Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Α΄ (5)

[42D] Ἐν δὲ τῷ μεθίστασθαι ἐκεῖθεν καὶ προβῆναι τὸν ῥῆγα τοῖς ἔμπροσθεν, ἐκ τῶν κατ᾿ οὐρὰν Ἀλαμανῶν καὶ Ῥωμαίων δίκη μὲν τὰ πρῶτα παρρησιάζεται ὡς δῆθεν κακῶς πασχόντων τινῶν· εἶτα ἐξωθεῖ ταύτην ἡ φιλοτάραχος τῶν πολλῶν ἔνστασις, καὶ τραχύνεται ταῖς βοαῖς. ταύταις ἐφομαρτεῖ τὸ παρρησιαστικὸν καὶ φιλόνεικον. ὁπλίζει τοῦτο τὰς χεῖρας εἰς πόλεμον. ἡ Ἐνυὼ ἐφέπεται, καὶ τῆς Φυλόπιδος ξυλλαβομένης ἡ μάχη λαμπρῶς ἐκορθύετο. φιλαυξὴς δὲ οὖσα αὕτη καὶ ἀεὶ τῶν ἄνω ἐφιεμένη μικροῦ δεῖν ἐστήριξεν ἂν τὸ κάρη ἐς οὐρανόν, χαμαιβάμων οὖσα τὰ πρῶτα καὶ χθόνιος, εἰ μὴ ὁ ῥηθεὶς προφθάσας ἀρχιερεὺς τὸν ῥῆγα γινόμενον ἤδη παλίνστροφον καὶ πόλεμον πνέοντα τοῖς οἰκείοις θελκτηρίοις ἐμάλθαξε καὶ ἠρεμεῖν ἀνέπεισε παρὰ δόξαν, ὅσα καὶ θῆρα βασιλικόν, ᾧ οὐχ ἕωλον τὸ ἑστίαμα, τῇ ἀλκαίᾳ [43A] ὑπονυσσόμενον καὶ πρὸς ἅλματα διερεθιζόμενον. ἐπεὶ δὲ καὶ κατὰ τὸ εὐερκὲς Ἀδριανοῦ πόλισμα τὰ στρατεύματα ξυνελέγησαν, ὁ μὲν ῥὴξ διὰ τῆς πόλεως ἐλάσας τῆς προκειμένης εἴχετο, νοσηλείᾳ δέ τις σώματος τῶν ἐξ αἵματος ἐκείνῳ περιπεσὼν κατὰ τὴν Ἀδριανοῦ ἐνηυλίζετο. Ῥωμαίων δέ τινες ἀνάρσιοι, καὶ τὰς χεῖρας οὐκ εἰς ὁπλισμόν λημματισμὸν δὲ μᾶλλον δεδιδαγμένοι, νυκτὸς ἐπιθέμενοι τῇ καταγωγῇ πῦρ τε ὑφάπτουσι καὶ τὸν ἄνδρα τοῖς ἐνοῦσι συγκαταφλέγουσι. τοῦτο μαθὼν ὁ Κορράδος (οὕτω γὰρ ὁ ῥὴξ ὠνομάζετο) ἐπιτρέπει τὰ τῆς ἀμύνης τῷ ἀδελφιδῷ Φρεδερίχῳ. ὁ δὲ καὶ ἄλλως ὢν φρονηματίας, τότε δὲ καὶ τῷ πάθει [43B] νενικημένος, ἐπαναστραφεὶς τό τε ἱερὸν σεμνεῖον τίθησι πυρὸς παρανάλωμα, ἐν ᾧ κατέλυεν ὁ Ἀλαμανός, καὶ τοὺς συλλαβομένους ὑπεδίκαζε θανάτῳ, ἐξέτασιν περὶ τῶν ἀπολωλότων χρημάτων ποιούμενος. καὶ τοῦτο μάχης παραίτιον γίνεται. ἀλλ᾿ ἐπεγέλασε καὶ πάλιν κουροτρόφος εἰρήνη τις, καὶ ἄλλων μὲν ἐκ τῶν ἐν τέλει Ῥωμαίων κατασβεσάντων τὸν πόλεμον, μάλιστα δὲ τοῦ Προυσοὺχ ἐξηνυκότος τὸ πᾶν. οὗτος γὰρ τοῖς ποταμοῖς τὸν ἵππον ἀφείς ᾧ ἔποχος ἦν, οἳ σύντρεις διὰ τῆς ἐκεῖσε λιθίνης γεφύρας διαυλωνίζονται, ὡς τὸν Φρεδερίχον παραγενόμενος ὀργίλως τε τοῦτον ἔχοντα κατεπράϋνε καὶ τῆς γνώμης μετακινεῖ. πάλιν οὖν σταθμοί τε ἦσαν εἰρηναῖοι καὶ παρασάγγαι φιλήσυχοι, καὶ [43C] ἡ ἐς τὰ πρόσω δίοδος εὐδιάβατος. εἶχε τοίνυν μεθ᾿ ἡμέρας αὐτοὺς ἡ τῶν Χοιροβάκχων πᾶσα ἱππήλατος πηγνύντας στρατόπεδον, οὐ μὴν καὶ βάλλοντας χάρακα· τοῦτο γὰρ δι᾿ ὅλων ἦν αὐτοῖς τῶν σταθμῶν, πισύνοις οὖσι τοῖς παρὰ Ῥωμαίων ὅρκοις καὶ ταῖς ξυμβάσεσι. παραρρεῖ δὲ ταῖς ἐκεῖσε πεδιάσι ποταμὸς οὐ πλατὺς τὸ ῥεῖθρον, οὐ βαθὺς τὴν περαίωσιν, Μέλας τοὔνομα. οὗτος τοίνυν θέρους μὲν λειψυδρῶν ἐς χαράδραν συνάγεται τεναγώδη, ὅτι μηδὲ διὰ ψαμμώδους πρόεισι γῆς ἀλλ᾿ ἐριβώλακος ἁπάσης καὶ εἰς βαθεῖαν σχιζομένης ἀρόταις βουσὶν αὔλακα· χειμῶνος δ᾿ ἐφεστῶτος ἢ ῥαγδαίων ὑετῶν κατενεχθέντων ἐκ μικροῦ μέγιστος γίνεται, [43D] καὶ προβὰς ἐς βαθυδίνην ἐκ πονηροῦ καὶ λακκαίου ἀνοιδαίνεται ὕδατος, καὶ θαλάσσαις θέλων συνεξετάζεσθαι καὶ ποταμὸς οὐκέτ᾿ ἀνεχόμενος εἶναι εἰς φλοῖσβον τραχύνεται καὶ πλωτὸς ἐκ βατοῦ γίνεται καὶ διεκχεῖται εἰς πλάτος. ἀμέλει καὶ διαρριπιζόμενος πνεύμασιν εἰς κῦμα μετεωρίζεται, κἀντεῦθεν ἄχνην ἀποπτύων καὶ τῇ γείτονι χέρσῳ ὑβριστὴς προσαράσσων πόνους παρασύρει γεωργῶν, ὁδοιπόρους ἐπέχει τῆς ὁδοῦ, καὶ ὡς ἐπίπαν εἰς χρῆμα ἐπάρατον σχεδιάζεται. τότε τοιγαροῦν οὗτος ὁ χειμάρρους ἐξ ὑετοῦ πολὺς καὶ κατακλύζων φανεὶς, καὶ νυκτὸς ἐκ τοῦ αἰφνηδὸν ὑπερπλημμύρας ὡς εἴπερ αὐτῷ οἱ καταρράκται ἀνεῴγεσαν οὐρανοῦ, ἀπάγει τῆς παρεμβολῆς τῶν Ἀλαμανῶν οὐ μόνον ὅπλα καὶ ἵππεια φάλαρα καὶ ἐσθήματα καὶ εἴ τι ἕτερον αὐτοῖς ἐσκευαγώγει τὰ ὑποζύγια, ἀλλὰ καὶ ἵππους καὶ ὀρέας καὶ ἄνδρας ἱπποκορυστάς. καὶ ἦν τὸ θέαμα ἐλεεινὸν καὶ θέλον ἀτεχνῶς δάκρυα, ἄνευ πολέμου πίπτοντες, ἄνευ διώκοντος ἀναιρούμενοι. οὐδὲ τὸ τῆς ἡλικίας σταδιαῖον μικροῦ καὶ πελώριον, οὐδ᾿ ἡ μάχης ἀκόρητος δεξιὰ εἰς ἀποφυγὴν ἐπήρκεσεν αὐτοῖς τοῦ κακοῦ, ἀλλ᾿ ἔπιπτον ὡσεὶ χόρτος, καὶ ὡσεὶ φορυτὸς εἰληθερὴς καὶ πόκος [44A] ἐρίου κοῦφος παρεσύροντο, καὶ ψαλμικῶς εἰπεῖν τὰς τούτων ἀπῆρεν ὁ ποταμὸς οὗτος φωνὰς βαρβαρικῶς ἀλαλαζόντων καὶ μέλος ἐνδιδόντων ταῖς σκοπιαῖς καὶ τοῖς γηλόφοις δι᾿ ὧν παρεσύροντο ἄγριον ὁμοῦ καὶ ἀνήμερον καὶ οὐχ οἷον ᾄδουσι τὰ μελιχρὰ τῶν ποιμένων αὐλήματα, ὡς συλλογίζεσθαι τοὺς συνορῶντας τὸ τηνικαῦτα συμβὰν μῆνιν ἀπὸ θεοῦ ἄντικρυς εἰς τὸ τῶν Ἀλαμανῶν στρατόπεδον ἐπενσκήψασαν, εἰ οὕτως ἀθρόον ὕδατι κατεπόθησαν ὡς μηδὲ τὰ ἑαυτῶν ἐκσώσασθαι δυνηθῆναι σώματα. ὕπνωσαν τοίνυν κατ᾿ ἐκείνην τὴν νύκτα οἱ μὲν εἰς θάνατον, οἱ δὲ ὧν εἶχον ἀφανισμὸν καὶ ἀπώλειαν. [44B] ὁ δέ γε ῥὴξ κατώδυνος ἐπὶ τῷ συμβάντι τούτῳ γενόμενος, καθυφεὶς δέ τι καὶ τοῦ κόμπου βραχύ, καὶ θαυμάσας εἰ καὶ τὰ στοιχεῖα Ῥωμαίοις ὑπείκουσι καὶ θελήσασι μόνον ὑπενδιδόασι, καὶ αἱ ὧραι παρὰ τούτοις, ὅσα καὶ ὑπηρέτιδες, δεῆσαν τὰ ἀλλήλων ἀντιπαρέχουσιν, ἄρας ἐκεῖθεν διεπορεύετο. ὡς δὲ καὶ εἰς τὴν πόλιν ἠγγίκει τὴν βασιλεύουσαν, εὐθὺς τὴν στρατιὰν εἰς τὸ ἀντιπέραν διαπορθμεύειν ἠναγκάζετο, κἂν ὑπερεφρόνει τὰ πρῶτα, καὶ βλακευόμενος ἀπηναίνετο τὴν περαίωσιν, παρὰ τῇ ἑαυτοῦ κεῖσθαι γνώμῃ λέγων τὸ οὕτω δρᾶσαι καὶ μή, τῇ Περαίᾳ ἐναυλιζόμενος, ἥτις τοῦ Πικριδίου κατονομάζεται. ὅθεν ἅπας μὲν ἐρέτης ἅπαν δὲ πορθμεῖον καὶ ἁλιὰς ξύμπασα καὶ ναῦς ἱππαγωγὸς τὴν τῶν Ἀλαμανῶν [44C] ἀμφεπονεῖτο διάβασιν. ὁ δὲ βασιλεὺς καὶ τοῦ πλήθους τῆς στρατιᾶς ἀπογραφέας ἐφίστησιν, ἀνὰ πᾶσαν ἀποτάξας ἀναγωγὴν, τοὺς ἐκείνῳ σημανοῦντας τὴν κατ᾿ ἄνδρα περαίωσιν. ἀλλ᾿ ἦν τὸ πλῆθος ὑπερπεπαικὸς τὴν ἀπογραφήν, καὶ διὰ τοῦτο οἱ τῇ ὑπουργίᾳ ταύτῃ ἐφεστηκότες, ἀπειπόντες πρὸς τὸ πλῆθος, ἄπρακτοι ἐπανέλυσαν. οὕτω τοίνυν ἀγαπητῶς τοῖς Ῥωμαίοις ὡσεί τινος οὐρανίου δείματος ἀπαισίου τοῦ ῥηγὸς εἰς τὴν ἑῴαν λῆξιν διαβάντος, ἐφομαρτησάντων δὲ τούτῳ μετὰ βραχὺ καὶ ὅσοι τῶν ἐκ τοῦ γένους τῶν Φράγγων αὐτῷ συνανέβησαν, ὁ βασιλεὺς καὶ πάλιν τῆς αὐτῆς εἴχετο τῶν οἰκείων [44D] χωρῶν προμηθείας ἧς καὶ πρώην ἐξήρτητο. οὐκ ἠμέλει δὲ καὶ οἷς οὗτοι τραφήσονται, ἀλλ᾿ ἐφ᾿ ὁδοῦ τὰ ὤνια καὶ αὖθις προυβέβληντο. ἐν μέντοι τοῖς τῶν χωρίων ἐπικαίροις καὶ ταῖς τῶν παρόδων στεναῖς λόχοι παρὰ Ῥωμαίων ἐφίζανον, δόξαν οὕτω τῷ Μανουήλ, καὶ οὐκ ὀλίγους ἐκ τῶν στρατοπέδων τούτων κατέκαινον. ἀλλὰ καὶ τὰς πύλας τῶν πόλεων ἐπιζυγοῦντες οἱ ἀστυκοὶ οὐκ ἀγορῶν τοῖς Ἀλαμανοῖς μετεδίδοσαν, σχοίνους δὲ τοῦ τείχους ἀποκρεμῶντες ἀνεῖλκον πρότερον τὸ ὑπὲρ τοῦ ἀποδιδομένου κατατιθέμενον τίμημα, ἔπειτα διαχαλῶντες ὅσον ἐβούλοντο, εἴτε ἄρτος ἦν τὸ πωλούμενον εἴτε τι βιώσιμον ἕτερον, εἴων, ἄθεσμα δρῶντες κατ᾿ αὐτῶν, ἐπαρωμένων τὸν παντέφορον ὀφθαλμὸν ὡς μὴ χρωμένων σταθμοῖς δικαίοις μηδ᾿ οἰκτειρόντων αὐτοὺς ὡς ἐπήλυδας, μήτε τι κατατιθεμένων ὡς ὁμοπίστοις οἴκοθεν, μᾶλλον μὲν οὖν καὶ προσαφαρπαζόντων ἐκ τοῦ σφῶν φάρυγγος ὅσα πρὸς σύστασιν σώματος. οἱ δὲ χείριστοι τῶν οἰκητόρων, καὶ ὅσοις τὸ ἀπάνθρωπον περιεσπούδαστο, οὐδὲ τὸ βραχύτατον γοῦν διεχάλων, ἀλλὰ τὸ χρυσίον ἀναρειψάμενοι ἢ τὸ ἀργύριον ἀνιμησάμενοι [45A] καὶ τῷ κόλπῳ ἐνθέμενοι ἀφανεῖς ἦσαν, οὐκέτι ἐν τοῖς μεσοπυργίοις ἐποπτανόμενοι. εἰσὶ δ᾿ οἳ καὶ τοῖς ἀλφίτοις ἐμφύροντες τίτανον ἐποίουν τὰ σῖτα ὀλέθρια. τοῦτο δὲ εἰ μὲν ἀληθῶς ὁ βασιλεὺς ἐπέταττεν, ὡς ἐλέγετο, ἀκριβῶς οὐκ ἴσημι· παρηνομεῖτο δ᾿ οὖν ὅμως καὶ ἀνοσίως ἐπράττετο. ὃ δὲ τοῦ βασιλέως βούλευμα ἦν οὐκ ἀμφίλογον οὐδὲ ψεύδους παραπετάσματι σκιαζόμενον, ἀργύριον ἀδόκιμον εἰς νόμισμα κέκοφε, καὶ τοῦτο προβάλλεται τοῖς ἐκ τοῦ τῶν Ἰταλῶν στρατεύματος ἀποδόσθαι τι θέλουσι. καὶ συντόμως εἰπεῖν, οὐδὲν ἀπῆν τῶν δεινῶν ὃ οὐκ ἦν ἐπιτεχνώμενος αὐτοῖς ὁ βασιλεὺς [45B] καὶ τοῖς ἄλλοις δρᾶν διακελευόμενος, ὡς ἂν εἴη ταῦτα καὶ τοῖς ἐξ αὐτῶν ὀψιγόνοις μνημεῖα δήπουθεν ἀνεξάλειπτα καὶ δέους σπέρματα, τὴν κατὰ Ῥωμαίων ἐκτρέποντα κίνησιν.