Τὰ μετὰ τὸν Ὅμηρο ε΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
δὴ τότ᾽ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη
δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
5ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.


πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
οὐρανὸς ἠδ᾽ αἰθήρ, γαίῃ δ᾽ ἅμα κεῖτο θάλασσα·
ἐν δ᾽ ἄνεμοι νεφέλαι τε σελήνη τ᾽ ἠέλιός τε
κεκριμέν᾽ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
10ὁππόσα δινήεντα κατ᾽ οὐρανὸν ἀμφιφέρονται.
τῷ δ᾽ ἄρ᾽ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτ᾽ ἀήρ·
ἐν τῷ δ᾽ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
Τηθὺς δ᾽ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
15τῶν δ᾽ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.


ἀμφὶ δ᾽ ἄρ᾽ εὖ ἤσκηντο κατ᾽ οὔρεα μακρὰ λέοντες
σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δ᾽ ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε, σύες θ᾽ ἅμα τῇσι πέλοντο
20ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας·
ἐν δ᾽ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες, [p. 212]
ἄλλοι δ᾽ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.


25ἐν δ᾽ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ
μίγδ᾽ ἅμ᾽ ἑοῖς ἵπποισι· πέδον δ᾽ ἅπαν αἵματι πολλῷ
δευομένῳ ἤικτο κατ᾽ ἀσπίδος ἀκαμάτοιο.
ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τ᾽ Ἐνυὼ
30αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
ἐλθέμεν, αἱ δ᾽ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δ᾽ ἄρα τῇσι
35φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς.
ἐν δ᾽ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δ᾽ ἄρα σφι
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
40αἰνὸν λιχμώωντες· ἀπειρέσιον δ᾽ ἄρα θαῦμα
δαίδαλα κεῖνα πέλοντο μέγ᾽ ἀνδράσι δεῖμα φέροντα
οὕνεκ᾽ ἔσαν ζωοῖσιν ἐοικότα κινυμενοισι.


καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
εἰρήνης δ᾽ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα·
45ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο· δίκη δ᾽ ἐπέδερκετο πάντα·
ἄλλοι δ᾽ ἄλλ᾽ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δ᾽ ἀλωαὶ
καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.


Αἰπύτατον δ᾽ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
50καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ [p. 214]
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατ᾽ ἄκρης
ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
55εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
παῦροι δ᾽ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.


ἐν δ᾽ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δ᾽ ὑπὸ χερσὶ
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δ᾽ ἔσαν <ἄλλοι>
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δ᾽ ἐς μέγα ἔργον.
60ἐν δὲ βόες ζεύγλῃσιν ὑπ᾽ αὐχένας αἰὲν ἔχοντες,
οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
βριθομένας, οἱ δ᾽ αὖθις, ἀροτρεύεσκον ἀρούρας·
τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δ᾽ ἐφέποντο
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
65χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δ᾽ ἄσπετον ἔργον.


ἐν δ᾽ αὐλοὶ κιθάραι τε παρ᾽ εἰλαπίνῃσι πέλοντο·
ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν·
αἱ δ᾽ ἄρ᾽ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.


ἄγχι δ᾽ ἄρ᾽ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
70ἀφρὸν ἔτ᾽ ἀμφὶ κόμῃσιν ἔχουσ᾽ ἀνεδύετο πόντου
Κύπρις ἐϋστέφανος, τὴν δ᾽ Ἵμερος ἀμφεποτᾶτο
μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.


ἐν δ᾽ ἄρ᾽ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
75ἐς γάμον Αἰακίδαο δαΐφρονος· ἀμφὶ δὲ πάντες
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
ἀμφὶ δ᾽ ἄρ᾽ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ


80νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο, [p. 216]
αἱ μὲν ἄρ᾽ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατ᾽ ἰθὺ
νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμ᾽ ἀλεγεινὸν
ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
85λαίφεα λεύκ᾽ ἐρύοντες, ἵν᾽ ἐκ θανάτοιο φύγς2σιν·
οἱ δ᾽ ἕζοντ᾽ ἐπ᾽ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.


τοῖς δ᾽ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
ἤσκητ᾽ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι
90ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
στόρνυτ᾽ ἐπεσσυμένων, ὁμαλὴ δ᾽ ἄρα πρόσθε γαλήνη
ἔπλετο· τοὶ δ᾽ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
95σαίνοντες βασιλῆα, κατ᾽ ἠερόεν δ᾽ ἁλὸς οἶδμα
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.


ἄλλα δὲ μυρία κεῖτο κατ᾽ ἀσπίδα τεχνήεντα
χερσὶν ὑπ᾽ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο·
πάντα δ᾽ ἄρ᾽ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
100οὕνεκ᾽ ἔην ἔκτοσθε κατ᾽ ἄντυγος, ᾗ ἔνι πᾶσα
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.


τῇ δ᾽ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγ᾽ ἀσχαλόωντι ἐοικώς,
οὐρανῷ ἐμβεβαώς· περὶ δ᾽ ἀθάνατοι πονέοντο
105Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες·
τοὺς δ᾽ ἤδη κρατερὸν πῦρ ἄμφεχεν· ἐκ δὲ κεραυνοὶ
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος·
οἱ δ᾽ ἄρ᾽ ἔτ᾽ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.


110ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
κνημῖδες δ᾽ ἤσκηντο πελώριαι· ἀμφὶ δ᾽ ἐλαφραὶ
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι. [p. 218]


ἀγχόθι δ᾽ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
115χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι
120λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.


καὶ τότ᾽ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
‘νῦν μὲν δὴ κατ᾽ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
ὅσσ᾽ ἐπὶ παιδὶ θανόντι μέγ᾽ ἀχνυμένη κατέθηκα·
125ἀλλ᾽ ἴτω ὅς τ᾽ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
δώσω, ἅ καὶ μακάρεσσι μέγ᾽ εὔαδεν ἀθανάτοισιν.’


ὥς φάτο· τοὶ δ᾽ ἀνόρουσαν ἐριδμαίνοντ᾽ ἐπέεσσιν
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
130Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
ἀστὴρ ὡς ἀρίδηλος ἀν᾽ οὐρανὸν αἰγλήεντα
ἕσπερος, ὅς μέγα πᾶσι μετ᾽ ἀστράσι παμφαίνησι·
τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο·
ᾔτεε δ᾽ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
135ἠδ᾽ ἄρα μητιόεντ᾽ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
ὥς δ᾽ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.


Νέστωρ δ᾽ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ
140ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπ᾽ ἄλλων·
‘ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
Αἴαντος μεγάλοιο περιφραδέος τ᾽ Ὀδυσῆος [p. 220]
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε·
145τῶν γάρ ῥ᾽ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
γηθήσει κατὰ θυμόν, ὁ δ᾽ αὖ μέγα πένθος ἀέξει
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δ᾽ ἔξοχα πάντων
ἡμέας· οὐδ᾽ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
στήσεται ἐν πολέμῳ· μέγα δ᾽ ἔσσεται ἄλγος Ἀχαιοῖς,
150κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ.
ἀλλ᾽ ἄγ᾽ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
λίην, οὐκ ὀλίγον περ, ἔχω δ᾽ ἐπὶ γήραϊ πολλῷ
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα·
155αἰεὶ δ᾽ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε·
τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι
ἀντιθέῳ τ᾽ Αἴαντι φιλοπτολέμῳ τ᾽ Ὀδυσῆι,
ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα,
ἠδ᾽ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
160ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπ᾽ ἀνάγκῃ·
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.’


165ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
‘ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
σεῖο πέλει Δαναῶν οὔτ᾽ ἂρ νέος οὔτε παλαιός,
ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
170νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται·
καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν· [p. 222]
τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
Τρωσὶν ἐϋπτολέμοισι, χόλον δ᾽ οὐκ ἄμμιν ὀπάσσει.’


175ὣς φάτο· τοὶ δ᾽ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν·
τῶν δ᾽ ἄρ᾽ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
ἕζοντ᾽ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
180Αἴας δ᾽ ἐν μέσσοισι μέγ᾽ ἀσχαλόων φάτο μῦθον·
‘ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
βλημένου ἐν κονίῃσιν, ὅτ᾽ ἀμφί ἑ Τρῶες ἔβησαν,
185ὁππότ᾽ ἐγὼ κείνοισι φόνον στονόεντ᾽ ἐφέηκα
σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
190ἀλλὰ σοὶ ἀμφιμέμηλε <δόλος> καὶ ἀτάσθαλα ἔργα.
ἠὲ τόδ᾽ ἐξελάθου, ὅτ᾽ ἐς Ἰλίου ἱερὸν ἄστυ
ἐλθέμεναι ἀλέεινες ἅμ᾽ ἀγρομένοισιν Ἀχαιοῖς,
καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντ᾽ ἐφέπεσθαι
ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι·
195σῇς γὰρ ὑπ᾽ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
οὐκ οἴῳ δ᾽ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,
ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
200νῦν δ᾽ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης, [p. 224]
οὔτ᾽ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ
ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σ᾽ ἐνὶ χάρμῃ
ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
δυσμενέων, ὅτε σ᾽ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
205κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν·
ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
αὐτὸς Ζεὺς ἐφόβησεν ἀπ᾽ αἰθέρος, ὄφρα σε Τρῶες
ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν
δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
210ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ
ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν
215πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δ᾽ ὑπ᾽ ἀταρβέϊ θυμῷ
ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε
πάντη ἐν ὑσμίνῃ· σὺ δέ μιν περιδείδιες αἰεί.
ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
θῆκεν, ὅτ᾽ ἀμφ᾽ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
220ὄφρ᾽ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δ᾽ ἄρα μύθων
ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων·
οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
225δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγ᾽ ἔγχος
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δ᾽ ἄρα πάντα τέτυκται
ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν [p. 226]
230ἕσταμεν ἀμφ᾽ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
ἀλλ᾽ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
ἀλκῆς γὰρ τόδ᾽ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
μύθων δ᾽ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
235οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.’


ὣς φάτο· τὸν δ᾽ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·


‘Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
240οὐτιδανόν τέ μ᾽ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
μήδεσι καὶ μύθοισι, τά τ᾽ ἀνδράσι κάρτος ἀέξει·
καὶ γάρ τ᾽ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
245ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
ναῦται ὑπεκπερόωσιν, ὅτ᾽ ἄσπετα κυμαίνηται·
τέχνῃσιν δ᾽ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
ταῦροι δ᾽ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
250ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
αἰεὶ δ᾽ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
τοὔνεκ᾽ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
λέξατό μ᾽ ἐκ πάντων ἐπιτάρροθον, ὄφρ᾽ ἀφίκωμαι
255ἐς φύλακας· μέγα δ᾽ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
καὶ δ᾽ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
οὐδ᾽ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων
260Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι [p. 228]
δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
γίνετ᾽ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
ἄπρηκτος τελέθει μέγεθός τ᾽ εἰς οὐδὲν ἀέξει
265ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
ἀθάνατοι· τεῦξαν δὲ μέγ᾽ Ἀργείοισιν ὄνειαρ.
οὐδὲ μὲν ὡς σώ μ᾽ ἔφησθα πάρος φεύγοντα σάωσας
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλ᾽ ἅμα πάντας
270Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δ᾽ ἐπέχυντο
ἀλκῇ μαιμώωντες· ἐγὼ δ᾽ ὑπὸ κάρτεϊ χειρῶν
πολλῶν θυμὸν ἔλυσα· σὺ δ᾽ οὐκ ἄρ᾽ ἐτήτυμα βάζεις·
οὐ γὰρ ἔμοιγ᾽ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
275φεύγοντ᾽ ἐκ πολέμοιο. νέας δ᾽ ἐς μέσσον ἔρυσσα
οὔτι περιτρομέων δηίων μένος, ἀλλ᾽ ἵνα μῆχος
αἰὲν ἅμ᾽ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·
καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
280ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
κείνῳ, ὅτ᾽ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
285νῦν δέ σευ ἀμφ᾽ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
δυσμενέων, ἐσάωσα δ᾽ ὁμῶς τεύχεσσι θανόντα.
οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
ἕλκος ἔτ᾽ ἀμφ᾽ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
τῶνδ᾽ ὑπερουτηθέντα δαϊκταμένου τ᾽ Ἀχιλῆος·
290καὶ δ᾽ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.’


ὣς ἄρ᾽ ἔφη· τὸν δ᾽ αὖθις ἀμείβετο καρτερὸς Αἴας· [p. 230]
‘ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
οὔ νύ σ᾽ ἐκεῖσ᾽ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
295ἑλκέμεναι μενέαινον· ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ
τῶν μὲν γούνατ᾽ ἔλυσα κατὰ μόθον, οὓς δ᾽ ἐφόβησα
αἰὲν ἐπεσσύμενος· τοὶ δ᾽ ἀργαλέως φοβέοντο
χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ
αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
300ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι
μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
ἀμφ᾽ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
305ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.’


ὣς φάτο· τὸν δ᾽ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
‘Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί·
ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέ1στερός εἰμι
310σεῖο μετ᾽ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος
ἢ καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν,
οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.
καὶ δ᾽ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι
ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,
315ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.’


ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντ᾽ ἀλεγεινὴν
αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
320πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
τοῦ δ᾽ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
παχνώθη δ᾽ Αἴαντος ἐῢ σθένος· αἶψα δ᾽ ἄρ᾽ αὐτῷ [p. 232]
ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
ἔζεσε φοίνιον αἷμα· χολὴ δ᾽ ὑπερέβλυσεν αἰνή·
325ἥπατι δ᾽ ἔγκατ᾽ ἔμικτο· περὶ κραδίην δ᾽ ἀλεγεινὸν
ἷξεν ἄχος, καὶ δριμὺ δι᾽ ἐγκεφάλοιο θεμέθλων
ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
σὺν δ᾽ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δ᾽ ὄμματα πήξας
ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δ᾽ ἑταῖροι
330ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
πολλὰ παρηγορέοντες· ὁ δ᾽ ὑστατίην ποσὶν οἶμον
ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
ἀλλ᾽ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
335καὶ τότ᾽ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δ᾽ ἄρα σφι
νήχετο κήτεα πολλά, τά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.


αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
340δῶκε Θέτιν Πηλῆι καὶ καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
Κυμοθόη δ᾽ ἐν τῇσι μέγ᾽ ἀσχαλόωσ᾽ ἀγόρευεν·
‘ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθ᾽ ὑπέτλη
δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.’


345ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.
ἠέλιος δ᾽ ἀπόρουσεν, ἐπεσκιόωντο δ᾽ ἀλωαὶ
νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δ᾽ οὐρανὸν ἄστρα.
Ἀργεῖοι δ᾽ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
ὕπνῳ ὑπ᾽ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
350ἡδέϊ, τὸν Κρήτηθε παρ᾽ Ἰδομενῆος ἀγαυοῦ
ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.


Αἴας δ᾽ Ἀργείοισι χολούμενος οὔτ᾽ ἄρα δόρπου
μνήσατ᾽ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος [p. 234]
ἄμφεχεν, ἀλλ᾽ ὅ γ᾽ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·
355εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
ἢ ὅ γ᾽ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
δῃώσῃ μελεϊστὶ θοῶς δολόεντ᾽ Ὀδυσῆα.
καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντ᾽ ἐτέλεσσεν,
360εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·
κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
τρέψεν ἀπ᾽ Ἀργείων. ὁ δ᾽ ἄρ᾽ ἤιε λαίλαπι ἶσος
365σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
Πληιὰς εὖτ᾽ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
δύεθ᾽ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
370τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
πάντη δ᾽ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
375ἄντρων ἐξερύσαντες, ὁ δ᾽ ἀμφὶ γένυσσι βεβρυχώς,
εἴ που ἔτ᾽ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα·
τῷ δ᾽ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
ὥς ὅ γ᾽ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
380εὖτε λέβης ἀλίαστον ἐπ᾽ ἐσχάρῃ Ἡφαίστοιο
ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ· [p. 236]
385ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
μαίνετο δ᾽ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτ᾽ ἀλίαστον
μαίνηται κατ᾽ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
πίπτῃ δ᾽ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
390ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει·
τεύχεα δ᾽ ἀμφ᾽ ὤμοισιν ἐπέβραχε, τοὶ δ᾽ ὁρόωντες
πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.


395καὶ τότ᾽ ἀπ᾽ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·
Υπνος δ᾽ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
ἡ δέ ἑ κύσσεν ἑλοῦσ᾽ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
400ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
αἶψα δ᾽ ἄρ᾽ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δ᾽ ἐπὶ λέκτρα
Πασιθέης οἴμησεν· ἀνέγρετο δ᾽ ἔθνεα φωτῶν.
Αἴας δ᾽ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
405φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
ἐν δ᾽ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
λιμῷ ὑπ᾽ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερ᾽ ἄλλοθεν ἄλλα
κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
410χεύῃ, ὅτ᾽ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
ὥς Αἴας μήλοισι μέγ᾽ ἀσχαλόων ἐνόρουσεν
ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.


καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
κρύβδ᾽ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε· [p. 238]
415‘σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
420μηδ᾽ ἄρα Λαέρταο πάϊς μέγ᾽ ἀμείνονι φωτὶ
ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
νῦν δὲ μέγ᾽ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
μοῦνον ἔτ᾽ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλ᾽ ἄρα καὶ τὸν
425ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.’


ὥς;φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
‘μὴ νῦν, ὦ Μενέλαε, μέγ᾽ ἀχνύμενος περὶ θυμῷ
σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·
430οὐ γὰρ ὅ γ᾽ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δ᾽ ἄρα δυσμενέεσσιν.’


ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
μηλονόμοι δ᾽ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα·
435ὡς δ᾽ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
θάμνοις ἐν λασίοισιν, ὁ δ᾽ ἐγγύθεν ὀξὺ κεκληγὼς
πωτᾶτ᾽ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·
ὣς οἵ γ᾽ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
ὀψὲ δ᾽ ὄ γ᾽ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
440καί ῥ᾽ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
‘κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδ᾽ οἰωνῶν·
οὐ γάρ σ᾽ οὐδ᾽ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
ὧν ἕνεκ̔ ἀφραδέων μέγ᾽ ἀμείνονι δηριάασκες·
κεῖσο, κύον· δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα [p. 240]
445κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλ᾽ ἀπὸ πάτρης
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.’


ὣς ἄρ᾽ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
450κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ·
καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
ῇχι θοαὶ ναὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
455αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.


Αἴας δ᾽, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
ἐκ μακάρων· πάντεσσι δ᾽ ὑπεκλάσθη μελέεσσι
βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδ᾽ ἄρα πρόσσω
460ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτ᾽ ἄρ᾽ ὀπίσσω,
ἀλλ᾽ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τ᾽ ἐν ὄρεσσι
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
ἀλλ᾽ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
λυγρὸν ἀνεστονάχησεν, ἔπος δ᾽ ὀλοφύρετο τοῖον·
465‘ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
οἵ με φρένας βλάψαντο, κακὴν δ᾽ ἐπὶ λύσσαν ἔθεντο,
μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
470λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ,
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
αὐτῷ τ᾽ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδ᾽ ὅ γ᾽ ἀπήμων
475ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι. [p. 242]
ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
ἄσχετος· οὐ γὰρ ἔτ᾽ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
480τίετ᾽ ἐν Ἀργείοισιν, ἐμεῦ δ᾽ ἐπὶ πάγχυ λάθοντο
ἔργων θ᾽, ὁππόσ᾽ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.’


ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
Ἑκτόρεον ξίφος ὦσε δι᾽ αὐχένος· ἐκ δέ οἱ αἷμα
ἐσσύμενον κελάρυζεν. ὁ δ᾽ ἐν κονίῃσι τανύσθη
485Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.


καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν
ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
490αἶψα δ᾽ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν·
ὡς δ᾽ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
495αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας·
ὥς οἵ γ᾽ ἀμφ᾽ Αἴαντα μέγα στένον ἤματι κείνῳ
πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.


500Τεῦκρος δ᾽ ἀμφ᾽ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
ἀργαλέας· τὸν δ᾽ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
εἶργον. ὁ δ᾽ ἀσχαλόων περικάππεσε τεθνειῶτι
δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
ὅς τε παρ᾽ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
505κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ [p. 244]
μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός·
ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
ἑρπύζων περὶ νεκρόν, ἔπος δ᾽ ὀλοφύρετο τοῖον·
‘Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετ᾽ ἦτορ
510οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
Ἀργείους δ᾽ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
οὐ γὰρ τοῖσδ᾽ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ·
515οὐδ᾽ ἔτ᾽ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδ᾽ ὀλέσθαι,
ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτ᾽ εἰσίν,
εἴ που ἔτ᾽ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
520ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.’
ἦ ῥα μέγα στενάχων· ἐπὶ δ᾽ ἔστενε δῖα Τέκμησσα
Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
525ἐδνωταὶ μεδέουσι παρ᾽ ἀνδράσι κουριδίοισιν·
ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπ᾽ ἀγκοίνῃσι δαμεῖσα
Εὐρυσάκην τέκεθ᾽ υἱὸν ἐοικότα πάντα τοκῆι·
ἀλλ᾽ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
530ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα·
καί ῥ᾽ ὀλοφυδνὸν ἄϋσε μέγ᾽ ἀχνυμένη κέαρ ἔνδον·
‘ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
δυς μενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
535σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι [p. 246]
ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
ὥς μ᾽ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν ποτ᾽ ἐσήλυθεν ἐς φρένα πῆμα,
540οὐδ᾽ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
καὶ τοκέων εἴρυσσας ἅμ᾽ ἄλλῃς ληιάδεσσι
πόλλ᾽ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
545μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
καί ῥά μ᾽ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μ᾽ ἔφησθα
τεύξειν αὐτίκ᾽ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
νοστήσας Τροίηθε· τὰ δ᾽ θεὸς ἄμμι τέλεσσεν·
550ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
μέμβλετ᾽ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτ᾽ ἐόντος
νηπίαχοι κομέονται ὑπ᾽ ἄνδρεσσιν μάλα πολλὸν
555χειροτέροις· ὀλοῇ γὰρ ὑπ᾽ ὀρφανίῃ βαρὺς αἰὼν
παισὶ πέλει, καὶ πήματ᾽ ἐπ᾽ ἄλλοθεν ἄλλα χέονται·
καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.’
ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
560‘ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδ᾽ ἐμεῦ αὐτοῦ·
ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτ᾽ ἐόντος
ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
565αἴθ᾽ ὄφελον μηδ᾽ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ [p. 248]
αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
δυσμενέων σθένε λαός ὑπ᾽ Ἄρεϊ δῃώσασθαι.’


ὣς ἔφατ᾽ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δ᾽ Ἑλλήσποντος
570μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατ᾽ ἀνίη.
καὶ δ᾽ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
‘ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
575γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
ἀμφ᾽ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι
μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
νίκην ἀμφεβάλοντ᾽ ἐρικυδέα, τῆς πέρι θυμὸν
580ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα·
εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
κεῖνον ἀλαστήσειν καθ᾽ ἑὸν νόον, οὔτ᾽ ἄν ἔγωγε
585ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τιν᾽ ἄλλον
ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
νῦν δέ μιν οὔτι ἔγωγε μέγ᾽ ἀχνύμενον χαλεπῆναι
590ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
οὔτε περὶ πτόλιος μαχόμην οὔτ᾽ εὐρέος ὄλβου,
ἀλλά μοι ἀμφ᾽ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
κεῖνος δ᾽ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
595ἤλιτεν· οὐ γὰρ ἔοικε μέγ᾽ ἀσχαλάαν ἐνὶ θυμῷ· [p. 250]
ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλ᾽ ἐπιόντα
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδ᾽ ἀκάχησθαι.’
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
ἀλλ᾽ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ·
600δὴ τότε Νηλέος υἱὸς ἔτ᾽ ἀχνυμένοισιν ἔειπεν·
‘ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
ἡμῖν αἶψ᾽ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
Αἴαντος φθιμένοιο πολυσθενέος τ᾽ Ἀχιλῆος
ἄλλων τ᾽ Ἀργείων ἠδ᾽ υἱέος ἡμετέροιο
605Ἀντιλόχου. ἀλλ᾽ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκ᾽ ἄμεινον
ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι·
610νεκρὸς δ᾽ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
φράσσασθ᾽, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.’


ἦ ῥα παρηγορέων· περὶ δ᾽ ἀντίθεοι βασιλῆες
ἀθρόοι αἶψ᾽ ἀγέροντο μέγ᾽ ἀχνύμενοι κέαρ ἔνδον,
καί ἑ μέγαν περ᾽ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
615πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν
αἷμ᾽ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι
τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι·
καὶ τότ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο·
620πολλὰ δ᾽ ἄρ᾽ ἀμφ᾽ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
φάρεά τ᾽ εὐποίητα βοῶν τ᾽ ἐρικυδέα φῦλα
ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
χρυσόν τ᾽ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,
ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,
625ἤλεκτρόν τ᾽ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο, [p. 252]
καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υίέϊ τεύχων
630ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,
τόν ῥα τότ᾽ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
Αἴαντ᾽· ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο
τιμήεντ᾽ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα
635ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα,
ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
ἐν δ᾽ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται
Αἴαντος μεγάλοιο βίη· ὁ δὲ νύκτα καὶ ἠῶ
640καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο·
οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
Ἐγκέλαδος δέδμητο κατ᾽ ἀκαμάτοιο θαλάσσης
Θρινακίης ὑπένερθεν, ὅλη δ᾽ ὑπετύφετο νῆσος·
ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
645Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
ὁππότ᾽ ἔτλη μέγα ἔργον, ὅλη δ᾽ ἀμφέστενεν Οἴτη
ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς
ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα·
650τοῖος ἄρ᾽ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
Αἴας σὺν τεύχεσσι· πολὺς δ᾽ ἐστείνετο λαὸς
αἰγιαλοῖς· Τρῶες δ᾽ ἐγάνυντ᾽, ἀκάχοντο δ᾽ Ἀχαιοι.


ἀλλ᾽ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ᾽ αὐτοῦ
655χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς. [p. 254]
αὐτίκα δ᾽ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
νὺξ δ᾽ ἐπόρουσε μέλαινα μετ᾽ ἀνέρας ὕπνον ἄγουσα·
660οἱ δ᾽ ἄρα δαῖτ᾽ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.