Τὰ μετὰ τὸν Ὅμηρο δ΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
πυρκαϊῆς καθύπερθε βάλον· τὸν δ᾽ αὐτὸς Ἀπόλλων
5ἐκ πυρὸς αἰθομένοιο μάλ᾽ ἐσσυμένως ἀναείρας
δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
οἱ δέ μιν αἶψ᾽ ἀπένεικαν ὑπ᾽ ἄγκεα Τηλάνδροιο
χῶρον ἐς ἱμερόεντα, πέτρην δ᾽ ἐφύπερθε βάλοντο
ἄρρηκτον· νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
10ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλ᾽ ἀνθρώπων
Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που
ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.


Ἀργεῖοι δ᾽ ἐρίθυμον ἀνεστενάχοντ᾽ Ἀχιλῆα
νηυσὶ παρ᾽ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
15λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα
δίζοντ᾽ , οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς·
Τρῶες δ᾽ αὖτ᾽ ἀλίαστον ἐγήθεον εἰσορόωντες
τοὺς μὲν ἀκηχεμένους, τὸν δ᾽ ἐν πυρὶ δηωθέντα·
καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν·
20‘νῦν πάντεσσιν ἄελπτον ἀπ᾽ Οὐλύμποιο Κρονίων
ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα· τοῦ γὰρ ὀΐω
βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα [p. 172]
αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὐσμίνης·
25αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον
αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος
λύθρῳ ὑπ᾽ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων
κείνῳ ἔναντα κιὼν ἔτ᾽ ἐσέδρακεν Ἠριγένειαν·
νῦν δ᾽ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος·
30ὡς ὄφελον μένος ἦεν ἔθ᾽ Ἕκτορος, ὀφρ᾽ ἅμα πάντας
Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.’


ὣς ἄρ᾽ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·
ἄλλος δ᾽ αὖθ᾽ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον·
‘φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
35πόντον ἐπ᾽ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·
ἀλλ᾽ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης·
εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες·
τοὺς ἔτ᾽ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·
40τοὺς εἴθ᾽ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.’


ὣς ἔφατ᾽· ἀθάνατοι δὲ κατ᾽ οὐρανὸν ἐστενάχοντο,
ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί,
45ἀμφὶ δὲ κρᾶτ᾽ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
θυμὸν ἀκηχέμενοι· ἑτέρωθι δὲ γήθεον ἄλλοι
εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·
‘Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
50κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
ἀντιθέῳ Πηλῆι πόρες θυμήρἐ ἄκοιτιν [p. 174]
Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας
ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθ᾽ ἤματι κείνῳ
ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
55ἀλλὰ τά γ᾽ ἐξελάθου, μέγα δ᾽ Ἑλλάδι μήσαο πένθος.’


ὣς ἄρ᾽ ἔφη· τὴν δ᾽ οὔτι προσέννεπεν ἀκάματος Ζεύς·
ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
60ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ·
καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν.
Ἠὼς δ᾽ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
κυανέην δ᾽ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο·
65Ἀργεῖοι δ᾽ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·
οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης
λιμὸν ἀταρτηρόν, ὁπόταν στέρνοισιν ἵκηται.
ἀλλ᾽ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν·
70τοὔνεκα δαῖτ᾽ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·
αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
λῦσε δ᾽ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.


ἀλλ᾽ ὅτε δὴ κεφαλὰς μὲν ἐπ᾽ ἀντολίην ἔχον ἄρκτοι,
75δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δ᾽ ἠώς,
δὴ τότ᾽ ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων
πορφύρων Τρώεσσι φόνον καὶ κῆρ᾽ ἀΐδηλον.
κίνυτο δ᾽ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο
ἠὲ καὶ αὐαλέου βαθὺ λήιον, ὁππόθ᾽ ἵκηται [p. 176]
80ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο·
ὣς ἄρα κίνυτο λαὸς ἐπ᾽ ᾐόσιν Ἑλλησπόντου.
καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν·
‘ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
85μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτ᾽ ἐόντος·
ἀλλ᾽ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ἴομεν ἀμφὶ πόληα· πόνος δ᾽ ἄρα κῦδος ὀρέξει.’


ὣς ἔφατ᾽ ἐν Δαναοῖσιν· ἀμείβετο δ᾽ ὄβριμος Αἴας·
‘Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
90ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι
ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί·
ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
95ὣς χθιζή μοι ἔειπεν, ὅτ᾽ εἰς ἁλὸς ἤιε βένθος,
νόσφ᾽ ἄλλων Δαναῶν· καί ἑ σχεδὸν ἔλπομαι εἶναι
ἐσσυμένην· Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.’


100ὣς ἄρ᾽ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη,
ὅττι ῥά οἱ μετ᾽ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
ἀργαλέον᾽ τὸν δ᾽ αὖθις ἀμείβετο Τυδέος υἱός·
‘ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
105πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους·
καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
καὶ δ᾽ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.’


ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ. [p. 178]
110καὶ τότ᾽ ἄρ᾽ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
αὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δ᾽ ἵκανεν
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
115τοῖσι δ᾽ ἅμ᾽ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
αὐτίκ᾽ ἀεθλεύειν· τοὶ δ᾽ ἀθανάτῃ πεπίθοντο.


πρῶτος δ᾽ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
120οὔτε παλαισμοσύνῃ πολυτειρέϊ· τοῦ γὰρ ὕπερθε
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας·
ἀλλά οἱ ἐν στέρνοισιν ἔτ᾽ ἔμπεδος ἔπλετο θυμὸς
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
κείνῳ, ὅτ᾽ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη·
125τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
πάντων Ἀργείων μέγ᾽ ἐϋμμελίης Ἀγαμέμνων.
τοὔνεκ᾽ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
130εἵνεκ᾽ ἐϋφροσύνης τε καὶ εἴδεος· ἡ δ᾽ ἀΐουσα
τέρπεθ᾽· ὁ δ᾽ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
δαῖτα παρ᾽ εἰλαπίνῃσιν, ὅτ᾽ εἴδατα θεῖα φέρουσαι
135χερσὶν ὑπ᾽ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι
χρυσείοις κανέοισι, Θέμις δ᾽ ἄρα καγχαλόωσα
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
πῦρ δ᾽ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,
140αἱ δ᾽ ἄρ᾽ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
Μοῦσαι δ᾽ ἐς μολπήν, ἐπετέρπετο δ᾽ οὔρεα πάντα [p. 180]
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δ᾽ ἄφθιτος αἰθὴρ
ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.


καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
145πάντα μάλ᾽ ἱεμένοις κατελέξατο· τοὶ δ᾽ ἀΐοντες
τέρπονθ᾽· ὃς δ᾽ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
μέλπε μέσῳ ἐν ἀγῶνι· πολὺς δ᾽ ἀμφίαχε λαὸς
ἀσπασίως. ὁ δ᾽ ἄρ᾽ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,
150δώδεχ᾽ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
ἕνδεκα δ᾽ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δ᾽ ἐδάϊξε
Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
υἷα Ποσειδάωνος ἰδ᾽ ἀντίθεον Πολύδωρον
155καὶ Τρώιλον θηητὸν ἀμύμονά τ᾽ Ἀστεροπαῖον,
αἵματι δ᾽ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
νοσφίσατ᾽ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
160Ἕκτορά θ᾽ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν,
ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.
καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις
ἔσθενε δηριάασθαι ἐναντίον, οὔτ᾽ ἐν ἀέθλοις
165αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
κάλλεΐ θ᾽ ὡς Δαναούς μέγ᾽ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
ἔπλετ᾽ ἀπειρεσίη, ὁπότ᾽ Ἄρεος ἔσσυτο δῆρις.
εὔχετο δ᾽ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
170κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα. [p. 182]


Ἀργεῖοι δ᾽ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
αὐτή τ᾽ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι
Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
175εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
ἠκέσατ᾽ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
αὐτὸς ἔσω μηροῖο, διήλασε δ᾽ ὄβριμον αἰχμήν·
καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν
ὤπασεν· οἱ δ᾽ ἐς νῆας ἄγου μέγα κυδαίνοντες
180ἀντίθεον βασιλῆα. Θέτις δ᾽ ἐς μέσσον ἀγῶνα
θῆκεν ἄρ᾽ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς
καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·
τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.


185τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης·
Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,
Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
ἀμφὶ δ᾽ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
φάρεα, πάντα δ᾽ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο
190αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν
ἄλλας τ᾽ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμ᾽ αὐτῇ
ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
Ἀτρείδης, ὅς πᾶσι μετ᾽ Ἀργείοισιν ἄνασσε.
195τοὺς δ᾽ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἱ δ᾽ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·
τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἱ δ᾽ ἑκάτερθεν
Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
ἀλλ᾽ ὅτε τέρματ᾽ ἔμελλον ἱκανέμεναι μεμαῶτες,
200δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης· [p. 184]
τῷ δ᾽ ἄρ᾽ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δ᾽ ἀλεγεινῶς
ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δ᾽ ὑπανέσταν
205οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δ᾽ ἰάχησαν
Ἀργεῖοι κατ᾽ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας
γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
ἐκ δ᾽ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.
210Τεῦκρον δ᾽ ἐσσυμένως ἕταρο; περιποιπνύοντες
ἦγου ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες
ἐκ ποδὸς αἷμ᾽ ἀφέλοντο, θέσαν δ᾽ ἐφύπερθε μοτάων
εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην
δήσαντ᾽ ἐνδυκέως· ὀλοὰς δ᾽ ἐκέδασσαν ἀνίας.


215ἄλλω δ᾽ αὖθ᾽ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου
καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
οἵ ῥ᾽ ἴσαν ἐς μέσσον· θάμβος δ᾽ ἔχεν ἀθρήσαντας
Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι.
220σὺν δ᾽ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τ᾽ ἐν ὄρεσσιν
ἀμφ᾽ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
ἶσον δ᾽ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
λείπεται οὐδ᾽ ἠβαιὸν ἀταρτηρῶν μάλ᾽ ἐόντων·
ὥς οἵ γ᾽ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δ᾽ ἄρ᾽ Αἴας
225Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἆξαι ἐπειγόμενος. ὁ δ᾽ ἄρ᾽ ἰδρείῃ τε καὶ ἀλκῇ
πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε
230κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
ἕζετο· τοὶ δ᾽ ὁμάδησαν. ὁ δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ
Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις [p. 186]
ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ
σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων
235Τυδείδην ἐς μέσσον ἀΰτεεν· ὅς δέ μιν οὔτι
ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ
ποσσὶν ὕπ᾽ ἀμφοτέρων κόνις ὤρνυτο· τοὶ δ᾽ ἑκάτερθε
ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τ᾽ ἐν ὄρεσσι
θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται
240ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
βρυχῇ ὕπ᾽ ἀμφοτέρων, τοὶ δ᾽ ἄσχετα μαιμώωντες
κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
δηρόν ἐπ᾽ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
245πουλὺς δ᾽ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·
ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.
ἀμφοτέρων δ᾽ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
χερσὶ περικτυπέοντο τετριγότες, εὖτ᾽ ἐν ὄρεσσι
δένδρἐ ἐπ᾽ ἀλλήλοισι βαλόντ᾽ ἐριθηλέας ὄζους.
250πολλάκι δ᾽ Αἴαντος μέγαλου στιβαροὺς ὑπὸ μηροὺς
κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι
ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·
τὸν δ᾽ Αἴας καθυπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·
255ἄλλοτε δ᾽ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
λαοὶ δ᾽ ἔνθα καὶ ἔνθα μέγ᾽ ἴαχον εἰσορόωντες,
οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
οἱ δὲ βίην Αἴαντος· ὁ δ᾽ ἄλκιμον ἄνδρα τινάξας
ἐξ ὤμων ἑκάτερθε, βαλὼν δ᾽ ὑπὸ νηδύα χεῖρας
260ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δ᾽ ἴαχε Τρώιον οὖδας
Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός.
ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι [p. 188]
τὸ τρίτον ἀμφ᾽ Αἴαντα πελώριον· ἀλλ᾽ ἄρα Νέστωρ
265ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
‘ἴσχεσθ᾽, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.’


ὥς φάτο· τοὶ δ᾽ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων
270χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
κύσσαν δ᾽ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
τοῖς δ᾽ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
δῖα Θέτις· τὰς δ᾽ αὐτοὶ ἐθηήσαντο ἰδόντες
ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
275ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις
νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτ᾽ Ἀχιλλεὺς
ληίσατ᾽ ἐκ Λέσβοιο, νόον δ᾽ ἐπετέρπετο τῇσι·
καί ῥ᾽ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἡ δ᾽ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,
280ἄλλη δ᾽ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν
ἡ δ᾽ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας.
τὰς δ᾽ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.


ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος
285ὤρνυτ᾽, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
τῷ δ᾽ οὔτις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες
αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
τῷ δ᾽ ἄρ᾽ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
290ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας·
καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
Ἰδομενεύς· αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
Φοῖνιξ δ᾽ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα· [p. 190]
‘νῦν μέν ἄρ᾽ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
295αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
ἀλλ᾽ ἄρ᾽ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες·
ἀλλ᾽ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον
χεῖρας ἐπ᾽ ἀλλήλοισι δαήμονας ἰθύνοντες
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.’


300ὣς φάτο· τοὶ δ᾽ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν·
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός·
‘ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
305τερπωλὴ πέλεται, καμάτῳ δ᾽ ἐπὶ κῦδος ἀγινεῖ.
ὣς εἴθ᾽ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
οἶον ὅτ᾽ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
ὁππότ᾽ ἄρ᾽ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
310πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
ἤδη που τὸ πάροιθε παρ᾽ ἀγχεμάχοισιν Ἐπειοῖς
315νίκησ᾽ ἠῢν ἐόντα, πεσὼν δ᾽ ἐκονίσατο νῶτα
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας
καὶ κρατερός περ ἐών, ἔλαβον δ᾽ ἀκόνιτος ἄεθλον·
320νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκ᾽ ἄνωγα
ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπ᾽ ἀγῶνος ἄεθλον.’


ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος, [p. 192]
325ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
ὕστερον· ἀλλ᾽ οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
εἵνεκα πυγμαχίης· πολέμου δ᾽ οὐ πάγχυ δαήμων
ἔπλετο λευγαλέου, ὁπότ᾽ Ἄρεος ἔσσυτο δῆρις.
καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
330ἤμελλεν τότ᾽ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱὸς
αἰχμητὴς Ἀκάμας μέγ᾽ ἐνὶ φρεσὶ κάρτος ἀέξων,
ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
335ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
ὡς δ᾽ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
θαρσύνεσκον Ἐπειόν· ὁ δ᾽ ἐν μέσσοισι λέων ὣς
εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
ῥινοὺς ἀζαλέας. μέγα δ᾽ ἴαχον ἔνθα καὶ ἔνθα
340λαοὶ ἐποτρύνοντες ἐϋσθενέων μένος ἀνδρῶν
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας· οἱ δὲ καὶ αὐτοὶ
ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴπερ ἔασιν
ὡς πρὶν ἐϋτρόχαλοι, μηδ᾽ ἐκ πολέμου βαρύθοιεν.
345αἶψα δ᾽ ἄρ᾽ ἀλλήλοισι καταντία χεῖρας ἄειραν
ταρφέα παπταίνοντες, ἐπ᾽ ἀκροτάτοις δὲ πόδεσσι
βαίνοντες κατὰ βοιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
σὺν δ᾽ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
350αἳ τ᾽ ἀνέμων ῥιπῇσιν ἐπ᾽ ἀλλήλῃσι θοροῦσαι
ἀστεροπὴν προϊᾶσι, μέγας δ᾽ ὀροθύνεται αἰθὴρ
θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι·
ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν, ἐκ δὲ μετώπων [p. 194]
355ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
οἱ δ᾽ ἄμοτον πονέοντο μεμαότες· οὐδ᾽ ἄρ᾽ Ἐπειὸς
λῆγεν, ἐπέσσυτο δ᾽ αἰὲν ἑῷ μέγα κάρτεϊ θύων.
τὸν δ᾽ ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνεσθαι
360θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα·
365αὐτὰρ ὅ γ᾽ αἶψ᾽ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
πλῆξε δέ οἱ κεφαλήν· ὁ δ᾽ ἄρ᾽ ἔμπαλιν ἀΐσσοντος
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
ἄλλῃ δ᾽ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
μήτι παντοίῃ χέρας ὤρεγε· τοὺς δ᾽ ἄρ᾽ Ἀχαιοὶ
370ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
νίκης ἀμφ᾽ ἐρατῆς. τῶν δ᾽ ἐσσυμένως θεράποντες
ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
λῦσαν· τοὶ δ᾽ ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο
μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
375τοὺς δ᾽ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον
ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.
ἀλλ᾽ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων·
ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί·
380κύσσαν δ᾽ ἀλλήλους, ἔριδος δ᾽ ἐπελήθετο θυμὸς
λευγαλέης. τοῖς δ᾽ αἶψα Θέτις κυανοκρήδεμνος
ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
385ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·
τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ [p. 196]
δῶρον, ὅτ᾽ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.
390τοὺς δ᾽ ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον
νέκταρος ἐμπλήσας, ὁ δ᾽ ἄρ᾽ ὤπασεν Ὑψιπυλείῃ
πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δ᾽ υἱέϊ δίῳ
κάλλιπεν, ὃς δ᾽ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
τῶν δ᾽ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
395ἄλλον δ᾽ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
γηθόσυνος. τῶν δ᾽ ἀμφιδεδρυμμένα τύμματα πάντα
ἠκέσατ᾽ ἐνδυκέως Ποδαλείριος, οὕνεκ᾽ ἄρ᾽ αὐτὸς
πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακ᾽ ἔθηκε
400κεῖνα, τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε·
τοῖσι δ᾽ ἄρ᾽ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
αὐτῆμαρ μορόεντος ὑπὲκ κακοῦ ἰαίνονται·
τῶν δ᾽ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
τύμματ᾽ ἀπαλθαίνοντο, κατηπιόωντο δ᾽ ἀνῖαι.


405ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς
ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
τῶν δ ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων
ἱππόκομον τρυφάλειαν, ἔφη δέ τε· ‘πολλὸν ἀμείνων
ἔσσεται, ὂς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ.’
410Αἴας δ᾽ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
πλῆξε δ᾽ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
ὀξύτατον. Τεῦκρος δὲ μέγ᾽ ἐγκονέων ἐνὶ θυμῷ,
δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δ᾽ ἀπέκερσεν ἐθείρας
ὀξὺ βέλος· λαοὶ δὲ μέγ᾽ ἴαχον ἀθρήσαντες,
415καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
πληγὴ ἔτ᾽ ἀλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔτι
βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα. [p. 198]
καί οἱ τευχεα καλὰ πόρεν Πηλῆος ἄκοιτις
ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων μέγ᾽ ἄριστον
420Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκετ᾽, οὐδ᾽ ἀπόνητο
ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
ἔγχος ὁμοῦ καὶ κάτος ἀπήμερσαν βιότοιο·
ὡς δ᾽ ὁπόθ᾽ ἑρσήεντα καὶ εὐθαλέοντ᾽ ἀνὰ κῆπον
ὑδρηλῆς καπέτοιο μάλ᾽ ἀγχόθι τηλεθἅ̣̣̓ντα
425ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
κέρσῃ τις δρεπάνῳ νεοθηγέϊ, μηδ᾽ ἄρ᾽ ἐάσῃ
ἐς τέλος ἡδὺ μολεῖν μηδ᾽ ἐς σπόρον ἄλλον ἱκέσθαι,
ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι
μέλλονθ᾽ ἑρσήεντος ὑπ᾽ εἴαρος ἀλδαίνεσθαι·
430ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
Πηλείδης κατέπεφνεν, ἔτ᾽ ἄχνοον, εἰσέτι νύμφης
νηίδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·
ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
435θαρσαλέοι τελέθουσιν, ὅτ᾽ οὐκέτι δεύεται ἦτορ.


αὐτίκα δ᾽ αὖτε σόλον περιμήκεά τε βριαρόν τε
πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι·
τὸν δ᾽ οὔτις βαλέειν δύνατο στιβαρὸν μάλ᾽ ἐόντα
Ἀργείων· οἶος δ᾽ ἔβαλεν μενεδήιος Αἴας
440χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
θάμβησαν δ᾽ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
χαλκός, ὂν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
445τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος· [p. 200]
Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
450ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότ᾽ ἄρ᾽ αὐτῷ
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
κεῖνος δ᾽ υἱέϊ δῶκεν, ὁ δ ὠκυπόροις ἐνὶ νηυσὶν
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
455προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·
τόν ῥ᾽ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα·
460καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα·
αὐτὸς δ᾽ αὖτ᾽ ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.


465οἱ δ᾽ ἄρα δηριόωντες ἐφ᾽ ἅλματι πολλοὶ ἀνέσταν.
τῶν δ᾽ ἄρ᾽ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
σήματα· τοὶ δ᾽ ὁμάδησαν ἑπ᾽ ἀνέρι μακρὰ θορόντι·
καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
470πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
πρῶτον ἀριστήων· Τρῶας δ᾽ ἄχος ἀμφεκάλυψεν.


αἰγανέῃ δ᾽ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας
Εὐρύαλος· λαοὶ δὲ μέγ᾽ ἴαχον· οὐ γὰρ ἔφαντο
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
475τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτ᾽ Ἀχιλλεὺς
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ. [p. 202]


Αἴας δ᾽ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
480χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δ᾽ ὁρόωντες
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον· οὐδέ τις ἔτλη
ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμ᾽ ἀλεγεινὸν
ἠνορέην, φοβέοντο δ᾽ ἀνὰ φρένα, μή τινα χερσὶ
485τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
συγχέῃ ἐσσυμένως, μέγα δ᾽ ἀνέρι πῆμα γένηται.
ὀψὲ δὲ πάντες ἔνευσαν ἐπ᾽ Εὐρυάλῳ μενεχάρμῃ
ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δ᾽ ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα·
490‘ ὦ φίλοι, ἄλλον μέν τιν᾽ Ἀχαιῶν, ὅν κ᾽ ἐθέλητε,
τλήσομαι ἀντιόωντα, μέγαν δ᾽ Αἴαντα τέθηπα·
πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω
ἀνδρὸς ἀπ᾽ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.’


495ὣς φαμένοιο γέλασσαν· ὁ δ᾽ ἐν φρεσὶ πάμπαν ἰάνθη
Αἴας ὀβριμόθυμος· ἄειρε δὲ δοιὰ τάλαντα
ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκ᾽ ἀέθλου
δῶκεν ἄτερ καμάτοιο· φίλου δ᾽ ἐμνήσατο παιδὸς
Αἴαντ᾽ εἰσορόωσα· γόος δέ οἱ ἔμπεσε θυμῷ.


500οἱ δ᾽ αὖθ᾽ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου·
πρῶτος μὲν Μενέλαος ἰδ᾽ Εὐρύπυλος θρασυχάρμης
Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
ἵπποις δ᾽ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφ᾽ ἅρματ᾽ ἔρυσσαν
505πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης·
αἶψα δ᾽ ἄρ᾽ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
χῶρον ἀν᾽ ἠμαθόεντ᾽· ἐπὶ νύσσης δ᾽ ἔσταν ἕκαστοι· [p. 204]
καρπαλίμως δ᾽ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
ἵπποι δ᾽ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
510ὅππως τις προάλοιτο, πόδας δ᾽ ὑπεκίνυον αὕτως,
οὔατα δ᾽ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
οἱ δ᾽ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
μάστιον· οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
καρπαλίμως ζεύγλῃσι μέγ᾽ ἔκθορον ἀσχαλόωντες,
515ἅρματα δ᾽ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα·
οὐδ᾽ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
πουλὺς δ᾽ αἰθέρ᾽ ἵκανε κονίσαλος ἐκ πεδίοιο,
καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τ᾽ ἐν ὄρεσσιν
520ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
χείματος ἐγρομένου, ὁπότ᾽ οὔρεα δεύεται ὄμβρῳ.
ἵπποι δ᾽ Εὐμήλοιο μέγ᾽ ἔκθορον, οἱ δ᾽ ἐφέποντο
ἀντιθέοιο Θόαντος· ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ἀΰτει
ἅρματι· τοὶ δ᾽ ἐφέροντο δι᾽ εὐρυχόρου πεδίοιο
525‘ <...>
Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
ὅς ῥα τότ᾽ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·
530ἀλλ᾽ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλ᾽ ἄρα πολλὸν
ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥ᾽ εἴδοντ᾽ ἀνέμοισιν.’


ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν [p. 206]
Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.
535τοὺς δὲ μέγ᾽ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
ἠκέσατ᾽ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,
540ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.
Ἀτρείδης δ᾽ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·
καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.


545ἄλλοι δ᾽ αὖθ᾽ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους
ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφ᾽ ἵππων
ἕζονθ᾽· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
550ἐκθορέειν. τοῖς δ᾽ αἶψα τάθη δρόμος· οἱ δ᾽ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
ἠὲ Νότου κελάδοντος, ὅτ᾽ εὐρέα πόντον ὀρίνει
λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτ᾽ ἀλεγεινὸν
555ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·
ὥς οἵ γ᾽ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δ᾽ ἐλατῆρες
ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην
ταρφέα πεπληγώς, ἑτέρῃ δ᾽ ἐνὶ χειρὶ τινάσσων
560νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
ἵπποι δ᾽ ἐρρώοντο· βοὴ δ᾽ ἀνὰ λαὸν ὀρώρει
ἄσπετος· οἱ δ᾽ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος
νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
565εἰ μὴ ἄρ᾽ ἐξήρπαξε δρόμου, πεδίον δ᾽ ἀφίκανε [p. 208]
πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥ᾽ ἔτι νῆις ἀέθλων
ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
570Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων
πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·
καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
575Τροίῃ ἐνὶ ξαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
ὠκὺν ἐόντ᾽ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
ἱππασίης ἀνελέσθαι· ὁ δ᾽ οὔτι οἱ ἦτορ ἴηνεν
ἀμφ᾽ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε
580δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
ἰδρείῃ. λαοὶ δ᾽ Ἀγαμέμνονα κυδαίνεσκον,
ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.
585καὶ τότ᾽ ἄρ᾽ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·
δῶκε δ᾽ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
ἄλλοις δ᾽ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
590ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,
δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δ᾽ ἄχνυτο θυμὸν
υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων
595ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.