Χρονική Διήγησις/Ιωάννης Κομνηνός/12
←Ιωάννης Κομνηνός (11) | Χρονική Διήγησις Συγγραφέας: Ιωάννης Κομνηνός (12) |
Μανουήλ Κομνηνός→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
Ἐκκλησιάσας δ΄ ἔπειτα τὸ συγγενὲς καὶ φίλιον καὶ ὁπόσον ἐν ὑπεροχαῖς τε καὶ ἀξιώμασιν ἦν, καὶ παραστησάμενος τὸν ὑστερογενῆ παῖδα τὸν Μανουὴλ, τοιάδε ἔλεξεν· «οὐκ ἐπ΄ ἐλπίσι μὲν ταῖς ὁρωμέναις, ἄνδρες Ῥωμαῖοι, Συρίαν κατέλαβον, ἀλλ΄ ᾤμην τῶν προτέρων εὐκλεέστερα ἔργα [28B] ἐνδείξασθαι, καὶ λούσασθαι μὲν ἀδεέστερον ἐν Εὐφράτῃ καὶ τῶν τούτου ναμάτων πλησμίως ἀρύσασθαι, ἰδέσθαι δὲ καὶ Τίγριδα ποταμὸν καὶ διαθροῆσαι τοῖς ὅπλοις τὸ ἀνθιστάμενον, ὅσον τε προσρέπει τοῖς Κίλιξι καὶ ὅσον τοῖς ἐκ τῆς Ἄγαρ προσνένευκε, διαπτάσθαι δὲ καὶ ὡς οἱ βασιλεῖς τῶν ὀρνίθων, εἰ καὶ μέγα τοῦτο εἰπεῖν ἐστι, πρὸς Παλαιστίνην αὐτήν, ὅπου τὸ τῆς ἡμετέρας φύσεως πτῶμα πεσὼν ἀνήγειρεν ὁ Χριστός, ἐπὶ σταυροῦ τὰς χεῖρας διεὶς καὶ μικραῖς ῥανίσι κόσμον ὅλον εἰς ἕνωσιν ἀγαγών, ἀναβῆναι δὲ καὶ εἰς τὸ ὄρος κυρίου κατὰ τὸν ψάλλοντα καὶ στῆναι ἐν τόπῳ ἁγίῳ αὐτοῦ, μετελθεῖν δὲ πολέμου νόμῳ καὶ τὸ κύκλῳ πολέμιον, ὅπερ ὡς τὴν πάλαι κιβωτὸν οἱ ἀλλόφυλοι, τὴν τοῦ Κυρίου σορὸν πολλάκις εἷλε δορύκτητον. ἐπεὶ δὲ οἷς τρόποις τὸ θεῖον ἐπίσταται, [28C] οὔκουν δέδεκται πέρας τὰ προσδοκώμενα, ἀντιστῆναι μὲν ὅλως οὐκ ἔστιν, οὐδ΄ ἐπὶ τοῖς ὁρωμένοις χρεὼν ἀντειπεῖν. τίς γὰρ θεοῦ σοφώτερος; ἢ τίς μετελεύσει νοῦν κυρίου καὶ μεταμείψει τὰ τούτου κρίματα, ὑφελέσθαι ἢ προσθεῖναι τούτοις δεδυνημένος; σφαλεραὶ μὲν γὰρ αἱ τῶν ἀνθρώπων ἐπίνοιαι, ἡ δὲ τοῦ Κυρίου βουλὴ ἀνεπιποίητός τε καὶ ἀμετάπτωτος. ἐν πολλοῖς δ΄ ὅσοις εὐχάριστος ἔχων δείκνυσθαι τῷ τὰ κατ΄ ἐμὲ συμφερόντως οἰκονομήσαντι, ἃ καὶ ἀριθμὸν ὑπερπέπαικε σύμπαντα, τῷ τέως ἀνθομολογούμενος ἐφ΄ οἷς ἐμεγάλυνε τοῦ ποιῆσαι μεθ΄ ἡμῶν ἔλεος ἐπ΄ ἀκροαταῖς [28D] ὑμῖν καὶ τῶν λεγομένων εἰδήμοσι τάδε φημί. ἐκ πατρὸς βασιλέως ἔφυν, ἀρχῆς γεγένημαι τῆς ἐκείνου διάδοχος, οὐδὲν ἀπεβαλόμην ὧν εἰς χεῖράς μοι παραδέδωκεν. εἰ δὲ κατ΄ εὐγνώμονα καὶ πιστὸν ὑπηρέτην ἐπεξειργασάμην τὸ παρασχεθέν μοι θεόθεν τῆς βασιλείας τάλαντον, ἄλλοις σκοπεῖν καὶ λέγειν ἀφίημι· καὶ αὐτὸς δὲ ἀνεπαχθῶς διηγησαίμην ἄν, οὐκ ἐναβρυνόμενος, ἀλλὰ τὰ περὶ ἐμὲ θαυμάσια τοῦ θεοῦ διηγούμενος. ἕως με καὶ δυσμὴ μαχόμενον ἔβλεψε, τὰ πρὸς ἄμφω τὰς ἠπείρους ἔθνη μετῆλθον. ὀλίγα τοῖς ἀνακτόροις προσέμεινα· ὁ βίος σχεδόν μοι ἅπας ἐπὶ σκηνῆς, καὶ τὸ αἰθριάζειν ἀεί μοι περιεσπούδαστο. ἡ γῆ αὕτη, ἐφ΄ ἧς νῦν στρατοπεδευόμεθα, δίς με ἤδη προσέβλεψε• καὶ ἣν μακρὸς ἐξ οὗ χρόνος ὀφθαλμοῖς οὐκ εἶδον στρατιὰν Ῥωμαίων Πέρσαι [29A] καὶ Ἄραβες, ταύτην ἔτρεσαν ἄρτι ἐφ΄ ἡγεμόνι θεῷ καὶ ὑποστρατήγῳ ἐμοί, καὶ πολλῶν πόλεων ἡμῖν ὑπεξέστησαν, ὧν ἐς δεῦρο κύριοι καθεστήκαμεν, αἳ καὶ ζῶσι κατὰ τὰ ἡμῶν προστάγματα. καὶ δοίη κύριος ὁ θεὸς ἐμοὶ μὲν ὑπερμογήσαντι τοῦ τῶν Χριστιανῶν πληρώματος κλῆρον ἐκεῖ καὶ μερίδα ἀΐδιον, ἣν οἱ πραεῖς καὶ εὐάρεστοι αὐτῷ ἀπολήψονται• ὑμῶν δ΄ ἔτι κραταιώσαι τὰς χεῖρας καὶ ἐνισχύσαι κατὰ τῶν τοὺς πολέμους ἐθελόντων ἐθνῶν, καὶ παρ΄ οἷς οὐδαμῶς ἐπικέκληται τὸ ἅγιον καὶ ὑπὲρ πᾶν ὄνομα τοῦ θεοῦ ἡμῶν. ἐσεῖται δὲ ταῦτα, εἰ καὶ ὑμεῖς τῆς δεξιᾶς τοῦ ὑψίστου καὶ τοῦ ὑψηλοῦ [29B] βραχίονος ἐξαρτᾶτε τὸ κατορθούμενον, καὶ ἡγεμὼν ὑμῖν θεόθεν δοθήσεται, μὴ δημοβόρος τις καὶ τὴν κλῆσιν ψευδόμενος ἢ τὸ ἦθος ἀνώμαλος καὶ περὶ τράπεζαν κεκυφὼς καὶ ὀχῶν ἀεὶ τοῖς δακτύλοις τὸν κύαθον καὶ τῶν ἀνακτόρων μηδαμῶς ἀποσπώμενος, ὅσα καὶ οἱ ἐν τοῖς τοίχοις διὰ ψηφίδων καὶ χρωμάτων εἰκονιζόμενοι, ὅτι καὶ φιλεῖ πως τῇ κατὰ τὸν ἄρχοντα διαθέσει συνδιατίθεσθαι τὰ πάντα καὶ ἕπεσθαι• ἅτε γὰρ δι΄ αὐτὸν ἀρχῆθεν γενόμενα, κακυνομένου μὲν τοῦδε καὶ αὐτὰ μεταβάλλεται, ἀγαθυνομένου δέ πάλιν πρὸς τὴν ἐναντίαν φορὰν ἐπανίασιν, ὡς τοῦ θεοῦ κατὰ τὸν Δαβὶδ τοῖς ἀγαθοῖς καὶ εὐθέσιν ἀγαθύνοντος, τοὺς δὲ ἐκκλίνοντας εἰς [29C] τὰς στραγγαλίας μετὰ τῶν ἐργαζομένων τὴν πονηρίαν ἀπάγοντος. Ἐπεὶ δὲ καὶ περὶ τοῦ διαδεξομένου τὴν ἀρχὴν μετὰ τὴν ἐμὴν ἐκβίωσιν, ἥτις δὴ καὶ ἐφέστηκεν ἤδη ἀνυπεξάλυκτος, εἰπεῖν τι προάγομαι, χρεὼν τοῖς εἰρημένοις προσσχεῖν. ὅτι μὲν γὰρ ὡς πατρῷος κλῆρος εἰς ἐμὲ τὸ βασιλεύειν ἐπικαταβέβηκεν, οὐ δέομαι λέγειν, ὡς οὐδέ τις ἕτερος λαμπτῆρα τῆς ἡμέρας ἀποφαίνειν τὸν ἥλιον. ὁρῶν δὲ τὴν ἐπ΄ ἐμοὶ τηρηθεῖσαν πρὸς πατρὸς τάξιν κἀπὶ τοὺς ἐξ ὀσφύος μου προελθόντας διαβῆναι προθυμουμένους ὑμᾶς, καὶ ὑφ΄ ἑνὸς τῶν ἔτι παριόντων μοι τῷ βίῳ παίδων (Ἰσαάκιος οὗτοι καὶ Μανουήλ) ἄρχεσθαι γλιχομένους, καὶ μηδ΄ αὐτὴν τὴν ἐπιλογὴν [29D] ἑαυτοῖς τῇ δὲ ἐμῇ ψήφῳ ἀνατιθέντας, φημὶ δὴ ὡς ἡ μὲν φύσις τοῖς πρωτοτόκοις παισὶ τῇ τάξει ἐμμένουσα τὰ πρωτεῖα βραβεύειν εἴωθε, παρὰ δὲ θεῷ οὐχ οὕτως ἐν ταῖς τῶν προβλήσεων μεγίσταις ἀεί πως φιλεῖ γίνεσθαι. ἀναλογίσασθε τὸν Ἰσαὰκ τοῦ Ἰσμαὴλ κατὰ γέννησιν δευτερεύοντα, τὸν Ἰακὼβ μετὰ τὸν Ἠσαῦ νηδύος ἐκθορόντα τῆς μητρικῆς, τὸν Μωσῆν τοῦ Ἀαρὼν ὕστερον, τὸν Δαβὶδ αὐτὸν μικρὸν ἐν τοῖς ἀδελφοῖς ὄντα κἀν τῷ πατρικῷ οἴκῳ νεώτερον, καὶ ἑτέρους δὲ ὡς πλείστους. οὐ γὰρ τὸ θεῖον ἐς πρόσωπον κατ΄ ἄνθρωπον ἀφορᾷ, καὶ βραβεύει τῷ χρόνῳ τὰ τίμια, πολιαῖς καὶ ἡλικίαις προσκείμενον, ἀλλ΄ εὐγενείᾳ χαῖρον ψυχῆς ἐπὶ τὸν πρᾶον βλέπει καὶ ἥμερον καὶ τὸν αὐτοῦ φυλάττοντα τὰ ἐντάλματα. κατὰ ταῦτα τοιγαροῦν καὶ αὐτὸς οὐ τῇ δικαστρίᾳ φύσει τὰ πολλὰ χαριζόμενος, ἀλλὰ τοὺς θεσμοὺς αὐτῆς ὅσα [30A] καὶ γυναικὸς σμικρογνώμονος διαβούλια ἐν τοῖς καιρίοις παρακρουόμενος πράγμασι, μιμεῖσθαι μᾶλλον προάγομαι τὸν προσωποληψίας πάσης ἀνώτερον θεόν. Εἰ μὲν οὖν κατὰ τὸ ἀναμφίλογον ἐς τὸν καθ΄ ἡλικίαν προήκοντα παῖδά μοι τὸν Ἰσαάκιον μετέβαινεν ἡ ἀρχή, κατ΄ οὐδὲν ἄν μοι λόγων ἐδέησεν εἰς παράστασιν τῆς ἀμφοῖν μοι τοῖν παίδοιν φύσεως· ἐπεὶ δὲ πρὸς τὸν ὑστερότοκον Μανουὴλ ἡ βασιλεία μᾶλλον προσνένευκεν, ἐκκλίνων τὸ καχύποπτον τῶν πολλῶν καὶ τὸ δόξαι παρά τισιν ὡς φίλτρῳ μᾶλλον καὶ οὐκ ἀρετῇ προστιθέμενος τοῦ προτέρου παιδὸς τὸν ὑστερότοκον προτετίμηκα, ἀναγκαίως τὰ εἰκότα ῥηθήσεται. oὐ μία τίς ἐστι τῷ γένει [30B] τῶν ἐπιθυμιῶν ὁδός, ἀλλ΄ εἰς ἀτραποὺς παμπόλλας διέσχισται, ὥσπερ καὶ τὰ τῶν σωμάτων μορφώματα, εἰ καὶ τὴν αὐτὴν ἄνθρωποι φύσιν ἐκληρωσάμεθα. ἄλλαις γὰρ ὀρέξεσιν ἄλλοι προσπάσχομεν, οὐδὲ χαίρομεν ἅπαντες ὁμοθυμαδὸν ταῖς αὐταῖς. εἰ γὰρ τοῦτο ἦν, εἴχομεν ἂν καὶ πρὸς θεοῦ καὶ πρὸς ἀλλήλων τὸ ἀνεπέγκλητον ὡς ταῖς αὐταῖς ἡδοναῖς τε καὶ γνώμαις ἀναγκαστῶς ἐπιχαίνοντες. καὶ τῶν υἱέων μοι γοῦν ἡ δυάς, εἰ καὶ πατρὸς ἑνὸς προελήλυθεν, εἰς γνώμας ἀπομερίζεται διαφόρους. καλοὶ μὲν γὰρ καὶ ἀμφότεροι, καὶ ῥώμῃ σώματος καὶ εἴδους σεμνότητι καὶ φρενῶν βαθύτητι διαπρέποντες· καλλίων δέ μοι ὡς μάλιστα διαδείκνυται [30C] περὶ τὴν τῆς ἀρχῆς κυβέρνησιν ὁ ὑστερογενὴς Μανουήλ. ὁ μὲν γὰρ Ἰσαάκιος ἀκρόχολος πολλάκις παρέστη μοι καὶ ἀφ΄ ἧς ἔτυχε προφάσεως παροξυνόμενος ἐν τῷ νοσεῖν ἀμετρίαν θυμοῦ, ὃς ἀπόλλυσι καὶ σοφοὺς καὶ δι΄ ὃν μετ΄ ἀβουλίας οἱ πλεῖστοι πράσσουσιν· ὁ δὲ σὺν τῷ λοιπῷ τῶν ἀρετῶν ὁρμαθῷ, ὧν οὐδ΄ Ἰσαάκιος ἀπεξένωται, οὐδὲ τοῦ καλοῦ χρήματος ἀπῴκισται τῆς πραότητος, εὐμαρῶς ἐνδιδοὺς πρὸς τὸ χρήσιμον καὶ πειθήνιος λόγῳ δεικνύμενος. ἐπειδὴ τοίνυν ἀκακίᾳ μᾶλλον καρδίας, ᾗ καὶ Δαβὶδ ὁ βασιλεὺς καὶ προφήτης ἐκέκαστο, ἢ χειρὶ ψηλαφώσῃ τὸ ξίφος καὶ γνώμῃ λεπτουργούσῃ τὰ τῶν ἀρχομένων πλημμελήματα φιλοῦμεν ὑπάγεσθαι [30D] ἄνθρωποι, τὸν Μανουὴλ ἐς βασιλέα κατὰ τόδε προκέκρικα. Δέξασθε τοίνυν τὸν μείρακα καὶ ὡς θεόχριστον ἄνακτα καὶ ὡς δι΄ ἐπιψηφίσεως ἐμῆς βασιλεύοντα. ὅτι δὲ καὶ θεὸς αὐτὸν εἰς βασιλέα προκέκρικε καὶ προώρισε, τεκμήριον αἱ πολλαὶ προρρήσεις καὶ τὰ τῶν θεοφιλῶν ἀνδρῶν προθεσπίσματα, ἃ πάντα βασιλέα Ῥωμαίων τὸν Μανουὴλ προκατήγγελλον. τὸ δὲ καὶ τοὺς παρ΄ ἐμοῦ προκριθέντας πρότερον εἰς τὸ ἄρχειν υἱέας μοι τεθνηκέναι, ἀπεῖναι δὲ καὶ τὸν κατὰ γένεσιν μετ΄ ἐκείνους εἰς τὴν βασιλείαν καλούμενον Ἰσαάκιον, ποῦ θήσει τις; ἢ πάντως καὶ ταῦτα σύμβολα εἴποιμεν ἂν ἐναργέστατα τοῦ τὸν θεὸν οὐχ ἕτερον βούλεσθαι, [31A] τὸν δὲ Μανουὴλ τὰ σκῆπτρα τῶν Ρωμαίων χειρίζεσθαι. εἰ δέ τις ἐθέλει σκοπεῖν, οὐδ΄ ἐμὲ τὸν πατέρα ἐπόψεται δῶρον παντάπασι τῷ παιδὶ τὴν βασιλείαν βραβεύοντα καὶ τῇ διαδοχῇ τοῦ γένους τὸ ὅλον προσρέποντα, ἀλλὰ καὶ ἆθλον ἀρετῆς τὴν προχείρισιν αὐτῷ παρεχόμενον. ἴστε γάρ, ἴστε ὅσα καὶ παρ΄ ἡλικίαν ἐν Νεοκαισαρείᾳ ἠρίστευσε, καὶ τὴν κατὰ Περσῶν ἐκείνην γενναίαν ἐμβολὴν, δι΄ ἣν ὁ μὲν πατὴρ ἔγωγε ἠγωνίων, περὶ τῷ φιλτάτῳ παιδὶ τὰ μέγιστα δεδιώς, τὰ δὲ Ῥωμαίων ἀνερρώσθη πράγματα.» Ταῦτα ὁ μὲν βασιλεὺς Ἰωάννης ἐφθέγξατο• ἡ δ΄ ἐκκλησία ἐπικωκύσασα τοῖς εἰρημένοις τὸν Μανουὴλ ὡσεὶ κληρωτὸν εἴτε καὶ χειροτονητὸν ἀσμένως εἰς βασιλείαν ἐδέξατο. ἔπειτα τὸν λόγον πρὸς τὸν παῖδα μετενεγκὼν [31B] ὁ πατὴρ, καὶ τούτῳ παραινέσας τὰ σύμφορα, ταινίᾳ διαδεῖ τῇ βασιλικῇ καὶ τὴν χλαμύδα ἐπενδύει τὴν περιπόρφυρον. ἐπὶ δὲ τούτοις συναθροισθέντα κατὰ πρόσκλησιν τὰ στρατεύματα βασιλέα Ῥωμαίων ἀνεῖπον τὸν Μανουήλ, ἑκάστου τῶν μεγιστάνων μετὰ τῆς οἰκείας τάξεως διακριδὸν ἐφισταμένου καὶ διατρανοῦντος τὴν εὐφημίαν τῷ νέῳ ἄνακτι. ἐφεξῆς δὲ καὶ τῶν θείων προτεθέντων λογίων, ἐπ΄ αὐτῶν ἐμπεδοῦνται τῷ Μανουὴλ τὰ τῆς εὐνοίας καὶ πίστεως πρὸς παντός. ἦν δὲ ὁ τῶν δρωμένων τούτων εἰσηγητής τε ἅμα καὶ τελετάρχης ὁ μέγας δομέστικος, ἐκλῦσαι διανοούμενος ἐντεῦθεν καὶ διαχαλάσαι τοῦ μετεωρισμοῦ καὶ τῆς στάσεως τὰς [31C] τῶν φιλάρχων ἐφέσεις καὶ τὰς τῶν πλείστων ἀμβλῦναι συνδρομὰς πρὸς ἐνίους τῶν πρὸς γένους τῷ βασιλεῖ, οἳ τὴν πρεσβυγένειαν ὡς μέγα τι καὶ αἰδέσιμον προβαλλόμενοι καὶ τὸ κῆδος μεγεθύνοντες τὸ βασίλειον ἑαυτοῖς τὸ ἄρχειν ὡς ἀξιωτέροις ἀπένεμον.
Τούτων δ΄ οὑτωσὶ τελεσθέντων ὁ βασιλεὺς Ἰωάννης μεθ΄ ἡμέρας τὸν βίον ἐκλέλοιπε, βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι καὶ μῆνας ὀκτώ, ἀνὴρ καὶ τὴν ἀρχὴν ἄριστα διῳκηκὼς καὶ θεῷ εὐαρέστως βεβιωκὼς καὶ τὰ πρὸς ἦθος οὐκ ἔκλυτος οὐδ΄ ἀκόλαστος, κἀπὶ ταῖς δωρεαῖς τε καὶ δαπάναις μεταδιώξας μεγαλοπρέπειαν· καὶ δηλοῦσιν αἵ τε διὰ χρυσίνων πρὸς τοὺς τῆς πόλεως οἰκήτορας συχναὶ διαδόσεις, [31D] καὶ τῶν ναῶν ὁπόσους καλλίστους καὶ μεγίστους ἐκ βάθρων ἐδείματο. ἀλλὰ καὶ δόξης ἐραστὴς ὑπὲρ ἄλλον ἅπαντα γεγονὼς τοῦ καταλιπεῖν ἐν τοῖς ἔπειτα μέγιστον ἑαυτοῦ ὄνομα τὰ πάντα τιμώμενος ἦν. τοσοῦτον δὲ καὶ τῆς τῶν οἰκείων εὐσχημοσύνης καὶ τοῦ αἰδήμονος τρόπου ἐξείχετο, ὡς καὶ κουρὰν περιεργάζεσθαι τριχὸς καὶ τὸ τοῦ ποδὸς σκύτος περιαθρεῖν, εἰ κατὰ λόγον καὶ πρὸς τὸ τοῦ ὑποδουμένου σχῆμα ὑπέρραπτο. ἀργολογίαν δὲ καὶ σαπρολογίαν τὴν ἐπὶ κοινῆς ἀκροάσεως καὶ τὸ ἐν ἱματισμοῖς καὶ διαίταις ἄσωτον, ὅσα καὶ λύμην τινὰ βιοφθόρον, τῶν ἀνακτόρων ἀπεσάρωσε, καὶ τὸν ἐμβριθῆ χαρακτηρίζων σωφρονιστὴν, καὶ μιμητὰς ἑαυτοῦ τοὺς ὑπὸ χεῖρα εἶναι γλιχόμενος, πᾶσαν ἀρετῆς ἰδέαν μετιὼν οὐκ [32A] ἀνίει. οὐ μὴν ταῦτά γε πράττων χαρίτων ἀπείχετο, καὶ δυσξύμβλητος ἦν καὶ δυσπρόσιτος καὶ στυγνὸς τὴν ὄψιν καὶ συννεφὴς τὴν ὀφρὺν καὶ ἀεί πως ὑποσκυζόμενος. ἑαυτὸν δ΄ ἐν τῷ προδήλῳ πάσης πράξεως ἀρίστης πίνακα προτιθείς, ἄγων σχολὴν τῶν ἐκτὸς, καὶ τὸ περιορᾶσθαι ὑπὸ πλείστων ὅσα καὶ κώδωνα φλύαρον καὶ λάλον ἀποτρεπόμενος, καὶ κομψείαν σεμνὴν εἰσῳκίζετο καὶ τὸν εὐτράπελον οὐ παρέτρεχεν, οὐδ΄ ἐπεῖχεν ἐπίπαν καὶ ἦγχε τὸν γέλωτα. ὀλίγα οὖν τοῦ ἐς ἄκρον [32B] ἀποσφαλεὶς ἐγκρατοῦς τε καὶ ἀσφαλοῦς, καὶ τῶν πρὸς ἐντελῆ ἀκρίβειαν βραχέα διεκπεσὼν, καὶ μηδένα διὰ ξυμπάσης αὐτῷ τῆς ἀρχῆς ἢ ψυχῆς στερήσας ἢ ἐς τὸ σῶμα ὁσονοῦν λυμηνάμενος, ἐπαινετὸς ἐς δεῦρο παρὰ πᾶσι λελόγισται καὶ κορωνὶς ὡς εἰπεῖν τῶν ὅσοι Ῥωμαίων ἐκ τοῦ τῶν Κομνηνῶν γένους ὑπερεκάθισαν, ἵνα μὴ λέγοιμι ὡς καὶ πολλοῖς τῶν ἀνόπιν ἀρίστων τοῖς μὲν ἡμιλλήσατο, τοὺς δὲ καὶ παρήνεγκεν.