Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΒΑΣΙΛΕΙΑ

ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

ΕΝ ΤΟΜΟΙΣ ΕΠΤΑ ΘΕΩΡΟΥΜΕΝΗ


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Α΄ (1)

[33] Ἀναρρηθεὶς οὖν ὁ Μανουὴλ αὐτοκράτωρ εὐθέως τὸν μέγαν δομέστικον, ᾧ κλῆσις ἦν Ἰωάννης, Ἀξοῦχος δὲ ἡ [34A] ἐπίκλησις, ἐς τὴν βασιλίδα πόλιν ἐξέπεμψε, σὺν αὐτῷ δὲ καὶ τὸν χαρτουλάριον Βασίλειον τὸν Τζιντζιλούκην, εὖ μὲν καὶ τὰ κατὰ τὴν νέαν διαθήσοντας βασιλείαν καὶ προομαλίσαντας τὴν εἰσέλευσιν καὶ κατασκευασομένους ἔμπροσθεν αὐτοῦ τὰ εἰσόδια, μετελευσομένους δὲ καὶ τὸν σεβαστοκράτορα Ἰσαάκιον τὸν ἐκείνου ταυτόαιμον. τὸν γὰρ αὐτοκράτορα δέος ὑπέθραττε, μήπως οὗτος τὸν τοῦ πατρὸς ἐνωτισάμενος θάνατον καὶ τὴν εἰς τὸν ἀδελφὸν τὸν νεώτερον ἀκηκοώς τῶν σκήπτρων μετάθεσιν εἰς ἐναντίαν μοῖραν ἀποκριθῇ καὶ περὶ τοῦ τῶν ὅλων αὐτὸς εἶναι κύριος διαμιλληθῇ, ἅτε ἀπὸ τῆς γενέσεως εἰς τὴν διαδοχὴν τῆς βασιλείας καλούμενος καὶ κατὰ τὴν βασιλίδα πόλιν τότε παρὼν καὶ τῶν ἀνακτόρων ἐντὸς αὐλιζόμενος, ἔνθα τῶν χρημάτων αἱ σωρεῖαί εἰσιν ἀποκείμεναι καὶ [34B] τὰ τῶν κρατούντων γνωριστικὰ περιβλήματα. ὁ Ἰωάννης τοίνυν καταταχύνας τὴν πόλιν εἴσεισι, καὶ τὸν Ἰσαάκιον ἀγνῶτα ἔτι ὄντα τῶν γενομένων αἱρεῖ καὶ τῇ μονῇ τοῦ παντοκράτορος εἵργνυσιν, ἣ τὸν βασιλέα Ἰωάννην ἔσχε δομήτορα. καὶ ὁ μὲν μετὰ τὴν κατάσχεσιν τὴν τοῦ πατρὸς ἀναμαθὼν τελευτὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχηθεὶς οὐκ εἶχεν ὅ τι καὶ διαπράξαιτο, δεινὰ πάσχειν λέγων καὶ πέρα δεινοῦ ξύμπαντος, καὶ ὡς ἐπαινετέα ἡ τάξις, ὑφ᾿ ἧς διακρατεῖται τὸ πᾶν. «ἀπῆλθέ» φησιν «Ἀλέξιος θανάτῳ πεσών, ὁ τῶν ἀδελφῶν πρωτότοκος καὶ τῆς πατρῴας ἀρχῆς κληροῦχος· ἐπηκολούθησε τούτῳ Ἀνδρόνικος τῷ προτέρῳ ὁ δεύτερος, [34C] καὶ τὸν νεκρὸν εἰσαγαγών τοῦ ἀδελφοῦ διαπόντιον μετὰ βραχὺ καὶ οὗτος τὸν βίον μετήλλαξεν. εἰς ἑαυτὸν τοίνυν τὰ τῶν Ῥωμαίων σκῆπτρα ὁρᾷ καὶ τῷ δικαίῳ αὐτός ἐστιν ἐγκρατὴς τῆς ἀρχῆς.» ἀλλ᾿ ὁ μὲν τοιαῦτα μάτην ἐξετραγῴδει, καὶ εἰκαίως ἦν πτερυγίζων κατὰ σαγηνευθὲν πτηνάριον· ὁ δὲ δὴ μέγας δομέστικος τῆς τῶν βασιλείων φυλακῆς ἐπιμεληθεὶς καὶ τῆς τοῦ βασιλέως Μανουὴλ παρὰ τοῖς ἀστοῖς ἀναγορεύσεως, γράμμα ἐρυθροσήμαντον σφραγῖδί τε χρυσέᾳ καὶ σηρικῷ νήματι ἔμπεδον, κόγχης ἀναδεδευμένῳ αἵματι, τῷ κλήρῳ τοῦ μεγάλου νεὼ ἐπιδίδωσι, τυποῦν αὐτοῖς ἀργύρεα ἐτήσια κέρματα εἰς μνᾶς δὶς ἑκατὸν κορυφούμενα. ἐλέγετο δὲ καὶ ἑτέραν ἠρυθροδανωμένην βασίλειον γραφὴν ἐπιφέρεσθαι [34D] τὸν Ἀξοῦχον, διὰ χρυσίνων ταῦτα βραβεύουσαν. ἐπειδὴ γὰρ ὑπόνοιά τις τὸν κρατοῦντα ὑπέτρεχεν οὐκ ἀνεύλογος, μήπως ἢ αὐτὸς Ἰσαάκιος τῷ δῆθεν δικαιότερος εἶναι πρὸς τὴν ἀρχὴν ἐκ γενέσεως τὰ κατὰ τὴν πόλιν διαστασιάσειε πράγματα, πατρῷον θάνατον καὶ ξυναίμου ὑστερογενοῦς ἐνωτισάμενος μετὰ θάνατον ἐκείνου ἀναγόρευσιν, εἴτ᾿ οὖν ἡ ταῖς τῶν βασιλέων προβλήσεσί τε καὶ μεταθέσεσιν ἀεί πως ἐπεισερχομένη φιλοτάραχος καὶ νεωτεροποιὸς τῶν πλείστων ἔφεσις οὐκ εὔοδά οἱ τῷ νέῳ ἄνακτι καὶ ἀκίνδυνα τὰ κατὰ τὴν βασιλείαν διάθοιτο, διὰ τοῦτο πρὸς ἀμφιρρεπῆ κατάστασιν τοῦ καιροῦ διπλᾶ τῷ Ἰωάννῃ φιλότιμα θεσπίσματα ἐγχειρίζεται. τὸ δὲ κατὰ ῥοῦν προβῆναι τὰ τῆς ἀποστολῆς, καὶ ὡς οὐκ ἦν τῷ πεπομφότι καὶ ἀφιγμένῳ διανοήσασθαι κάλλιον ἢ [35A] ἐπεύξασθαι, συνέσχε μὲν τὸ βραβεῦον τὰ χρύσεα, ἐξήνεγκε δὲ τὸ χορηγοῦν τὰ ἀργύρεα. Καὶ οἱ μὲν οὕτω τὴν βασιλικὴν προπαρεσκεύασαν εἴσοδον• ὁ δὲ βασιλεὺς τὰ ὅσια τῷ πατρὶ ἐκτελέσας καὶ ταῖς ναυσὶ τὸ σῶμα ἐνθέμενος, αἳ τῷ Πυράμῳ ποταμῷ ἐνωρμίζοντο, ὃς Μοψουεστίαν λιπαίνων θαλάσσῃ προσπλέκεται, τά τε κατ᾿ Ἀντιόχειαν ὡς ὁ καιρὸς ἐδίδου καταστησάμενος, ἀπάρας τῆς τῶν Κιλίκων διὰ τῆς ἄνω καλουμένης Φρυγίας ἐπεπορεύετο, ὅτε καὶ ὑπὸ Περσῶν ἑάλωσαν καὶ πρὸς τὸν Ἰκονίου κρατοῦντα τηνικαῦτα Μασοὺτ ἀπηνέχθησαν ὅ τε πρὸς πατρὸς τῷ Μανουὴλ ἐξάδελφος, ὁ Κομνηνὸς δηλονότι Ἀνδρόνικος (οὗτος δὲ καὶ ὕστερον Ῥωμαίων κατετυράννευσε), [35B] καὶ ὁ Δασιώτης Θεόδωρος, ᾧ εἰς γαμετὴν Μαρία ἥρμοστο, ἣν ὁ τοῦ Μανουὴλ κασίγνητος ὁ σεβαστοκράτωρ Ἀνδρόνικος ἔτεκε. κατὰ γὰρ θήραν ἀγρίων τῆς ὁδοῦ ἐκτραπόμενοι ἧς τὸ στράτευμα εἴχετο, ἔλαθον συλληφθέντες πολεμίων χερσί, καὶ θηρᾶν ἐπιβαλόμενοι κνώδαλα θηρευταῖς ἀνθρώπων περιπεπτώκασι. τότε μὲν οὖν ὁ βασιλεὺς μὴ πράξεσιν ἑτέραις τὸν νοῦν ἐφιστᾶν δυνάμενος, ἀλλὰ τῆς προκειμένης ἅπας γινόμενος, καὶ ταύτης καὶ βραχύ τι γοῦν ἀποσχέσθαι κρίνων ἀσύμφορον, οὐδὲ τῶν κατὰ τοὺς ἄνδρας τούτους ὡς ἔδει πεφρόντικεν ἢ βασιλικῶς αὐτοῖς ἐπήμυνε· μετέπειτα μέντοι ζωαγρίων ἄνευ ἐλύσατο, καὶ τὸ πόλισμα τὴν Πρακᾶν, ὃ δὴ [35C] τῆς Σελευκείας ἐχόμενα ἵδρυται, Ῥωμαίοις ἐπανεσώσατο παρὰ Περσῶν πορθηθέν. ὡς δὲ τὴν βασιλίδα πόλιν ἐπεφθάκει ὁ Μανουήλ, ἀσμένως παρὰ τῶν ταύτης οἰκητόρων προσδέχεται, τοῦτο μὲν ὡς τὴν πατρῴαν βασιλείαν παρειληφώς, τοῦτο δ᾿ ὅτι καὶ παρὰ πᾶσιν ἀσπάσιος ἦν, ἐπεὶ κἀν τῷ ἀκριβῶς μείρακι τὴν σύνεσιν ἔσωζε τῶν καταγηρασάντων ἐν τοῖς πράγμασι πλείονα, πολεμικός τις καὶ φιλοκίνδυνος κἀν τοῖς δεινοῖς ἀκατάπληκτος καὶ μεγαλόφρων δεικνύμενος καὶ πρὸς μάχας τελῶν ὀξύρροπος. ἐπέπρεπε δὲ καὶ χάρις ἐπὶ τοῦ προσώπου τῷ νεανίᾳ, καὶ τῷ τῆς ὄψεως ὑπομειδιῶντι τὸ ἐπαγωγὸν [35D] ἐπεσύρετο, εὐμήκης ὢν τὴν ἡλικίαν, κἂν ἐπένευέ τι τοῦ ἰθυτενοῦς μέτριον. τὴν δε γε χροιὰν οὔτε κατὰ τοὺς ἐσκιατραφημένους λευκὸς ἦν καὶ χιονώδης, οὔτε μὴν ἄγαν καπνηρός ὡς οἱ πολὺν τὸν ἥλιον ἐπὶ τοῦ προσώπου δεξάμενοι καὶ οὓς παρέβλεψαν ἀκτῖνες θερμότεραι, ἀλλὰ τῆς λευκῆς θέας ἀναχωρῶν, τῷ δὲ μέλανι προσεγγίζων χρώματι εὐπρεπείας καὶ οὕτως εἴχετο. διὰ ταῦτα τοίνυν ὑπτίαις ἀγκάλαις περιχυθέντων τῶν πολιτῶν, εἴσεισιν ἀσμένως τὰ βασίλεια πλατέσι καὶ ἀνεωγόσι περικροτούμενος στόμασιν. ἐν δὲ τῷ παριέναι μεθ᾿ ἵππου Ἄραβος ἐριαύχενος τὰ ἀνάκτορα, καὶ μέλλειν εἰσιέναι διὰ τῆς πύλης μεθ᾿ ἣν ἡ ἐκ τῆς ἕδρας ἀπόβασις ἐφεῖται μόνοις τοῖς αὐτοκράτορσιν, ὁ ἵππος, ὃς ἦν τὸν βασιλέα ὀχῶν, ἐς ἀκουστὸν χρεμετίσας καὶ συχνὰ κόψας ἄκραις ὁπλαῖς τὸ δάπεδον εὐήνιά τε προποδίσας καὶ περιδινηθεὶς ἀγέρωχα, ὑπερέβη ὀψέ ποτε τὸν οὐδόν. ἀγαθὸν [36A] οὖν ἔδοξε τοῦτο τοῖς συνιοῦσι κομψοῖς ἐπεισόδιον, καὶ τούτων μάλιστα οἳ περικεχήνασιν οὐρανόν, τὰ δ᾿ ἐν ποσὶ μόλις ἔχουσι διορᾶν, καὶ διὰ τῶν ἱππείων σχηματισμῶν καὶ συχνῶν περιελιγμάτων μακραίωνα περιτελλομένην ζωὴν τῷ αὐτοκράτορι ἀπεφοίβαζον.