τε ῥομφαίας
πρὸς ἀλλήλους συντρίψαντές τε καὶ συνηχή σαντες, ἐπὶ τὸν βασιλεύοντα ὡς
κινδυνεύοντα συνανιᾶσι, καὶ χορὸν περὶ αὐτὸν ἑλίξαντες ἀθιγῶς ἐπὶ τὰ ὑψηλότερα τῶν
ἀνακτόρων ἀνάγουσιν.
7.29 Ἐκεῖνοι μὲν οὖν οὕτως· οἱ δὲ μετὰ τῆς βασιλί δος, ὧν δὴ καὶ αὐτὸς
ἐτύγχανον ὢν, ἀγνῶτες τοῦ πράγματος ὄντες, μονονοὺ πεπηγότες ἐγεγόνειμεν, ἐφ'
ἑαυτοὺς τὸ δεινὸν ἥξειν οἰόμενοι. Ἡ μέντοι γε βασιλὶς οὐδὲ καθεκτὴ ἦν, ἀλλὰ τῆς
κεφαλῆς περιελομένη τὸ κάλυμμα, κατατείνει δρόμον ἐπί τι σπήλαιον ἄδυτον· καὶ ἡ μὲν
ἐδεδύκει τῷ φωλεῷ, ἐγὼ δὲ περιειστήκειν τὸ στόμιον, οὐκ ἔχων ὅ τι γενοίμην, οὐδ' ὅποι
τραποίμην. Ἀλλ' ὁ βασιλεὺς ἐν τῷ ἀσφαλεῖ καταστὰς, ἐμοῦ παρὰ τοὺς ἄλλους
ἐφρόντισε, καὶ τοὺς διερευνήσοντάς με καὶ ἀναζητήσοντας πανταχοῦ τῶν ἀνακτόρων
ἀπέσταλκεν· οἱ δὲ καὶ εὑρηκότες ἀνελάβοντο ταῖς χερσὶν, καὶ ὥσπερ τι ἕρμαιον ἢ
ἀνάθημα πολυτίμητον τῷ αὐτοκράτορι εὐθύμως προσηγηόχασιν· ὁ δὲ εὐθὺς ἰδὼν ὥσπερ
ἀναπνέει τοῦ κλύδωνος καὶ ἐπ' ἐμοὶ τίθεται βουλεύ εσθαι τὰ συμφέροντα.
7.30 Ἐγὼ μὲν οὖν τῶν πολιτικῶν εἰχόμην πράξεων, καὶ τὰ μὲν
ᾠκονόμουν, τὰ δὲ διέταττον, ὅπως ἂν ἡμῖν ἀξύγκλυστα γένοιτο τὰ τῆς Πόλεως
πράγματα, οἱ δὲ περὶ τὴν μητέρα τοῦ βασιλέως ἐπραγματεύοντο· καὶ ἵνα τὰ ἐν μέσῳ
πολλὰ ὄντα ἐάσω, κυροῦται κατὰ ταύτης βούλευμα, ὑπεξελθεῖν μὲν τῆς Πόλεως,
οἰκῆσαι δὲ ὅπερ αὐτῇ πρὸ τῆς θαλάττης τεμένισμα τῇ Θεοτόκῳ ἱδρύσατο· καὶ γίνεται
τοῦτο εὐθὺς, τοῦ μὲν βασιλέως καὶ παιδὸς, ὅπερ αὐτὸς οἶδα καὶ τοὺς πολλοὺς
βεβαιώσαιμι ὑπὸ Θεῷ μάρτυρι, ἀπαρ νουμένου τὴν τῆς μητρὸς ἐκδημίαν, τοῦ καιροῦ δὲ
συναναγ κάζοντος καὶ ἀντιπίπτοντος τῷ τοῦ βασιλέως θελήματι.
7.31 Ἐπεὶ δὲ, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαί τε καὶ λέγεσθαι, ἄλλος
ἄλλο τι περὶ τῆς βασιλίδος ἐδόξαζον, καὶ συνεχεῖς κατ' αὐτῆς λόγοι ἀπετοξεύοντο,
δεύτερον γίνεται δόγμα εἰς τὴν μοναδικὴν αὐτὴν μετατεθῆναι ζωήν· αὐτίκα δὴ καὶ
τοῦτο τετέλεσται. Καὶ τὰ μὲν περὶ τὴν βασι λίδα εἰς τοῦτο συντέτμηται.
7.32 Ὁ δέ γε ∆ιογένης οὐκ ἠγάπησεν ἀπολυθεὶς τῆς αἰχμαλωσίας, ἀλλὰ
δεινὸν ἐποιεῖτο εἰ καὶ μὴ τῆς βασιλείας ἐγκρατὴς γένοιτο· ἤδη δὲ καὶ πλῆθος αὐτῷ
συνερρυήκεσαν τῆς στρατιωτικῆς φάλαγγος. Ὁ δὲ τόπον ἐκ τόπων ἀμείβων, καὶ κατὰ
πολλὴν τοῦ κωλύοντος ἄδειαν χρήματα ἑαυτῷ ἀπὸ τῶν δημοσίων φόρων
ὑποποιούμενος, τὸ διὰ πάσης γλώττης βοώμενον πτόλισμα μετὰ παντὸς καταλαμβάνει
τοῦ στρατοπέδου, φημὶ δὴ τὴν Ἀμάσειαν.
Η μάχη του Μάντζικερτ(1071)
Επεξεργασία
7.33 Εὐθὺς οὖν τῶν τοῦ καίσαρος υἱέων τῷ νεωτέρῳ ὁ βασιλεὺς τὸ
Ῥωμαϊκὸν πιστεύει στρατόπεδον· οὗτος δὲ καὶ τὴν χεῖρα δραστήριος καὶ τὴν σύνεσιν
ὀξὺς καὶ θαυμάσιος, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ἐπιφα νέστατος· γενόμενος
οὖν ἀγχοῦ τῆς πόλεως οὗ ὁ ∆ιογένης ἐκάθητο, πρῶτα μὲν συνεῖχε τὸ στράτευμα, εἶτα δὴ
ἀκροβο λισμοῖς ἐχρῆτο συχνοῖς, καὶ αὖθις ἠπάτα, καὶ πάντα τρόπον ἐμηχανᾶτο ἢ
αἱρήσειν τοῦτον, ἢ ἐξελάσειν τῆς πόλεως. Ὁ δὲ στενοχωρούντων αὐτῷ τῶν πραγμάτων,
τολμᾷ τὴν ἐκεῖθεν ἔξοδον καὶ παρατάσσεται πρὸς αὐτὸν παντὶ τῷ περὶ αὑτὸν
στρατεύματι· μίγνυται οὖν τὰ στρατόπεδα, καὶ γίνε ται ἐξ ἑκατέρου μέρους φόνος
πολύς· ἔπειτα δὲ ὁ ἡμεδα πὸς στρατηγὸς ὥσπερ τις πτερωτὸς ἱππότης ἐλᾷ τὸν ἵππον ἐπὶ
τοὺς ἐναντίους, καὶ οἷά τις πύργος ἐμπεσὼν τῇ πολε μικῇ φάλαγγι ὠθεῖ τε ταύτην καὶ
εἰς μέρη πολλὰ διασπᾷ· ἐντεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτῷ τῷ πολέμῳ
μαχόμενοι πίπτουσιν, οἱ δὲ ἑάλωσαν, ὀλίγοι δέ τινες ἐκπε φεύγασι, μετὰ πάντων καὶ ὁ
∆ιογένης ἀνὰ κράτος τὸν ἵππον ἐλαύνων· τοῦτο πρῶτον θάρσους ἡμῖν αἴτιον γίνεται.
7.34 Ἐντεῦθεν ὁ ∆ιογένης ἀρχὴν λαμβάνει τῆς καταλύσεως, καὶ σὺν
ὀλίγοις τοῖς περὶ αὐτὸν εἴς τι κατα κλείεται πολισμάτιον· ἑαλώκει δὲ ἂν αὐτίκα, εἰ μή τι
ἄλλο συνεμπεπτώκει· ἀνὴρ γάρ τις ἐξ Ἀρμενίων ἔχων τὸ γένος, τὴν γνώμην βαθὺς,
δυσμενὴς ἡμῖν τῆς προαιρέσεως, ἀρχήν τινα παρὰ τούτου τῶν μεγίστων λαβὼν,
ὁπηνίκα βασιλεὺς ἦν, χάριτας αὐτῷ ἐπὶ τοῦ δυστυχήματος ἀνθομολογούμενος,
στρατιώτας συχνοὺς ἐπαγόμενος πρόσεισι τούτῳ, καὶ θαρρεῖν παρακελευσάμενος καὶ τὰ
μέγιστα ὑποσχόμενος, ἀντικαθί στασθαι μὲν τοῖς ἡμετέροις στρατεύμασιν οὐκ ἐᾷ, εἰς δὲ
τὴν τῶν Κιλίκων χώραν ἀπαγαγὼν καὶ εἰς τὴν ἐξ ἐφόδου φυλακὴν τὰ τέμπη τῆς
Κιλικίας αὐτοῦ προβαλόμενος, στρατόν τε αὐτῷ ἐξαρτύει καὶ χρήματα δίδωσι, καὶ εἰς
βασιλέως σχῆμα καθίστησι, καὶ ὁπλίζει πρότερον, εἶτα ἐν καιρῷ μάχεσθαι πρὸς τὸ
ἡμέτερον στράτευμα ὁ δεινὸς οὗτος ἀνὴρ ταμιεύεται.
7.35 Ἐν βουλεύμασιν οὖν αὖθις τὰ καθ' ἡμᾶς καὶ ὅτι πρακτέον εἴη
ἐδοκιμάζετο· τοῖς μὲν οὖν εἰρήνην ἐδόκει πρὸς τὸν ∆ιογένην ποιήσασθαι, καὶ μέρους
τινὸς παραχωρή σαντας τῆς ἀρχῆς μηδέν τι πλέον ποιεῖν, τοῖς δὲ πολεμητέα ἐδέδοκτο,
καὶ μηδεμίαν αὐτῷ ἀφορμὴν τῆς ἔπειτα θρασύτη τος παρασχεῖν. Τὰ μὲν οὖν τῆς εἰρήνης
πρῶτον ἐπράττετο, καὶ γράμματα παρὰ τοῦ βασιλέως πρὸς ἐκεῖνον ἐξαπεστέλ λοντο
κοινοπαθῆ καὶ φιλάνθρωπα· ὁ δὲ ὥσπερ ὑβριοπάθει ὅτι συμπάθειά τις αὐτῷ
ἀπηγγέλλετο μηδὲν ὅλως τῶν κακῶν πλημμελήσαντι, εἰς αἰτήσεις δὲ καθιστάμενος,
οὔτε τῆς βασιλείας ἀπείχετο οὔτε μετριωτέραν ἐζήτει μερίδα τοῦ κράτους, ἀλλ'
αὐθαδέστερος ἦν ἐν ταῖς ἀποκρίσεσι μᾶλλον ἢ τοῖς βουλεύμασι.
7.36 Τούτου μὲν δὴ τοῦ μέρους ἀφέμενος, ἐξ ἀνάγκης ὁ βασιλεὺς τῷ
Ἀνδρονίκῳ δοὺς τὰ στρατεύματα, ὁ πρεσβύτερος δὲ οὗτος τῶν υἱῶν τοῦ καίσαρος ἦν,
ἀνὴρ καὶ τὴν ἡλικίαν ἀξιοθέατος καὶ τὴν γνώμην ἐλεύθερος, τήν τε ψυχὴν εὐμενὴς καὶ
ἐπιεικέστατος, ξυμπάσης τε τῆς ἕω τὴν ἀρχὴν πιστεύσας ἐπὶ τὸν ∆ιογένην ἐκπέμπει· ὁ δὲ
πρῶτα μὲν εἰς μίαν καὶ τὴν αὐτὴν γνώμην ἁρμόζεται τὸ στρατόπε δον, ἑκάστῳ ἐπιεικῶς
προσφερόμενος καὶ πρὸς πάντας οἰκείως μεθαρμοζόμενος, δεύτερον δὲ σκοπὸν τίθεται
λαθεῖν τὸν ∆ιογένην ὁπότε τοῖς τῆς Κιλικίας στενοῖς προσπε λάσειεν, καὶ τοὺς ἑλιγμοὺς
τῶν ἐκεῖσε ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν ἠρέμα διεξελθεῖν, καὶ ἀθρόον αὐτοῖς
τοῖς πολεμίοις φανήσασθαι. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν, καὶ κατὰ τὰ βεβουλευμένα τὴν
στενὴν καὶ παράκρημνον διαβε βήκασιν ἀτραπόν· ὁ δὲ βασιλεὺς ἐν δεινῷ ποιεῖται εἰ
ἁλοίη τῷ ἡμεδαπῷ στρατεύματι ὁ πολέμιος, καὶ ἢ πέσοι μαχόμε νος, ἢ ζωγρηθεὶς μέρος
τι ἀκρωτηριασθείη τοῦ σώματος.
7.37 Ἐγὼ γοῦν αὐτὸν ἐθεασάμην περὶ τούτου 7 ευδ,ρομ.37 πολλάκις
δακρύοντα, καὶ κινδύνου ἰδίου ὠνούμενον τὸ μὴ ἐκεῖνον παθεῖν· ἦν γὰρ αὐτῷ φιλία, ὡς
ἔλεγεν, πρὸς τὸν ἄνθρωπον καὶ συνθῆκαί τινες αἷς ἐδεδίει μὴ τἀναντία δρά σειεν.
Ἀνδράσι γοῦν ἱερατικοῖς καὶ εἰρηνικοῖς τὴν ψυχὴν τοὺς περὶ τῆς φιλίας λόγους
πιστεύει, καὶ γράμματα πρὸς τὸν πολέμιον ἐγχειρίζει πᾶν μὲν ὁτιοῦν ὑπισχνούμενα,
πείθοντα δὲ πρὸς ὑπακοὴν καὶ ἀδαμαντίνην ψυχήν.
7.38 Ἀλλ' ὁ μὲν, πρὶν ἢ τούτους καταλαβεῖν, ἐπῆρτο πρὸς πόλεμον,
ἑαυτὸν μὲν ἔνδον τοῦ φρουρίου συνέ χων, ὃ προὔλαβε κατασχὼν σὺν ὀλίγοις τισὶ τῶν
περὶ αὐτὸν, τῷ δὲ Χατατούρῃ Ἀρμενίῳ, ὃν φθάσας ὁ λόγος ἐγνώρισε, πάντα σχεδὸν τὸν
στρατὸν ὑποτάξας καὶ σὺν ἀγαθῇ, ὡς ἐδόκει, τύχῃ εἰς τὸν πόλεμον ἀποστείλας· τοὺς
πεζοὺς οὖν οὗτος καὶ τοὺς ἱππεῖς ἐπαγόμενος, καὶ τοὺς ἐπικαίρους τῶν τόπων
προκαταλαβὼν, κατὰ φάλαγγα ἵστησιν, ὧν οἱ πλείους καὶ τὰς ψυχὰς προθυμότατοι καὶ
τὰ σώματα ἐρρωμενέστα τοι.
7.39 Ἀντικαθίσταται δὲ συντεταγμένος πρὸς τοῦτον καὶ ὁ Ἀνδρόνικος·
καὶ πρὶν ἢ τὸν συνασπισμὸν γενέσθαι καὶ εἰς χεῖρας ἀλλήλοις ἰέναι, ὁ Φράγγος
Κρισπῖνος (γράφω δὲ ταῦτα καθ' ἣν ἐκεῖνος ἐτεθνήκει ἡμέραν), οὗτος οὖν ὁ Κρισπῖνος
πολέμιος Ῥωμαίοις τὰ πρῶτα φανεὶς, ἔπειτα τοὺς τρόπους μεταβαλὼν, τοσοῦτον εἰς
εὔνοιαν ὤφθη τὸ δεύτερον, ὅσον τὸ πρῶτον εἰς δυσμένειαν· εἱστήκει δὲ σύν γε τῷ
Ἀνδρονίκῳ, τὰ μὲν θαρρύνων αὐτὸν, τὰ δὲ παρ' αὐτοῦ θαρρυνόμενος. Ὡς γοῦν ἑωράκει
τὸ τῶν ἐναντίων στράτευμα διατεταγμένον, θαρρεῖν ἑαυτῷ παρακελευσάμενος καὶ τῷ
Ἀνδρονίκῳ τὴν ἐπὶ τοὺς ἱππέας ἔλασιν προειπὼν, ἀπὸ ῥυτῆρος ἐλαύνει τὸν ἵππον τοὺς
περὶ ἑαυτὸν ἐπαγόμε νος, καὶ εἰς μέσους ἐμπίπτει τοὺς πολεμίους, καὶ τὴν φάλαγγα
τούτων διατεμὼν, ὡς εἶδε βραχύ τι μὲν ἀντιστάντας καὶ ὑποδεξαμένους τοῦτον, εἶτα
μεταβαλόντας τὰ νῶτα, σὺν ὀλίγοις τῶν μεθ' ἑαυτοῦ κατόπιν τῶν φυγόντων ἐξήλασεν·
ἔνθα πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας ἐζώγρησε.
7.40 Καὶ ἡ μὲν τοῦ ∆ιογένους φάλαγξ διελύθησάν τε καὶ διεσπάρησαν,
τροπαιοφόρος δὲ ὁ Ἀνδρόνικος σύν γε τῷ Κρισπίνῳ ἐπὶ τὴν ἀποτεταγμένην αὐτῷ
σκηνὴν ἀναζεύγνυ σιν· εἶτα δή τις ἱππεὺς τῶν πολεμίων τινὰ φέρων πρὸς τὸν
στρατηγὸν ἐπανέρχεται· ἦν δὲ ὁ Χατατούρης Ἀρμένιος· οὗτος γὰρ ἐν τῷ φεύγειν τοῦ
ἵππου διωλισθηκὼς κατά τινα τάφρον, ὡς ἔλεγε, λόχμην ὑπέδυ τινά· ὡς δέ τις τῶν διω
κόντων τεθέαται, ἀνελεῖν μὲν ὥρμησεν, ὡς δὲ δακρύοντα εἶδε, τὴν ἐσθῆτα
ἀποδυσάμενος καὶ γυμνὸν ὑπὸ τὴν λόχμην ἀφεὶς ἄπεισιν· εἶτα δὴ ἄλλος γυμνὸν αὖθις
ἰδὼν ὥρμησεν ἀνελεῖν, ὁ δὲ· «Ἀλλ' εἴ μου φείσειας, ἔφησε, καὶ εἰς τόνδε τὸν στρατηγὸν
ἀπαγάγοις (τοὔνομα προσειπὼν), ἐμπλήσει σοι δώρων τὴν δεξιάν». Ὡς δὲ διϊόντα
ἐγνώρισεν ὁ Ἀνδρόνικος, δεύτερον τοῦτο ποιεῖται εὐτύχημα, καὶ τὸν ἄνδρα, στρατηγῷ
πρέπον γενναίῳ, ἐνδύσας τε καὶ κοσμήσας ἐν ἀδέσμῳ συνεῖχε φυλακῇ.
7.41 Τὴν μὲν οὖν περὶ αὐτὸν χεῖρα ὁ ∆ιογένης ἀπε γνωκὼς, Περσικὴν
συμμαχίαν ἤλπιζε πρὸς αὐτὸν αὐτίκα ἀφίξεσθαι· ἔνθεν τοι καὶ τὸν περὶ αὐτὸν λαὸν
ἐπερρώννυε καὶ ἐλπίδας ἑτοίμους ὑπέτεινεν· ἀλλ' οἷς ἐθάρρει καὶ οἷς τὰ τοῦ φρουρίου
κλεῖθρα ἐπίστευεν, ἐκείνοις πρῶτον ἁλώσιμος γίνεται· οὗτοι γὰρ τῷ ἡμετέρῳ
συνθέμενοι στρατηγῷ καὶ πίστεις τοῦ μὴ παθεῖν εἰληφότες, τὰς εἰσόδους ἀναπετά
σαντες, πάροδον τοῖς ἡμετέροις δεδώκασι, καὶ ἐπ' αὐτὸν τὸν οἶκον οὗ ὁ ∆ιογένης
ἐσκήνου ἀπάγουσιν· ὁ δὲ εἱστήκει δεινὸν καὶ ἐλεεινὸν θέαμα, τὰς ἐλπίδας ἀπεγνωκὼς,
καὶ τὰς χεῖρας δεσμήσας ὥσπερ ἀνδράποδον, καὶ ἐπὶ τοῖς κατασχοῦσιν ὅ τι δρᾶν
βούλοιντο θέμενος, ἐς δέον μελανειμονήσας εὐθὺς, καὶ τὸ κάλυμμα τῆς κεφαλῆς
ἀφελόμενος ἐδίδου τῷ βουλομένῳ τὰς τρίχας τεμεῖν· σχεδιάσαντες δὲ οἱ παρατυχόντες
αὐτῷ τὴν τοῦ βίου μετάθεσιν, ἐξάγουσι τοῦ φρουρίου καὶ πρὸς τὸν Ἀνδρόνικον μεθ'
ὅσης ἂν εἴποι τις περιχαρίας ἀπά γουσιν· ὁ δὲ οὐδὲν πρὸς τοῦτον σοβαρευσάμενος, ἀλλὰ
καὶ τῆς τύχης οἰκτείρας, καὶ δεξιὰν ἐμβάλλει καὶ εἰς τὴν ἑαυτοῦ ἐπάγει σκηνὴν, καὶ
τραπέζης λαμπρᾶς κοινωνεῖ.
7 .42 Τὸ μὲν οὖν μέχρι τοῦδε εὔδρομος ἡμῖν ὁ λόγος, καὶ διὰ λείας φέρων
καὶ βασιλικῆς τῆς ὁδοῦ, ταῦτα δὴ τὰ θεολογικὰ ῥήματα· τὸ δ' ἐντεῦθεν ὀκνεῖ περαιτέρω
χωρεῖν καὶ διηγήσασθαι πρᾶξιν, ἣν οὐκ ἔδει μὲν γενέσθαι, ἵνα δὴ παρὰ βραχὺ
ταὐτολογήσας ἐρῶ, ἔδει δὴ γενέσθαι παντά πασι, τὸ μὲν διὰ τὴν εὐσέβειαν καὶ τὴν πρὸς
τὸ δεινὸν εὐλάβειαν, τὸ δὲ διὰ τὴν τῶν πραγμάτων περίστασιν καὶ τὴν τοῦ καιροῦ
περιπέτειαν· οἱ γὰρ περὶ τὸν βασιλέα εὐνοϊ κώτεροι δείσαντες περὶ τῷ ∆ιογένει, μὴ
διαμηχανήσαιτό τι, καὶ πάλιν ἀφορμὴ πραγμάτων τῷ βασιλεῖ γένοιτο, τὸ σκέμμα τούτῳ
συγκαλυψάμενοι, ἐντέλλονταί τι<νι> διὰ γραμμάτων ἐπὶ τοῦ καιροῦ δυναστεύοντι
ἐκκόψαι τούτῳ τοὺς ὀφθαλ μούς.
7.43 Ὃ δὴ καὶ γενόμενον ἠγνοεῖτο τῷ βασιλεῖ· καὶ οὐ θωπευτικὴν
ποιοῦμαι τὴν ἱστορίαν, ἴστω Θεὸς, ἀλλ' ἀλη θεστάτην παντάπασιν, ὅθεν καὶ πλείω
ἀφεῖκεν ἐπὶ τῷ πράγματι γνοὺς ὕστερον δάκρυα ἢ ὅσα ἐκεῖνος πρὸ τοῦ παθεῖν
κατήνεγκέ τε καὶ ἀπωδύρετο· ἀλλ' οὐδ' ὅτε ἠγγέλθη τῷ βασιλεῖ τοῦ ∆ιογένους ἡ
ἅλωσις, ἢ σκίρτημά τι ἐνεφά νισεν, ἢ ἄλλο τι χαρμονῆς εἶδος τοῖς περὶ αὐτὸν
ἐπεδείξατο, ἀλλ' εἰ μὴ τὰ παρὰ τῶν πολλῶν εὐλαβεῖτο ὀνείδη, ἐσκυθρώ παζεν ἂν μέχρι
πολλοῦ. Ὁ μὲν οὖν καὶ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς εἰς ὃ ἱδρύσατο φροντιστήριον ἐν τῇ
νήσῳ ᾗ Πρώτη ὄνομα ἐπανάγεται, ἔνθα βραχύ τι ἐπιβιοὺς τελευτᾷ οὔπω ἔτη <τέτταρα>
τὴν βασίλειον ἀρχὴν κατασχὼν, κρατεῖ δὲ καθαρῶς τῆς ἀρχῆς <ὁ> Μιχαήλ.
Μιχαήλ Ζ΄ (Παραπινάκης)(1071-1077)
Επεξεργασία
7.1 Ἱστορεῖν τὸν αὐτοκράτορα Μιχαὴλ τοῦ ∆ούκα βουλόμενος, ἢ μᾶλλον
σκιαγραφεῖν ὅσον ἐπὶ τοῦ λόγου ἐπιτομῇ, τοῦτο πρῶτον τὸν ἀκροατὴν παραιτοῦμαι μὴ
κρείττονας τοὺς λόγους ἡγήσασθαι τῶν ἠθῶν ἐκείνου καὶ πράξεων, ἀλλ' ὑστεροῦντας
παρὰ πολύ· ἐγὼ δὲ ὅπερ πολλάκις πάσχω ἐκεῖνον ὁρῶν καὶ θαυμάζων, παραπλήσιον
πάθος κἀν τῷ γράφειν ἐκεῖνον ὑφίσταμαι· οὐ γὰρ ἔχω ὅπως θαύματος ἐπέκεινα τὸν
ἄνδρα ποιήσομαι, καὶ μή τις διαπιστοίη τῷ λόγῳ ἢ ἐς ὑποψίαν φέροι τὰ γραφησόμενα,
ὅτι ἐπὶ ζῶντι τῷ βασιλεῖ ταῦτα γεγράφαται· τούτου γὰρ ἕνεκα καὶ τὴν ἱστο ρίαν
πεποίημαι, ἵν' ἔχοι τις εἰδέναι ὅτι ἔστι τοι ἦθος ἀνθρώ που θείας ἄντικρυς μοίρας καὶ
περαιτέρω τῆς ἐγνωσμένης φύσεως.
7.2 Ἀπορῶν δὲ ὅ τι πρῶτον εἴπω τῶν ἐκείνου, τοῦτο τῶν πάντων προτίθημι,
ὅτι μηδεὶς αὐτὸν τῶν ὑπὸ χεῖρα διαλανθάνων, εἴτε τῶν φαύλων, εἴτε τῶν περί τι σπου
δαίων καὶ ἀγαθῶν, οὐδεὶς κακῶς ἤκουσε παρ' αὐτοῦ, οὐδὲ ὕβρισται δημοσίᾳ, οὐδ' ἐπί τῷ
κακῷ ἀπέωσται· ἀλλ' εἰ καί τις αὐτῶν ἀπαναισχυντεῖν πρὸς τοῦτον αἱροῖτο, ὁ δὲ
ἡττᾶσθαι μᾶλλον τῆς ἀναιδείας τοῦ ἀνδρὸς ἕλοιτο ἢ ἐς μέσους ἐλέγχειν. Τὸ δὲ
ὑπερβάλλον, ὅτι καὶ φωράσας ἐνίους, καὶ μάλιστα τῶν περὶ σῶμα φυλάκων καὶ οἷς
ἑαυτὸν πεπί στευκεν, ἐπὶ τῷ κακῷ δραμόντας ἐπ' αὐτὸν, οὔτε ἤλεγξεν, οὔτε φοβήσας
διέσεισε· πολλοὺς δὲ καὶ ἐπ' αὐτοφώρῳ ἐξαι ροῦντάς τι τῶν βασιλικῶν κιβωτίων ἑλὼν,
εἶτ' ἀφῆκε, μὴ θορυβήσας, μηδὲ τὴν γνώμην αὐτοῖς ὀνειδίσας· τελεώτατος δὲ τὴν
φρόνησιν ὢν, καὶ τῶν πραγμάτων ἐπιστήμην ἀπὸ τῆς περὶ ταῦτα συνεχοῦς ἐπιμελείας
λαβὼν, πᾶσάν τε φόρου συντέλειαν διηκριβωκὼς, συντάξεις τε καὶ πρυτανεῖα, καὶ ἐς
ὅσα φέροιτό τις τῶν δημοσίων καὶ ἀφ' ὅσων ἐκχέοιτο αὖθις εἰς τὰ δημόσια, τήν τε τῶν
στατήρων ἐξεργασίαν καὶ τὴν τῆς στάθμης ἰσορροπίαν καὶ τὰς ῥοπὰς καὶ τὰ λείμ ματα,
τήν τε χρυσῖτιν ὅπως ἐργάζοιτο καὶ τῶν χρυσῶν χαρακτήρων ὁπόσα ἕκαστος μέτρα τῆς
καθαρᾶς ὕλης ἔχοι· καὶ ἵνα μὴ καθ' ἕκαστον λέγω, πάντα ἐς ἄκρον ξυνειληφὼς, ἔπειτα
τοῖς περὶ ἕκαστον ἐπιστήμοσιν ὁμιλῶν, αὐτὸς ἂν τὴν ἡττῶσαν ἐπὶ πᾶσιν ἐνέγκοι, ἢ τοὺς
ἐπὶ τούτοις πραγ ματευομένους τὴν δόξαν ἀφέλοιτο.
7.3 Ἄρτι δὲ πρώτως ἀνθοῦντα ἔχων τὸν ἴουλον καὶ ταῖς θριξὶν ἤδη
πυκάζων τὴν παρειὰν, οὐδὲν τῶν πρεσβυ τέρων διενηνόχει τὴν σύνεσιν· οὔτε γὰρ
ἡδοναῖς ἐδεδώκει, οὔτε γαστρὸς ἥττητο, οὔτε κωμάζειν ἀπαρακαλύπτως εἵλετο· ἐρώτων
δὲ τοσοῦτον ἀπέσχετο, ὥστε μηδὲ εἰδέναι τοὺς πλείους καὶ ὅσοι πόρρω τοῦ νομίμου
τυγχάνουσι· τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς αἰδοῦς, ὡς καὶ εἴ τις ἐξενέγκοι ῥῆμα
φαῦλον τοῦ στόματος ἢ γυμνὸν ἔρωτος ὄνομα, ἐρυθήματος εὐθὺς γέμον δεικνύειν τὸ
πρόσωπον.
7 .4 Ἀλλ' ἔροιτό τις τίνα τῷ βασιλεῖ παιδικὰ καὶ οἷς ἂν ἀγλαΐζοιτο; βιβλία
σοφίας παντοδαποῦς, λόγων χαρα κτῆρες σοφῶν, ἀποφθέγματα λακωνικὰ,
γνωμολογίαι, καλλιρ ρημοσύνη συνθήκης, ὁ ποικίλος τῶν λόγων σχηματισμὸς, ἡ τῶν
ἰδεῶν ἐξαλλαγὴ, ἡ καινολογία, ἡ ποιητικὴ τοῦ λόγου κατασκευὴ, πρὸ δὲ τούτων
ἁπάντων ὁ πρὸς φιλοσοφίαν ἔρως, τὸ τῆς ἀναγωγῆς ὕψος, ἡ τῆς ἀλληγορίας μεταβολή·
οὐ γὰρ οἶδα εἴ τις βαθυγνωμονέστερος ἐγεγόνει τῶν βασι λέων, ἢ πρὸς ἕκαστον τῶν
ζητουμένων εὐθυβολώτερος. Εἰπεῖν δὲ δεῖ διελόντα, ὡς τὰ μὲν βασιλέως ἔργα καὶ
λόγοι, τὰ δὲ φιλοσόφῳ προσήκοντα, τὰ δὲ ῥήτορι, τὰ δὲ ἐς μουσικοὺς πίπτει, καὶ περὶ
<μὲν> τὴν σφαῖραν οἱ ἀστρολογοῦντες, περὶ δὲ τὰς τῶν σχημάτων ἀποδείξεις οἱ
γεωμετροῦντες, καὶ συλλογισμὸς μὲν φιλοσόφοις ἀνεῖται, φυσικοῖς δὲ τὰ ἀπόρρητα
ἔργα τῆς φύσεως, καὶ ἄλλο τι ἄλλῳ τῷ καὶ περὶ ἄλλῳ ἕτερος, καὶ διῄρηνταί γε τοῖς
ἀνδράσι τὰ ὑποκείμενα· τῷ δὲ συνείλεκται ἅπαντα· καὶ γὰρ φιλοσόφοις συνετάξατο, καὶ
μετὰ ῥητόρων εἶπέν τι περὶ ζεύγματος καὶ ἐμφάσεως, καὶ μετὰ ὀπτικῶν περὶ
ἀποστάσεως ἀκτίνων καὶ διαστά σεως, ἀλληγορεῖν δὲ δεῆσαν πολλάκις τὸν συγγραφέα
ὑπερ εβάλλετο, ὃν δὴ καὶ καθηγητὴν πρὸ πάντων εἵλετο καὶ ἐπὶ πᾶσιν ἐδημοσίευσε
τοὔνομα. Ἰάμβων δὲ μὴ προσχὼν μέ τροις σχεδιάζει τούτους, εἰ καὶ μὴ ἐπιτυγχάνων τὰ
πολλὰ τοῦ ῥυθμοῦ, ἀλλ' ὑγιαίνουσαν τὴν ἔννοιαν ἐκδιδούς. Καὶ ἵνα συνελὼν εἴπω,
χρῆμά τι γέγονε τῷ καθ' ἡμᾶς βίῳ ποικίλον καὶ πολυέραστον.
7.5 Τὸ δὲ εἶδος αὐτῷ πρεσβυτικὸν οἷον καὶ σωφρονιστῇ προσῆκον ἢ
παιδαγωγῷ ὅμοιον· πέπηγέ τε γὰρ αὐτῷ τὰ ὄμματα καὶ ἡ ὀφρὺς οὔτε σοβαρὰ οὔτε οἷον
ὕποπτος καὶ ἐπικαθημένη τοῖς ὀφθαλμοῖς, ἀλλ' ἐλευθέρα καὶ ἐν τῷ προσήκοντι
σχήματι· τὸ δὲ βάδισμα οὔτε σεσοβημένον καὶ οἷον ταραχωδέστατον οὔτε ἀργόν τε καὶ
ῥᾴθυμον, ἀλλ' οἷον μουσικός τις ἀνὴρ ἐπαινέσειε περὶ ἄρσεις καὶ θέσεις τὴν
πραγματείαν ποιούμενος, ὅ τε τῆς φωνῆς τόνος ἐμμελής τε καὶ εὔρυθμος, μήτε
καχλάζων τῷ τῆς γλώττης ῥεύματι μήτε ἀμαυρὸς καὶ δυσήκοος.
7.6 Πολλῶν δὲ ὄντων λόγων τε καὶ πραγμάτων τῶν ἢ συστελλόντων
ψυχὴν ἢ πρός τι διερεθιζόντων, οὗτος παρ' οὐδενὸς τούτων οὔτε τὸ ἦθος τραχύνεται
οὔτε τὴν γνώμην συστέλλεται· γελᾷ μὲν ὡς ἥδιστα, δακρύει δὲ ὡς οἴκτιστα, καὶ
ὀργίζεται μὲν ἥκιστα, καθίσταται δὲ πρὸς τὸ κρεῖττον οὐχ ἥκιστα. Νόμοις μὲν τὰ πολλὰ
μὴ ἐμμελετήσας, ἐς δὲ τὴν δίαιταν ἀθρόους τούτους καταριθμούμενος, οὐκ ἀπὸ τῶν
δέλτων, ἀλλ' ἀπὸ τῶν στέρνων. Ἐρυθριάσαι μὲν εὔκολος, ἀναιδεύσασθαι δὲ οὐδ'
ὁπωστιοῦν· σφαῖραν μὲν ἀναρ ρῖψαι δεινὸς, περὶ δὲ μίαν σφαῖραν ἐπτοημένος τὴν οὐρα
νίαν, κυβείαν μὲν εἰδὼς τὴν τῶν πραγμάτων φορὰν καὶ μεταβολὴν, καὶ κύβον ἕνα τὸν
γεωμετρικὸν ὃν ὁ Πλάτων τῇ γῇ δίδωσι· κυνηγεσίοις δὲ γέγηθε μὲν, τοσοῦτον δὲ τῆς
ἡδονῆς αὐτῷ ὅσον ἰδεῖν τὸ φεύγοντα ὄρνιν ἀνάλωτον, εἰ δ' ὁ διώκων προσπελάζοι
τούτῳ, ἀποκναίει τὴν γνώμην καὶ οὐκ ἐνατενίζει τῇ ὄψει.
7.7 Οὐκ ἐπτόηται περὶ τὴν βασίλειον ἀγλαΐαν, οὐδὲ στέμμασιν ἐθέλει τὴν
κεφαλὴν ταινιοῦν, ἀλλ' ἀρετῶν εἴδε σιν. Οὐχ ὅσα τις περιψιθυρίζει τούτῳ τὴν ἀκοὴν ἐς
τὰ στέρνα κάτεισιν, ἀλλὰ τὰ μὲν ἔξω θυραυλεῖ ὅσα τοῦτον λυπεῖν εἴωθε, τὰ δὲ τῇ ψυχῇ
ἀπομάττεται ὁπόσα αὐτῷ ἥδιστα· ἐς παράδειγμα τὸν πατέρα βλέπει καὶ πολλὰ τῶν
ἐκείνου ὑπερβαλλόμενος, ἡττᾶσθαι πάντων ὁμολογεῖ· τὸ δὲ μέγιστον καὶ ὃ μηδὲ
θαυμάζειν δεδύνημαι, ξυγκλυσθέντων αὐτῷ τῶν πραγμάτων κατά τε τὴν ἑῴαν καὶ τὴν
ἑσπέραν, ὧν τὰς ἀφορμὰς οἱ πρὸ τούτου δεδώκασιν αὐτοκράτορες, ἄλλος μὲν ἄν τις καὶ
τῶν λίαν ἰσχυρογνωμόνων τῆς τῶν κακῶν ἐγεγόνει φορᾶς καὶ ἐνεδεδώκει τοῖς
πράγμασιν· εἶτα τι; διερράγη ἂν ὁ τῆς βασιλείας κάλως, καὶ κατερράγη μὲν ἡ ὀροφὴ,
ἀνέσπαστο δὲ ὁ θεμέλιος, ἀλλ' ἡ τῆς ψυχῆς αὐτῷ στάσις καὶ τὸ τῆς γνώμης ἀκλόνητον
ἔστησε τὴν τῶν πραγ μάτων φορὰν, καὶ εἰ μὴ τοῖς λιμέσι προσωκείλαμεν τέως, ἀλλ' ἐπὶ
μετεώρου σαλεύομεν καὶ οὔπω ἀπώσθημεν ἐς τὸ πέλαγος.
7.8 Ταῦτα μὲν οὖν κοινὰ τούτῳ πρὸς ἅπαντας, τὰ δὲ πρὸς τὸν συγγραφέα
οὐκ ἔχει πρὸς τοὺς ἄλλους ἅμιλλαν, οὐδὲ σύγκρισιν· οὔτε γάρ τῳ τῶν ἀδελφῶν οὕτω
τεθάρρηκεν, οὔτε τοῖς κρείττοσι τοῦ γένους, οὔτε ἱεροῖς καὶ θείοις ἀνδράσιν, ὡς ἐμοί· ἃ
μὲν οὖν εὐηργέτηκέ με, διδοὺς ἀεί τι καὶ προστιθεὶς καὶ ἐπὶ μεῖζον αἴρων, καὶ ἄλλο ἐπ'
ἄλλῳ τῳ τῶν ἀγαθῶν προσάγων καὶ ἐπαυξάνων τὸ ὑποκείμενον, δέξαιτ' ἄν τινα καὶ
πρὸς ἄλλον παραβολὴν, τὸ δὲ ἐνδιάθετον τῆς γνώμης, τὸ δὲ ἔμφυτον τῆς ψυχῆς, τὸ δὲ
διαχεῖσθαί μοι εὐθὺς θεασάμενον καὶ ἀγλαΐας καὶ χαρίτων ἐμπίπλασθαι, καὶ τὸ
ὑπεραίρειν οὐχ ὅσων ὁρῴη σοφῶν, ἀλλὰ καὶ ὅσων ἀκούοι, ταῦτα οὐκ ἄν τις
παραμετρεῖν πρὸς ἕτερον δύναιτο. Βασκανίας δὲ μὴ βάλλοι βέλος ἡμᾶς μηδὲ νεμέσεως.
7.9 Ἀλλ' ἐπιτέμνοντα τὸν λόγον πολλά με διέλαθε, τὸ περὶ τὴν γυναῖκα
φίλτρον, οἷον ἐξ ἐκείνης ἀποτέκοι παι δίον, τὸ περὶ τοῖν ἀδελφοῖν, ὧν θαυμασίων
ὑποκειμένων θαυμασιώτερος ἐκεῖνος γνωρίζεται. Καὶ ἵνα μὴ παρὰ τὸ γένος ἐπαινοίην
τὴν βασιλίδα, εὐδαιμονίᾳ καὶ ἀρχαιότητι πᾶσαν ὑπεραῖρον ἀρχὴν, ἀρκεῖ αὐτῇ ἀντὶ
πάντων τὸ ἦθος οἷον οὐχ ἑτέρας ἕξεως, καὶ τὸ εἶδος οἷον οὐχ ἑτέρας ὄψεως· εἰ δὲ
γυναιξὶ κόσμον ἡ σιγὴ φέρει, κατὰ τὸν τραγῳ δὸν, κόσμου παντὸς αὕτη τιμιωτέρα
καθέστηκεν, ὅτι μηδενί τῳ ἄλλῳ ἢ τῷ ἀνδρὶ τὴν γλῶτταν ἐγνώρισεν, αὐτομάτως
καλλίων τυγχάνουσα ἢ ὁπότε ἀναγκαίως ἔχοι κοσμήσασθαι.
7.10 Περὶ δὲ τοὺς ἀδελφοὺς ποδαπὸς οὗτος ὁ αὐτοκρά τωρ; οὐκ ᾠήθη
χρῆναι ὥσπερ ὑπὸ χεῖρα ἔχειν καὶ οἷον ἐφ' ἑκάστου καιροῦ χαλιναγωγεῖν, ἀλλὰ μερίζει
ἑκατέρῳ τὰς βασιλείους διατριβὰς καὶ ἐς αὐτεξούσιον ἡγεμονίαν καθί στησιν. Ἐρῶ δὲ
καὶ περὶ τοῦ θείου τοῦ καίσαρος· ἤρτηται τῆς γνώμης αὐτοῦ, καὶ τῆς συμβουλῆς
θαυμάζει τὴν σύνε σιν, τὴν περὶ πάντα πράγματα δεξιότητα· τῶν μὲν περὶ τὴν πολιτείαν
αὐτὸς ἔχεται πράξεων, ἐπ' αὐτῷ δὲ τίθεται ὁπόσα ἐς γνώμην τείνει στρατηγικήν.
7.11 Καὶ τοῦτο δὲ προσθήσω τοῖς εἰρημένοις· διεγνώκει με οὗτος ὁ βασιλεὺς
μέλλοντα τοῦτον ἐξιστορεῖν, καὶ ἐπι τάξας μὴ γράφειν μέχρις ἂν αὐτὸς ἐκδοίη τῶν
ἑαυτοῦ τρόπων κεφάλαια, εἶτα δή μοι ὁ ὑπογραφεὺς ἀνεγνώκει τὰ γεγραμμένα· κἀγὼ
μὲν εἴκαζον πρὶν ἢ τοῦ ἀναγνώσματος ἀκροάσασθαι, ἀπορρητότερα εἶναι καὶ κρείττονα·
ὁ δέ γε ἐν τούτοις τοσοῦτον κατήνεγκεν ἑαυτὸν καὶ οὕτως παρὰ φαῦλον ἔθετο, καὶ
τοσαῦτα κατεῖπε τῆς ψυχῆς, ὡς καὶ ἀδαμαν τίνην φύσιν κινῆσαι πρὸς θαῦμα τοῦ ὕψους
τῆς ταπεινώ σεως. Καὶ ἀρκεῖ σοι τοῦτο σύμβολον, θειότατε βασιλεῦ, ἀντὶ πάσης ἑτέρας
ἀρετῆς τε καὶ ἕξεως.
7 .12 Κωνσταντῖνος ὁ τοῦ ∆ούκα τοῦ Μιχαὴλ τοῦ βασιλέως υἱός. Τὸν τοῦ
Μιχαὴλ τοῦ ∆ούκα βασιλέως υἱὸν Κων σταντῖνον βρεφύλλιον ἐγὼ καὶ ἐν ἀγκάλαις
γαλακτοτροφού μενον ἑωράκειν καὶ ταινίᾳ βασιλικῇ ἀναδεδεμένον τὴν κεφαλήν·
γράφω δὲ αὐτῷ οὔτε λόγους τινὰς, οὔτε πράξεις, οὔτε γὰρ ἔπραξέ τι οὔτε οὔπω
ἐφθέγξατο· ἀλλὰ καὶ τὸ εἶδος καὶ τὸ ἐμφαινόμενον ἦθος, ὡς οἷόν τε καὶ ἀπὸ τούτων
<ἐμφαίνειν> τὴν ἐγκαθημένην ψυχὴν, οὔπω γὰρ οἶδα τοιοῦ τον κάλλος ἐπίγειον· τὸ μὲν
γὰρ πρόσωπον αὐτῷ εἰς ἀκριβῆ κύκλον ἀποτετόρνευται, οἱ δὲ ὀφθαλμοὶ γλαυκοὶ καὶ
εὐμεγέ θεις καὶ γαλήνης μεστοὶ, αἵ τε ὀφρύες εὐθεῖαι γραμμαὶ ἀτεχνῶς, περὶ μὲν τὴν
βάσιν τῆς ῥινὸς βραχύ τι διεστῶσαι, περὶ δὲ τοὺς κροτάφους ἠρέμα κάμπτουσαι· ἡ δὲ ῥὶς
ἐλευ θέρα μὲν τοὺς μυκτῆρας, ἀλλ' ἀρχομένη μὲν βραχύ τι ἐγεί ρεται, προϊοῦσα δὲ ἐς
ἄκρον ἐμφαίνει τι τοῦ γρυποῦ· τῆς τε κεφαλῆς ἡλιῶσα θρὶξ ἐξανθεῖ· καὶ τὼ χείλη λεπτώ
τε τούτῳ, καὶ <τὸ ὄμμα> βλέπον ἡδὺ καὶ ἀγγέλων ἡδύτερον, καὶ τὴν ψυχὴν ἀπὸ τούτου
ἐμφαῖνον οὔτε καταβεβλημένην οὔτε ἐπιβεβλημένην, ἀλλὰ πρᾳεῖαν μὲν, θείῳ δὲ
διεγηγερμένην κινήματι.
7.13 Τὸν μὲν οὖν Τελαμώνιον Αἴαντα τιθηνούμενον ἔτι τὸν Ἡρακλέαφασὶν
ἰδεῖν καὶ τῇ λεοντῇ περιβαλεῖν, ἐγὼ δὲ ἠγκαλισάμην πολλάκις καὶ ὄνασθαί μου τῶν
λόγων ηὐξάμην· ἐναγκαλίσομαι δὲ καὶ αὖθις, καὶ τοῦτο πλειστάκις, καὶ ὀναίμην αὐτοῦ
ὁπότε εἰς ἡλικίαν ἔλθοι καὶ τὸ δύνασθαι λάβοι παρὰ τοῦ πατρός. Ὁ μὲν οὖν Νέστωρ ὁ
Πύλιος μετὰ τὴν τῆς Τροίας ἅλωσιν ὑποτίθεται Νεοπτολέμῳ τῷ Ἀχιλ λέως υἱῷ ἃ δεῖ
πράττοντα ἄνδρα γενέσθαι δεξιὸν, ἐγὼ δὲ τοσοῦτον αὐτῷ ὑποθείμην (ἴσως γὰρ ἐφ' ἥβης
γενόμενος ὁ βασιλεὺς οὗτος ἀναγνώσεταί μου τὸ σύγγραμμα), πρὸς παράδειγμα τὸν
πατέρα ὁρᾶν, κἀκεῖθεν ἑαυτὸν ἱστορεῖν· καὶ ὁμοιωθείης, παιδίον, τῷ φύσαντι, καὶ
γένοιο ἂν οὐ κακός· εἰ μὲν οὖν περαιτέρω τῆς καθεστώσης ἡλικίας προβήσομαι, ἕτερόν
σοι λόγον συγγράψομαι, ὁπηνίκα καὶ αὐτὸς ἀφορμὰς τοῦ γράφειν παράσχοις ἐμοί· εἰ δ'
οὖν, ἀποχρῶν σοι τοῦτο τὸ γράμμα, ἑτέροις ὑπόθεσις τῶν ἐπὶ σοὶ συγγραμμάτων
ἐσόμενον.
7.14 Ὁ Ἀνδρόνικος ὁ ἀδελφὸς Μιχαὴλ βασιλέως τοῦ ∆ούκα. Χαριέστατος
οὗτος ὁ βασιλεὺς καὶ μετὰ τὴν ἥβην εὐθὺς, πρόθυμος δὲ τὴν ψυχὴν περὶ λόγους καὶ
οὐδὲ τῶν βαθυτέρων ἀπεχόμενος ζητημάτων· ἐμοὶ γοῦν πράγματα παρέχει περὶ τῶν
ἀντιπόδων διαλεγόμενος, ἀπαρνούμενος τούτους, ἵνα μὴ ἀπὸ τῶν ποδῶν ἐς κεφαλὴν
αἰωροῖντο· καὶ ἁδρότερος μὲν τὴν χεῖρα, δεξιὸς δὲ καὶ λεπτὸς, περὶ τὰς σκιὰς εὔκολος,
τὸ ἦθος οὐ βαθὺ οὐδὲ εἰρωνικὸν ἔχων, ἀλλ' ἐκκείμενον ἅπασιν, εὐγενὴς τὴν
προαίρεσιν, ἱππεύεσθαι ἐπιτήδειος, θερμὸς τὰ περὶ τὴν θήραν, ὥστε μήτε τοῦ λαγὼ
ἐθέλειν ἀπολείπεσθαι, ἀλλὰ καὶ τοῖς γεράνοις συμπέτεσθαι, πρόχειρος μὲν βραχύ τι τὴν
γλῶτταν, εἶτα δὴ εἰς χάριτας κατακλείων εἴ τί που παραφθέγξαιτο.
7.15 Κωνσταντῖνος ὁ ἀδελφὸς αὐτοῦ. Οὐ πρόχειρος οὗτος ὁ βασιλεὺς <τὴν>
γνώμην, ἀλλ' εἴσῳ συννενευκὼς καὶ σωφρονιστῇ ἀτεχνῶς ἐοικώς· ἐγρήγορε δὲ τὰ
πολλὰ, καὶ εἰπεῖν δεῆσαν τὴν γλῶτταν ὀξύτερος· εἴκει δὲ οὐ ταχέως τοῖς ἀντιπίπτουσιν,
ἀλλὰ λόγοις ἀντεμβάλλει λόγους καὶ πείθειν ἐπιχειρεῖ, ἀποτελευτᾷ δὲ εἰς μειδίαμα καὶ
ἠρέμα ἐπιγάννυται οἷς ἐφθέγξατο· τὴν σύνεσιν πολιὸς, τὴν ψυχὴν βεβηκὼς, οὐ ταχὺ
μεταπίπτων πρὸς ἅπερ ὁρμήσειεν, τὴν χεῖρα μέσος, οὔθ' ὕπτιος τὴν παλάμην, οὔτε
συγκεκλεικὼς τοὺς δακτύλους, ἐφ' ἵππον ἐπιβῆναι δεξιὸς, θηρᾶσαι δὲ δεινὸς, πάγκαλον
χρῆμα καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς.
7.16 Ἰωάννης Καῖσαρ ὁ ∆ούκας. Τί ἄν τις εἴποι περὶ τοῦ ἀνδρὸς τούτου,
ὥστε ἐξισῶσαι τοὺς λόγους ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς;
παντοδαπὸν γὰρ οὗτος χρῆμα καὶ οἷον κάλλιστον τῷ βίῳ ἀνάθημα, καὶ ἐκ δυεῖν τοῖς
ἐναντίοιν ξυγκείμενος, ὀξύτατος γὰρ τὴν σύνεσιν ὢν ξυμπάντων ὧν ἐγὼ καὶ ᾔσθημαι
καὶ τεθέαμαι, οὕτω πρᾳοτάτην ἐνδείκνυται τὴν ψυχὴν, ὡς εἰκάζεσθαι ῥεύματι ἐλαίου
ἀψοφητὶ ῥέοντος. Τὰ μὲν οὖν ἐς στρατηγίαν κατὰ τοὺς ἀρχαίους ἐκείνους καὶ
πολυϋμνήτους Καίσαρας, καὶ ὁπόσα τετολμήκασί τε καὶ κατωρθώκασιν Ἁδριανοὶ καὶ
Τραϊανοὶ καὶ οἱ τῆς αὐτῆς ξυμμορίας, ἐκείνοις <συν>ελήλυθε πρὸς τὴν τοιαύτην ἐπι
στήμην, οὐκ ἀπὸ ταὐτομάτου, οὐδὲ τυχαίως, ἀλλ' ἀπὸ τῶν τακτικῶν βιβλίων καὶ
στρατηγικῶν καὶ πολιορκητικῶν καὶ περὶ ὅσων οἱ περὶ Αἰλιανὸν καὶ Ἀπολλόδωρον
συγγεγράφα σιν· ἀλλὰ τὰ μὲν περὶ τὴν στρατηγίαν τοιοῦτος, ἐλάττων δὲ τὰ πολιτικὰ καὶ
ὅσα ἐς δίκας φέρει καὶ τὰ δημόσια; πολλοῦ γε καὶ δεῖ· ξυρὸς γὰρ εἰς ἀκόνην πρὸς πάντα
τὰ κάλλιστα, τοῦτο δὴ τὸ παροιμιῶδες· ἀλλ' ἐς ὀργὴν πρόχειρος; οὐ μὲν οὖν, εἰ μὴ ὅσον
ἐνδείξασθαι· ἀλλὰ μνησικακῆσαι δεινός; ἀλλὰ τοῦτο δὴ τὸ μέρος καὶ μᾶλλον θαυμάσιος
καὶ οἷος οὐκ ἄλλος· ἀλλὰ τὴν γλῶτταν πρόχειρος, ἢ πρὸς τὸν ἀδελφὸν πρότερον καὶ τὸν
ἀνεψιὸν ὕστερον τόλμαν ἔχων ἢ παρρη σίαν; οὐ μὲν οὖν· ὥς γε δὴ καὶ παράδειγμα τοῖς
πολλοῖς ἡμῖν εὐλαβείας καθίσταται, ἁπανταχοῦ δὲ μετριάζων καὶ σπουδὴν παιδιᾷ
κιρνῶν, ἐν τούτῳ μόνον οὐ καθεκτὸς, οὐδὲ σύμμετρος.
7.17 Τὰ παντοδαπὰ κυνηγᾶται· περιεργάζεται οὖν πτερὸν ὄρνιθος καὶ
θηρίων ὁρμὰς, ἐπιθωΰζει τε κυσὶ καὶ καταδιώκει βαλιὰν ἔλαφον, μαίνεταί τε περὶ τὰς
ἄρκτους, ὃ δὴ πολλάκις αὐτῷ προσωνείδισα, ἀλλ' ἔστιν αὐτῷ ἡ θήρα ἀμετάθετα
παιδικά· δυοῖν γὰρ τούτοις μερίζει τὸν βίον, βιβλίοις καὶ κυνηγεσίοις, μᾶλλον δὲ
σχολάζοντι μὲν φίλα ταῦτα καὶ μελετώμενα, σπουδάζοντι δὲ οἰκεῖα ὅσα καὶ ὅσα πρὸς
τοὺς καιρούς· εἰρηνεύειν <δὲ> τοῖς ἐναντίοις ἢ μάχε σθαι ἐπίσταται, λόχους, πολέμων
τάξεις, διαιρέσεις τάξεων εἰπεῖν, ἢ φάλαγγα στῆσαι, πῶς πυκᾶσαι τὸ βάθος, πῶς
ἀπολεπτῦναι τὸ πλαίσιον σχῆμα, τὸ κοιλέμβολον εἶδος, τὴν συναγωγὴν, τειχομαχίας,
ἱππομαχίας, πεζὴν σύνταξιν πρὸς τοὺς καιροὺς, πρὸς τοὺς τόπους, καὶ τί καθ' ἕκαστον
λέγω· ἐπὶ πᾶσι τῶν πάντων κεκράτηκε.
7.18Γραφὴ τοῦ βασιλέως πρὸς τὸν Φωκᾶν. Γράφων οὖν ὁ βασιλεὺς
πρῶτον μὲν τῆς χαλε πῆς ὑπερορίας καὶ τοῦ ἐν ἐκείνῃ τοῦ Φωκᾶ ἐκρεύσαντος χρόνου,
τῆς τε τῶν οἰκείων ἐρημίας, καὶ τῆς ἀπόρου πενίας, καὶ τοῦ ῥυπῶντος χιτῶνος καὶ τῶν
διερρηγμένων περιβο λαίων μιμνῄσκει, εἶτα τὴν οἰκείῳ κελεύσματι γεγενημένην
ἀνάκλησιν αὐτοῦ καὶ τὴν ἐν βασιλείοις ἐν μεγίστῃ τιμῇ ὑποδοχὴν, καὶ τὰς σατραπικὰς,
ὡς εἰπεῖν, εὐεργεσίας, καὶ πάντα λόγον παρατρεχούσας δεξιώσεις διεσήμαινε, καὶ ὅπως
πᾶν εἴ τι μέγα καὶ σεμνότατον ἔχοι πολιτεία Ῥωμαϊκὴ φέρων εὐθέως αὐτῷ προσέθηκε,
τιμαῖς τε καὶ στρατηγίαις τὰ πρῶτα ἐλάμπρυνεν καὶ ὑψηλότερον ἁπάντων τέθεικε,
οὐσίας τε κύριον κατέστησε τοσαύτης ὅση πρέπειν ἐμφα νῶς τῷ ἀξιώματι ἔμελλε· «Τίς
γάρ, φησιν, ἀμείνω σου τάξιν παρ' ἐμοῦ ἐκαρποῦτο, ἢ τίς ἐκρίνετο φίλος βασιλέως καὶ
ὦτα καὶ ὀφθαλμός; τίς δὲ ἦν ὁ πάντα πείθων εἰ βούλοιτο; τίνι δὲ τῶν πραγμάτων
ἀνεκοινούμην τὰ μέγιστα; ἃ γὰρ τόν τε ἀδελφὸν καὶ τὴν μητέρα ἔκρυπτον, ταῦτά σοι
μόνῳ διέφαινον. Τίς δὲ ὁ παύων νῦν καὶ καθιστῶν τὰς μεγίστας ἀρχάς; ἐξ ὧν σὺ καὶ
ἤκουες τοσοῦτον καὶ ἡ δυναστεία ηὔξηται· καὶ σιωπῶ τὰ εἰς πατέρα καὶ ἀδελφὸν καὶ
συγγενεῖς διὰ σὲ πεπραγμένα μοι, καὶ τοὺς ὅσους ἐξ ἰδιωτικῆς ταπεινότητος εἰς ὕψος
ἀξιωμάτων σὴν χάριν ἀνήνεγκα, καὶ τοὺς ὅσοι οὐ τοὺς τυχόντας πλούτους
κατεκτήσαντο, ἐξ ἀπορίας προγονικῆς ἀρχὰς στρατηγικὰς καὶ πολιτικὰς διέποντες, ὧν
καὶ ἀδικούντων λάθρα τε καὶ προδήλως οὐκ ἐποιούμην ἐπιστροφήν· εἰδὼς γὰρ ὡς
πλῆθος, ἐσιώπων τὰ τοιαῦτα, σοῦ δὴ ἕνεκα πάντων ἀνεχόμενος· μίαν γὰρ τῶν κακῶν σέ
μοι γενέσθαι μετὰ τὴν θείαν ῥοπὴν ἤλπιζον παραψυχήν· διὰ γὰρ τούτων καὶ συνεργὸν
σὲ ἐφ' ᾧ τῶν ἐμῶν κύριος καταστῆναι ἄθραυστος εἱλόμην τε καὶ προσείληφα, σὲ μόνον
τῶν ἐν ἀνθρώποις σύμμαχον καὶ συμμεριστὴν κατακτήσασθαι οἰηθεὶς, καὶ διά σου τοὺς
ἐν μέσῳ κατευνασθῆναί μοι προσδοκήσας ταράχους· νῦν δὲ, ὢ τῶν ματαίων
βουλευμάτων, ὢ τῶν ἀστηρίκτων ἐλπίδων· καὶ ἐπὶ τῆς ἐπὶ τοσοῦτον ἀγνωμοσύνης,
ἄνθρακες ὁ θησαυρὸς ἀνασκαπτόμενος· οὐ γὰρ αἱ ἐλπίδες τὸ μάταιον ἔχουσι, μόνον εἰ
μὴ παρὰ πολλῶν ἀπελπίσεται· ἀλλὰ καθ' ἑαυτῶν κεκινήκαμεν τὸν ἀνάγυρον, ἐλαίῳ πῦρ
κατασβέσαι πεισθέντες.
«Ἀντὶ γὰρ παραψυχῆς συμφορὰν, καὶ ἀντὶ συμμάχου πολέμιον, καὶ ἀντὶ συνεργοῦ καθαιρέτην τὰ λογοποιούμενα, εἴ γε ἀληθείας ἔχεται, ἀναφανδόν σε
δεικνύει· ὥσπερ γὰρ τὰ ἔσχατα ἠδικημένον καὶ τεταραγμένον ὑπ' ἐμοῦ, οὕτω τὰς κατ'
ἐμοῦ τιμωρίας ὁπλίζεσθαί σέ φασι, πάσῃ σπουδῇ τῆς βασιλικῆς καὶ διαφερούσης ἑστίας
ἐμὲ μὲν ἐξῶσαι ἀγωνιζόμενον, σαυτῷ δὲ ταύτην μνηστευόμενόν τε καὶ οἰκειούμενον.
Ἀλλὰ μὴ τοῦτο, μὴ μὴ, μάγιστρε, μηδὲ εἰς νοῦν ποτὲ βάλοιο· ὡς ἀπόλοιντο οἱ λογοποιοὶ
καὶ οἱ τῶν παραλαλουμένων δημιουργοὶ, οἱ τὰ ζιζάνια ἐπισπείροντες πονηροὶ καὶ ὑπὸ
μόνου τοῦ βασκαίνειν τὰ μὴ ὄντα τερατευόμενοι, ὧν τοῖς ἀλόγοις ἢ ἀλλοκότοις οὐ
προσέχειν δεῖ, ἐς τοῦτο μάλιστα, ὥς γε πείθομαι, ξυγκειμένοις, ὅπως τὴν κοινὴν ἡμῶν
διαστήσωσι γνώμην καὶ τὴν τῆς προαιρέσεως καταστασιάσωσιν οὐ προσήκοντες
ὁμόνοιαν. Πλὴν ἀλλὰ καὶ αὖθις λέγει, μὴ ἐπιχαρῇ ὁ ἐχθρὸς ἐφ' ἡμῖν, μηδὲ τῆς οὕτω
θεομισοῦς καὶ πᾶσαν ἰδέαν κακίας παρελαυνούσης κἂν εἰς μνήμην ἔλθοις πράξεως·
μηδὲ ἀγνώμων ἐπὶ τοσοῦτον καὶ ἄδικος ὀφθῆναι βουληθείης, μηδὲν ἔχων τοῖς
εὐεργετηκόσιν ἐγκαλεῖν, μηδὲ τῷ βίῳ ἄπευκτον γενέσθαι διήγημα καὶ πονηρὸν
ὑπόδειγμα καταδέξαιο».
7.20 Ἐπὶ τούτοις τοῦ εἰς μέσον παραληφθέντος ἐν τοῖς φρικτοῖς αὐτῷ ὀμωμοσμένοις
Θεοῦ ἀνεμίμνῃσκε, καὶ ὅπερ τῆς δραστικῆς αὐτοῦ προνοίας τρόπος τῆς περὶ τὴν οἰκουμένην διατρεχούσης ὁσημέραι, ἐδίδασκεν ὡς ἀκοιμήτῳ ὀφθαλμῷ τὰ τῇδ' ἐπισκοπεῖ, καὶ τὰς ἀντιδόσεις
τῶν βεβιωμένων τοῖς ἁνθρώποις πρυτανεύει ἀεί· ἀντιμετρεῖται γὰρ παρ' αὐτῆς ἑκάστοις
τὰ πράγματα, ἧς καὶ τῷ δικτύῳ οἱ σκολιῶς ἁλίσκονται πορευόμενοι, δι' ἧς καὶ τὰ τῆς τύχης
εἰς τὸν ἀντίρροπον μεταφέρεται.
«Εἰ μὲν καὶ τὴν τοῦ Θεοῦ κρίσιν πτοεῖ κἀκεῖνον τῶν σῶν ἀναμένεις ἐξεταστὴν, δυσωπήθητι τὴν τῶν ἔργων ἀσφάλειαν· ἡγείσθω <ἡ> εὐβουλία τῆς ἐγχειρίσεως, τὸ συνῆσον τῆς ἐπιβουλῆς τῶν πραγμάτων, πρὸ τῆς ἐπιβουλῆς ἡ βουλή· τὸν γὰρ κακῶς βουλευόμενον πρῶτον ἡ ἐγχείρισις [σχεδίαση] ἔβλαψεν».